Ακολουθία του Αγίου Μανδηλίου του Κυρίου ημών Ιησού Χριστού

Ψαλλομένη τῇ 16η Αὐγούστου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις οἱ γηγενεῖς ὄμμασιν, ἐποψώμεθά Σου τὴν εἰκόνα, τὴν τὰ τῶν Ἀγγέλων στρατεύματα, βλέπειν ἀδεῶς οὐ δεδύνηνται, θεϊκῷ φωτὶ ἀστραπτόμενην; Ἀπαίρει γὰρ ἀπὸ γῆς ἀπίστων σήμερον, καὶ Πόλιν πρὸς Βασιλίδα, καὶ λαὸν εὐσεβῇ ἐπιδημεῖ θείᾳ νεύσει· ἧσπερ τῇ εἰσόδῳ ἐπιφαίνονται Βασιλεῖς, προσπίπτοντες ταύτῃ, μετὰ φόβου Χριστὲ καὶ πίστεως.

Ποίαις οἱ χοϊκοὶ ψαύσωμεν, τῆς εἰκόνος Σου Λόγε παλάμαις; Οἱ ῥερυπωμένοι τοῖς πταίσμασι, τοῦ ἀναμαρτήτου Θεοῦ ἡμῶν, οἱ ἐν μολυσμοῖς τοῦ ἀπροσίτου; Καλύπτει τὰ Χερουβὶμ τὰς ὄψεις τρέμοντα· οὐ φέρει τὰ Σεραφὶμ ὁρᾷν τὴν δόξαν Σου. Φόβῳ δουλεύει Σοι κτίσις. Μὴ οὖν κατακρίνῃς ἀναξίως Σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν, ἀσπα-ζομένους ἡμᾶς ἐκ πίστεως.

Πάλιν Δεσποτικῆς παρέστι, πανηγύρεως θείᾳ ἡμέρα. Ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νῦν ἡμᾶς σαφῶς ἐπεσκέψατο, διὰ τῆς σεπτῆς Αὐτοῦ εἰκόνος. Ὁ ἄνω τοῖς Χερουβὶμ ὤν ἀθεώρητος, ὁρᾶται διὰ γραφῆς οἷσπερ ὡμοίωται, παιδὸς ἀχράντῳ δακτύλῳ, μορφωθεὶς ἀῤῥήτως, καθ’ ὁμοίωσιν τὴν Αὐτοῦ· ἥν πίστει καὶ πόθῳ, προσκυνοῦντες ἁγιαζόμεθα.

Καὶ τῆς Ἑορτῆς γ΄.

Δόξα. Ἦχος δ΄.
Εὐφραίνεται σήμερον ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῷ τιμίῳ καὶ ζωηῤῥύτῳ αἵματι, τῆς ἀχράντου καὶ ἀκηράτου πλευρᾶς, τοῦ σαρκωθέντος ἐκ τῆς Ἁγίας Παρθένου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Διὸ ἀθροισθεῖσαι τῶν πιστῶν αἱ χορεῖαι, δοξάσωμεν τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν μίαν θεότητα, τὴν κρατοῦσαν τὰ σύμπαντα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὴν πάνσεπτόν Σου κοίμησιν, Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ Ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τὴν εἰς Σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε καὶ Ἀπειρόγαμε.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἐχρισί με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κυρήξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. Καλέσαι ἑνιαυτὸν Κυρίου δεκτόν καὶ ἡμέραν ἀνταποδώσεως· παρακαλέσαι πάντας τοὺς πενθοῦντας. Δοθῆναι τοῖς πενθοῦσι Σιών, δόξα ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδείας. Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας πρότερον, ἐξαναστήσουσι καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρημώμενας εἰς γενεάς. Καὶ ἤξουσιν ἀλλογενεῖς, ποιμαίνοντα τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτῆραν καὶ ἀμπελουργοί. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν, ῥηθήσεται ὑμῖν. Ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. Οὕτως ἐκ δευτέρου κληρονομήσουσι τὴν γῆν καὶ εὐφροσύνη αἰώνιος ὑπὸ τῆς κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμὶ Κύριος, ὁ ἀγαπῶν δικαιοσύνης καὶ μισῶν ἄρπαγμα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν, ἐν μέσῳ τῶν λαῶν. Πᾶς ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με. Ὡς νυμφίω περιέθηκέ μοι μήδαν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν· διὰ Σιῶν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἄν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσται. Καὶ ὄψονται οἱ Βασιλεῖς τῆς γῆς τὴν δόξαν σου καὶ καλέσει τὸ ὄνομά σου τὸ καινὸν, ὅ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ. Καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη καὶ ἡ γῆ σου οὐκ ἔτι κληθήσεται ἔρημος, σοὶ δὲ κληθήσεται θέλημα τὸ ἐμόν καὶ τῇ γῇ σου οἰκουμένη, ὅτι εὐδοκήσει Κύριος ἐν σοί καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ καὶ ἔσται ὅν τρόπον εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου Σου καὶ δόξης. Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους Σου καὶ τῶν οἰκτιρμῶν Σου, ὅτι ἀνέσχου ἡμῶν Κύριε; Σὺ δὲ ἡμῶν εἶ Πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀλλὰ Σὺ Κύριε Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς Κύριε ἀπὸ τῆς ὁδοῦ Σου. Ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους Σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας Σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου Σου. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά Σου. Ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἤρξας ἡμῶν, οὐ δὲ ἐπεκλήθη τὸ ὄνομά Σου ἐφ’ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ Σοῦ ὄρη καὶ τακήσονται· ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός καὶ κατακαύσει πῦρ τοὺς ὐπεναντίους Σου καὶ φανερὸν ἔσται τὸ ὄνομά Σου τοῖς ὑπεναντίοις Σου. Ἀπὸ προσώπου Σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ Σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν Σου καὶ τὰ ἔργα Σου ἀληθινὰ καὶ ποιήσεις τοῖς ὑπομένουσί Σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον καὶ τῶν ὁδῶν Σου μνησθήσονται. Καὶ νῦν ἐπίβλεψον Κύριε, ὅτι λαός Σου πάντων ἡμεῖς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος δ΄.
Θαυμαστὸν τὸ ὄνομά Σου Ἰησοῦ Σωτὴρ ἡμῶν· Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ ἐπὶ γῆς, πηλίνοις στόμασιν ᾄδομεν· διὸ ἐλέησον ἡμᾶς.

