Ακολουθία της Αγίας Ενδόξου Παρθενομάρτυρας του Χριστού Ευνίκης
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Ἐν τῷ Ἐσπερινῷ.
Μετὰ τὸν Προοιμιακόν, τὸ, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς Ἀγίας.
Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Ἑλλήνων οἱ παῖδες ἐν χαρᾷ, τῆς Παρθενομάρτυρος, Εὐνίκης μνήμην τὴν εὔσημον πανηγυρίσωμεν· αὕτη γὰρ τὴν νίκην ἡμῖν τὴν περίβλεπτον κατὰ τῶν πολεμίων δεδώρηται ταῖς πρὸς τὸν Κύριον ἱεραῖς αὐτῆς δεήσεσι καὶ καθεῖλεν αὐτῶν τὰ φρυάγματα.
Ὅμοιον.
Νικήσασα πάλαι τὸν ἐχθρόν, τῇ στερρᾷ ἀθλήσει σου, παρθενομάρτυς πολύαθλε, λαμπρῶς δεδόξασαι· ἄρτι δὲ πρὸς νίκην πάντας καταπλήξασαν ἐνίσχυσας ἡμῶν τὸ στρατόπεδον τῇ ἀντιλήψει σου· διὰ τοῦτο εὐχαριστήριον, ὦ Εὐνίκη, ὕμνον σοι προσάγομεν.
Ὅμοιον.
Η μνήμη σου πρόξενος ἡμῖν, εὐφροσύνης γέγονεν, Εὐνίκη μάρτυς πανεύφημε, ὅτι ὁ Κύριος ἕν αὕτῃ καθεῖλε, ταῖς σαῖς παρακλήσεσι, λαὸν τὸν καθ᾽ ἡμῶν ἐπιθέμενον ἀδίκῳ κρίματι καὶ ὑψαύχενι φρονήματι· διὰ τοῦτο πάντες σε γεραίρομεν.
Προσόμοια Ἒτερα.
Ἦχος δ΄. ὥς γενναῖον ἐν μάρτυσι.
Ὡς ρυσθέντες τῶν θλίψεων κατοχῆς καὶ δουλώσεως ἧς δεινῶς ὑπέστημεν τὰ ἐπώδυνα τῇ ἐχθρικῇ ἰταμότητι, Εὐνίκη πανένδοξε, ἐπινίκιον ῴδήν χαρμοσύνως προσάδομεν τῷ δοξάσαντι τὴν φωσφόρον σου μνήμην καὶ ἁγίαν καὶ ἡμῖν ἐλευθερίαν, δωρησαμένῳ ὡς πρότερον.
Ὅμοιον.
Η Ἑλλὰς ἡ χριστώνυμος γηθοσόνως τὴν μνήμην σου ἑορτάζει σήμερον, καλλιπάρθενε· σὺ γὰρ ἐξ ὕψους προφθάσασα ὡς μάρτυς ἀήττητος, κράτος ἔθου ἀρραγές καὶ ἰσχὺν ἀπροσμάχητον τοῖς υἱοῖς ἡμῶν καὶ ἀνέτρεψαν ἔθνος ὁπλομάχον καθ᾽ ἡμῶν χεῖρας ἐκτεῖναν καὶ πονηρὰ βουλευσάμενον.
Ὅμοιον.
Τὸν ἀγῶνα τὸν κάλλιστον θεοφρόνως τελέσασα, καὶ Χριστὸν δοξάσασα τοῖς σοῖς μέλεσι, σὺν τοῖς ἁγίοις γονεῦσι σου, Εὐνίκη πανεύφημε, καὶ συγγόνοις τοῖς σεπτοῖς σὺν αὐτοῖς καθικέτευε, ἡμῖν ἅπασι σταθηρὰν μὲν εἰρήνην δωρηθῆναι, τοῖς ἀλάστορσιν ἐχθροῖς δέ, καὶ συντριβὴν καὶ ἀπώλειαν.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον τὴν ἁγίαν μνήμην σου ἐπινικίοις ὕμνοις καὶ ὠδαῖς εὐχαρίστοις ἑορτάζομεν, ἀθλοφόρε Εὐνίκη, φερωνύμως γὰρ ἡμῖν τὴν νίκην ἐβράβευσας κατὰ τῶν κρίσει ἀδίκῳ ἐπιθεμένων ἡμῖν τῇ πρὸς Χριστὸν παρρησίᾳ σου, καὶ εὐπροσδέκτῳ πρεσβείς τὰ κράτη τῶν τόξων αὐτῶν κατὰ Δαβὶδ τὸν θεῖον, καὶ ὅπλον καὶ ρομφαίαν συντρίψασα· ἀλλὰ καὶ μελλόντων κινδύνων, ἀσινεῖς ἡμᾶς φύλαττε, Παρθενομάρτυς Κυρίου, αἰτουμένη ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός.
Τὶς μὴ μακαρίσει σε…
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἑπόμενα ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μγ΄. 9)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνἤχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τὶς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν, γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε πιστεύσετέ μοι, καὶ συνῆτε ὅτι ἐγὼ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. ᾿Εγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. ᾿Εγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, ἔτι ἀπ’ ἀρχῆς ἐγὼ εἶμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ. 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρονῶν τεθνάναι, καὶ ελογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾽ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας πρσσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾽ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε΄. 16 – στ’ 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεῦσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ΄αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν.
