Ακολουθία Αγίας Φωτεινής της Καρπασίτιδος την εκ Κύπρου

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν 2 Αυγούστου

ΕΝ ΤΩι ΜΙΚΡΩι ΕΣΠΕΡΙΝΩι

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄, καὶ ψάλλομεν Στηχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Καρπασίας εὐῶδες, καὶ θεῖον λείριον, καὶ κώμης τοῦ ἁγίου, Ἀνδρονίκου τὸ εὖχος, τιμήσωμεν ἐν ὕμνοις χρεωστικῶς, Φωτεινὴν τὴν πανένδοξον, ἐγκωμιάζοντες ταύτης τὰ ἱερά, πρὸς τελείωσιν παλαίσματα.

Ἀσκητριῶν φιλοθέων, τὸ ἐγκαλλώπισμα, φωτὶ Χριστοῦ ἀδύτῳ, τὴν λαμπρῶς αὐγασθεῖσαν, φωτώνυμον νῦν πάντες πανευλαβῶς, Φωτεινὴν τὴν ἰσάγγελον, ὡς ἰατήριον νόσων τῶν ὀφθαλμών οἱ πιστοὶ ἀνευφημήσωμεν.

Τὸν σὸν πανίερον τάφον, πηγὴν ἰάσεων, καὶ θαυμασίων μῆτερ, Φωτεινὴ προσκυνοῦντες, αἰτούμεθα λιτάς σου πρὸς τὸν Θεόν, καὶ ὡραῖον Νυμφίον σου, δι’ Ὃν κατέλιπες ἅπαντα τὰ τερπνά, καὶ ἡδέα κόσμου πάνσεμνε.

Δεῦτε Κυπρίων οἱ δῆμοι, ᾧδαῖς ἐμπρέπουσι, καὶ μελιῤῥύτοις ὕμνοις, καταστέψωμεν πόθῳ, ὁσίων θεοφόρων θαυματουργῶν, Φωτεινὴν τὴν ἀκρώρειαν, ἀναβοῶντες· ἰάτειρα ὁφϑαλμῶν, χαῖρε μῆτερ ἀξιάγαστε.

Δόξα… Ἦχος δ΄.
Ἐκ νεότητος τρίβοις μοναχικῆς πολιτείας ἀκολουθήσασα, σεαυτὴν τῷ παμβασιλεῖ Χριστῷ ἀνέθηκας, ὁλοθύμως ἀρνησαμένη πᾶν γεῶδες, Φωτεινὴ θεονόμφευτε· καὶ νῦν τοῦ πόθου σου ἐπιτυχοῦσα καὶ τῶν οὐρανίων θαλάμων ἐπολαύουσα, ὁμόνοιαν, χαρὰν καὶ δύναμιν, πᾶσιν ἡμῖν ὁσία πρυτάνευσον, τοῖς τιμῶσι τὴν μνήμην σου.

Καὶ νῦν Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον.
Στιχηρὰ Προσόμοια
Ἧχος δ΄. Οἶκος τοῦ Ἑφραθᾶ.
Χαίροις ἡ παμφαής, λαμπὰς τοῦ τρισηλίου, Φωτὸς ἐν Καρπασίᾳ, ἀσκήσει ἀναφθεῖσα, ὦ Φωτεινὴ ἀόκνῳ σου.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χάριν παρὰ Θεοῦ, τὰς νόσους θεραπεύειν, ὦ Φωτεινὴ ἐδέξω, τῶν ὀφθαλμῶν ὡς πόνων, στεῤῥῶν σοὺ ἀντιμίσθιον.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Ἓνδοξε Φωτεινὴ ἐν ἄντρῳ βαθυτάτῳ, τῆς Κύπρου ἐν ἀσκήσει, διῆλθες εὐχομένη, νυχθημερὸν τὸν βίον σου.

Δόξα… Τριαδικόν.
Δούλοις σοῦ δαψιλῶς, τὰ σὰ ἐλέη πέμψον, Τριὰς ὑπεραγία, τῆς Φωτεινῆς πρεσβείαις, ὁσίων καλλωπίσματος.

Καὶ νῦν… Θεοτοκίον.
Δέσποινα Μαριάμ, ὑπερευλογημένη, τοῦ Ζωοδότου Μῆτερ, σῶν δούλων δεομένων, τῶν προσευχῶν ἐπάκουσον.

Ἀπολυτίκιον Ἦχος α΄. Τῆς Συνόδου τῆς πρώτης.
Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα, καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν πεπηρωμένων ἀνάβλεψις, τῶν πίστει προστρεχόντων σοι θερμή, θεόπνευστε ὁσία Φωτεινή, ἐν σπηλαίῳ ἀγρυπνίαις καὶ προσευχαῖς, τὸν Κύριον ἱλέωσας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξᾳ τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἑνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

καὶ Απόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φωτεινὴν τὴν ἀσκήτριαν, τοῦ φῶτὸς τὴν ἐπώνυμον, τοῦ ἀδύτου ᾄσμασιν εὐφημήσωμεν, χαρίτων θείων τὸ πέλαγος, λαμπρὸν ἐνδιαίτημα, Παρακλήτου τοῦ σεπτοῦ, Καρπασίας ὡράϊσμα, καὶ ὀσφράδιον, μυροβόλον τῆς Κύπρου ἐπαινοῦντες, τοὺς αὐτῆς ἀδιαλείπτους ἀγῶνας πρὸς ὀλοκλήρωσιν.

Ὥσπερ ἄμπελος θάλλουσα, Φωτεινὴ θεία ἤνθησας, βότρυας ἀφθίτου μακαριότητος, θεουργικῶς ἀποστάζοντας, τοῖς σὲ μεγαλύνουσιν, ὥσπερ νέκταρ μυστικόν, γλυκασμὸν ἐπιγνώσεως, καὶ χρηστότητος· διὰ τοῦτο τιμῶντές σου τοὺς πόνους, εὐφραινόμενοι βοῶμεν· χαῖρε ἀσκήσεως ἤδυσμα.

