Ακολουθία του Οσίου και Θεοφόρου Πατρός ημών Αγάθωνος του Κτίτορος της εν Φθιώτιδι Ομωνύμου Μονής
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Ψαλλομένῃ τὴν 7ην μηνὸς Αὐγούστου, ἡμέραν τῆς μνήμης τοῦ Ὁσίου, καὶ τὴν 28ην μηνὸς Ἀπριλίου, ἡμέρα εὑρέσεως τῶν τιμίων Λειψάνων τοῦ.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἰστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια·
Ἦχος α΄ Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἐφετῶν ἀγαπήσας τό ἄκρον Ὅσιε, τῶν κοσμικῶν φροντίδων, ἀπηρνήσω τὴν σχέσιν, Ἀγάθων Θεοφόρε καὶ τῷ Χριστῷ, διὰ πόνων ἀσκήσεως ἀκολουθήσας ἠξίωσαι παρ’ αὐτοῦ, τῶν Ἁγίων τῆς λαμπρότητος.
Ἑπιφανεῖσα θεόφρον ὥσπερ ηὐδόκησεν, ἡ Θεοτόκος Κόρη, τὴν αὐτῆς κεκρυμμένην, Εἰκόνα φανεροῖ σοι οἷα πιστῷ αὐτῆς ὄντι θεράποντι, Πάτερ Ἀγάθων καὶ πλείστης ἡμᾶς χαρᾶς τῇ εὑρέσει ταύτης ἔπλησας.
Καθάπερ εὔοσμα ρόδα ἡμῖν ἐφάνησαν, τὰ θεῖα λείψανά σου, ὑπὸ γῆν κεκρυμμένα, ἐτῶν ἐν περιόδοις Ἀγάθων πολλοῖς, οἷς ἐν πίστει προσπίπτοντες, ἁγιασμὸν ἀρυόμεθα ἐξ αὐτῶν, ἑορτάζοντες τὴν μνήμην σου.
Ὁ θεοφόρος Ἀγάθων ἀνευφημείσθω μοι, Μονήν γὰρ οὗτος θείαν, τῷ Σωτῆρι ἐγείρας, ὡς ὅρμον ἀκλυδώνιστον τῶν ψυχῶν, ταύτην πίστει ἀνέθετο, τῇ Θεοτόκῳ Παρθένῳ ἥν δυσωπεῖ, ἀσινῆ αὐτήν φυλάττεσθαι.
Δόξα.
Ἦχος β΄.
Ἀσκητικήν ὑπελθών πολιτείαν, τῆς θεϊκῆς ἐπιπνοίας ἠξίωσαι, ἔξω κόσμου καὶ σαρκός βιωσάμενος, Ἀγάθων Πάτερ Ὅσιε· ὅλην γὰρ τὴν ἔφεσιν, τῷ Χριστῷ ἀνέτεινας, μηδὲν προτιμήσας τῆς ἀγάπης αὐτοῦ· καὶ νῦν Ἁγίων συνών τοῖς δήμοις, σὺν αὐτοῖς ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν, τῆς Ἑορτής, ἤ τὸ παρόν Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ του Θεοὺς φύλαξόν με ὑπὸ τήν σκέπην σου.
Εἰς τόν στίχον
Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Σκεῦος περιφανές, δι ἐγκρατείας πόνων, σαὐτόν Πάτερ τελέσας, Μονήν θείαν ἐγείρεις, Ἀγάθων τῷ Παντάνακτι.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος…
Μύστης θεοειδής, τῆς Θεοτόκου ὦφθης, ἀμέμπτῳ πολιτεία, καὶ ταύτης τὴν ἁγίαν, Εἰκόνα Πάτερ εὕρηκας.
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον…
Φύλαττε ἀσινῆ, ἐκ πάσης ἐπηρείας, Ἀγάθων τὴν Μονὴν σου, καὶ δίδου ἀεὶ ταύτη, Πάτερ τὴν εὐλογίαν σου.
Δόξα.
Τριαδικόν.
Φύσις τρισσολαμπής, Πάτερ Υἱέ καὶ Πνεῦμα, ἡ μία θεαρχία, οἰκτείρησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου σου.
Καὶ νῦν.
Θεοτοκίον.
Ὤφθης τῷ σῷ πιστῷ θεράποντι Παρθένε, καὶ ἔδειξας ποὺ κεῖται ἡ ἱερά Εἰκών σου, ἥν εὐλαβῶς ἀνείλετο.
Νῦν ἀπολύεις… Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ἀγάπῃ τῇ κρείττονι, ἀναπτερώσας τὸν νοῦν, ἀσκήσει ἐξέλαμψας καὶ ἀρετῶν τῷ φωτί, Ἀγάθων Πατὴρ ἡμῶν· ὅθεν τῶν οὐρανίων ἀγαθῶν κληρονόμος, γέγονας ἐπαξίως, ὡς θεράπων Κυρίου, ᾧ πρέσβευε δεόμεθα ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Εἰτα ἡ Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετά τόν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Ἀγάθων τοῦ Χριστοῦ, τὸν ζυγὸν ἀράμενος, ἀσκητικοῖς ἀγωνίσμασι, τὸν νοῦν ἐκάθηρας καὶ σαρκὸς νεκρώσας πάντα τὰ φρονήματα, ἐπλήσθης οὐρανίου ἐλλάμψεως· διὸ τὴν μνήμην σου τὴν ἁγίαν ἑορτάζοντες, ἀνυμνοῦμεν, τοὺς θείους ἀγῶνας σου.