Ἰδιόμελα. Ἦχος α΄.
Ἀγάλλονται σήμερον τῶν Ὀρθοδόξων Ἑλλήνων αἱ χορεῖαι, τῇ ἐτησίῳ μνήμῃ σου, μεγαλομάρτυς Εὐνίκη, μεγάλης γὰρ χάριτος διὰ σοῦ παραδόξως ἡξιοθημεν τῇ ἐκφάνσει τῆς εὐνοίας σου ἐθνικῆς ρυσθέντες συμφορᾶς· Χριστὸς γὰρ ὁ νυμφίος σου ὑπὲρ οὗ τὸ αἷμα κέχυκας τῶν σῶν ἐπακούσας δεήσεων, ἐχθρικῆς ἐπιδρομῆς ἡμᾶς ἀπήλλαξεν ἐν χειρὶ κραταιᾷ καὶ ὑψηλῷ βραχίονι ὁ μόνος Φιλάνθρωπος.
Ἦχος β΄.
Παρθενικὴ διαλάμπουσα χάριτι μαρτυρικὴν ἐπεδείξω ἀνδρείαν στερροτάτῳ φρονήματι· ἐν ᾧ τῶν μὲν τυράννων τὰς φρένας κατέπληξας τοῖς ὑπὲρ φύσιν ἀγῶσί σου, τῆς εὐσεβείας δὲ τὸ κράτος ἐτράνωσας ὁμολογίᾳ τῆς χάριτος· ἐν ἣ καὶ ἡμᾶς στήριξον, Εὐνίκη Θεόνυμφε.
Ἦχος γ΄.
Τὸ ἑσπέρας μὲν ἐν κλαυθμῷ ηὐλίσθημεν ὡς φησὶν ὁ Δαβίδ, ὑπὸ χεῖρα τυραννικὴν γενόμενοι καὶ λιμῷ καὶ λοιμῷ καὶ ἀπειλαῖς καὶ δειναῖς καθείρξεσι καὶ πικρῷ θανάτῳ τὴν ζωὴν ἡμῶν μικροῦ δεῖν ἀπελπίσαντες· ἀλλ᾽ ἐλευθερίας ἡμέρα ἀνατείλασα ἡμῖν χαρᾶς ἐνεπλήσθημεν λυτρωθέντες τῶν δεσμῶν καὶ τὴν ἁγίαν σου μνήμην ὡς τοῦ Ἔθνους ἡμῶν ἡμέραν εὔσημον ὁ περιούσιος Χριστοῦ ἑορτάζει Λαός, Εὐνίκη θεόφρον, τὴν σὴν χάριν ἐπιβοώμενος.
Ἦχος δ΄.
Η τυπωθεῖσά σοι κλῆσις τὴν δοθεῖσαν τῷ Ἔθνει ἡμῶν νίκην, διὰ τῶν πρεσβειῶν σου.
ὡς ἀληθῶς ἐκφαίνει, θεόφρον Εὐνίκη, νικητικαῖς γὰρ ἀριστείαις ἐν τῇ μνήμῃ σου, πάνσεμνε, ὁ φιλόχριστος στρατὸς δεδόξασται, τὸν ἰσχυρὸν καὶ ἀλαζόνα ἐχθρὸν καταβαλῶν ὡς ὁ Δαβὶδ τὸν Γολιάθ· Ὅθεν εὐγνωμοσύνης ὕμνον σοι προσφέρομεν ἀγαλλιάσει ψυχῆς ως ἂν διὰ παντὸς ἀβλαβεῖς φυλασσώμεθα, τῇ πρὸς Χριστὸν πρεσβείᾳ σου.
Δόξα. Ὃ αὐτός.
Τὴν ἐν παρθένοις ἀθληφόρον καὶ ἐν μάρτυσιν ἀήττητον Εὐνίκην τὴν καλλιμάρτυρα ὡς προστασίαν ἡμῶν μακαρίσωμεν· Τὸ ὑπὲρ Χριστοῦ γὰρ μαρτύριον σὺν τοῖς τοκεῦσιν αὐτῆς καὶ ὁμαίμοσιν ἀρρενωθεῖσα τῷ φρονήματι, ἀνδρειοφρόνως ἤνυσε καὶ λαμπρῶς ἐδοξάσθη· Ὅθεν προΐσταται ἡμῶνὡς ἔναγχος ἐδείχθη κατὰ τῶν βουλευσαμένων χειρῶσασθαι ἡμᾶς καὶ πρεσβεύει ἀπαύστως ἵνα καὶ ἐπερχομένων θλίψεων ρυώμεθα.
Καὶ νύν. Θεοτοκίον.
Εκ παντοίων κινδύνων…
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου.