Ὁ αὐτός.
Τὸ μέγιστον ὄνομα Σῶτερ τόσον, καθημένου Σου ἐκ δεξιῶν τοῦ Πατρὸς, ἐν οὐρανοῖς τιμᾶται, καὶ ἐπὶ γῆς ἡ ἄῤῥητός Σου σάρκωσις δοξάζεται. Ἡ δὲ ἐν ᾅδῃ κάθοδος, ἀπειλὴν καταγγέλλει τοῖς δαίμοσι. Ἐξ ὧν καὶ ἡμᾶς Χριστὲ ὁ Θεὸς, λύτρωσαι καὶ σῶσον ἡμᾶς.

Ὁ αὐτός.
Ἀββακούμ, ὡς ἐν αἰνίγματι κατανοῶν ἔργα τὰ Σὰ θαυμάσια, ἐν φόβῳ ἐξέστη, τῶν χρόνων ἐγγιζόντων, πόρναις καὶ λησταῖς Ἰησοῦ ἀνεδείχθης. Ἐγὼ δὲ ὁ ἄθλιος, ἀμερίμνως διαμενῶ, ἀλλὰ δίδου μοι ἀπὸ τοῦ νῦν τὴν σύνεσιν καὶ τὸν φόβον Σου, Εὔσπλαγχνε, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Φοβερὸς εἶ Κύριε καὶ τίς ὑποστήσεται τῆς δικαίας Σου ὀργῆς; Ἤ τίς Σὲ δυσωπήσει ἤ τίς παρακαλέσει, Ἀγαθέ, ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; Τὰ οὐράνια τάγματα, Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν Σοὶ βοῶσιν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε. Τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς, Ἀγαθέ. Διὰ σπλάγχνα ἐλέους, σῶζε ἡμᾶς οὕς ἔπλασας.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον κοίμησιν, τῆς Παναμώμου Θεοτόκου ἑορτάσωμεν. Σήμερον δὲ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς, τοὺς γηγενεῖς συγκαλοῦσι, τοῦ βοᾷν ἀσιγήτῳ φωνῇ. Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· χαίροις, ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἕν συναγαγοῦσα· χαίροις, ἡ ἐλπὶς καὶ προστασία ἡμῶν· σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄.
Σωτήρ μου Ἰησοῦ, ὁ τὸν ἄσωτον σώσας· Σωτήρ μου Ἰησοῦ, ὁ τὴν πόρνην δεξάμενος, κᾀμὲ νῦν ἐλέησον Ἰησοῦ Πολυέλεε, σῶσον καὶ οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὡς τὸν Μανασσῆν Ἰησοῦ μου εὔσπλαγχνε, ὡς μόνος Φιλάνθρωπος.

Στ. Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου.

Μηδεμίαν ἐπὶ γῆς τῶν ἐντολῶν Σου τελέσας, πῶς Σοὶ τῷ ἐπὶ θρόνου καθεζομένῳ φανήσωμαι, καὶ λόγον ἀποδώσῳ καὶ κρίσιν ποιήσωμαι περὶ πάντων, ὧν ἐν γνώσει καὶ ἀγνοία καθ’ ἑκάστην εἰργασάμην, Χριστέ μου Ἰησοῦ; Ὅθεν κραυγάζω Σοι· ἱκεσίαις τῶν Σῶν δούλων Ἰησοῦ, σῶσόν με τὸν ἁμαρτωλόν.

Στ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα καὶ ὁ Κύριος εἰσήκουσέ μου.

Τίς οὐ θρηνήσει με Ἰησοῦ,τὸν παραβεβηκότα τὴν Σὴν ἐντολὴν, διὰ τῆς ἀκρασίας μου; Τὸν ᾄδην Ἰησοῦ ἀντὶ Παραδείσου ᾠκοιωσάμην. Γλυκέα τῇ ὁράσει, τὸν θάνατον μεσιτεύοντα κατέφαγον, καὶ τῆς Σῆς, Σωτήρ μου Ἰησοῦ, δόξης γέγονα καὶ ζωῆς ἀλλότριος. Ἀλλὰ δέξαι με μετανοοῦντα, ὡς ἐλεήμων καὶ φιλάνθρωπος Ἰησοῦ μου, διὰ τὸ μέγα Σου ἔλεος.

Δόξα. Ἦχος β΄.
Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργῆς Σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται, Κύριε· ἀλλ’ εὐσπλαγχνίας ὄμματι ἐφ’ ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ Σου ὀργισθῇς ἡμῖν, ἀλλὰ σπλαχνισθεὶς ἐπὶ τὸ πλάσμα τῶν χειρῶν Σου, τῆς φοβερᾶς ὀργῆς ἡμᾶς ἐλευθέρωσον, ὡς Ἀγαθὸς καὶ Φιλάνθρωπος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα…

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος β΄.
Τὴν ἄχραντον εἰκόνα Σου προσκυνοῦμεν, Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστέ ὁ Θεός. Βουλήσει γάρ ηὐδόκησας σαρκὶ, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὕς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ. Ὅθεν εὐχαρίστως βοῶμέν Σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν Σου Σωτήρ. Νῦν πτωχεύουσαν, μὴ ὑπερίδης καρδίαν· Σοὶ γὰρ Κύριε ἐν κατανύξει κραυγάζω, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν Σου.

Δόξα.
Τὸ βήμα Σου φρικτόν καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ’ Αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν Σου μὲ στῆναι, Κριτὰ δικαιότατε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός…

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, λόγῳ παρήγαγες, ὡς Παντοδύναμος, οἱ τῶν Ἀγγέλων δὲ χοροί, σὺν τρόμῳ παρεστηκότες, ἄπαυστον τὴν αἴνεσιν, Σοὶ προσφέρουσι, Δέσποτα· πάντα καταυγάζονται, τῷ φωτί Σου τὰ πέρατα· δι’ ὧν Σοὶ ἡμεῖς ἐκβοῶμεν, σῶσον ἡμᾶς τῇ εὐσπλαγχνία Σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὰ οὐράνια, ἡ νοερὰ Σου ψυχή, εἰς τὸν Παράδεισον, ἡ καθαρά Σου σκηνή, μετατεθεῖσα ἐκ φθορᾶς, ἀγάλλεται, Παναγία· ὅθεν ἀνταπέδωκε τοῖς ἀνόμοις ὁ Κύριος, δόλον ὅν εἰργάσαντο, τῷ τιμίῳ λειψάνῳ Σου. Διὸ σὺν Ἀποστόλοις βοῶμεν· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ Κριτῇ, ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τίθενται θρόνοι φοβεροί, καὶ τῶν ἀνθρώπων αἱ πράξεις διελέγχονται. Τότε ὁ Κριτὴς, ἀδυσώπητος· πρὸ βήματος γὰρ, πῦρ προπορεύεται, ὥσπερ ἡ ἀγρία θάλασσα σὺν ἤχῳ, κατακαλύπτον τοὺς πταίσαντας. Ἀναλογίζου, ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν χερσὶ τοῦ δι’ ἡμᾶς, ἐνανθρωπίσαντος ἐκ Σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός Σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην. Ὅθεν Σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν, καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς Ὅν μετέστης, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν Σοι καὶ ψαλάτωσάν Σοι.
Στ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· τοῦτο ἔστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱόν καὶ πιστεύων εἰς αὐτόν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγώ, τῇ ἐσχάτῃ ἡμέρα. Ἐγόγγυζον οὖν οἱ Ἰουδαίοι περὶ αὐτοῦ, ὅτι εἶπεν: Ἐγὼ εἰμι ὁ ἄρτος, ὁ καταβὰς ἐκ τοῦ Οὐρανοῦ, καὶ ἔλεγον: Οὐχ’ οὗτός ἐστιν ὁ Ἰησοῦς, ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει οὗτος, ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀπεκρίθη οὖν ὁ Ἰησοῦς, καὶ εἶπεν αὐτοῖς. Μὴ γογγύζετε μετ’ ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ ὁ πέμψας με, ἐλκύσῃ αὐτόν καὶ ἐγὼ ἀναστήσω αὐτόν, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