Παμμάκαρ Ἀγάθων, ἀγαθήν ἔχων τὴν συνείδησιν, τῇ καθαρᾷ πολιτείᾳ σου, τὴν Παναμώμητον Θεοτόκον εἶδες, καὶ αὐτῆς τὴν πάνσεπτον Εἰκόνα ἐν σπηλαίῳ ἀνεύρηκας, ὡς πλήρης χάριτος καὶ Θεοῦ θεράπων γνήσιος, καὶ Ἀγγέλων, ἐν βίῳ ἐφάμιλλος.
Παμμάκαρ Ἀγάθων σεαυτόν, σκεῦος θείου Πνεύματος, δι ἀρετῆς ἐργασάμενος, Μονήν περίβλεπτον τῷ Χριστῷ ἐγείρεις, ἥν καὶ προσανέθηκας τῇ μόνῃ Θεοτόκῳ μακάριε· ἥν σκέπε πάντοτε ἀπὸ πάσης περιστάσεως, ταῖς θερμαῖς σου πρεσβείαις πρός Κύριον.
Προσόμοια ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Δι’ ἀγώνων ἀσκήσεως, σεαυτόν καθηράμενος, δωρεῶν τοῦ Πνεύματος κατηξίωσαι καὶ Μοναστῶν τύπος ἄριστος, ἐδείχθῃς τοῖς τρόποις σου, καὶ θεράπων ἀληθής, τῆς Ἁγνὴς Θεομήτορος· διὰ τοῦτό σε, θεοφόρε Ἀγάθων εὐφημοῦμεν, καὶ τὴν μνήμην σου τὴν θείαν χρεωστικῶς ἑορτάζομεν.
Ἀρετῶν τελειότητι, λαμπρυνθείς τὴν διάνοιαν, ἀπαθείας ἤνεγκας καρπὸν ὥριμον, οἷάπερ δένδρον κατάκαρπον, Ἀγάθων μακάριε, καὶ ἐκτρέφεις τὰς ψυχάς τῇ τοῦ Πνεύματος χάριτι, τῶν τιμώντων σου τοὺς ἁγίους ἀγῶνας, δι᾿ ὧν ὦφθης, ἀγαθῶν τῶν οὐρανίων, συγκληρονόμος καὶ μέτοχος.
Ὑπὸ τὴν γῆν σου τὰ λείψανα, πολλοῖς χρόνοις κρυπτόμενα, εὐδοκίᾳ κρείττονι ἀνεφάνησαν ἡμῖν ὡς κρίνα μυρίπνοα, ὀσμήν ἀποπνέοντα οὐρανίων δωρεῶν, οἷς ἐν πίστει προσπίπτοντες, ἐκβοῶμέν σοι· θεοφόρε Ἀγάθων μὴ ἐλλίπῃς τὴν Μονήν σου τὴν ἁγίαν, λυτροῦσθαι πάσης στενώσεως.
Δόξα.
Ἦχος πλ. β΄.
Ἀγγελικήν ποθήσας ζωήν, τῆς τῶν παθῶν ἀχλύος τὸν νοῦν ἐκάθηρας, Ὅσιε Ἀγάθων· ἐν ἀγαθῇ γὰρ συνειδήσει λατρεύων Κυρίῳ, κοσμικῶν μὲν φροντίδων, ὁλικῶς ἐχωρίσθης, συντόνοις δὲ πόνοις καὶ δεήσεσι, Θεῷ ἡνώθης, τῶν παρ’ αὐτοῦ ἀγαθῶν τάς δόσεις φερωνύμως δεχόμενος· καὶ στήλην ἀρετῶν καὶ ναόν τῆς Τριὰδος σεαυτόν παραστήσας, εὐαγῆ Μονήν ἐδομήσω, εἰς ψυχῶν περιποίησιν, καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος πᾶσι το μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς, ἤ τὸ τῆς Θεοτόκου.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱος μονογένης, ὁ αὑτὸς εἰς σοῦ τῆς Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι᾽ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνή παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.
Εἰσοδος· Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, Καὶ τὰ ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ. 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρονῶν τεθνάναι, καὶ ελογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾽ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας πρσσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾽ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (Κεφ. ε΄. 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεῦσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ΄αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀναγνωσμα (Κεφ. δ΄. 7)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΝ Τῌ ΛΙΤῌ
Ἰδιόμελα. Ἦχος α΄.
Ὅσιε Ἀγάθων,͵ τὴν ἀγαθὴν μερίδα προκρίνας, καὶ πᾶσι χαίρειν εἰπών, Χριστῷ ἠκολούθησας, θεολήπτῳ φρονήματι· καὶ τῶν ἐντολῶν αὐτοῦ ἐργάτης γενόμενος, σάρκα μὲν ἐνέκρωσας, ἐγκρατείας καμάτοις, τὴν δὲ ψυχήν ἐπτέρωσας, πρὸς οὐράνιον πόθον· καὶ τῆς ἀλήκτου ζωῆς θησαυρίσας τὰ ἀγαθά, Ἀγγέλων συνόμιλος ὤφθης, καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων ἰσότιμος· μεθ᾽ ὧν πρέσβευε Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄.
Ἀγάπῃ θείᾳ πυρούμενος, ἀσκητικοῖς ἀγῶσιν ὡμίλησας, τὴν τῆς φύσεως ἀσθένειαν, παριδών ἐμφρόνως· καὶ μυστικῶν θεωριὧν τῷ φωτί, μεταρσιούμενος Πάτερ, ἔξω κόσμου καὶ σαρκὸς ἐβίωσας, τῶν ὑπὲρ αἴσθησιν χαρισμάτων, τὰς δωρεάς δεχόμενος· καὶ τῇ Ἁγνῇ Θεοτόκῳ διακονήσας πιστῶς, τῆς οὐρανίου δόξης ἠξίωσαι, ὑπὲρ ἡμῶν δεόμενος, Ἀγάθων μακάριε.