Ἀγαλλιᾶται τῷ Πνεύματι καὶ χαίρει Ἑλλὰς ἡ χριστώνυμος σύμπασα σήμερον ἐπιτελοῦσα τὴν μνήμην σου τὴν φωτοφόρον, μεγαλομάρτυς Εὐνίκη ἔνδοξε, τῆς σῆς ἀντιλήψεως δι᾿ ἀγαθότητα ὡς ἀληθῶς ἀπολαύσασα καὶ λυτρωθεῖσα τῇ πρὸς τὸν Κτίστην θερμῇ δεήσει σου, ἐκ τῆς ἀδίκου ἐπιθέσεως, ἀλαζόνος ἐχθροῦ καὶ ὑψαύχενος, ταπεινῶσασα τοῦτον πανοπλίᾳ τῇ τῆς πίστεως.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Ἐλευθερίας χαρμόσυνον ἡμέραν, γηθόμενοι σήμερον πανηγυρίζομεν, σὺν βασιλεῦσι καὶ ἄρχουσιν ἅπασα τάξις καὶ ἡλικία καὶ πᾶν ἀξίωμα ρυσθέντες ἐν χάριτι ἐπιδρομῆς ἐχθρικῆς καὶ τὴν πανέορτον μνήμην σου, πόθῳ τελοῦμεν, ἐν ἧ ἀντέστημεν τοῖς ἀλάστορσιν, ἐπιτεθεῖσι γνώμῃ ἄφρονι, καθ᾽ ἡμῶν, ὦ Εὐνίκη πανεύφημε, τοῖς στερρῶς πεποιθῶσιν, ἐπὶ Κύριον τὸν σώζοντα.
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαριστηρίους ᾧδάς σοι ἀναμέλπει, Εὐνίκη θεόνυμφε, ὁ περιούσιος λαὸς καὶ Ἔθνος τὸ τίμιον λελυτρωμένον ἐπιδραμόντων ἐθνῶν χειρώσεως καὶ ποθῷ Είκόνα σοι θείαν ἐνέγραψε, καὶ θεοφρόνως ἐνίδρυσε ἐν τῷδε Οἴκῳ, τῷ πανιέρῳ ἔνϑα τὴν μνήμην σου πανηγυρίζει τὴν χαρμόσυνον εὐγνωμόνως κηρύττων τὴν χάριν σου, δι᾽ ἧς σκέπεις καὶ σώζεις πάσης βλάβης ἡμᾶς πάντοτε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀϑλητικαῖς ἐνστάσεσι τὸν ἀρχέκακον ὄφιν ἐν ἀσθενείᾳ σαρκὸς καταβέβληκας, ἔνδοξε· καὶ ἀνδρείᾳ ψυχῆς τοὺς μεγίστους ἄθλους διήνυσας τῶν ἀντικειμένων τὰς φρένας τοῖς σοῖς ἀγῶσι καταπλήξασα. Ενθεν σθένος ἀρραγὲς δέδωκας ἡμῖν ἀντιστῆναι ἀνδρείως τοῖς δουλώσασιν ἡμᾶς ἀλλοφύλοις ἔθνεσιν ἅ ταπεινωθέντα ὁρῶντες, τῇ τοῦ Ὑψίστου δεξιᾷ μεγαλωσύνην καὶ αἴνεσιν προσφέρομεν, Εὐνίκη καλλιμάρτυς, τῷ παρέχοντι διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Νύν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Νίκης ἐπώνυμος, πέλουσα, Πάνσεμνε, νίκην περίβλεπτον ἡμῖν δεδώρησαι ὅτε χειρώσασθαι ἡμᾶς ἐπέθεντο ἐναντίοι· ὅθεν ἑορτάζοντες τὰ λαμπρὰ νικητήρια ὕμνον χαριστήριον τῇ σῇ μνήμῃ προσάδομεν βοῶντες γηθοσύνῳ καρδίᾳ· χαίροις, Εὐνίκη καλλιμάρτυς.
Ἀπολυτίκιον ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνδρείως νικήσασα τὸν παλαμναῖον ἐχθρὸν τὴν νίκην ἐβράβευσας τῷ χριστωνύμῳ λαῷ ἡνίκα ἐθλίβετο, πόνοις τοῖς ἐπελθοῦσιν ἐν ἡμέρᾳ πολέμου· ὧνπερ ἀπαλλαγέντες, καλλιμάρτυς Εὐνίκη, ᾧδὰς ἐπινικίους σοι συμφώνως προσάδομεν.
Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον καί, Ἀπόλυσις.
Εἰς τὸν ΟΡΘΡΟΝ.
Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἥλιος λαμπρός ἐν Ἑλλάδι ἐκλάμπει ἡ μνήμη σου σεμνή, ἀθληφόρε Εὐνίκη, ἐν ἧ πανηγυρίζοντες ἱερῶς εὐφημοῦμεν σε ὅτι δέδωκας ἡμῖν τὸ νῖκος, παρθένε, κατ᾽ ἀλάστορος ἐχθροῦ ταῖς σαῖς πρὸς τὸν Κτίστην θερμαῖς παρακλήσεσι.
Θεοτοκίον.
Η σκέπη ἡ λαμπρά τῆς ἁγίας σου δόξης σκεπάζει καὶ φρουρεῖ, καὶ πληροῖ εὐφροσύνης Λαὸν τὸν χριστεπώνυμον, Θεοτόκε πανύμνητε, τὸν προστρέχοντα ὑπὸ τὴν σὴν προστασίαν καὶ δοξάζοντα τὰ παμφαῆ μεγαλεῖα, Ἀγνὴ, τῶν θαυμάτων σου.
Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως ταῖς ἀριστείαις, ἠνδραγάθησας γενναιοφρόνως, σὺν τοκεῦσι τοῖς σεπτοῖς καὶ συγγόνοις Σοῦ, μεθ᾽ ὧν, Εὐνίκη, Χριστὸν καθικέτευσας ἐπιδρομῆς καὶ πικρᾶς κατασχέσεως ἐθνῶν ρύσασθαι τὸν πιστόν σου Λαόν, θεόνυμφε, τὸν πόθῳ ἑορτάζοντα τὴν μνήμην Σου.