Ὀφθαλμῶν τὴν ἰάτειραν, οἱ πιστοὶ εὐφημήσωμεν, Φωτεινὴν τὴν θείαν καὶ θαυματόβρυτον, καὶ προσκυνοῦντες τὸ σπήλαιον, αὐτῆς τῆς ἀσκήσεως, καὶ τὸν τάφον τὸν σεπτόν, ἐν τῇ κώμῃ τὸν κείμενον, τοῦ θεόφρονος, Ἀνδρονίκου, κραυγάσωμεν ἐν πίστει ἁμαρτίας σκοτομήνην, ἡμῶν εὐχαῖς σοὺ διάλυσον.

Παριδοῦσα νεότητος, τὴν ἀκμὴν καὶ ἀσθένεῖαν, ἀπαλοῦ σαρκίου σου ἀνδρικώτατα, στεῤῥᾶς ἀσκήσεως ἤνεγκας, τοὺς πόνους πανάριστε, ἐν σπηλαίῳ Φωτεινή, βαθυτάτῳ τὰ ὄμματα, τῆς καρδίας σου, ἀνατείνουσα πρὸς τὸν σὸν Νυμφίον, καὶ σοφὸν ἀγωνοθέτην, δι᾿ ὃν τερπνὰ κόσμου ἔφυγες.

Ἀπαθείας τὸ ὄργανον, ἐγκρατείας τὴν σάλπιγγα, τὸν αὐλὸν ἀγάπης τὸν παναρμόνιον, ἅρπαν ἡδύφθογγον νήψεως, εὐχῆς τὸ ψαλτήριον, καὶ κιθάραν μελουργόν, ἀσιτίας τιμήσωμεν, οἱ φιλέορτοι, Φωτεινὴν τὴν τοῦ Πνεύματος κινύραν, τὴν ἀσκήσεως καμάτοις, νῆσον τῆς Κύπρου εὐφράνασαν.

Τῶν ἀγγέλων ὁμόζηλος, ἐποφθεισα ἤξιώσαι, σὺν αὐτοῖς ἐν πόλῳ ἀεὶ εὐφραίνεσθαι, καὶ τοῦ Χριστοῦ ὡραιότητα, ὁρᾶν τὴν ἀμήχανον, ἐν παστάδι οὐρανῶν, Φωτεινὴ καλλιπάρθενε· ὅθεν σήμερον, τὴν ἁγίαν σοὺ μνήμην ἐκτελοῦντες, τὰς εὑχάς σου ἐκζητοῦμεν, πρὸς τὸν ὡραῖον Νυμφίον σου.

Δόξα… Ἦχος πλ. β΄.
Ἀσκητριῶν τὴν καλλονὴν καὶ παρθένων λαμπάδα, ἐπαξίως οἱ πιστοὶ μελῳδικοῖς ἐγκωμίοις, Φωτεινὴν καταστέψωμεν· τῷ φωτὶ γὰρ τῶν αὐτῆς καμάτων, κατηύγασε Κυπρίων τοὺς φιλοσίους δήμους, καὶ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ κατελάμπρυνε· καὶ νῦν λαμπρῶς παρισταμένη τῷ παμβασιλεῖ Θεῷ, ἀπαύστως πρεσβεύει ὑπὲρ ὑγίειας, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υιὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἀγνῆς προῆλθεν, ἀφράστως, σαρκωϑείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾽ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾽ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος, Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κέφ. ιζ΄. 25-32).
Τέκνον, ἐπίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα. Ἐπάναγε ἐπὶ ῞Υψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας, καὶ σφόδρα μίσησον βδέλυγμα. ῾Υψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;  ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον.  Ὠς μεγάλη ἡ ἐλεημοσύνη τοῦ Κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ᾿ αὐτόν.  οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα. Δῦναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κέφ. λα΄. 10-31).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κέφ. ε΄. 15-23, στ΄. 1-3).
Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπί σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.Ἀκοῦσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ῾Υψίστου.

Εἰς τὴν Λιτὴν

Στιχηρὰ Ἰδιόμελα Ἦχος α΄.
Ἐκ τοῦ ἁγιάσματος τοῦ σοῦ σπηλαίου ἀρυόμενοι ὕδωρ, καὶ τὸν τάφον σου προσκυνοῦντες τὸν πανίερον, τῶν σῶν Φωτεινὴ θαυμάτων μιμνησκόμεθα, καὶ δύναμιν τὴν στενὴν ὁδὸν βαδίσαι λαμβάνομεν· πᾶσι γὰρ δαψιλῶς παρέχεις πιστοῖς ἰάματα, τῇ ἀφθόνως δοθείσῃ σοι οὐρανόθεν χάριτι, καὶ ἀπαύστως πρεσβεύεις τῷ σῷ Νυμφίῳ Χριστῷ, ἡμῖν καταπέμψαι τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος β΄.
Τὴν ἀγαθὴν μερίδα ἐκ χρόνων νεότητος ἐκλέξασα, θυγάτηρ ὥφθης εὐκλεὴς τοῦ πάντων Βασιλέως, Φωτεινὴ τρισμακάριστε· πάντῶν γὰρ λιποῦσα γεηρῶν τὴν δυσωδίαν, εἰς ὀσμὴν μύρου Κυρίου ἔδραμες, καὶ ὅλη ἔμπλεως μυστικῆς εὐωδίας γέγονας· ὅθεν νῦν οἱ τὴν μνήμην σου γεραίροντες γεγηθότες, ὀσφραινόμεθα σῶν χαρίτων, καὶ τὰς λιτάς σου πρὸς Κύριον ἀπεκδεχόμεθα.

Ἦχος γ΄.
Τίς ἐπαξίως ὑμνήσει τῆς σκληραγωγίας σου τὰ τρόπαια, Φωτεινὴ ἀσκήτρια παναοίδιμε; Σὺ γὰρ τῇ τοῦ Σταυροῦ δυνάμει, ἀνδρικῶς ἐθριάμβευσας, παριδοῦσα σὴν φύσιν, πτερνιστὴν τὸν ἀρχαῖον· ὅθεν ἰαμάτων δεξαμένη τὴν χάριν, παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα.