Δόξα. Πάτερ, Λόγε, Πνεῦμα..

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον τῆς Ἑορτῆς. Στ. Ἐλέησόν με, ὁ Θεός…
Οἱ Κανόνες· ὁ α΄ τῆς Ἑορτῆς καὶ τῆς Εἰκόνος δύο.

Κανὼν α΄, οὗ ἡ ἀκροστιχίς: Σῆς ἐκσφράγισμα Σῶτερ ὄψεως σέβω. Γερμανοῦ Πατριάρχου.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας.
Σωματικῶς μορφωθῆναι τὸ καθ’ ἡμᾶς, ὁ τὸ πρὶν ἀσώματος, εὐδοκίᾳ πατρικῇ, μὴ ἀπανηνάμενος μορφῆς, ἐχαρίσατο ἡμῖν θεῖον ἐκτύπωμα.

Ἡ ἀπαράλλακτος φύσις ὁ τοῦ Πατρός, ὄρος ἀκριβέστατος, τὴν βροτείαν ὑπελθών, σάρκα ἰδιώματα ἐν γῇ, καταλέλοιπεν ἡμῖν εἰς οὐρανοὺς ἀνελθών.

Σαλευομένην ἀπάτῃ τοῦ δυσμενοῦς, τὴν κληρονομίαν Σου, ἐδικαίωσας Χριστέ, τοῖς σεπτοῖς Σου πάθεσιν αὐτήν, ἑδραιώσας, καὶ μορφῆς τῷ ἐκτυπώματι.

Θεοτοκίον.
Ἐκ τῶν ἁγνῶν Σου λαγόνων ὑπερφυῶς, σάρκα δανεισάμενος, ὁ τὸ εἶναι παρασχών πᾶσι, Παναμώμητε, βροτοῖς καθωράθη, οὐκ ἐκστὰς οὗ ἦν τὸ πρότερον.

Κανών β΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μακρόθυμε, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα, Ἰησοῦ, καὶ γλύκανον, τὴν καρδίαν μου, Πολυέλεε, δέομαι, Ἰησοῦ Σωτήρ μου, ἵνα μεγαλύνω Σε σωζόμενος.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ διάνοιξον, τῆς μετανοίας μοι πύλας, Φιλάνθρωπε Ἰησοῦ, καὶ δέξαι με Σοὶ προσπίπτοντα καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ Σωτήρ μου, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ, ἐξάρπασον ἐκ τῆς χειρὸς τοῦ δολίου βελίαρ με, Ἰησοῦ καὶ ποίησον, δεξιὸν παραστάτην τῆς δόξης Σου, Ἰησοῦ Σωτήρ μου, μοίρας εὐωνύμου λυτρωσάμενος.

Θεοτοκίον.
Ἰησοῦ γεννήσασα Θεόν, Δέσποινα δυσώπησον, ὑπὲρ ἀχρείων οἰκετῶν Πανάχραντε, ὅπως τῆς κολάσεως ταῖς πρεσβείαις Σου λυτρωθῶμεν Ἀμόλυντε, οἱ μεμολυσμένοι, δόξης ἀϊδίου ἀπολαύσαντες.

ᾨδὴ γ΄. Κανών α΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σὺ.
Καταστολῇ τῶν ἀρετῶν περιέδησας, Σῶτερ, τὴν σεπτὴν Ἐκκλησίαν, κινήσας βασιλικήν, καρδίαν συνασπισμόν, ἐκζητῆσαι Σοῦ τὸ ἀφομοίωμα.

Συλῆσαι θέλων τὰ καλά καὶ χρόνῳ μειῶσαι, ὁ τοῦ φθόνου γεννήτωρ, χερσὶ βεβήλοις αὐτά περέδωκεν ἀναιδῶς, ἀλλ’ ἠλέγχθη, μάτην λογιζόμενος.

Φαιδρῶς ἠγάλλετο ποτέ, ὁ Δαυῒδ προχορεύων, κιβωτοῦ τῆς ἁγίας καὶ νῦν ὁ σκῆπτρα λαχών ἰθύνειν βασιλικά, πλέον χαίρει, θείῳ ἐκτυπώματι.

Θεοτοκίον.
Ῥιζόθεν πᾶσαν ἐκτεμεῖν τοῦ Προπάτορος θέλων, ὁ Υἱός Σου Παρθένε, φυεῖσαν παρακοήν, ἐκ τῆς γαστρός Σου, Ἁγνή, προσλαμβάνει ὅλον τὸ ἀνθρώπινον.

Κανών β΄. Ἐν πέτρα με τῆς πίστεως στερεώσας.
Εἰσάκουσον φιλάνθρωπε Ἰησοῦ μου, τοῦ δούλου Σου βοώντος ἐν κατανύξει, καὶ ῥῦσαι Ἰησοῦ μου τῆς καταδίκης καὶ τῆς κολάσεως, μόνε Μακρόθυμε, Ἰησοῦ γλυκύτατε Πολυέλεε.

Ὑπόδεξαι τὸν δούλον Σου Ἰησοῦ μου, προσπίπτοντα σὺν δάκρυσι Ἰησοῦ μου, καὶ σῶσον Ἰησοῦ μετανοοῦντα, καὶ τῆς γεέννης με Δέσποτα λύτρωσαι, Ἰησοῦ γλυκύτατε Πολυέλεε.

Τὸν χρόνον Ἰησοῦ μου ὅν δέδωκάς μοι, εἰς πάθη ἐδαπάνησα Ἰησοῦ μου· διὸ Ἰησοῦ μου μὴ ἀποῤῥίψῃς, ἀλλ’ ἀνακάλεσαι, δέομαι Δέσποτα, Ἰησοῦ γλυκύτατε καὶ διάσωσον.