Θεοτοκίον.
Θεόν τέξασα, σωματοφόρον ὑπὲρ ἔννοιαν, δι᾿ εὐσπλαγχνίαν, τὴν ἀρχέγονον κατάραν ἀνέτρεψας, καὶ εὐλογίας πηγήν, Κόρη, ἔβλυσας, τοῖς Θεοτόκον ὀρθὰ σὲ δοξάζουσιν· Ἀλλὰ πάρεχε εἰρήνης ἡμῖν εὐστάθειαν, καὶ πάσης δυσπραγίας ἡμᾶς λύτρωσαι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θερμῶς ἱκετεύουσα, τὸν σὸν νυμφίον Χριστόν, δολίαν ἐπίθεσιν τῶν δυσμενῶν καθ᾽ ἡμῶν, θεόφρον, ἀνέτρεψας· ἤσχυνας πολεμίων τὴν ὀφρὺν καὶ τὸ θράσος, δέδωκας δὲ τὸ κράτος, τοῖς πιστῶς μαχομένοις· διό σε ἐτησίως, Εὐνίκη, μακαρίζομεν.
Θεοτοκίον.
Σαρκὶ ἐξ αἱμάτων σου, ὁ πρὸ αἰώνων Θεός, τεχθεὶς ὡς ηὐδόκησε μαρτύρων θεῖον χορόν, Παρθένε, ἀνέδειξε· τούτου μιμησαμένων τὸ ἑκούσιον πάθος, ἔνθα καὶ διαπρέπει, ἡ καλλίπαις Εὐνίκη, ἡ ἄρτι προκειμένη εἰς ἔπαινον, Ἂχραντε.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου. καὶ τό, Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ᾿Αγίοις αὐτοῦ.
Στίχ. Τοῖς ᾿Αγίοις τοῖς ἐν τῇ γῇ…
Εὐαγγέλιον ζήτει τῇ Τετάρτῃ
τῆς γ΄ ἑβδομάδος τοῦ Ματθαίου.
Ὁ Ν΄. ψαλμός.
Δόξα.
Ταῖς τῆς ἀθληφόρου…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ. ᾿Ελέησόν με ὁ Θεός…
Τοῖς ἐτησίως τελοῦσι τὴν μνήμην σου, καὶ τοὺς ὑπερφυεῖς γεραίρουσιν ἄθλους σου, Εὐνίκη καλλιπάρθενε, φύλαξ ἔσο καὶ πρόμαχος καὶ πρὸς Χριστὸν μεσῖτις ἀξιόθεος διὰ παντὸς δεόμεθα.
Εἴτα οἱ ΚΑΝΟΝΕΣ τῆς Θεοτόκου καὶ τῆς ᾿Αγίας
οὗ ἡ ἀκροστιχίς·
Ἕλλησι νίκην δίδως Εὐνίκη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. ᾿Ανοίξω τὸ στόμα μου.
Εξ ὕψους μοι δώρησαι, Λόγε Θεοῦ ὑπεράγαθε, σοφίαν τοῖς χείλεσι καὶ λόγον εὔσημον ὡς ἂν, Κύριε, τὴν μνήμην ἀνυμνήσω Εὐνίκης τῆς μάρτυρος τῆς δοξασάσης σε.
Λαμπρῶς ἑορτάζομεν σὺν βασιλεῦσι καὶ ἄρχουσι τὸ Ἔθνος τὸ ἅγιον τὰ νικητήρια ἐν τῇ μνήμῃ σου, Εὐνίκη Ἀθληφόρε, καθ᾽ ἣν νίκης τρόπαια, λαμπρὰ ἠγείραμεν.
Λαὸς ὁ φιλόχριστος, τῆς κατοχῆς καὶ δουλώσεως, ρυσθεὶς θείᾳ χάριτι, ἐπιδραμόντων ἐθνῶν, ἐπινίκιον, Εὐνίκη ὕμνον ἄδει, Χριστῷ τῷ νυμφίῳ σου, ἐπὶ τῇ μνήμῃ σου.
Θεοτοκίον.
Η Πάναγνος Δέσποινα, ἡ τὸν Θεὸν σωματώσασα, καὶ ἄφθαρτος μείνασα, μετὰ τὴν κύησιν, σκέπε πάντοτε, τὸ Ἔθνος ἡμῶν Κόρη, ὡς κλῆρον ἀσύλητον, τῆς σῆς χρηστότητος.
Καταβασία. Ἀνοίξω τὸ στόμα μου.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Στερρῶς τῷ ἐχθρῷ ἀντικατέστης καὶ ὄχι ἐβόησας αὐτῷ, οὐκ ἀπαρνοῦμαι Κύριον, ἡμῖν δὲ σθένος δέδωκας τὸ ΟΧΙ ἀντιτάξασι, κατ᾽ εἰσβολέως στερρότατα.
Ἰσχὺν τοῖς στερρῶς ἀμυνομένοις, πατρίου ἐδάφους ἱεροῦ, τῇ σῇ πρεσβείᾳ δέδωκας, Εὐνίκη καλλιπάρθενε, καὶ θαυμαστῶς ἀνέτρεψαν, τὸν καθ᾽ ἡμῶν ἐφορμήσαντα.