Ἦχος δ΄.
Ὡς τοῦ φωτὸς ἐπώνυμος, καταυγάζεις τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα, καμάτων σου ἀκτῖσι, Φωτεινὴ πανεύφημε· σῷ ψυχικῷ γὰρ σθένει διώξασα, τὴν τῶν κοσμικῶν φροντίδων σκοτομήνην, ὡς ἀστὴρ παμφαὴς ἀσκήσεως ἐν Κύπρῳ ἔλαμψας· καὶ νῦν τοῦ αἰωνίου φωτὸς ἀπολαύουσα, πρέσβευε τῷ Φωτοδότῃ Κυρίῳ, ἀναδεῖξαι καὶ ἡμᾶς λαμπτῆρας χρηστότητος.

Δόξα… Ἤχος δ΄.
Θεαρέστως τὸν βίον ἀνύσασα ἐν Καρπασίᾳ, καὶ θεωθεῖσα κατὰ μέθεξιν, τῆς οὐρανίου παστάδος νύμφη ἄμωμος, Φωτεινὴ μακαρία ἐδείχθης· ἐν αὐτῇ γὰρ ἀεὶ εὐφραινομένη, μὴ παύσῃ δεομένη τοῦ σοῦ Νυμφίου, ἀξιῶσαι καὶ ἡμᾶς τοὺς τιμῶντας τὴν μνήμην σου, τῆς αἰωνίου μακαριότητος.

Καὶ νῦν… Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φῦλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις τῆς Καρπασίας λαμπάς, τῆς νῆσου Κύπρου φωτοφόρον ἀγλάϊσμα, διάκοσμος παρθενίας, ἀσκητικῆς ἀγωγῆς, καὶ χρηστοηθεῖας, στηλογράφημα· τὸ χαῦνον γὰρ φύσεως, παριδοῦσα διέλαμψας, τοῖς ἀνδρικοῖς σου, Φῶτεινὴ κατορθώμασιν, ὥσπερ ἥλιος, ἀπαθείας, χρυσάκτινος· φώτισον οὖν δεόμεθα, ἡμῶν τὴν σκοτόμαιναν, ταῖς παμφαέσι λιταῖς σου, πρὸς τὸν ὡραῖον Νυμφίον σου, μεθ᾽ οὗ νῦν ἀγάλλῃ, ἐν παστάδι οὐρανίῳ, φωτὸς ὁμώνυμε.

Στίχος. Ὑπομένων ὑπόμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαίροις ἡ νοητὴ ἀηδῶν, ἐν Καρπασίᾳ νοητῶς κελαδήσασα, ἀσκήσεως φιλοθέου, καὶ νοερᾶς προσευχῆς, ὕμνους μελιῤῥύτους, θείου ἔαρος· στρουθίον φιλέρημον, ὄρνις ὄντως πανάσπιλε, τρυγὼν ἁγία, καλιὰν ἀχειρότευκτον, ἐν κοιλώματι, Φωτεινὴ γαίας ἔπηξας, Κύπρου ἐν ᾧ τὸν Κύριον, ἀνύμνεις ἑκάστοτε, τὸν ποθεινόν σου Νυμφίον, καὶ ποιητὴν πάσης κτίσεως, ψυχῇ ὁλοθύμῳ, καὶ ἀσκήσεσι συντόνοις, Ἀγγέλων σύναυλε.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Ὤφθης τοῦ θεανθρώπου Χριστοῦ, ὡραία νύμφη, εὐσεβὴς καὶ πολύφερνος, ἀγνείᾳ πεποικιλμένη, καὶ ἀρετῶν καλλοναῖς, καθωραϊσθεῖσα, θείῳ Πνεύματι ψυχὴν γὰρ φωτίσασα, ταῖς βολαῖς ἀγαπήσεως, Χριστοῦ ἀκτῖσι, βιοτῆς τῆς ἀτέρμονος, καὶ πυρσεύμασι, Φωτεινὴ ἀφθαρτότητος, ἔλαμψας ὥσπερ ἥλιος, ἐν Κύπρῳ χρυσάκτινος, καταφωτίζουσα πάντας, πόνους ἀρίστους μιμήσασθαι, τοὺς σοὺς θεοφόρε, πρὸς ἀπάρνησιν προσκαίρων, καὶ βίον κρείττονα.

Δόξα… Ἦχος πλ. δ΄.
Τῶν μυστικῶν ἀρωμάτων τὴν μυροθήκην, τὴν λαμπηδόνα τῆς παρθενίας, καὶ ἰσαγγέλου πολιτείας τὸ ἐξεικόνισμα, Φωτεινὴν τὴν ἀσκήτριαν, ἐφυμνίοις ἐγκωμιάσωμεν· αὕτη γὰρ οὐκ ἔχουσα ᾧδε μένουσαν πόλιν, τὴν μέλλουσαν ἐπεζήτει, καὶ πρὸς τοῦτο εἰς ἀνδρικοὺς προσεχώρησεν ἀγῶνας, κατατήκουσα τὸ ἀπαλὸν αὐτῆς σαρκίον, παννύχοις στάσεσιν· ἀγγελικῆς ὅθεν εὐκλείας τυχοῦσα ἐν πόλῳ, ἀπαύστως τῷ εἰρηνάρχῳ Θεῷ πρεσβεύει, εἰρήνην ἀστασίαστον τῇ οἰκουμένῃ δωρῆσαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν… Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς Συνόδου τῆς πρώτης.
Καρπασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάϊσμα, καὶ τῶν ἀσθενούντων ἡ ῥῶσις, τῶν πεπηρωμένων ἀνάβλεψις, τῶν πίστει προστρεχόντων σοι θερμῇ, θεόπνευστε ὁσία Φωτεινή· ἐν σπηλαίῳ ἀγρυπνίαις καὶ προσευχαῖς, τὸν Κύριον ἰλέωσας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἕτερον.
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Καλλιπάρθενον νύμφην ἐγκωμιάσωμεν, τῆς Καρπασίας λαμπάδα, θεοειδῆ Φωτεινήν, τὴν ἀσκήσεως φωτίσασαν πυρσεύμασι, καὶ θαυμασίων ἀστραπαῖς, νῆσον Κύπρον εὑσεβῶς, βοῶντες· μὴ διαλίπῃς, Χριστῷ πρεσβεύουσα πέμψαι, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄. Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Κυπρίων οἱ χοροὶ, συνελθόντες ἀξίως, ἐν ὕμνοις καὶ ᾧδαῖς, Φωτεινὴν τὴν ὁσίαν, λαμπροῖς ἀνυμνήσωμεν, νῦν καὶ μνήμην τὴν πάντιμον, ταύτης μέλψωμεν· τῶν ὀφθαλμῶν γὰρ τὰς νόσους, θείᾳ χάριτι, ἰᾶται καὶ τοῖς ἐν σκότει, κειμένοις φῶς δίδωσι.