Ἦχος γ΄.
Τῆς ἐναρέτου ζωῆς, γεωργῶν τὴν ἄρουραν, ἐφέσει τῶν κρειττόνων, ἐπουρανίων ἀγαθῶν καρποφορίαν ἤνεγκας, Ἀγάθων πὰτερ παμμακάριστε· ὅλον γὰρ σαὐτόν ὑπέταξας, τῷ θείῳ θελήματι, ὡς δοῦλος πειθήνιος· καὶ ἀπ’ οὐρανοῦ χρηματισθείς, ὡς καθαρός τῇ καρδίᾳ, τοὺς πιστούς χαρᾶς ἔπλησας, τῇ εὑρέσει τῆς Εἰκόνος τῇς Ἁγνὴς Θεομήτορος· ἣ πρέσβευε Ὅσιε, ὑπὲρ τῆς ποίμνης σου ταύτης, οἱ τὴν μνήμην σου τιμῶντες δεόμεθα.
Ἦχος δ΄.
Τῇ ἰσαγγέλῳ πολιτείᾳ, τῶν ἀπ᾿ αἰῶνος Ὁσίων συνόμιλος γέγονας, Ἀγάθων Ὅσιε· διὸ ἡ θεία σου Μονή, τὸ λαμπρὸν τῶν πόνων σου γεώργιον, ἁγιαζομένη τῇ ἁγίᾳ Εἰκόνι τῆς Παναγίας Κόρης, χαίρει καὶ σκιρτᾷ τῇ εὑρέσει τῶν ἁγίων λειψάνων σου, καὶ πιστῶς βοᾷ σοι· φύλαττε ἡμᾶς τὰ τέκνα σου, Ἁγιώτατε Πάτερ, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὁ αὑτός.
Τὴν ἀγαθώνυμόν σου κλῆσιν, ἀληθῇ τοῖς ἔργοις ἔδειξας, Ὅσιε Ἀγάθων Ὁσίων Πατέρων ἰσοστάσιε· τὸν μόνον ἀγαθόν γὰρ ἀγαπήσας, καὶ ἐν ἐλέει πλούσιον Κύριον, ἀγαθῶν ἔργων πλήρης γέγονας, καὶ πᾶσαν δόσιν ἀγαθήν, καὶ δώρημα τέλειον, οὐρανόθεν ἐκομίσω· καὶ καλῶς τελέσας τὸν βίον, τῆς μακαρίας φωνῆς ἤκουσας. Εὖ δοῦλε, ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἡ τὸ παρὸν Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τούς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ
Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ θεοφόρος Πατήρ, τῶν ἀπ᾽ αἰῶνος Ἀσκητῶν ἰσοστάσιος, ἐν πόνοις τῆς ἐγκρατείας, καὶ δωρεαῖς θεϊκαῖς, Ὅσιε Ἀγάθων, παμμακάριστε· ἀγάπῃ τῇ θείᾳ γάρ, πτερωθείς τὴν διάνοιαν, ἀπεριτρέπτως, τῷ Χριστῷ ἠκολούθησας, δί᾽ ἀσκήσεως, καὶ τῶν ἔργων τῆς Χάριτος· ὅθεν τῆς ὑπὲρ ἔννοιαν, λαμπρότητος ἔτυχες, καὶ τὸν καρπὸν ἐκομίσω, τὸν τῆς θεώσεως Ἅγιε, ἀπαύστως πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, το μέγα ἔλεος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος…
Θείαν εἰσδεδεγμένος ὀμφήν, παρὰ τῆς μονῆς Θεομήτορος Ὅσιε, ἀνεῦρες ἐν τῷ σπηλαίῳ οἷα θεράπων αὐτῆς, τὴν Εἰκόνα ταύτης τὴν ὑπέρτιμον, Ἀγάθων μακάριε, ὥσπερ θεῖον θησαύρισμα, ἧ καὶ ἁγίαν Μονήν πίστει ἀνήγειρας, ὡς σωτήριον ἀρετῆς γυμναστήριον, ἧ περ πιστῶς προστρέχοντες, ἰάματα ἄφθονα, ψυχῶν καὶ σωμάτων, Χριστὸν αἰνοῦντες λαμβάνομεν, καὶ σοῦ τὴν ἁγίαν μνήμην Πάτερ ἐκτελοῦμεν, πανηγυρίζοντες.
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον…
Χαίρει ἡ σῇ ἁγία Μονή, τῇ ἀνευρέσει τῶν παντίμων λειψάνων σου, Ἀγάθων πνευματοφόρε, καὶ τοὺς ἀγῶνας τοὺς σούς, καὶ ἱδρῶτας Πάτερ καὶ τὰ σκάμματα, οὕς πίστει κατέβαλες, ὑπὲρ ταύτης πονούμενος, ὕμνοις γεραίρει, καὶ βοᾷ τῶν μυχίων σοι, ὡς
δομήτορι, καὶ πατρὶ πλήρει χάριτος. Φύλαττε τὴν παροῦσαν σου Μονήν ταῖς πρεσβείαις σου ἐκ πειρασμῶν καὶ σκανδάλων, πολύειδῶν παναοίδιμε, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ὡς καλῶς πολιτευσάμενος, καὶ ταῖς ἀρεταῖς εὐδοκιμήσας, ἐν τῷ νυμφῶνι τῆς ζωῆς κατεσκήνωσας Ὅσιε· ἀκλινῶς γὰρ ἐβάδισας, τῶν ἐντολῶν τὴν τρίβον, δι’ ἐγκρατείας καὶ δεήσεως, καὶ τὰς σκολιὰς τρίβους τοῦ ἐχθροῦ, εἰς τέλος ἀπεστένωσας, τῷ πλάτει τῶν ἀγώνων σου. Διὸ ἡ λογική σου ποίμνη, καυχωμένη ἐν σοί, ἑορτάζει τὴν μνήμην σου, καὶ πιστῶς βοᾷ σοι· πρέσβευε Κυρίῳ, Ἀγάθων μακάριε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἤ τὸ παρὸν Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καί θλίψεως.