Νικήσασα μάρτυς τὸν Βελίαρ ἀθλήσει σου τῇ ὑπερφυεῖ, νικῆσαι καθικέτευσας, Εὐνίκη, τὸν νυμφίον σου, ἡμᾶς τοὺς σὲ γεραίροντας, τῶν πολεμίων τὸ στράτευμα.
Θεοτοκίον.
Ἰδοὺ ὁ Λαός σου, Θεοτόκε, ὡδὴν σοι προσάγομεν καινήν, ὡς Βυζαντίου ἔκγονοι, θερμῶς εὐχαριστοῦντες σοι· ὅτι ἡμᾶς ἀπήλλαξας, ἐθνῶν ἁλώσεως, Δέσποινα.
Καταβασία. Τοὺς σοὺς ὑμνολόγους.
ΚΑΘΙΣΜΑ.
Ἦχος δ΄. Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀρρενωθεῖσα ταῖς φρεσὶν ἐν τῇ πίστει, καὶ παριδοῦσα τὸ τοῦ θήλεος χαῦνον, οὐ τῆς σαρκὸς τοὺς πόνους ἐδειλίασας, ἀλλ᾽ ἀνδρείως ἔφερες, τὸν θυμὸν τῶν τυράννων, καὶ μένος πολέμιον, καθ᾽ ἡμῶν τῶν Ἑλλήνων, τοῦ τῶν Αὐσόνων ἄρχοντος, Σεμνή, τῇ σῇ πρεσβείᾳ εἰς γῆν ἐταπείνωσας.
Θεοτοκίον.
Τὸν ὑπερούσιον καὶ ἄναρχον Λόγον, οὐσιωθέντα διὰ σπλάγχνα ἐλέους, δίχα φυρμοῦ, Παρθένε, καὶ συγχύσεως, τέτοκας ὡς ἄνθρωπον ἐξ ἁγνῶν σου αἱμάτων, σώζοντα τὸν ἄνθρωπον, τῆς ἀρχαίας κατάρας, ὅν ἐκδυσώπει σώζεσθαι ἡμᾶς τοὺς Θεοτόκον, Ἀγνὴ, σὲ δοξάζοντας.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Καθυπέμεινας τὰς τρώσεις τῆς σαρκός σοῦ ὡς ἄσαρκος καὶ τὰς καταφλέξεις, ὥσπερ ἄλλου πάσχοντος, πάνσεμνε, δροσιζομένη τῷ ἔρωτι τοῦ Κτίστου σου, ᾧ καὶ ἔκραζες· δόξα, Χριστέ, τῇ δυνάμει σου.
Η χαρμόσυνος ἡμέρα τῆς σεπτῆς σοῦ ἀθλήσεως, εὐσεβῶν τοὺς δήμους, πάντας συναγείρει πρὸς αἴνεσιν, τοῦ διὰ σοῦ πρυτανεύσαντος Παντάνακτος, τῷ στρατῷ ἡμῶν, περιφανῆ νίκην, ἔνδοξε.
Νικηφόρος παραδόξως ἡ πρεσβεία σου πέφηνεν ἡμῖν, ὦ Εὐνίκη, ἧττα δὲ αἰσχύνη καὶ ὄνειδος, τοῖς καθ᾽ ἡμῶν συγκροτήσασι τὸν πόλεμον· διὰ τοῦτό σε ὡς εὐεργέτην γεραίρομεν.
Θεοτοκίον.
Δύναμις καὶ τεῖχος πέλει τῷ σῷ Ἔθνει ἡ σκέπη σου, Κεχαριτωμένη, εἴργουσα ἐχθρῶν τὰ συστήματα καὶ δυναμοῦσα ἡμᾶς καὶ χάριν νέμουσα τοῖς προστρέχουσι, τῇ σῇ Παρθένε χρηστότητι.
Κοταβασία. Τὴν ἀνεξιχνίαστον.
ᾨδὴ ε΄. ᾿Εξέστη τὰ σύμπαντα.
Ἰδόντες οἱ ἄφρονες ψυχῆς σοὺ τὴν στερρότητα πλείονας προσῆγόν σοι αἰκίας ἀλλ᾽ ἀνωτέρα πάντων ἐδείχθης, Σεμνή, τῇ τοῦ Παρακλήτου ἀρωγῇ σὺν τοῖς αὐταδέλφοις σου καὶ τοῖς θείοις γεννήτορσι.
Διώκων τεθέαται κατὰ τὸ θεῖον λόγιον, εἷς χιλίους ὄντως, ὦ Εὐνίκη, καὶ μυριάδας δύο ἀνέτρεψαν καὶ χαρᾶς ἐπλήσθημεν πολλῆς, μάρτυς καλλιπάρθενε τῇ λαμπρᾷ ἀντιλήψει σου.
Ως λέων ἐξέδραμεν, ἀπὸ τῆς φωλεᾶς αὐτοῦ λαὸς ἐκ βορρᾶ μὴ ἔχων οἶκτον καὶ ἡμῖν ἧκε σπείρων τὸν ὄλεθρον ἀλλὰ λυτρωθέντες τῆς αὐτοῦ τυραννίδος μέλπομεν, ὦ Εὐνίκη, τὴν χάριν σου.
Θεοτοκίον.
