Αγνή Παρθένε Δέσποινα
Ύμνος Αγίου Νεκταρίου
Ὁ ὕμνος «Ἀγνὴ Παρθένε Δέσποινα» εἷναι ἔνας μη λειτουργικὸς ὕμνος, που συνέθεσε ὁ Ἅγιος Νεκτάριος Αἰγίνης τὸν 19ο αἰῶνα, κατὰ τῇ διάρκειᾳ τῆς θητείας τοῦ, ὡς διευθυντὴς τοῦ Θεολογικοῦ Τμήματος, στῇ Ριζάρειο Σχολὴ τῆς Ἀθήνας.
Ἡ παράδοση θέλει τὴν Παναγία Παρθένο, νᾶ ἐμφανίζεται ἐνώπιον τοῦ Ἀγίου Νεκταρίου στο μοναστήρι τῆς Αἰγίνας, καὶ νᾶ τοῦ ζητάει νᾶ καταγράψει σε χαρτὶ ἕναν ιδιαίτερο ὕμνῳ, ὅπου οἱ ἀγγελικαῖς χορωδίες ἦταν ἔτοιμες νᾶ τὸν ψάλλουν. Αὐτὸς ὁ Ὕμνος ἦταν τὸ «Ἀγνὴ Παρθένε Δέσποινα».
Πατήστε για να ακούσετε
Ὕμνος ἁγίου Νεκταρίου
«Ἁγνὴ Παρθένε Δέσποινα»
Ἁγνὴ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Παρθένε Μήτηρ ἄνασσα, πανένδροσε τε πόκε·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Χαρᾷ παρθενικῶν χορῶν, ἀγγέλων Ὑπερτέρα·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Ἐκλαμπροτέρα οὐρανῶν φωτὸς καθαρωτέρα·
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Τῶν οὐρανίων στρατιῶν, πασῶν Ἀγιωτέρα·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Μαρία ἀειπάρθενε, κόσμου παντὸς Κυρία·
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Ἄχραντε νύμφη πάναγνε, Δέσποινα Παναγία·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Μαρία Νύμφη ἄνασσα, χαρὰς ἡμῶν αἰτία·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Κορῇ σεμνὴ βασίλισσα, Μῆτερ ὑπεραγία·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Τιμιώτερα Χερουβείμ, Ὑπερενδοξοτέρα·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Τῶν ἀσωμάτων Σεραφείμ, τῶν θρόνων Ὑπερτέρα·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Χαῖρε τὸ ᾄσμα Χερουβείμ, χαῖρε ὕμνος Ἀγγέλων·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Χαῖρε ᾠδὴ τῶν Σεραφείμ, χαρὰ τῶν Ἀρχαγγέλων·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθαρσίας·
Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαῖρε Παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Χαῖρε τὸ ξύλον τῆς ζωῆς, Πηγῇ ἀθανασίας·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Σὲ ἱκετεύω Δέσποινα, σὲ νῦν ἐπικαλοῦμαι·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Σὲ δυσωπῶ Παντάνασσα, σὴν χάριν ἐξαιτοῦμαι·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Κόρη σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Θερμῶς ἐπικαλοῦμέν σε, ναέ ἡγιασμένε·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Ἀντιλαβοῦ μου ῥῦσαί με, ἀπὸ τοῦ πολεμίου·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.
Καὶ κληρονόμον δεῖξόν με, ζωῆς τῆς αἰωνίου·
Χαῖρε Νύμφη, Ἀνύμφευτε.