Θεοτοκίον.
Παρθένε ἡ τεκοῦσα τὸν Ἰησοῦ μου, ἱκέτευε ῥυσθῆναί με τῆς γεέννης, ἡ μόνη προστασία τῶν θλιβομένων, Θεοχαρίτωτε, καὶ καταξίωσον τῆς ζωῆς, Πανάμωμε, τῆς ἀγήρω με.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Σωτήρ μου Ἰησοῦ, ὁ τὸν Ἄσωτον σῶσας· Σωτήρ μου Ἰησοῦ, ὁ δεξάμενος πόρνην· κᾀμὲ νῦν ἐλέησον, Ἰησοῦ Πολυέλεε, σῶσον οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὥσπερ Εὔσπλαγχνε, τὸν Μανασσῆ Ἰησοῦ μου, ὡς μόνος Φιλάνθρωπος.

Δόξα.
Ἐδέσης βασιλεύς, Βασιλέα τῶν ὅλων, οὐ σκῆπτρα καὶ στρατόν, ἀλλὰ πλήθη θαυμάτων, τῷ λόγῳ προφέροντα, ἐπιγνούς Σε ἱκέτευε, τὸν Θεάνθρωπον, τοῦ πρὸς αὐτὸν ἀφίκεσθαι· ἐκμαγεῖον δέ, ὡς Σὲ ὁρῶν ἀνεβόα, Θεὸς Σὺ καὶ Κύριος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει Σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει Σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἀγνεύουσα; Πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ΄. Κανών α΄. Χριστός μου δύναμις.
Ἀπανιστάμενον, τῆς πρὸς ἀνίσχοντα καὶ πρὸς τὴν ἡμετέραν τὸ ἱερόν, Σῶτερ, ἐκμαγεῖόν Σου, νῦν ὁ θεόφρων Βασιλεύς, πλησιάσαν ὑποδέχεται.

Γλυκὺ μὲν ἥλιος, αὐγάζων ὄμμασι, γλυκυτέρα δὲ ὄψις ἡ Σὴ Χριστέ, τοῦ ἀφομοιώματος, ὅτι ὁ μὲν τὰ αἰσθητά, αὕτη δὲ τὰ νοητὰ φωταυγεῖ.

Ἰσχὺς ἐξέλιπεν Ἰσμαηλίτιδος δεξιᾶς· τῷ γὰρ ὅπλῳ τῷ τοῦ Σταυροῦ, πᾶσαν τὴν περίβολον, ὁ κραταιόφρων Βασιλεύς, τὴν αὐτῆς εἰς γῆν κατέβαλεν.

Θεοτοκίον.
Συντηρηθῆναί Σου τὴν Πόλιν, Ἄχραντε, ἀσινῆ ἐξ ἐφόδου βαρβαρικῆς, πρέσβευε δεόμεθα· ἴδε γὰρ οἷα κατ’ αὐτῆς, οἱ ἀλάστορες τεκταίνουσιν.

Κανών β΄. Ἐλήλυθας ἐκ Παρθένου.
Θεράπευσον, Ἰησοῦ μου ψυχῆς μου τὰ τραύματα, Ἰησοῦ μου δέομαι καὶ τῆς χειρός με ἐξάρπασον, Ἰησοῦ μου εὔσπλαγχνε, τοῦ ψυχοφθόρου Βελίαρ καὶ διάσωσον.

Ἡμάρτηκα, Ἰησοῦ μου γλυκύτατε εὔσπλαγχνε, Ἰησοῦ μου σῶσόν με τὸν προσφυγόντα τῇ σκέπῃ Σου, Ἰησοῦ μακρόθυμε, καὶ βασιλείας τῆς Σῆς με καταξίωσον.

Οὐχ ἥμαρτεν, Ἰησοῦ μου οὐδεὶς ὥσπερ ἥμαρτον, ἐγὼ ὁ ταλαίπωρος· νῦν δὲ προσπίπτω δεόμενος, Ἰησοῦ μου σῶσόν με καὶ τὴν ζωὴν Ἰησοῦ μου κληροδότησον.

Θεοτοκίον.
Πανύμνητε, Ἰησοῦ ἡ γεννήσασα Κύριον, Αὐτὸν καθικέτευε τοῦ λυτρωθῆναι κολάσεως, πάντας τοὺς ὑμνοῦντάς Σε καὶ Θεοτόκον κυρίως ὀνομάζοντας.

ᾨδὴ ε΄. Κανών α΄. Τῷ θείῳ φέγγει Σου.
Μικρὰ Σοι πόλις ὑποδοχήν, πρῴην κατηυτρέπιζε Χριστέ, ἣν ἡ Θαδδαίου ἐπέλευσις, νόσων ἀπαλλάττει καὶ τῆς χειρός Σου γραφήν καὶ θεῖον ἀπεικόνισμα τοῦ προσώπου Σου.

Αἱ τῶν χαρίτων Σου δωρεαί ὑπερεπληθύνθησαν Χριστέ· ἃ γὰρ τὸ πρῴην ἡ Ἔδεσσα, ἐγκολπωσαμένη ἐνεκαυχήσατο, ἡ Νέα δεχομένη Ῥώμη ἀγάλλεται.

Θεοτοκίον.
Στῆσον, Παρθένε, τῶν δυσμενῶν τὰς ἐπαναστάσεις τὰς πυκνάς, λῦσον αὐτῶν τὰ βουλεύματα, τῇ κληρονομίᾳ τῇ Σῇ βοήθησον· ὁρᾷς γὰρ ἀπειρήκαμεν ταῖς κακώσεσιν.

Κανών β΄. Ὁ φωτισμός.
Σὺ φωτισμός, Ἰησοῦ μου νοός μου, Σὺ σωτηρία, τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ, Σὺ Ἰησοῦ μου τῆς κολάσεως ῥῦσαι καὶ γεένης ἐμὲ κραυγάζοντα· σῶσον Ἰησοῦ μου Χριστέ με ἄθλιον.

Ὁλοσχερῶς Ἰησοῦ μου πρὸς πάθη τῆς ἀτιμίας καταβεβλημένος ἤδη, κραυγάζω Σὺ Ἰησοῦ μου, βοηθείας μοι χεῖρας καταπέμψας, ἔκσπασον κράζοντα· σῶσον Ἰησοῦ μου Χριστέ με τὸν ἄθλιον.

Βέβηλον νοῦν, Ἰησοῦ περιφέρων ἀναβοῶ Σοι, κάθαρον τοῦ ῥύπου με τῶν πταισμάτων καὶ λύτρωσαί με τὸν εἰς βάθη κακίας, ἐξ ἀγνοίας κατολισθήσαντα, Σῶτερ Ἰησοῦ μου καὶ σῶσόν με δέομαι.