Σωτῆρα κυήσασα Χριστὸν τὸν Πανοικτίρμονα, Κεχαριτωμένη Θεοτόκε, σῷζε κινδύνων καὶ πάσης ἄλλης πληγῆς, καὶ ἐπιδρομῆς ἀλλοεθνοῦς, Λαὸν τὸν χριστώνυμον, τὸν θερμῶς πεποιθότα σοι.
Καταβασία. ᾿Εξέστη τὰ σύμπαντα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Εἰς ὀσμὴν μύρου ὡς γέγραπται, Χριστοῦ μαρτυρικῶς τοῦ νυμφίου σου Εὐνίκη, ἔδραμες, καὶ εἰς παστάδα οὐράνιον ἐσκήνωσας ἐν δόξῃ, ὡς καλλιπάρθενος.
Ὓμνον σοι ἄδομεν ἔνθεον, εὐσήμως ἐκτελοῦντες τὴν μνήμην σου, Εὐνίκη, σήμερον, ἐν ἣ Αὐσόνων οἱ ἔκγονοι, τῆς ἑαυτῶν κακίας, εὗρον ἐπίχειρα.
Νύν τῆς δουλείας παρέδραμεν, ἡμέρα δὲ χαρᾶς ἡμῖν ἔλαμψε· Χριστὸν δοξάσωμεν, καὶ τὴν αὐτοῦ καλλιμάρτυρα,Εὐνίκην τὴν ἁγίαν,ὕμνοις τιμήσωμεν.
Θεοτοκίον.
Ἳασαι Κόρη τὸ σύντριμμα καὶ τὴν ταλαιπωρίαν ὡς γέγραπται τῇ σῇ χρηστότι τοῦ σοῦ Λαοῦ ὡς φιλάγαθος τοῦ ἐπικαλουμένου, ἀεὶ τὴν κλῆσιν σου.
Καταβασία. Τὴν θείαν ταύτην.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῇ σῇ ἀθλήσει ὁ λαὸς ὁ περιούσιος Ἰσχὺν καὶ θάρρος προσλαμβάνων καθυπέμεινε, Τῆς δουλείας τὰς κακώσεις καὶ τὰς ὀδύνας Ἀλλ᾽ ἐκ τούτων λυτρωθείς, Εὐνίκη ἔνδοξε, Ἐπινίκιόν σοι ᾷσμα ἄδει σήμερον Ἀνακράζων σοι· χαίροις, μάρτυς πολύαθλε.
Ο ΟΙΚΟΣ
Ἂμαχον πανοπλίαν, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον, Εὐνίκη θεόφρον, ζωσάμενον τὸ Ἔθνος ἡμῶν κατενίκησεν ἐχθρῶν τὰ στρατεύματα· διὸ ἐπινικίως σε, γεραίρομεν ἀναβοῶντες·
Χαῖρε, δι᾿ ἧς οἱ πιστοὶ νικῶσι·
Χαῖρε, δι᾿ ἧς οἱ ἐχθροὶ σιγῶσι.
Χαῖρε, πολεμίων φαλάγγων ἀνάτρεψις·
Χαῖρε, γαυριώντων ἀρχόντων κατάπτωσις·
Χαῖρε, νίκη περιλάλητος στρατοπέδου εὐσεβοῦς·
Χαῖρε, σθένος θεοδώρητον Ἔθνους τοῦ θεοφιλοῦς.
Χαῖρε, ὅτι τῇ κλήσει ὑπεμφαίνεις τὴν νίκην·
Χαῖρε, ὅτι τυράννων ἐπισπεύδεις τὴν λῆξιν.
Χαῖρε, χαρᾶς εὐσεβῶν ὑπόθεσις·
Χαῖρε, στερρὰ δυσμενῶν δειμάτωσις.
Χαῖρε, δι᾽ ἧς ἡ ᾿Ελλὰς ἑορτάζει·
Χαῖρε, πρὸς ἥν γηθοσύνως κραυγάζει.
Χαίροις, μάρτυς πολύαθλε.
ΣΥΝΑΞΑΡΙΟΝ.
Τῇ ΚΗ΄. Τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἀγίας Παρθενομάρτυρος Εὐνίκης, ἧς τῇ βοηθείᾳ τὸ εὐσεβὲς ἡμῶν Ἔθνος ἀνέτρεψε τὴν γενομένην κατὰ τὸ 1940 ἄδικον κατ᾽ αὐτοῦ ἐπίθεσιν ἐν τῇ μνήμῃ αὐτῆς, ἐν ἣ καὶ τά νικητήρια πανδήμως ἑορτάζομεν.
Στ. Νίκην, Εὐνίκη, ἐν ἄθλοις ἀραμένη
Νίκης τὸ γέρας εὐσεβέσι παρέσχες.
Εὐνίκην σὺν τοκέσιν ὀγδοάτῃ γε εἰκάδι τάμον.
Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐπερχομένων δεινῶν ἐλευθέρωσον τὸν φιλόχριστον Λαόν σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. ᾿Αμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Καταβέβληκας, ἀθλητικῇ ἐνστάσει σου, τὸν πολυμήχανον καθυποστᾶσα στερρῶς, λεβήτων τὰ βράσματα καὶ τῶν θηρῶν τὰς ὁρμάς, πίστει ψάλλουσα· Ὃ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Η περίδοξος, ἡμέρα τῆς ἀθλήσεως τῆς σῆς, πανεύφημε, νίκην ἡμῖν κατ᾽ ἐχθρῶν, λαμπρὰν ἐχαρίσατο, Εὐνίκη ἔνδοξε, ἐν ἧ ἅπαντες, ἐπινικίοις ἄσμασιν, ὠδὴν ἄδωμεν Κυρίῳ.