Δόξα… Και νῦν… Θεοτοκίον.
Πρεσβείαις Φωτεινῆς, τῆς ὁσίας αόκνοις, Παρθένε ἀγαθή, τοῦ Παντάνακτος Μῆτερ, σοῖς δούλοις ὑγίειαν, καὶ χαρὰν ἐπιβράβευσον, τοῖς δοξάζουσι τὸν σὸν πανάγιον Τόκον, καὶ προνοίας σου, ἀνευφημοῦσιν ἐν πίστει πρὸς πάντας τὸ ἄμετρον.

Μετὰ τὴν β΄.  Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐμφρόνως κατέλιπες, τὰς ἡδονὰς τῆς σαρκός, καὶ πάντα τὰ ῥέοντα, θεοειδὲς Φωτεινή, ὁσίων ἀρχέτυπον, ἵνα τῶν αἰωνίων, καὶ ἀῤῥεύστων μετάσχοις, ἔχουσα τὸν χιτῶνα, διαυγῆ τῆς ψυχῆς σου, παρθένων τῶν φρονίμων εἰκών, καὶ ἀγαλλίαμα.

Δόξα… καὶ νῦν…. Θεοτοκίον.
Πἀντάνασσα Δέσποινα, μὴ μὲ ἀπώσῃ τὸν σόν, οἰκέτην κραυγάζω σοι· ἀλλὰ ἐλθὲ ἀρῶγός, ταχὺ καὶ ἀνάστησον, ἐκ λάκκου κατωτάτου, τὸν ἀχρεῖόν σου δοῦλον, πίστει τὸν προσιόντα, σῇ θερμῇ ἀντιλήψει, ἀπάντων τῶν βροτῶν χαρμονή, καὶ καταφύγιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Ἡ κατατήξασα παννύχοις στάσεσι, πολλαῖς στερήσεσι, νηστείᾳ δάκρυσι, καὶ ἀγρυπνίᾳ Φωτεινὴ ἀσκήτρια τὴν σὴν σάρκα, νοῦν τὸν σὸν ἑπτέρωσας πρὸς σκηνὰς ἀφθαρτότητος, ἔνθα κάλλος ἄῤῥητον καθορᾷς τοῦ Νυμφίου σου, νῦν Μῆτερ καὶ συγχαίρῃ ἁγίοις πᾶσι καὶ τάγμασιν Ἀγγέλων.

Δόξα… Καὶ νῦν… Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἀγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ Ὰ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ Ἦχου.
Προκείμενον, Ἦχος δ΄.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Πᾶσα πνοὴ

Τὸ Εὐαγγέλιον.
Ἕκ τοῦ κατὰ Μᾶρκον {Κεφ. η΄ 34 –θ΄1).
(Ζήτει τῇ Κυριακῇ μετὰ τὴν Ὑψῶσιν)
Εἶπε ν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μοῦ, ἐλθεἶν ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸ σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι…

Ὁ Ν΄ Ψαλμὸς

Δόξα…
Ταῖς τῆς σῆς Ὁσίας…

Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλέησόν με ὁ Θεός…
Τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἀπαρνησαμένη σεαυτὴν ἐκ νεότητος, καὶ τὸν σταυρόν σου ἐπωμάδιον βαστάσασα, ὡς ἄσαρκος ἐπολιτεύσω Φωτεινὴ ἀξιάγαστε· ἐν ἀσθενείᾳ γὰρ φύσεως, τῆς ἀυλίας ἐξήνθησας, μυριπνόους χάριτας, καὶ ποταμὸς θαυμασίων ξένων ἠξιώθης γενέσθαι πολύῤῥυτος· διὸ νῦν Κυπρίων οἱ σύλλογοι τὴν μνήμην σου ἔορτάζοντες, τὰ ὑπὲρ φύσιν παλαίσματά σου γεραίρομεν καὶ Θεὸν δοξάζομεν τὸν σὲ δοξάσαντα.

Ὁ Κανῶν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς·
Φωτοειδῆ ἀσκήτριαν Φωτεινὴν ὑμνῶ. Χ.Μ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτόλαμπρον ἅπαντες Φωτεινήν, ὑμνήσωμὲν πόθῳ, Καρπασίας τὴν φωταυγῆ, λαμπάδα καὶ κλέϊσμα ὁσίων, ὡς ἀκραιφνοῦς πολιτείας ἀπαύγασμα.

Ὠράϊσμα θείον ἀσκητριῶν, διάκοσμε Κύπρου, Ἐκκλησίας καὶ γυναικῶν, πολύτιμε ὅλβε φιλοθέων, σὲ οἱ πιστοὶ Φωτεινὴ μεγαλύνομεν.

Τοῦ κόσμου μισήσασα τὰ τερπνά, ἐπόθησας μῆτερ, τὰ αἰώνια Φωτεινή, καὶ κάλλος νεότητος παρεῖδες, ἵνα Ἐδὲμ ἀπολαύσῃς λαμπρότητος.