Νῦν ἀπολύεις… τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπῃ τῇ κρείττονι, ἀναπτερώσας τον νοῦν, ἀσκήσει ἐξέλαμψας καὶ ἀρετῶν τῷ φωτί, Ἀγάθων Πατὴρ ἡμῶν· ὅθεν τῶν οὐρανίων ἀγαθῶν κληρονόμος γέγονας ἐπαξίως, ὡς θεράπων Κυρίου, ὦ πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τὸ τῆς Ἑορτῆς ἤ τὸ παρὸν Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι οὐ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχάς ἡμῶν.
Εἶτα ἡ Απόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα τοῦ Ὁσίου.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Νεκρώσας τῆς σαρκός, τὰ σκιρτήματα Πάτερ, ἀσκήσει ἱερᾷ, καὶ συντόνῳ δεήσει, ζωὴν τὴν ἀτελεύτητον, μετὰ τέλος τὸ ἅγιον, καὶ τὴν ἄφραστον, ἐκληρονόμησας δόξαν· ὅθεν πάντες σέ, ὑμνολογοῦμεν, Ἀγάθων, ὡς σκεῦος τῆς χάριτος.
Τὸ τῆς Ἑορτῆς, ἤ τὸ παρὸν Θεοτοκίον.
Ἐπέστης μυστικῶς, οἷα Μήτηρ Κυρίου, Ἀγάθωνι Ἁγνή, τῷ ὁσίῳ σου δούλῳ, καὶ τούτῳ ἐφανέρωσας τὴν ἁγίαν Εἰκόνα σου, ἧ προσπίπτοντες, Θεογεννῆτορ Παρθένε, ἀρυόμεθα, ἁγιασμὸν καὶ εἰρήνην, ὑμνοῦντες τὴν δόξαν σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν ἰσάγγελον βίον πολιτευσάμενος, καταλιπών τὰ ἐν κόσμῳ, Ἀγάθων Ὅσιε, ἐπληρώθης τοῦ φωτός τοῦ θείου Πνεύματος, καὶ σκεδάζεις τὴν ἀχλύν, τῶν παθῶν ἐκ τῶν ψυχῶν, τῶν πίστει σοι προσιόντων, καὶ ἐκτελούντων ἐν πίστει τὴν θείαν μνήμην σου, μακάριε.
Τὸ τῆς Ἑορτῆς ἤ τὸ παρὸν Θεοτοκίον.
Τὴν σεπτήν σου Εἰκόνα Θεοχαρίτωτε, ὁ θεοφόρος Ἀγάθων ἐν τῷ σπηλαίῳ εὑρών, ἐπληρώθη χαρμονῆς καὶ ἀνεβόα σοι· Χαῖρε Ἀγγέλων ἡ χαρά, καὶ βροτῶν καταφυγή, Πανύμνητε Θεοτόκε, ἡ χορηγοῦσα τοῖς πᾶσι τὴν οὐρανίαν ἀγαλλίασιν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὁσίων ἰσότιμος, τῶν ἀπ᾽ αἰῶνος φανείς, τῆς τούτων ἠξίωσαι, εὐκλείας ἐν οὐρανοῖς, Ἀγάθων μακάριε. Ὅθεν τούς προσιόντας τοῖς σεπτοῖς σου λειψάνοις, καὶ πόθῳ ἐπιτελοῦντας τὴν ἁγίαν σου μνήμην, ἐκ πάσης περιστάσεως, λιταῖς σου ἀπάλλαττε.
Τὸ τῆς Ἑορτῆς, ἤ τὸ Θεοτοκίον.
Παρθένε Πανάμωμε, ἡ τὸν Σωτῆρα Χριστόν ἀφράστως κυήσασα, καὶ εὐφροσύνης πολλῆς, τὸν θεῖον Ἀγάθωνα πλήσασα τῇ εὑρέσει τῆς σεπτῆς σου Εἰκόνος, ρῦσαι πάσης ἀνάγκης τὴν παρουσάν σου ποίμνην, πιστῶς ἀνακειμένην τῇ σῇ ἀγαθότητι.
Εἶτα ψάλλομεν
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾽ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπό τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρί ἔσεσθε ἀπεξηραμένοι. (δίς)
Δόξα Πατρί…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ Μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεί.
Ἀγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Τὸ προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ
Στίχος. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ Ὁσιακόν.
(Τῆς 5ης Δεκεμβρίου)
Εἶτα ἀναγινωσκομεν τὸν Ν΄ (50) ψαλμόν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἑλεός Σου, καὶ κατὰ ταὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Τῶν ἀρετῶν τῷ φωτί, ὡς λύχνος φαεινὸς ἐκλάμψας, Ἀγάθων μακάριε, πᾶσαν τὴν Φθιώτιδα πυρσεύσας, ταῖς ἐναρέτοις πράξεσι, καὶ τῆς ἐν Χριστῷ ζωῆς, τὴν χάριν ἐκφαίνεις, αἰτουμένος ἡμῖν ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἕλεος.
Ὁ ἱερεύς. Σῶσον ὁ Θεός τὸν λαὸν σου..
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου, τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου
Οὗ ἡ ἀκροστιχίς·
Ἀγάθυνόν με Ἀγάθον Πάτερ. Γερασίμου.