Γαῦρον φρόνημα, φυσῶν ἐπιδεικνύμενος, ὁ χειρωσάμενος, ἐχθρὸς τὸ Ἔθνος ἡμῶν, ὀδύνας καὶ δάκρυα λιμὸν καὶ θάνατον, ἡμῖν ἔσπειρεν, ἀλλ᾽ ἥττηται καὶ πέπτωκεν, ὦ Εὐνίκη, θείῳ κράτει.
Θεοτοκίον.
Ἒχει, Δέσποινα, Ἑλλὰς ἡ χριστεπώνυμος, τὴν σὴν προμήθειαν, καὶ σκέπην τὴν κραταιάν, θερμὸν καταφύγιον, ἐν περιστάσεσι διὸ μέλπει σοι ὠδὴν εὐχαριστήριον, κατοχῆς ρυσθεῖσα ξένης.
Καταβασία. Οὐκ ἐλάτρευσαν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥώμης οἱ ἀπόγονοι τῆς πάλαι βουλὴν καθ᾽ ἡμῶν κενὴν διέθεντο, δεῦτε καὶ δουλώσωμεν, τούτους, μάρτυς, φήσαντες, ἀλλ᾽ ἤλεκται καὶ πέπτωκε τούτων τὸ φρύαγμα, τῇ σῇ πρὸς τὸν Δεσπότην πρεσβείᾳ· ὅθεν σε τιμῶμεν, Εὐνίκη ᾿Αθληφόρε.
Αὔσονες ὁμοῦ μετὰ Τευτόνων οἱ γνώμῃ γεγαυρωμένῃ, ἐπιθέμενοι καθ᾽ ἡμῶν ἡττήθησαν καὶ φυγάδες ᾧχοντο, τῇ τοῦ Χριστοῦ χρηστότητι καὶ ἀγαθότητι, ᾧ πρέσβευε ἀπαύστως, Εὐνίκη, ἡμᾶς ἐν εἰρήνῃ, τηρεῖν καὶ εὐνομίᾳ.
Σύμπας Ἀθηνῶν ὁ πιστὸς δῆμος τῷ θείῳ ναῷ τούτῳ συνήλθομεν καὶ τὴν χαριτόβρυτον, σέβοντες Εἰκόνα σου, τὴν μνήμην σοὺ γεραίρομεν, Εὐνίκη, πάνσεμνε·
σὺ γὰρ τῷ εὐσεβεῖ ἡμῶν Ἔθνει, τὰ αἴσια νέμεις, καὶ πᾶσαν εὐπραγίαν.
Θεοτοκίον.
Ἳσχυσε, Παρθένε Θεοτόκε, τοῦ Ἔθνους σοὺ τὸ στρατόπεδον ρωννύμενον τῇ σῇ θείᾳ χάριτι ἐχθροὺς τοὺς ὑψαύχενας καταπαλαῖσαι, Ἂχραντε, καὶ νίκην ἄραι λαμπράν· διό σε εὐχαρίστως ὑμνοῦμεν ὥσπερ προστασίαν ἡμῶν σωτηριώδη.
Καταβασία. Παῖδας εὐαγεῖς.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μνήμην τὴν λαμπρὰν Εὐνίκης τῆς Μάρτυρος πάντες οἱ Ἕλληνες, δεῦτε ἑορτάσωμεν, τὸν Ζωοδότην Χριστὸν δοξάζοντες, τὴν νίκην δωρησάμενον ταῖς ἱκεσίαις αὐτῆς, ἡμῖν ξένην κατ᾽ ἐχθροῦ θελήσαντος, τοῦ χειρώσασθαι χθόνα τὴν πάτριον.
Ὂμιλον κλεινὸν Μαρτύρων παράλαβε τὸν συγκροτούμενον ἐκ τῶν αὐταδέλφων σου, καὶ τῶν γονέων συναθλησάντων σοι, Εὐνίκη καλλιπάρθενε, καὶ ἐκδυσώπησον τὸν Σωτῆρα πάσης ἄλλης θλίψεως τό πιστὸν ἡμῶν Ἔθνος λυτρώσασθαι.
Ὓψωσον σεμνή, Χριστῷ τῷ νυμφίῳ σου τῷ σὲ δοξάσαντι τὰς ἁγίας χεῖράς σου θερμῶς πρεσβεύουσα, καλλιπάρθενε, ὑπὲρ τοῦ πιστοῦ Ἂνακτος καὶ τοῦ Στρατοῦ ἡμῶν, καὶ τοῦ Ἔθνους, παντὸς ὡς ἄν ἥρεμον, καὶ ἀτάραχον βίον διάγωμεν.
Θεοτοκίον.
Ὓμνοις ἱεροῖς ὑμνοῦμεν, Πανύμνητε, ἅπαντες χαίροντες τὴν ἁγίαν σκέπην σου, καὶ ἀστραπόμορφον καὶ σωτήριον ὃι ἧς σκέπεις ἑκάστοτε καὶ σώζεις, Δέσποινα, τὸ σὸν Ἔθνος πάσης περιστάσεως καὶ ἐχθρῶν ἀποτρέπεις τὰς φάλαγγας.