Θεοτοκίον.
Ὁδήγησον δούλους σοῦ ταπεινούς, πρὸς πόλιν τὴν ἄνω, καὶ ἀτέρμονα χαρμονήν, πανύμνητε Μῆτερ τοῦ Ὑψίστου, τῆς Φωτεινῆς ἱκεσίαις δεόμεθα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν σπηλαίῳ ἀνίκμῳ, ἀσκητικῶν πόνων σου, ἔστησας κονίστραν θεόφρον, μῆτερ φωτώνυμε, περικλεὲς Φωτεινή, ὑπεριδοῦσα ἔμφρόνος, τῆς σαρκὸς ἀσθένειαν, καὶ σὴν νεότητα.

Ἰατρεύεις τὰς νόσους, τῶν ὀφθαλμῶν πᾶνσεμνε, τῶν σοὶ προστρεχόντων ἐν πίστει, καὶ σὴν βοήθειαν, ἐπιζητούντων θερμῶς, σημειοφόρε ὁσία, Φωτεινὴ πανύμνητε, Κύπρου ἀγλάϊσμα.

Δαδουχεῖς πᾶσαν κτίσιν, ἀσκητικῶν πόνῶν σου, Φωτεινὴ πυρφόροις ἀκτῖσι, σκληραγωγίας σου, καὶ ἀκτησίας βολαῖς, δι’ ὧν ἀπήλασας γνόφον, κοσμικῆς συγχύσεως, μῆτερ θεόληπτε.

Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, Μῆτερ Θεοῦ ἄχραντε, κεχαριτωμένη Μαρία, σῶσον τοὺς δούλους σου, ἐκ ζοφερῶν συμφορῶν, καὶ ἐπηρείας δαιμόνων, Φωτεινῆς ἐντεύξεσι, πάνυ τῆς σώφρονος.

Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Τὴν ἀσκήσασαν ἐν Καρπασίᾳ, κώμης καύχημα τῆς περιβλέπτου, τοῦ ἁγίου Ἀνδρονίκου καὶ σέμνωμα, τῆς νήσου Κύπρου φιλέορτοι ἅπάντες, πανευλαβῶς Φωτεινὴν καταστέψωμεν, ὕμνοις κράζοντες· ἡμῶν ὀφθαλμοὺς διάνοιξον, ὁρᾶν τε καὶ ποθεῖν ἀεὶ τὰ κρείττονα.

Δόξα… Καὶ νῦν… Θεοτοκίον.
Παντευλόγητε Παρθενομῆτορ, θεῖον ἔρεισμα καὶ βακτηρία, τῶν καμνόντων, τοὺς οἰκέτας σοὺ στήριξον, καὶ ψυχοφθόρου ἐκ πτώσεως ἔγειρον, τοὺς ἐκζητοῦντας ἀπαύστως τὴν χάριν σου, ἵνα ἔχοντες καρδίας ἡμῶν πρὸς Τόκον σου, τὸν θεῖον ἐστραμμένας σὲ γεραίρωμεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσκουμένων ὑπόδειγμα, γυναικῶν καὶ καύχημα θεοδόξαστον, Καρπασίας ἀναδέδειξαι, Φωτεινὴ ὁσίων ἐγκαλλώπισμα.

Στηλογράφημα ἔμψυχον, ἀρετῆς καὶ νήψεως σεμνολόγημα, Φωτεινὴ ἐκδυσωποῦμέν σε, τῆς ἡμῶν κακίας νέφη σκόρπισον.

Καρπασέων ὁμήγυρις, μνήμην σου γεραίρει τὴν ἀεισέβαστον, Φωτεινὴ καὶ τῇ σῇ χάριτι, σπεύδει ἐν δειναῖς τοῦ βίου θλίψεσιν.

Θεοτοκίον.
Ἡ τὸν Κτίστην καὶ Κύριον, ἐν παλάμαις πᾶσαν τὴν κτίσιν ἔχοντα, συλλαβοῦσα ὑπὲρ ἔννοιαν, ἀθυμίας ῥῦσαι τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῦχος ἱερόν, σοῦ Νυμφίου ἀγαπήσεως, καὶ θεόγραφος ἀσκήσεως στεῤῥᾶς, τόμος ὦφθης Φωτεινὴ ἀξιοθαύμαστε.

Ῥάδαμνος τερπνός, ἐγκρατείας καὶ συνέσεως, ἐποφθεῖσα Φωτεινὴ τὴν ἱεράν, τῶν Κυπρίων νῆσον ηὔφρανας σῇ χάριτι.

Ἵθυνας καλῶς, Φωτεινὴ σὰ διαβήματα, πρὸς ὁδὸν τὴν τεθλιμμένην καὶ στενήν, θείας δόξης εἰς σκηνώματα τὴν ἄγουσαν.

Θεοτοκίον.
Ἀληκτον ζωήν, Θεοτόκε πᾶσι πάρεχε, τοις σοῖς δούλοις ἱκεσίαις Φωτεινῆς, τῆς ἐν Κύπρῳ ἀσκητρίας τῆς θεόφρονος.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νικήσασα, τὸν ἐχθρὸν τὸν δόλιον, ἐγκρατείας νυχθημέρου σοὺ πόνοις, ἐν τῷ ὑγρῷ βαθυτάτῳ σπηλαίῳ, τῆς Καρπασίας στεφάνους ἀπείληφας, παρὰ Κυρίου Φωτεινή, καρδιῶν τοῦ γιγνώσκοντος μύχια.

Φωτίζουσα τὴν ἡμῶν σκοτόμαιναν, Φωτεινὴ τῶν πρεσβειῶν σου ἀκτῖσι, τῶν ἀενάων μὴ παύσῃ ὁσία, ἡ φῶς Χριστοῦ δεξαμένη τὸ ἄδυτὸν, ἐν τῇ καρδίᾳ καὶ πηγή, φωτοφόρος δειχθεῖσα χρηστότητος.

Ὠς χείμαῤῥον, θαυμασίων μέλποντες, σὲ ὁσία Φωτεινὴ τὸν σὸν τάφον, κατασπαζόμεθα ἐν κατανύξει, καὶ ἀρυόμεθα ὕδωρ ἰάσεων, τὸ ἀναβλύζον ἐκ πηγῆς, τοῦ σπηλαίου σοὺ μῆτερ θεόφιλε.