Τὸν Ἰησοῦν ἡ γεννήσασα Κόρη Θεογεννῆτορ, Τοῦτον ἐκδυσώπει σωθῆναι πάντας τοὺς Ὀρθοδόξους, μοναστὰς καὶ μιγάδας καὶ γεέννης ῥυσθῆναι κραυγάζοντας, πλήν Σου προστασίαν βεβαίαν οὐκ ἔγνωμεν.

ᾨδὴ ς΄. Κανών α΄. Συνεσχέθη.
Ὡραιώθης κάλλει παρὰ πάντας, Σῶτερ, τοὺς υἱοὺς τῶν βροτῶν· κἂν γὰρ οὐκ εἶδος εἶχες, οὐδὲ κάλλος ἐν καιρῷ τοῦ Πάθους, ἀλλὰ τῷ ὄντι πάντα κατεφώτιζες καὶ δηλοῖ Σου τῆς μορφῆς ἡ θέα, ἧς τὸ ὁμοίωμα, ῥάκει ἐκτυπωθέν, ὥσπερ θησαυρὸς ἡμῖν δεδώρηται.

Τῆς ἰσχύος προσαφαιρεθεῖσα τῶν Ἀγαρηνῶν ἡ πληθύς, ὥσπερ ἐξ ἀλλοφύλων, κιβωτόν Ἰσραηλίτῃ νέῳ, τὸ τοῦ προσώπου νῦν προσέτι δέδωκεν ἐκμαγεῖόν Σου Χριστὲ καὶ δόξαν ἣν προσεκτήσατο· οὐδὲ γὰρ θεμιτόν, Ἅγια προσεπιρρίπτεσθαι.

Θεοτοκίον.
Ἐκ χειρός Σου, Σῶτερ τῆς ἰσχύος, νῦν ὑπεξέλιπον ἐγώ, ἀλλὰ τὰς μάστιγάς Σου, ἀποστήσας ἀπ’ ἐμοῦ πρεσβείαις, τῆς ἀπειράνδρως Λόγε κυησάσης Σε, μὴ τῷ κλύδωνι τῆς ἁμαρτίας καταποντίζεσθαι καὶ δεινῶς ναυτιᾶν, μόνε Λυτρωτὰ ἐγκαταλίπῃς με.

Κανών β΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἰησοῦ μου Χριστὲ Πολυέλεε, ἐξομολογούμενον δέξαι με Δέσποτα, ὦ Ἰησοῦ καὶ σῶσόν με καὶ φθορᾶς Ἰησοῦ με ἐξάρπασον.

Ἰησοῦ μου γέγονεν ἕτερος, ἄσωτος οὐδεὶς ὡς ἐγὼ ὁ ταλαίπωρος, ὦ Ἰησοῦ φιλάνθρωπε, ἀλλὰ Σὺ Ἰησοῦ με διάσωσον.

Ἰησοῦ μου καὶ Πόρνην καὶ Ἄσωτον, καὶ τὸν Μανασσσῆν καὶ Τελώνην νενίκηκα, ὦ Ἰησοῦ μου πάθεσι καὶ Ληστὴν Ἰησοῦ Νινευΐτας τε.

Θεοτοκίον.
Ἰησοῦν τὸν Χριστόν μου κυήσασα, Ἄχραντε Παρθένε, ἡ μόνη Ἀμόλυντος, μεμολυσμένον ὄντα με, πρεσβειῶν Σου ὑσσῴπῳ νῦν κάθαρον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἰησοῦ γλυκύτατε, τὸ φῶς τοῦ κόσμου, τῆς ψυχῆς μου φώτισον, τοὺς ὀφθαλμούς Υἱὲ Θεοῦ, τῇ θεαυγεῖ Σου λαμπρότητι, ἵνα ὑμνῶ Σε, τὸ φῶς τὸ ἀνέσπερον.

Συναξάριον.
Πρῶτον τοῦ Μηναίου, εἶτα τό παρόν·
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.

Στίχοι.
Εἰς τό Μανδήλιον.
Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.
Εἰς τὸ Κεράμιον.
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος παντοτεῦκτα Χριστέ μου.
Ταῖς τῶν Ἁγίων Σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Κανών α΄. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Ῥήματι μὲν πᾶσαν νόσον, Λόγε Θεοῦ ἐφυγάδευσας, ἐπὶ γῆς ἐνδημῶν, ἀλλὰ θώκους πρὸς πατρικοὺς ἀνερχόμενος, διὰ τοῦ ἐκτυπώματος, θεραπεύεις τὰς νόσους ἡμῶν.

Ὁ κτίσας λόγῳ τὰ πάντα καὶ μορφωθεὶς τὸ ἀλλότριον, τῆς ἰδίας μορφῆς καταλέλοιπεν ἡμῖν ἰδιώματα, ἅπερ ὑποδεχόμενοι, ἐν χαρᾷ εὐφραινόμεθα.

Ψυχῆς ἐξ ὅλης ζητήσας, τῆς Σῆς ἰδέας ἐκσφράγισμα, ὁ πιστὸς βασιλεὺς ὡς ἐζήτησεν, οὕτως ἔτυχε Κύριε, κατάλληλον εὑράμενος, θείου πόθου τὸ πλήρωμα.

Θεοτοκίον.
Ἐλύθη τῆς καταδίκης τῆς παλαιᾶς τὸ ἀνθρώπινον, τῇ κυήσει τῇ Σῇ· Σὲ γὰρ μόνην πλατυτέραν εὑράμενος τῶν οὐρανῶν, Πανάμωμε, ὁ Θεὸς κατεσκήνωσεν.

Κανών β΄. Εἰκόνος χρυσῆς.
Χριστὲ Ἰησοῦ, οὐδεὶς ἥμαρτεν ἐν γῇ ἐκ τοῦ αἰῶνος, ὦ Ἰησοῦ μου ὥσπερ ἥμαρτον, ἐγὼ ο τάλας καὶ ἄσωτος· ὅθεν Ἰησοῦ μου βοῶ Σοι, μελωδοῦντά με οἴκτειρον· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Χριστὲ Ἰησοῦ, ἐν τῷ φόβῳ Σου βοῶ καθήλωσόν με, ὦ Ἰησοῦ μου καὶ κυβέρνησον νῦν πρὸς λιμένα τὸν εὔδιον, ὅπως Ἰησοῦ μου Οἰκτίρμον, μελῳδῶ Σοι σωζόμενος· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Χριστὲ Ἰησοῦ, μυριάκις ὑπεσχέθην Σοι ὁ τάλας, ὦ Ἰησοῦ μου τὴν μετάνοιαν, ἀλλ’ ἐψαυσάμην ὁ ἄθλιος· ὅθεν Ἰησοῦ μου βοῶ Σοι, τὴν ἀναίσθητον μένουσαν ψυχήν μου φώτισον Χριστέ, ὁ τῶν Πατέρων Θεός.