Καταβασία. Ἅπας γηγενής.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐχθρῷ τῷ πολεμήτορι κραταιῶς ἀντετάξω ΟΧΙ αὐτῷ φωνήσασα οὐδαμῶς καθυπείξω τῷ δυσσεβεῖ δόγματί σου, ὦ Εὐνίκη θεόφρον· καὶ νῦν ἡμᾶς ἐνίσχυσας προβαλόντας τὸ ΟΧΙ πίστει θερμῇ κατὰ τῶν δολίως ἐπιθεμένων ἡμῖν τοῖς ἑορτάζουσι τὴν ἁγίαν σου μνήμην.
Θεοτοκίον.
Ἐπινικίοις ἄσμασιν ἑορτάζομεν, Κόρη, Λαός σου ὁ φιλόχριστος τὴν ἡμέραν τῆς νίκης ἐν ἧ καθεῖλε δυνάστας ὁ Χριστὸς ἀπὸ θρόνων, καὶ ἡμᾶς ἠλευθέρωσε, τῆς αὐτῶν τυραννίδος ταῖς σαῖς λιταῖς καὶ Εὐνίκης ἅμα ταῖς ἱκεσίαις, Παρθενομῆτορ Δέσποινα· διὸ σε ἀνυμνοῦμεν.
Εἰς τοὺς Αἲνους.
Ἱστῶμεν στίχους δ΄. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν εὐσεβούντων Ἑλλήνων δεῦτε οἱ σύλλογοι τὴν φωτοφόρον μνήμην τῆς ἁγίας Εὐνίκης τελέσωμεν προθύμως καὶ ἐν χαρᾷ τὸν Σωτῆρα δοξάσωμεν· τὸν ἐν αὐτῇ δεδωκότα πᾶσιν ἡμῖν κατ᾽ ἐχθρῶν τὰ νικητήρια.
Ἀναλλομένη καρδίᾳ χεῖρας κροτήσωμεν καὶ εὐχαρίστους ὕμνους τῆς ἁγίας Εὐνίκης, τὴν εὔσημον ἡμέραν ὡς θαυμαστῆς ἡμῶν νίκης ὑπόθεσιν, πανηγυρίσωμεν ἄδοντες τῷ Χριστῷ, τὴν φδὴν τὴν ἐπινίκιον.
Τῇ χαρμοσύνῳ ἡμέρᾳ τῆς σῆς ἀθλήσεως ἅπαν ἡμῶν τὸ Ἔθνος, ἀθληφόρε Εὐνίκη, τῆς θείας εὐσπλαγχνίας ὑμνολογεῖ τὰ παράδοξα θαύματα ὅτι ἡμᾶς τυραννίδος καὶ κατοχῆς ἐχθρικῆς ἀπηλευθέρωσε.
Παραμυθίαν ἐδίδου ἡμῖν ἡ κλῆσις σου ἡνίκα ὑπὸ χεῖρα ἐχθρικὴν ἐτελοῦμεν ἧς νῦν ἀπαλλαγέντες ἄσμα καινὸν τῇ σῇ χάριτι μέλπομεν, σὸν τοῖς σεπτοῖς σου γονεῦσι καὶ ἀδελφοῖς, ὦ Εὐνίκη εὐφημοῦντές σε.
Δόξα. Ἦχος πλ. α΄
Πανηγύρεως ἡμέρα ἡμῖν ἐπέλαμψε πρὸς εὐφροσύνην συγκαλοῦσα πᾶσαν ἡλικίαν καί πᾶν ἀξίωμα· Εὐνίκη γὰρ ἡ καλλιπάρθενος ὑπὲρ Χριστοῦ ἀθλήσασα παραδόξως ἐνεργεῖ ἐν τοῖς θαύμασι καὶ λαμπρὰν νίκην ἐχαρίσατο τῷ περιουσίῳ Λαῷ τοῦ Θεοῦ κατὰ τῶν ἀράντων ἡμῖν χεῖρα πολέμιον· ὅθεν τὰ νικητήρια ἑορτάζοντες, ἐν τῇ ἁγίᾳ αὐτῆς μνήμῃ, τῷ Σωτῆρι βοήσωμεν· Κύριε, ὁ ρυσάμενος ἡμᾶς ἐπιδρομῆς ἀλλοφύλων, τήρει τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, καὶ τὸν φιλόχριστον Στρατὸν τῇ κραταιᾷ δυνάμει σου, παρέχων τῷ Ἔθνει ἡμῶν, εἰρήνην καὶ εὐπραγίαν, τῇ πρεσβείᾳ τῶν ἁγίων σου.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε…
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μάκαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἀγίας ἡ γ΄ καὶ στ΄ ὠδή.
Ἀπόστολον τῆς 2ας Σεπτεμβρίου, Εὐαγγέλιον τῆς 13ης ᾿Οκτωβρίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον…
Μεγαλυνάριο.
Χαίροις, καλλιπάρθενε τοῦ Χριστοῦ, Εὐνίκη θεόφρον, ἡ νικήσασα τὸν ἐχθρόν· χαίροις, ἡ τὴν νίκην ἡμῖν δωρησαμένη· διὸ ἐπινικίως Σὲ μεγαλύνομεν.
Δίστιχον·
Εὑνίκη πρόσδεξαι Ἑλλήνων τὸν ὕμνον
Γεράσιμος ὅνπερ σοὶ ὑφαίνει ἤδη.