Θεοτοκίον.
Τῆν δέησιν, τὴν ἡμῶν προσάγαγε, τῷ Υἱῷ σου καὶ Σωτῆρι τοῦ κόσμου, εὐλογημένη Μαρία καὶ σκέπε, τοὺς εὐλαβῶς τῇ σῇ χάριτι σπεύδοντας· ὑπάρχεις γὰρ τῶν χοϊκῶν, ἀρωγὸς καὶ πρὸς Κτίστην μεσίτρια.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ στρατηγῷ.
Τῆς Καρπασίας τὴν φωτόλαμπρον ἀσκήτριαν, καὶ νήσου Κύπρου τὸ ἀσύλητον θησαύρισμα, Φωτεινὴν ἀύλῳ φέγγει καταυγασθεῖσαν, ὡς ὁσίων γυναικῶν φανὸν τιμήσωμεν, καὶ θαυμάτων φάρον φαίνοντα τοῖς πέρασιν, ἀνακράζοντες· χαίροις μῆτερ φωτώνυμε.

Ὁ Οἴκος

Ἄγγελοι τοὺς στεῤῥούς σου, ἀπεθαύμασαν πόνους, ἐν ἄντρῳ Φωτεινὴ Καρπασίας, οὔσπερ ἔτλης διὰ τοῦ Χριστοῦ, τὴν ἀγάπην, μῆτερ, γυναικῶν ἔκτυπον, ὁσίων καὶ ὑμνοῦντές σε, σὺν δήμοις εὐσεβῶν βοῶσι·

Χαῖρε, τὸ κλέος τῆς Καρπασίας·
χαῖρε, τὸ στέμμα τῆς ἐγκρατείας.
Χαῖρε, ἡ ἀσκήσει σαυτὴν ὡραΐσασα·
χαῖρε, ἡ συνέσει τὸν βίον κοσμήσασα.
Χαῖρε, χαῦνον ἡ τοῦ θήλεος παριδοῦσα εὐσθενῶς·
χαῖρε, πλάνον ἡ τροπώσασα τῷ σῷ βιῳ παντελῶς.
Χαῖρε, τῆς ἀκτησίας παμφαέστατε λύχνε·
χαῖρε, τῆς ἀσιτίας τηλαυγέστατε φάρε.
Χαῖρε, παντοίων νόσων ἰάτειρα·
χαῖρε, ὀμμάτων ἡ θεραπεύτρια.
Χαῖρε, ἀστὴρ ὁ τὴν Κύπρον αὐγάζων·
χαῖρε, κρατὴρ ῥῶσιν πᾶσι προχέων.

Χαίροις μῆτερ φωτώνυμε.

Συναξάριον
Τῇ Β τοῦ αὐτοῦ μηνὸς, Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Φωτεινῆς τῆς Καρπασίτιδος.

Στίχοι·
Ἡ Φωτεινὴ φαίνουσα ἐν γῇ αὐγάζει,
Οὐρανοῖς ἐνδημοῦσα καθισταμένῃ.

Ἐκφωτίζουσα τοὺς πίστει προσελθόντας,
Θυμὸν ἀποπνέει Φωτεινὴ δευτέρῃ ἡοῖ.

Ἕτεροι
Ἀσκήσεως φάει Φωτεινὴ ἀόκνῳ,
Σκοτεινῷ ἐν ἄντρῳ ἐφώτισας Κύπρον.

Αὕτη ἡ μακαρία μήτηρ ἡμῶν, τὴν πατρικὴν κληρονομήσασα ἀρετήν, διάδοχος τοῖς ἴχνεσι γέγονε τῶν ἀκριβῶν νομογράφων τοῦ μονήρους βίου, Φίλωνος, Θύρσοῦ καὶ Συνεσίου, τῶν ἐπισκόπων Καρπασίου πόλεως.
Τῆς μητρὸς ἡμῶν Φωτεινῆς (ἢ καὶ Φωτοῦς κεκλημένῃς), πατρὶς καὶ γένος τελοῦσιν εἰσέτι ἄγνωστα. Ἐξ ὅλης τῆς ψυχῆς τὸν Κύριον ἀγαπήσασα παρθενεύειν ἠρετίσατο καὶ εἰς ἐπιθυμίαν τοῦ μονᾶσαι ἐλθοῦσα, τὸν μονήρη βίον ὑπέδυ ἐν σπηλαίῳ τινὶ εἰς τόπον καλούμενον Ἀκρωτίκη. Ἐν αὐτῷ, ἀσκήσει ἅπαντα τὸν χρόνον διάγουσα, μετ’ εἰρήνης πρὸς Κύριον ἐκδημήσασα, ἐτάφη.
Μετὰ δὲ χρόνων ἱκανῶν, δι᾽ ἀποκαλύψεως Θεοῦ ἐγνώσθη τὸ ὑπὸ γῆν παρὰ τῷ βήματι καὶ ἱερῷ θυσιαστηρίῳ, ἀποτεθειμένον τίμιον αὐτῆς λείψανον· ὁ διὰ τινα τῶν ἀλλοτρίων ἐπιδρομὴν ἡσφαλίσθη καὶ ἡγνοήθη, πλὴν τῆς παρακειμένης πηγῆς τοῦ ἁγιάσματος. Ἔστιν αὕτη σωτήριος, ἄντλημα προσφέρουσα δίψης ἐνθέου τὴν ἐξ ὕδατος λεπτὴν πεπηγμένην φλοιὰν ἰλύος· ἣν τυφλοὶ τὰς κόρας σφραγίζοντες, ἐν τῇ ἐκπλύσει ὁρῶσι καὶ τοῦ σκότους ἐκκαθαίρονται.
Ἐπὶ δὲ τοῦ ἀρχιθύτου Κύπρου Σιλβέστρου, ὁ παρᾶ τῳ ῥηθέντι σπηλαίῳ καὶ παρακειμένῳ Μοναστηρίῳ της Ἀρχιεπισκοπῆς ἐπιστατῶν {Παναγία Κανακαρία ἦν ἡ κλῆσις τοῦ μοναστηρίου), οἰκονόμος Ἄνθιμος, θελῆσας διευρύναι τὸ σπήλαιον, εὗρεν ἐν αὐτῷ καὶ πάλιν τᾶφον καὶ ἐντὸς αὐτοῦ λείψανον, ἐπὶ τοῦ ὁποίου ἀπέκειτο σταυρὸς, γλυπτὰ γράμματα φέρων· Φωτεινὴ Παρθένος, νῦμφη Χριστοῦ.
Εἰδοποιήσας οὖν ὁ εἰρημένος οἰκονόμος τὰ περὶ τοῦ τῇ ἐκκλησιαστικῇ ἀρχῇ, παρήγγελτο αὐτῷ ὑπὸ τοῦ Αρχιεπισκόπου παραμενεῖν ταῦτα ὡς εὔρηνται· οὕτῶ καὶ ἐγένετο. Ἐκ τούτου ἐγνώσθη καθ᾽ ἄπασαν τὴν νῆσον τῆς ὁσίας Φωτεινῆς ἀσκητικὸς ἀγών, ἔτι δὲ τὰ θαύματα ἅτινα ἐνεργοῦνται δι᾽ αὐτῆς, τοῖς πόθῳ προσιοῦσι, καὶ νόσους ὀφθαλμοῖς ποικίλας ἔχουσι.