ᾨδὴ α΄ Ἤχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Αἴγλῃ τῇ θείᾳ τῆς Τριάδος, Ὅσιε, καταλαμπόμενος, τὸ ζοφερὸν νέφος, τῶν παθῶν μου σκέδασον, καὶ φῶς μοι θεῖον αἴτησαι, θεοφόρε Ἀγάθων, ὅπως ὑμνήσω ἐν ἄσμασι τὴν φωτοειδῆ πολιτείαν σου.
Γηΐνων πάντων νουνεχῶς ἐμάκρυνας, ἐνθέῳ ἔρώτι, καὶ τὸν ποθον ὅλον τῆς ψυχῆς πρὸς Κύριον ἀνέτεινας, μακάριε, καὶ ἰσάγγελον βίον, μετὰ σαρκὸς πεπολίτευσαι, Ὅσιε Ἀγάθων ὡς ἄσαρκος.
Ἀγαλλιᾶται ἡ ἁγία ποίμνη σου, Ἀγάθων Ὅσιε, καὶ πόθῳ τιμώσα τὴν φωσφόρον μνήμην σου, πανευλαβῶς προσπτύσσεται, τὰ σὰ λείψανα, Πάτερ, ἁγιασμοῦ δόσιν ἄφθονον, ἐξ αὐτῶν ἐνθέως λαμβάνουσα.
Θεοτοκίον.
Θεῖον χρησμόν παρὰ τῆς Θεομήτορος λαβών, Ἀγάθων σοφέ, ταύτης τὴν Εἰκόνα ἐν σπηλαίῳ εὕρηκας, καὶ ταύτην ἐναπέθηκας, ὡς ἁγίασμα θεῖον, ἐν τῇ Μονῇ ἥν ἀνήγειρας, ἄσμα τῷ Θεῷ ἄδων, Ὅσιε.
ᾨδὴ γ. Οὐρανίας ἀψιίδος.
Ὑπερόπτης ἁπάντων, τῶν γεηρῶν πέφηνας, Ὅσιε Ἀγάθων θεόφρον, βίου λαμπρότητι· ἄνω γὰρ ἔσχηκας νοῦν καὶ καρδίαν ἐν πᾶσιν, ἔνθα Πάτερ γέγραπται τὸ σὸν πολίτευμα.
Νεκρωθείς ἐν κόσμῳ, τῷ πρὸς Χριστὸν ἔρωτι, τοὺς καρπούς ζωῆς τῆς ἁγίας ἐκαρποφόρησας, Ἀγάθων Ὅσιε, δι’ ὧν ἀΰλως ἐκτρέφεις ἡμῶν τὴν διάνοιαν, Ἁγίῳ Πνεύματι.
Ὁ σὸς βίος τῷ φέγγει, τῶν ἀρετῶν ἔλαμψεν, οἷα παμφαές Πάτερ ἄστρον, ἐν τῇ Φθιώτιδι, Ἀγάθων Ὅσιε, καὶ τῶν πιστῶν ταὰς καρδίας, πρὸς ἀγάπην ἔνθεον ὄντως ἐθέρμανε.
Θεοτοκίον.
Ναὸν θεῖον σοι Κόρη, πίστει θερμῇ ἤγειρεν, ἔνθα τὴν ἁγίαν Εἰκόνα τὴν σὴν ἑνίδρυσε, καὶ φροντιστήριον ψυχῶν κατέστησε θεῖον, Ἀγάθων ὁ Ὅσιος, πόθῳ δοξάζων σε.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας χάριτος ὦφθης δοχεῖον, δι’ ἀσκήσεως συντονωτάτης, θεοφόρε Ἀγάθων μακάριε· καὶ τῇ Μητρὶ τοῦ Χριστοῦ διηκόνησας, ὡς τὴν Εἰκόνα αὐτῆς πίστει εὕρηκας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τὸ τῆς Ἑορτῆς, ἤ τὸ παρόν Θεοτοκίον.
Θεοῦ ἄφθορος, Μήτηρ ἐδείχθης, σωματώσασα, ἀνερμηνεύτως, ἐκ τῶν ἀχράντων αἱμάτων σου Πάναγνε, τόν Ὑπερούσιον Λόγον καὶ Κύριον, ἀνακαλοῦντα ἡμᾶς ἐκ τῆς πτώσεως. Κόρη Ἄχραντε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἕλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μοναστής ὦφθης ἔνθεος, σεαυτὸν θεόφρον ἀπαρνησᾶμενος, καὶ κανών ὁσίων πράξεων, ἐν τῇ σῇ Μονῆ, Ἀγάθων Ὅσιε.
Ἐν ἀσκήσει ὡς ἄσαρκος, ὥφθης τῆς σαρκός νεκρώσας τὸ φρόνῃμα, καὶ Κυρίῳ εὐηρέστησας, Ὅσιε Ἀγάθων βίῳ κρείττονι.
Ἀρετῶν ἐνδιαίτημα ὥφθης καὶ Μονὴν ἁγίᾶν ἀνήγειρας, ἥτις πάντοτε κηρύττει σου τὰ λαμπρὰ καὶ θεῖα κατορθώματα.
Θεοτοκίον.
Γεγηθώς ἀπεκάλυψεν, ὁ Ἀγάθων Κόρη τῇ ὁδηγίᾳ σου, τὴν Εἰκόνα σου τὴν ἄχραντον, ἥν πιστῶς Παρθένε προσπτυσσόμεθα.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀπαθείας χιτῶνα περιποιησάμενος, Ἀγάθων Ὅσιε, τῶν παθῶν τὸν σάκκον διαῤῥήξας ἀγῶσιν ἀσκήσεως, τῆς τῶν Ἀσωμάτων κατηξιώθης εὐκληρίας, ἐν σκηναῖς οὐρανῶν αὐλιζόμενος.