Θεοτοκίον.
Χριστὸν Ἰησοῦν, ἡ γεννήσασα φρικτῶς καὶ ὑπὲρ φύσιν, Αὐτὸν δυσώπει Παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα, πάντα συγχωρῆσαί μοι Κόρη, ἵνα κράζω σωζόμενος· εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Κανών α΄. Νόμων πατρῴων.
Ὥσπερ ἐν ὄψει, Σὲ τὸν Κύριον, ἐλπίζων ἐνδημῆσαι πᾶς ὁ τῆς πόλεως λαὸς ἔκκριτος, ὑπάντησιν, θαυμαστὴν Σοι ποιεῖται, Ἀρχιερέων θεῖον ἐπαγόμενος χορόν, ὧν ἐπ’ ὤμων ὀχούμενος καὶ πρὸς κληρονομίαν εἰσβαλὼν τὴν οἰκείαν, Οἰκτίρμον, ἐν τῷ τῆς Μητρός Σου κατέπαυσας τεμένει.

Στόματα παίδων τῶν ἀκάκων Σε, πρὸς τὴν προφητοκτόνον πόλιν ὁδεύοντα ὑμνολόγουν, ἀλλ’ ἡ ἄνομος συναγωγὴ Ἑβραίων, φονῶσαν χεῖρα ὥπλιζε λυττῶσα κατὰ Σοῦ· νῦν δὲ πόλις ἡ ἔννομος, πανδημεὶ προχυθεῖσα, ὡς οἷά Σε τὸν Κτίστην ὁρῶσα, χαίρει δεχομένη τὸν τύπον τῆς μορφῆς Σου.

Θεοτοκίον.
Σάρκα φορέσαι προελόμενος, τῆς τοῦ Πατρός μεγάλης βουλῆς ὁ Ἄγγελος, ἐν νηδύϊ Σου Πανάχραντε, ἐτελεσιουργήθη καὶ Σὲ Μητέρα κάτω ἀπεγράψατο, Σεμνή, καὶ φθαρεῖσαν ἐκαίνισε τὴν βροτείαν οὐσίαν· Ὅν πάντες εὐλογοῦμεν ὡς Κτίστην, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Σὲ Ἰησοῦ μου δυσωπῶ, ὡς τὴν Πόρνην Ἰησοῦ μου ἐλυτρώσω, τῶν πολλῶν ἐγκλημάτων, οὕτω κᾀμὲ Ἰησοῦ, Χριστέ μου λύτρωσαι καὶ κάθαρον, τὴν ῥερυπωμένην ψυχήν μου Ἰησοῦ μου.

Καθυποκύψας Ἰησοῦ ταῖς ἀλόγοις ἡδοναῖς, ἄλογος ὤφθην καὶ τοῖς κτήνεσιν ὄντως, ὦ Ἰησοῦ μου οἰκτρῶς, ὁ τάλας Σῶτερ ἀφωμοίωμαι· ὅθεν Ἰησοῦ μου τῆς ἀλογίας ῥῦσαί με.

Περιπεσὼν ὦ Ἰησοῦ ψυχοφθόροις ἐν λησταῖς, ἀπεγυμνώθην τὴν στολὴν Ἰησοῦ μου τὴν θεοΰφαντον νῦν, καὶ κεῖμαι μώλωψι κατάστικτος, ἔλαιον Χριστέ μου ἐπίχεε καὶ οἶνον.

Θεοτοκίον.
Τὸν Ἰησοῦν μου καὶ Θεόν ἡ βαστάσασα, Χριστὸν ἀνερμηνεύτως, Θεοτόκε Μαρία, Τοῦτον δυσώπει ἀεί, κινδύνων σώζεσθαι τοὺς δούλους Σου καὶ τοὺς ὑμνητάς Σου, ἀπείρανδρε Παρθένε.

ᾨδὴ θ΄. Κανών α΄. Ξενίας δεσποτικῆς.
Ἐξέμηνε κατὰ Σοῦ λαὸς ἀσύνετος Σῶτερ καὶ ἀντ’ εὐεργεσίας, Σοὶ τὰ ἀνήκεστα τολμηρῶς ἐπανετείνετο· ἀλλ’ ἡμεῖς οἱ μακρὰν ἀπωσθέντες, τοῖς Σοῖς πάθεσι Σῶτερ υἱοθετήθημεν.

Βοήθειαν κατ’ ἐχθρῶν τοῖς εὐσεβέσι παράσχου καὶ πιστοῖς βασιλεῦσιν, ὅτι τὰ σύμβολα τῆς σαρκός Σου, ὥσπερ ἄμαχον φρούριον, Δέσποτα, κεκτημένοι, δι’ αὐτῶν ἀφορῶσι τὴν σωτηρίαν αὐτῶν.

Θεοτοκίον.
Ὡράθη τοῖς ἐπὶ γῆς σωματοφόρος ὁ Λόγος, διπλοῦς κατὰ τὴν φύσιν, ἐκ Σοῦ Πανάμωμε, ἀντιδόσει τῆς Θεότητος, ὑποστάσει μιᾷ ἀφύρτως, ἑνωθεὶς τῷ φυράματι· Ὅν δοξάζομεν.

Κανών β΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Τὸν Μανασσῆν Ἰησοῦ μου, τὸν Τελώνην, τὴν Πόρνην, τὸν Ἄσωτον, οἰκτίρμον Ἰησοῦ, καὶ τὸν Ληστὴν ὑπερβέβηκα, Ἰησοῦ μου ἐν ἔργοις  αἰσχίστοις καὶ ἀτόποις Ἰησοῦ· ἀλλὰ Σὺ Ἰησοῦ μου προφθάσας μέ διάσωσον.

Τοὺς ἐξ Ἀδὰμ Ἰησοῦ μου ἁμαρτήσαντας πάντας, πρὸ νόμου καὶ ἐν νόμῳ Ἰησοῦ καὶ μετὰ νόμον ὁ ἄθλιος, Ἰησοῦ μου καὶ χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς· ἀλλὰ Σὺ Ἰησοῦ μου, τοῖς κρίμασί Σου σῶσόν με.

Μὴ χωρισθῶ Ἰησοῦ μου, τῆς ἀφράστου Σου δόξης, μὴ τύψω τῆς μερίδος Ἰησοῦ, τῆς εὐωνύμου γλυκύτατε Ἰησοῦ· ἀλλὰ Σύ με τοῖς δεξιοῖς προβάτοις Σου Χριστέ, Ἰησοῦ μου συντάξας, ἀνάπαυσον ὡς εὔσπλαγχνος.