Τελεῖται δὲ ἡ αὐτῆς Σύναξις ἐν Ἀγίῳ Ἀνδρονίκῳ, Κανακαρίας, τῷ ἐν τῇ Καρπασίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἁγίου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου.

Στίχοι·
Ἔχεις Σιὼν πάμπολλα θεῖα καὶ ξένα,
Νεκρὸν Στεφάνου δὸς πόλει Κωνσταντίνου.

Δευτερίῃ νέκυος Στεφάνου γένετ᾽ ἀνακομιδή.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων μαρτύρων Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ.

Στίχοι·
Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους,
Πόλῳ λέγειν ἔοικε· σὺ κρύψας ἔχε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐγκαινίων τοῦ θεῖου ναοῦ τοῦ ἁγίου ἀποστόλου καὶ εὑαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς ἀγιωτάτης μεγάλης Ἐκκλησίας.

Στίχοι·
Σὸν ναῦν σῇ χάριτι καθιεροῦμεν,
Ἰωάννη πάνσοφε ἡγαπημένε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Φωκᾶ.

Στίχοι·
Φωκᾶς ὁ μάρτυς ἐκλιπὼν γῆς χώρίον,
Νῦν ἐγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν εὑσεβεῖ τῇ λήξει γενομένου βασιλέως Ἰουστινιανοῦ τοῦ νέου, ἐν τοῖς ἁγίοις Ἀποστόλοις.

Στίχοι·
Οὐκ ἐμποδών σοι σκῆπτρον ὥφθη, ὦ ἄναξ·
Σὺ γὰρ κατοικεῖς βασιλείαν τὴν ἄνω.

Ταῖς τῶν Ἀγίων σοῦ πρεσβείαις, ὁ Θεός, Ἐλέησον ἡμᾶς. Αμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐγκρατείας πυξίον, Φωτεινὴ θεοφόρε, ἀγνεῖας μέλαθρον, ἀσκήσεως κινύρα, καὶ στήλη παρθενίας, τοὺς ἀγῶνάς σου σέβοντες, ἐπιτελοῦμεν λαμπρῶς, τὴν πάμφωτόν σοὺ μνήμην.

Ἰατρεύεις τὰς νόσους, Φωτεινὴ τῶν ὀμμάτων, σὺν ταῖς συσκήνοις σου, Παρασκευῇ τῇ θείᾳ, καὶ ἀγλαῇ Λουκίᾳ, ἰωμέναις νοσήματα, ὄφθαλμικὰ τὸν Χριστόν, ὑπὲρ ἡμῶν δυσώπει.

Νῦν πιστῶν αἱ χορεῖαι, Φωτεινὴ μακαρία, σοὶ καταφεύγομεν, ἁγίου Ἀνδρονίκου, τὸ ἄντρον προσκυνοῦμεν, τῆς στεῤῥᾶς σου ἀσκήσεως, καὶ τάφον τὸν ἱερόν, τὸν βλύζοντα ἰάσεις.

Θεοτοκίον.
Ἡμερότητα βίου, τοῖς οἰκέταις σου δίδου, Θεογεννήτρια, τῆς Φωτεινῆς πρεσβείαις, τῆς ἐν τῇ Καρπασίᾳ, ἀσκησάσης καὶ βέλεμνα, τὰ καθ’ ἡμῶν τοῦ ἐχθροῦ, κατάστρεψον Παρθένε.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Ναὸς Κυρίου, φωτοειδὴς σωφροσύνης, Φωτεινὴ ἐποφθεῖσα ὁσία, ἁγιάζεις πάντας, τοὺς σοὶ προσερχομένους.

Ὑπεριδοῦσα, ἡδέα πάντα τοῦ βίου, τὴν σὴν σάρκα κατότηξας μῆτερ, Φωτεινὴ ἀσκήσει, εὐχῇ καὶ ἀσιτίᾳ.

Θεοτοκίον.
Νεῦσον πρεσβείαις, τῶν οἰκετῶν σοῦ παρθένε Μαριὰμ καταπαύουσα σάλον, ψυχικὸν καὶ πάσας, σαρκὸς ἡμῶν κινήσεις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς φωτοφόρον σέλας, ἐν τῇ Καρπασίᾳ, διαλάμψαν Φωτεινὴ σὲ γεραίρομεν, καὶ καταυγάσαν τὴν Κύπρον αὐγαῖς χαρίτων σου.

Χαράς τῆς αϊδίου, τὴν ἀξιωθεῖσαν, ἐπαπολαύειν ὑμνοῦμεν γηθόμενοι, τὴν Φωτεινὴν τῶν ὁσίων γυναίων πρόβολον.