Θεοφόρος θεράπων, τῆς Ἀειπαρθένου Μητρὸς τοῦ Θεοῦ ὦφθης ὡς τῇ ταύτης εὐδοκίᾳ πιστῶς διηκόνησας, καὶ μονήν Ἁγίαν, πάτερ Ἀγάθων ἐδομήσω, εἰς πολλῶν σωτηρίαν ἀοίδιμε.
Ὡς πολύφωτον λύχνον, τῆς ἐν τῷ Χριστῷ ὁσίας ἀσκήσεως, πᾶσα ἡ Φθιῶτις εὐφημεῖ σε, Ἀγάθων θεόληπτε· ἐν αὐτῇ γὰρ πάτερ, ἀγωνισάμενος ἐπλήσθης οὐρανίων καὶ θείων ἐλλάμψεων.
Θεοτοκίον.
Νοητήν σε λυχνίαν, καὶ τοῦ ὑπερφώτου φωτὸς ἑνδιαίτημα, ὡς Θεὸν τεκοῦσαν, ἐπιστάμενος Κόρη Πανάμωμε, ὁ σεπτὸς Ἀγάθων,͵ ταῖς παρὰ σοῦ φωταγωγίαις, κατηυγάσθη καρδιάς τὰ ὄμματα.
ᾨδὴ στ΄. Τήν δέησιν.
Πατήσας τὰς τοὺ ἐχθροῦ μεθοδείας, τῇ συντόνῳ σου ἀσκήσει Ἀγάθων, τῶν Μοναστῶν ὑποτύπωσις ὦφθης͵ πρὸς ἀρετῶν ἐπιδόσεις τοῖς τρόποις σου· διὸ ἐδέξω ἐκ Θεοῦ, ἀμοιβὰς οὐρανίους θεόπνευστε.
Ἀγγέλων, τὴν πολιτείαν μετῆλθες, μετὰ σώματος Ἀγάθων τρισμάκαρ, καὶ ἐπαξίως ἰσάγγελον δόξαν, ἐν οὐρανοῖς ἐκομίσω μακάριε, ἐν μετοχῇ θεαρχικῇ, ἀποῤῥήτως θεούμενος Ὅσιε.
Τὴν Μάνδραν, ἣν πλείστοις μόχθοις ἐδείμω, καὶ ἀνέθου τῇ Μητρὶ τοῦ Κυρίου, διὰ παντὸς ἀκληδώνιστον τήρει, οἷα λιμένα ψυχῶν γαληνότατον, ταῖς σαῖς λιταῖς πρὸς τὸν Θεόν, θεοφόρε Ἀγάθων πατήρ ἡμῶν.
Θεοτοκίον.
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὰ πάντα ἐκ μὴ ὀντῶν ποιήσας, καὶ τοῦ Ἀδὰμ τὴν πεσοῦσαν οὐσίαν, πρὸς οὐρανούς Θεοτόκε ἀνύψωσε· διὸ ἀνύψωσον κᾀμέ, ἐκ φθορᾶς νοσημάτων τοὺ χείρονος.
Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῇ σῇ ἀσκήσει, Ἀγάθων μακάριε, τὸν ἀγαθόν ἐθεράπευσας Κύριον· καὶ νῦν τὴν αὐτοῦ ἀγαθότητα, ἐξευμενίζου ἡμῖν τοῖς τιμῶσί σε, ὡς ἄν θείας χάριτος τύχωμεν.
Ὁ Οἶκος.
Τῆς ἀσκήσεως Πάτερ τὸν δίαυλον, θεολήπτῳ καρδίᾳ διήνυσας, ἀρνησάμενος πάντα τὰ πρόσκαιρα, καὶ σαρκὸς τὴν εὐπάθειαν Ὅσιε, καὶ ἠκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ, Ἀγάθων θεοφόρε· δι’ ἐγκρατείας γὰρ συντόνου, καὶ δεήσεως ἐκτενοῦς, καὶ ἀγρυπνίας καρτερᾶς, ἐνέκρωσας παθῶν τὰς ἐπαναστάσεις, καὶ τῆς ἀπαθείας δοχεῖον ὥφθης ὑπέρτιμον, τῷ οὐρανίῳ φωτί ἑνούμενος· ἐντεῦθεν τῇ Θεοτόκῳ πιστῶς διηκόνησας, τὴν ταύτης ἁγίαν Εἰκόνα ἐφανέρωσας, καὶ Μονὴν σεπτὴν ᾠκοδόμησας, εἰς πολλῶν σωτηρίαν αἰώνιον· καὶ νῦν τῆς θείας ἀπολαύων τρυφῆς, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε, ὡς ἀν θείας χάριτος τύχωμεν.
Συναξάριον.
Τῇ κη΄ τοῦ αὑτοῦ μηνός, μνήμην ποιοῦμεν τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀγάθωνος, τοῦ τὴν φερώνυμον Μονὴν ἐν Φθιώτιδι οἰκοδομήσαντος, ἔτι δὲ μνείαν ἄγομεν τῆς εὑρέσεως τῶν τιμίων αὐτοῦ λειψάνων.
Στίχοι·
Μονήν Ἀγάθων ἐγείρας θερμῇ πίστει.
Μοναῖς ἐνοικεῖ ἐπαξίως ταῖς ἄνω.
Ἑβδόμῃ Ἀγάθωνος ὀστέα γῆθεν φάνθη.