Θεοτοκίον.
Τὸν Ἰησοῦν Θεοτόκε, Ὅν ἐβάστασας μόνη, ἀπείρανδρε Παρθένε Μαρία, Τοῦτον Ἁγνὴ ἐξιλέωσαι, ὡς Υἱόν Σου καὶ Κτίστην, ῥυσθῆναι τοὺς προστρέχοντας εἰς Σέ, πειρασμῶν καὶ κινδύνων καὶ τοῦ πυρὸς τοῦ μέλλοντος.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία· Ἰησοῦ ἡ κάθαρσις, τοῦ νοός μου, Δέσποτα, πολυέλεε· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου Παντοδύναμε, μὴ καταλίπῃς με, Σῶτερ Ἰησοῦ με ἐλέησον, καὶ λύτρωσαι κολάσεως, πάσης Ἰησοῦ μου καί τῷ χορῷ, τῶν ἐκλεκτῶν Σου μὲ σύνταξον, Ἰησοῦ φιλάνθρωπε. (Δίς).

Ἰησοῦ γλυκύτατε, τῶν Ἀποστόλων ἡ δόξα, Ἰησοῦ μου καύχημα, τῶν Μαρτύρων, Δέσποτα παντοδύναμε. Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὡραιότατε, τὸν Σοὶ προστρέχοντα, Σῶτερ Ἰησοῦ με ἐλέησον. Πρεσβείαις τῆς τεκούσης Σε, πάντων Ἰησοῦ τῶν Ἁγίων Σου, Προφητῶν πάντων, Σωτήρ μου Ἰησοῦ καὶ τῆς τρυφῆς, τοῦ Παραδείσου ἀξίωσον, Ἰησοῦ φιλάνθρωπε.

Ἰησοῦ γλυκύτατε, τῶν Μοναζόντων τὸ κλέος, Ἰησοῦ μακρόθυμε, ἀσκητῶν ἐντρύφημα καὶ καλλώπισμα· Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὑπεράγαθε,χειρὸς ἐξάρπασον, Σῶτερ Ἰησοῦ με τοῦ δράκοντος, καὶ τούτου τῶν παγίδων νῦν, Σῶτερ Ἰησοῦ ἐλευθέρωσον, λάκκου κατωτάτου, Σωτήρ μου Ἰησοῦ ἀναγαγών, καί δεξιοῖς συναρίθμησον Ἰησοῦ προβάτοις με.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ΄.
Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ Σου Δέσποινα, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ Σου Θεοτόκε. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά Σου, καὶ τὸν ἐπιτάφιον ὕμνον ἐξάδοντες, μετάρσιον ἔβλεπον καὶ φόβῳ ἔλεγον· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· Αὐτὸς γὰρ ἐν μέσῳ Σου, οὐ σαλευθήσῃ. Ἀλλ’ ὦ Πολυΰμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς δὲ λαός Σου καὶ πρόβατα νομῆς Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ Σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.

Δοξολογία Μεγάλη καὶ ἡ Εὐχή.
Ἥμαρτον, ἠνώμησα καὶ οὐκ ἐδικαιώθην ἐνώπιόν Σου, Δέσποτα Πανάγαθε. Παρέβην τὰ Σὰ σωτήρια ἐντάλματα καὶ τὰς ἱεράς Σου ἐπαγγελίας, ἅς ἐν τῷ Ἁγίῳ Βαπτίσματι, ἐνώπιον τοῦ Ἁγίου Σου Θυσιαστηρίου, τῶν Ἀγγέλων τε καὶ τῶν ἀνθρώπων ἐποιησάμην. Κατελύπησα τὸ τίμιον αἷμα τῆς διαθήκης Σου δι’ οὗ ἡγιάσθην, κοινωνίαν ἐξαγοράσεως δεξάμενος. Τὸ πνεῦμα τῆς χάριτος κατωλιγώρησα, τὴν φοβερὰν δὲ καὶ ὑπὲρ φύσιν υἱοθεσίαν οὐκ ἐλογισάμην. Γραφὴ πᾶσα, νόμος θεῖος καὶ διδασκαλία θεόπνευστος, ὡς πλῆξις ἀέρος κενή καὶ φθόγγος μόνος, ἐνεργείας ἔρημος, ἐν ἐμοὶ κατενοήθησαν. Τὸ τίμιον Εὐαγγέλιον, Ὀρθοδοξίας τῆς ἀληθινῆς, ὀνόματι καὶ μόνῳ λόγῳ κατέχω ὁ ἄθλιος. Χεῖρας μὲν ἔχω πρὸς πᾶσαν ἀρπαγήν καὶ πλεονεξίαν ἐπιμελῶς. Πόδας δέ ταχέως καὶ θαρσαλέως πρὸς πᾶσαν ἀδικίαν κακῶς βαδίζοντας καὶ ἑτοίμους ἀρπάζειν τὴν τοῦ ἀδελφοῦ μερίδα καὶ καταπατεῖν, κατεσθίων τοὺς πτωχούς. Τὸ στόμα τῶν ἱερῶν εὐχῶν καὶ λόγου τοῦ Θεοῦ τὸ ὄργανον, ἀκαθαρσίας παντοίας, ματαιολογίας καὶ ἐπιορκίας, τῶν δαιμόνων ἐποίησα εἰς ὄργανον. Τοὺς ὀφθαλμούς καὶ πάσας μου τὰς αἰσθήσεις, τῷ πλήθει τῆς ἀσελγείας καὶ ῥύπους παντοδαπούς ἐνέπλησα. Τὸν τῆς χάριτος θεῖον σπόρον, τοῦ ἐν ἐμοὶ δεσπόζοντος νοός, κατεπάτησα. Καὶ τὰ μέλη Χριστὲ τὰ Σὰ, πόρνης μέλη ποιούμενος, ἀντὶ ναοῦ τοῦ Θεοῦ, φθορᾶς καὶ πάσης ἀκαθαρσίας, φυλακτήριον εὐρέθην.

Ὅθεν, Δέσποτα Πανάγαθε, τὴν πολλὴν φιλανθρωπίαν Σου, εἰς αἰσχρότητα ὁ ἄθλιος μετεποίησα. Καὶ πολλά Σου ἀγαθὰ δωρήματα, ἀφρόνως μετέβαλον εἰς κόλασιν. Μηδαμῶς δέ, οὔτε ἐκ τῶν ἐνόντων μοι ἀγαθῶν, οὔτε ἐκ τῶν δεινῶν τῶν πλησίον κρείττων γεγονώς, δικαίως ἐγὼ μόνος τὰς πληγὰς τῆς δικαίας Σου παιδεύσεως κατ’ ἐμοῦ ἐξηρέθισα. Ἀλλὰ μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, μὴ δὲ τῇ ὀργῇ Σου παιδεύσῃς με Κυριε. Σοὶ μόνῳ ἥμαρτον, ἀλλὰ καὶ Σὲ μόνον προσκυνῶ καὶ συντετριμμένῃ καρδίᾳ, ὡς θυσίαν καθαράν, τὴν ἐξομολόγησιν προσφέρω Σοι, φιλάνθρωπε Δέσποτα.