Μεγάλων χαρισμάτων, καταξιωθειῖσα, τοὺς ἀνυμνοῦντας τὰ σὰ κατορθώματα, νῦν Φωτεινὴ τῆς ἀγήρω ζωῆς ἀξίωσον.

Θεοτοκίον.
Μετὰ τῆς θεοφόρου, Φωτεινῆς Παρθένε, ἀδιαλείπτως Χριστὸν καθικέτευε, διδόναι πᾶσι σοῖς δούλοις ἰσχὺν καὶ δύναμιν.

Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θαυμάτων τὴν φωτίσασαν, πυρσεύμασι τὰ σύμπαντα, ἀσκητριῶν θεοφόρων, τὴν φωτοφόρον λυχνίαν, ἐν ὕμνοις εὐφημήσωμεν, πανευλαβῶς κραυγάζοντες· παθῶν τὸν ζόφον σκέδασον, ὦ Φωτεινὴ σὲ τιμώντων, φωτὶ θερμῶν πρεσβειῶν σου.

Θεοτοκίον.
Ἀγνὴ θεομακάριστε, Παρθένε καταφύγιον, χειμαζομένων ἁπάντων, τῆς Φωτεινῆς ἱκεσίαις, ὁσίας τῆς θεόφρονος, ὁδήγησον τοὺς δούλους σου, πρὸς τοὺς λειμῶνας χάριτος, καὶ χαρμονῆς αϊδίου, τῶν οὐρανῶν τοὺς παντέρπνους.

Εἰς τοὺ Αἴνους.
Ἰστῶμεν Στίχους δ΄, καὶ ψάλλωμεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Μῆτερ Φωτεινὴ ὡράϊσμα, ἀσκητριῶν τὸν Χριστόν, παιδιόθεν ἠγάπησας, καὶ αὑτῷ τὰ κάλλη σου, τῆς σαρκὸς ἀφιέρωσας· αἵρουσα ὅθεν, ἐπωμάδιον, σταυρὸν Κυρίου, αὐτοῦ τοῖς ἴχνεσι, κατηκολούθησας, καὶ σαφῶς κατήντησας εἰς ἀρετῶν, χοϊκοῖς ἀπρόσιτον, ὕψος ἀκρότατον.

Μῆτερ Φωτεινῆ τὴν μνήμην σου, τὴν ἱερᾶν καὶ σεπτήν, ἐκτελοῦντες γηθόμενοι, Καρπασέων σύλλογοι, καὶ Κυπρίων ὁμήγυρις, πᾶσα βοῶμεν· Ἀγγέλων σύσκηνε, ἡ καθορῶσα, Χριστοῦ τὸ ἄδυτον, φῶς καθικέτευε, τὴν ἡμῶν σκοτόμαιναν τὸν Λυτρωτήν, ἐκδιῶξαι πάμφωτε, αὐτοῦ ἀσκήτρια.

Μῆτερ Φωτεινὴ πανεύφημε, ἡ τῶν θαυμάτῶν πηγή, Καρπασίας ἀγλάϊσμα, ἡ βολαῖς, ἀσκήσεως, καταυγάσασα πέρατα, τῆς νήσου Κύπρου, τὸν παντοκράτορα, Χριστὸν διδόναι, ἡμῖν μετάνοιαν, ψυχοσωτήριον, ἐκτενῶς ἱκέτου τοῖς ἐν χορῷ, σῶν ἀγώνων μέλπουσι, τὰ κατορθώματα.

Μῆτερ Φωτεινὴ ἰάτειρα, πανευσθενὲς, ἀφθαλμῶν, ἀομμάτων ἀνάβλεψις καὶ νοσούντων ἴασις, τὸν πανίερον τάφον σου, ἐν τω σπηλαίῳ, τῆς σῆς ἀσκήσεως, τῶν προσκυνοῦντων, ἐπώφθης· ὅθεν σοι, κράζομεν πρόφθασον καὶ ταχὺ ἐπίσκεψαι ὡς συμπαθής, τοὺς πιστῶς προσφεύγοντας, σῇ θείᾳ χάριτι.

Δόξα… Ἦχος πλ. α΄.
Δεῦτε, πιστοί, τὴν φωτοφόρον μνήμην ἐπιτελέσωμεν, τῆς θεοφόρου Φωτεινῆς πνευματικῶς ἀγαλλόμενοι αὕτη γὰρ ὡς παρθενίας καὶ ἀσκήσεως λαμπὰς ἀκοίμητος, Κυπρίων ἐφώτισε τὸν εὐσεβόφρονα δῆμον· καὶ νῦν ἐν τῇ παμφώτῳ εὐφραινομένη οὐρανῶν παστάδι τω αὐτῆς Νυμφίῳ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν…Θεοτοκίον.
Μακαρίζομεν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσίας ἡ γ΄ καὶ ἡ ς΄ ὠδή.

Ὁ Ἀπόστολος.
Προκείμενον, Ἦχος δ’. (Ψαλμ. ξζ’΄ )
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ,

Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.(Κεφ γ΄. 23-29, δ΄. 1-5).
(Ζήτει τῇ Πέμπτῃ τῆς ΙΕ΄ ἑβδομάδος Ἔπιστολῶν)
Ἀδελφοί, πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Ἀλληλούϊα (γ), Ἦχος α΄ (Ψαλμ, λθ΄)

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Τὸ Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. κε΄ 1 -13)
(Ζήτει τῷ Σαββάτῳ Δεκάτῳ Ἑβδόμῳ Ματθαίου)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρϑένοις…

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

Ἀλληλούϊα.

Μεγαλυνάριον.
Χαίροις Καρπασίας φωτοειδές, στέμμα θεοφόρε, καὶ φωτόλαμπρε Φωτεινή, χαίροις ἡ δυνάμει τοῦ μόνου Φωτοδότου, τῶν ὀφθαλμῶν τὰς νόσους, ἀποδιώκουσα.

Δίστιχον·
Φωτόλαμπρον νύμφην Χριστοῦ Χαραλάμπης,
Φωτεινήν, κατέστεψε τοῖς ὕμνων ῥόδοις.

Πηγή