Οὗτος μακάριος ἦν τῷ πέμπτῳ καὶ δεκάτῳ αἰῶνι, τὴν ἀσκητικὴν μετερχόμενος πολιτείαν καὶ εὐαρεστῶν τῷ Κυρίῳ. Χρηματισθείς δὲ παρὰ τῆς Παναχράντου Θεοτόκου, εὗρε τὴν κεκρυμμένην αὐτῆς εἰκόνα καὶ ἀνέθετο ταύτην ἐν τῇ παρ’ αὐτοῦ κτισθείσῃ Μονῆ, φερούσῃ τὴν κλῆσιν αὐτοῦ, ἥν καὶ τῇ Κοιμήσει τῆς Πανάγνου Κόρης καθιέρωσεν. Εὑρέθησαν δὲ καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα, ὀσμὴν οὐρανίαν ἀποπνέοντα, χρόνοις πολλοῖς ὑπὸ γῇ Ἀπριλίου μηνός, ἐν ἔτει σωτηρίῳ (1959)· ἦν γὰρ ὁ τάφος αὐτοῦ, ἄγνωστος τελῶν, κάτωθεν τῆς Ἁγίας Τραπέζης, καὶ ἐπισκευῆς γενομένης, παρ΄ ἐλπίδα ἀνεκαλύφθη πρὸς χαρὰν ἡμῶν· καί ἀνεκομίσθησαν ἐκεῖθεν τὰ τίμια λείψανα, καὶ εὐλαβῶς κατετέθησαν ἐν τῷ τῆς Μο-
νῆς ναῷ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥείθροις ὁσίων σου ἱδρώτων, τῆς καρδίας σου τὴν ἄρουραν ἀρδεύσας, ἀφθαρσίας καρπούς προβάλλεις τοῖς βοῶσιν· Εὐλογητός εἶ, Κύριε, ὁ Θεός εἰς τοὺς αἰῶνας.
Γήινον ἅπαν ἀποῤῥίψας, ἀνεπτέρωσαι πρὸς τῆν Χριστοῦ ἀγάπην, καὶ ἀμέμπτως ἐν γῇ, Ἀγάθων βιοτεύσας, ἐν οὐρανοῖς ἀπείληφας, τῶν καμάτων σου τὰ γέρα.
Ἔχει τὰ θεῖα λείψανά σου, πάτερ Ὅσιε Μονὴ σου ἡ Ἁγία, θησαυρόν ἀληθῆ, Ἀγάθων καὶ ἐν ὕμνοις δοξάζει τὸν δοξάσαντα, τὴν σεπτήν σου Πάτερ μνήμην.
Θεοτοκίον.
Ῥῦσαι τοῦ ἐχθροῦ τῆς πανουργίας, τοὺς προστρέχοντας τῇ θείᾳ σου πρεσβείᾳ, καὶ πρὸς φῶς ἀληθοῦς ὁδήγει μετανοίας, Παρθένε Ἀειπάρθενε, τοὺς ὑμνοῦντάς σου τῆν χάριν.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἀκλινῶς πορευθείς ζωῆς τὴν τρίβον, πρὸς τὸ φῶς τοῦ Χριστοῦ, τῆς ἄνω βασιλείας, σὺν πᾶσι τοῖς Ἁγίοις κατεσκήνωσας, καὶ καθαγιάζεις, τοῖς θείοις σου λειψάνοις, ἡμᾶς πάτερ Ἀγάθων.
Σὲ φρουρὸν καὶ προστάτην ἡ Μονή σου, κεκτημένη σοφέ, μετὰ τὴν Θεοτόκον, χρεωστικῶς γεραίρει τοὺς ἀγῶνας σου, Κύριον ὑμνοῦσα, καὶ ὑπερυψοῦσα, Ἀγάθων θεοφόρε.
Ἰσχύν δίδου κατὰ τοῦ πολεμίου, τοῖς οἰκοῦσι σοφέ, ἐν τῇ σεπτῇ Μονῇ σου, καὶ τῶν πταισμάτων αἴτει τὴν συγχώρησιν, Ὅσιε Ἀγάθων, τοῖς προσερχομένοις τῇ εὐαγεῖ σορῷ σου.
Θεοτοκίον.
Μητροπάρθενε μόνη Θεοτόκε, ἡ τεκοῦσα Χριστὸν ἡμῖν ἀνερμηνεύτως, ταύτην τὴν Μάνδραν ῥύου πάσης θλίψεως, ἣν ὁ σὸς θεράπων ἀνέθετο Ἀγάθων, θερμῇ ἐν εὐλαβείᾳ.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ὁ βίος σου θεόφρον φωτοφανής, ἀρεταῖς καθωράθη κοσμοῦμενος, παντοδαπαῖς, καὶ ἡ κοίμησίς σου ὄντως σεπτή, Πάτερ Ἀγάθων πέφηνε· πρὸς γὰρ οὐρανίους διαμονάς μετέβης θεοφόρε, καὶ τοῖς Ἁγίων δήμοις συνηριθμήθης ἀγαλλόμενος.
Ὑπέρτερον τὸν νοῦν σου τῶν ἐν τῇ γῇ, ἐννοιῶν καὶ φροντιδῶν ἐτήρησας, μόνον Χριστόν, Πάτερ ἀγαπήσας ἀπό ψυχῆς· διὸ καὶ κατηξίωσαι, τούτου ἀπολαύειν ἐν οὐρανοῖς, φωτός τοῦ ὑπερφώτου, καὶ κάλλους τοῦ ἀῤῥήτου, κλέος Ἀγάθων τὴς Φθιώτιδος.
Μονήν σου θεοφόρε τὴν εὐαγῆ, τὴν τῷ σῷ κεκλημένην ὀνόματι, σκέπε ἀεί, καὶ ὡς κῆπον ταύτην ἀειθαλῆ, δεῖξον Ἀγάθων Ὅσιε, ὡς καρπούς ἀφθάρτους καὶ ἀγαθούς προσφέρειν τῷ Κυρίῳ, πληθύν τῶν σωζομένων, ἵνα σὲ πάντες μακαρίζωμεν.