Ἴασαι τὴν δικαίως κατ’ ἐμοῦ ἐπιφερομένην πληγήν. Νικάτω τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, τὴν πονηρὰν ὁμήγυριν τῶν πλημμελημάτων μου καὶ τὸ ἄπειρον τῆς Σῆς ἀμετρήτου χρηστότητος, καλυπτέτω τὴν πικρὰν θάλασσαν καὶ μεγαλωσύνην τῆς φιλανθρωπίας Σου. Τὸν Ληστήν, τὸν Τελώνην, τὴν Πόρνην καὶ τὸν ἄσωτον Υἱόν, ἐν μετανοίᾳ εὐδοκιμήσαντες, εἰς οὐρανῶν Βασιλείαν ἐδέξω. Σὺν τούτοις, λοιπὸν, καμὲ τὸν ἐξομολογούμενον καὶ Σοὶ προσπίπτοντα, δέξαι Δέσποτα. Κᾄν μακρὰν ἀφίσταμαι τοῦ πλήθους τῆς ἐκείνων παντοίας ἐπιστροφῆς καὶ μετανοίας, ἀναπληρούτω τὰ ἐλλείποντα, μᾶλλον δὲ τὰ πάντα, ἡ ἄπειρος ἀγαθότης Σου. Πόῤῥῳ καὶ γὰρ τοῦ παντὸς ἐν ἀληθείᾳ ἀφίσταμαι. Προσάγω Σοι τὸν ὀδυρμὸν τῶν πενήτων καὶ τὰς φωνὰς τῶν νηπίων καὶ πάσης ἡλικίας τὴν ταπεινὴν καὶ ἁπλὴν δέησιν, μέρος ἐπάξιον τῶν οἰκτιρμῶν καὶ τῆς ἀφέσεως τῆς Σῆς.

Καὶ γὰρ ἔχεις προσέτι πρὸς εὐσπλαγχνίαν καὶ ἔλεος Σὲ παροτρύνοντας, τὸν Σταυρὸν καὶ τὸν ἑκούσιον θάνατον, ὅν ὑπὲρ ἐμοῦ τοῦ ἀγνώμονος ὑπέμεινας. Τοὺς ἀγώνας δὲ ἔτι τῶν Ἀποστόλων, τῶν Ὁσίων, τῶν Νηστευτῶν καὶ τῶν Μαρτύρων τὰ αἵματα. Πρὸ πάντων δὲ τὴν κοινὴν ἁπάντων ἐλπίδα καὶ σωτηρίαν, τὴν ἀσπόρως ὑπὲρ λόγον Σὲ Τεκοῦσαν. Ὧν τὰς εὐχὰς φιλανθρώπως δεξάμενος, ἐπάκουσόν μου δεομένου Σου, γλυκύτατε Ἰησοῦ. Καὶ οὐ μόνον ἑνὸς ἐμοῦ ἕνεκεν, ἀλλὰ καὶ ὑπὲρ ὧν ὀφειλέτης ὑπάρχω. Τοὺς αἱρετικοὺς καὶ ἀποστάτας, τοὺς ἐκ τῆς Ὀρθοδόξου πίστεως πεπλανημένους, πρὸς γνῶσιν τῆς ἀληθείας ἀνακάλεσον. Τοὺς ἀπίστους φώτισον, ὅπως ἐπιγνώσονταί Σε. Τοὺς ἐν τοῖς πλημμελήμασι, πρὸς μετάνοιαν καθοδήγησον. Τοῖς ἐν τῇ παρθενίᾳ ἁγνείαν δώρησαι καὶ ἐγκράτειαν. Τοῖς συνεζευγμένοις γάμῳ, ἁγιότητα. Τῶν χηρῶν καὶ ὀρφανῶν γενοῦ κηδεμών. Σκέπη τῶν πτωχῶν, τῶν ἐν ἀλλοδαπῇ ξενιτευομένων, ἐπανάκαμψις εἰς τὰ ἴδια. Τῶν πλεόντων ὁρμητήριον. Συγχώρησιν μετανοοῦσι δώρησαι. Τοῖς κλαίουσι παραμυθίαν. Τοῖς ἀγαθοῖς ἐν ἀγαθότητι διαμένειν. Τοῖς ἔτι ἐν τῷ μέσῳ ἐπὶ τὸ τέλειον προκόπτειν. Τοῖς ἐπταικόσι πρὸς διόρθωσιν προχωρεῖν.

Ναὶ, Ἰησοῦ γλυκύτατε, δέομαί Σου δός μοι τῶν πλημμελημάτων μου συγχώρησιν, νοὸς τὴν εὐστάθειαν, σώματος τὴν ὑγείαν, βίου ἱκανῶς τὰ ἀναγκαῖα, εἰρήνην εἰς τὰς ἡμέρας μου, ἀέρος εὐκρασίαν, γῆς εὐρκαπίαν, Πίστεως τῆς Ὀρθοδόξου ἐπαύξησιν καὶ ἕνωσιν τῶν Ἁγίων Σου Ἐκκλησιῶν. Αἱρέσεως καθυποβολήν. Ἀσεβῶν βουλευτηρίων διασκεδασμόν. Ἀγάπης θερμότητα καὶ πᾶσαν εὐσέβειαν. Ἐν ταῖς προσευχαῖς ἐγκάρδιον καθαρότητα. Ἐν ταῖς ἐναντίαις ἀποφάσεσιν, ὑπομονὴν καὶ μεγαλοψυχίαν. Ἐν ἐλπίδι, εὐφροσύνην. Καὶ πᾶν τὸ συντεῖνον καὶ λυσιτελὲς τῆ ἐμῇ ψυχῇ καὶ τῷ σώματι, ὑγείαν δηλονότι καὶ σωτηρίαν. Μᾶλλον δὲ τὴν προσήκουσαν τῇ εὐπρεπεῖ Σου δόξῃ αἴτησιν δώρησαι. Καὶ πλήρωσον αὐτὴν κατὰ τοὺς ἀμετρήτους Σου οἰκτιρμούς, ἐκλυτρούμενός με τῆς ἐπικειμένης δικαίας ἀπειλῆς, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρὸς, μαχαίρας καὶ παντοίων ἀλγηδόνων θανατηφόρων. Καὶ ὡς μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, δώρησαί μοι μετανοίας καιρόν, ὅπως ἀπαλλαγῆς ἀξιωθῷ ἐκ τῶν ἐνεστώτων καὶ τῶν μελλόντων αἰωνίων κολάσεων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Ἀνάρχου Σου Πατρός, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.

Ἀπόλυσις.