Θεοτοκίον.
Μαρία Θεοτόκε Μῆτερ Θεοῦ, Ἀειπάρθενε Κόρη Πανάμωμε, μώμων δεινῶν, καὶ δελεασμάτων τῶν τοῦ ἐχθροῦ, τὸν νοῦν μου ἀπολύτρωσαι, καὶ μεμολυσμένην τὴν ψυχὴν ἐκκάθαρον τοῖς ρείθροις τῆς σῆς φιλανθρωπίας, καὶ σεσωσμένον με ἀνάδειξον.
Ἐξαποστειλάριον.
Ὁ οὐρανόν τοῖς ἄστροις.
Ὁ ἱερός Ἀγάθων, καθάπερ ἄστρον νοητόν, ἐν τῇ Φθιώτιδι λάμψας, καταπυρσεύει τοὺς πιστούς ταῖς μυστικαῖς φωταυγείαις, ἀσκητικῶς βιοτεύσας.
Καὶ τὸ τῆς Ἑορτῆς, ἤ τὸ παρὸν Θεοτοκίον.
Ὁτῶν ἁπάντων Κτίστης, ἐκ τῶν αἱμάτων σου Ἁγνή, σωματωθείς ὑπὲρ λόγον, σὲ προστασίαν ἀψευδὴ ἀνέδειξε Θεοτόκε, τοῖς σε πιστῶς ἀνυμνοῦσι.
Εἰς τοὺς αἴνους
Ἰστῶμεν στίχους δ΄ καὶ Ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Κόσμον καταλέλοιπας, καὶ τὰ ἐν κόσμῳ ὡς πρόσκαιρα, οὐρανίῳ σοῦ ἔρωτι, καὶ τὰ ὑπερκόσμια, Πάτερ ἀγαπήσας, κατάλληλον βίον, ἐπολιτεύσω ἐπὶ γῆς, πόνοις ἀσκήσεως ἐκκαθάρας σου, ψυχὴν τὲ καὶ διάνοιαν· ἔνθεν τοῦ πόθου σοὺ ἔτυχες, ὦ Ἀγάθων, συνόμιλος τῶν Ἁγίων γενόμενος.
Ἔλαμψας μακάριε ἀσκητικοῖς ἀγωνίσμασιν, ἐν τῇ Φθίᾳ ὡς ἄγγελος, καὶ Μονὴν περίβλεπτον, Ἀγάθων ἐγείρεις, οἶκον τῆς Τριάδος, προκαταστήσας σεαυτὸν καὶ οὐρανίων μονῶν ἠξίωσαι, τελέσας καὶ τὸν ἀγῶνα σου͵ καὶ τῶν Ἁγίων ἰσότιμος, ὡς αὐτῶν ἰσότιμος ἀνεδείχθης γηθόμενος.
Μύστης θεοφόρητος τῆς Θεοτόκου γενόμενος, παρ αὑτῆς χρησμόν ἅγιον, Ἀγάθων εἰσδέδεξαι, καὶ ἐν τῷ σπηλαίῳ, ταύτης τὴν Εἰκόνα εὗρες ὡς θεῖον θησαυρόν· ὅθεν ὡς θεῖον ἡμῶν δομήτορα, καὶ τύπων θείων πράξεων, ἀνευφημοῦντές σε Ὅσιε, τὴν σὴν μνήμην γεραίρομεν, τὰς ψυχάς φωτιζόμενοι.
Χρόνοις πολλοῖς Ἅγιε, ὑπὸ τὴν γῆν τὰ σὰ Λείψανα, τὰ σεπτα καὶ σεβάσμια, κρυπτόμενα εὕρηνται, ἄρτι θείᾳ νεύσει, νέμοντα ἀπαύστως ἁγιασμὸν καὶ φωτισμόν, καὶ εὐωδίαν ζωῆς οὐράνιον· διὸ τὴν τούτων εὕρεσιν, Πάτερ Ἀγάθων γεραίροντες, τὸν Χριστὸν μεγαλύνομεν, τὸν λαμπρῶς σὲ δοξασαντα.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τὴν ἀγγελικὴν πολιτευσάμενος ζωήν, ὅλη καρδία Χριστῷ δεδούλευκας, νόμους λαθών τῆς φύσεως· καὶ τῶν ὑπὲρ φύσιν ἐπάθλων, ἔτι ζῶν τὰς ἀποῤῥοίαςἐδέχου, καὶ μεταστάς τῶν τῇδε, ἀνακεκαλυμμένως τούτων ἀπολαύσεις, παρελθόντων τῶν ἐσόπτρων. Ἀλλ’ ὦ Ἀγάθων μακάριε, τὸν ἀγαθόν καὶ φιλάνθρωπον Θεὸν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Δοξολογία μεγάλη καί Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ συνήθη.
Ἀπόστολος καὶ Εὐαγγέλιον: Τοῦ Ἁγίου Σάββα, τῇ 5η Δεκεμβρίου.
Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίροις ὁ ἐν Φθίᾳ ἀγγελικῶς, τὸν βίον ἀνύσας, ἀρνησάμενος σεαὐτόν· Χαίροις, ὦ Ἀγάθων, Μονῆς σου τῆς ἁγίας, δομήτωρ καὶ μεσίτης θερμὸς πρὸς Κύριον.
Δίστιχον·
Ἀγάθων τὴν αἰνεσιν πρόσδεξαι ταύτην
Ἥν σοι Γεράσιμος ἐξύφανεν ἤδη.