Ακολουθία του Οσίου και Θεοφόρου Πατρός ημών Εφραίμ του εν Κατουνακίοις Ασκήσαντα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Ψαλλομένη τῇ 27η Φεβρουαρίου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια·
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὁσίων Ἐφραίμ, Ἀθωνιτῶν, εὖχος πολυτίμητον, Κατουνακίων ὡράϊσμα, πόνοις συντόνοις σου, ὁ εὐαρεστήσας, τῶν γονάτων κλίσεσιν, ὑπακοῇ καὶ νήψει τῷ Κτίσαντι, χάριν ἀπείληφας, δυσωπεῖν Αὐτὸν ἱκέταις σου, δοῦναι ἄμφω, ἰσχὺν καὶ ὑγίειαν.
Ἀνῆλθες βαθμίδας ἀρετῶν, ἀσκητὰ πανόσιε, διὰ συντόνου ἀσκήσεως, καὶ κατατήξεως, τῆς φθαρτῆς σαρκός σου, προσευχῆς καὶ νήψεως, Ἐφραὶμ ἡσυχαστῶν νέον σέμνωμα, ὁ τῶν δακρύων σου, γεωργήσας Κατουνάκια, ῥείθροις Πάτερ, τοῦ Ἄθωνος ἄνικμα.
Ὡς κόνιν ἀτμίδα καὶ σποδόν, πάντα λογιζόμενος, τὰ ἐν τῷ βίῳ φθειρόμενα, πνεῦμα ἐπτέρους σου, πρὸς τὰ ἐν τῷ πόλῳ, Πάτερ διαμένοντα, ἀεί· διὸ καὶ ὥσπερ ἰσάγγελος, τὰ Κατουνάκια, ἐν τῷ Ἄθωνι ἡγίασας, σῶν δακρύων, Ἐφραὶμ μάκαρ ῥεύματα.
Ὁμόζηλον τοῦ ἡσυχαστοῦ, Ἰωσὴφ τιμήσωμεν, οὗ φοιτητὴς ἐχρημάτισεν, Ὄρος εἰς Ἅγιον, καὶ τοῦ πανοσίου, Δανιὴλ ὁμότροπον, Ἐφραὶμ πνευματοφόρον ὡς ἔμψυχον, νήψεως ἄγαλμα, ἀκτησίας ταπεινώσεως, ἀσιγήτου, εὐχῆς καὶ ἀσκήσεως.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐνδυσάμενος ἐκ νεαρᾶς ἡλικίας, τὴν τοῦ Θεοῦ πανοπλίαν, ἐχώρησας πρὸς μάχας κατὰ πνευμάτων ἀκαθάρτων νυχθημέρους, καὶ ὑπακοῇ αὐτὰ θριαμβεύσας, εὐχῇ ἀσιγήτῳ καὶ σαρκὸς κατατήξει, ἐν Κατουνακίων ἐρήμῳ τῇ ἐν Ἄθωνι, Ἀγγέλων συνόμιλος ἠξιώθης γενέσθαι, Ἐφραὶμ κεχαριτωμένε Ὅσιε· ὅθεν τὴν μνήμην σου εὐλαβῶς ἑορτάζοντες, καὶ τὴν ἰσάγγελον πολιτείαν σου μεγαλύνοντες, τὰς εὐχάς σου πρὸς Κύριον ἐκδεχόμεθα, τὸν δωρούμενον πᾶσι ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, τοῦ Ἰωσήφ, Ἡσυχαστοῦ τῶν τρόπων, καὶ Δανιὴλ Ὁσίου, τοῦ ἐν Κατουνακίοις, Ἐφραὶμ σεπτέ, ὁμόζηλος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαῖρε, ὑπακοῆς, καὶ νήψεως ἀκρότης, εὐχῆς ἀδιαλείπτου, φιλόπονε ἐργάτα, Ἐφραὶμ πανοσιώτατε.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαῖρε, ὁ προσευχῇ, σαρκὸς κακοπαθείᾳ, καὶ νήψει καταντήσας, εἰς ὕψος ἀπαθείας, Ἐφραὶμ θεομακάριστε.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, ὁ γλυκασμὸς Ἀγγέλων καὶ χαρμονὴ Ὁσίων, Τριὰς Ὑπεραγία, πιστῶς δοξολογούντων Σε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, Μῆτερ Θεοῦ, Ἁγίου Ὄρους φύλαξ, Κυρία Θεοτόκε, καὶ πάντων θεία σκέπη, καὶ ταχινὴ ἀντίληψις.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῆς ἀενάου λαμπτὴρ νεόφωτε, Κατουνακίων οἰκῆτορ, Ἁγίου Ὄρους πυρσέ, ὁ φωτίσας ἀρετῶν σου τοῖς πυρσεύμασι, πάντας θειότατε Ἐφραίμ, καὶ εἰς ὕψος ἐπαρθείς, θεώσεως ἀπαθείᾳ, καὶ νήψει, μὴ διαλείπῃς, Χριστὸν ἡμῖν καθιλεούμενος.
Καὶ Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Κατουνακίων τὸ ἴον, Ἐφραὶμ τὸ ἥδιστον, Ἁγιωνύμου ὄρους, οἰκιστὴν τὸν θεόπνουν, ὡς στῦλον ἀγογγύστου ὑπακοῆς, καὶ σαρκὸς κατατήξεως, ἐγκωμιάσωμεν πάντα χαρμονικῶς, φιλεόρτων τὰ συστήματα.
Παλαίστραν δείξας ἀγώνων, τὰ Κατουνάκια, Ἁγιωνύμου ὄρους, τῶν συντόνων σου Πάτερ, ἐπύκτευσας ἐν τούτοις τὸν πτερνιστήν, καὶ θεόθεν ἀπείληφας, Ἐφραὶμ βραβεῖον ὡς νίκης σου τιμαλφές, στέφος Ὅσιε χρυσόπλοκον.
Προσομιλεῖν τῷ Κυρίῳ, μόνον ποθήσαντα, τῷ ἐφετῷ καρδίας, τῆς αὐτοῦ εὐσχημόνως, Ἐφραὶμ συνδεδεμένον πνευματικῶς, Ἰωσὴφ καὶ βαδίσαντα, τὰς ἀτραποὺς ὁσιότητος Δανιήλ, ἐν Κατουνακίοις μέλψωμεν.
Δεῦτε πιστοὶ συνελθόντες, Ἐφραὶμ τιμήσωμεν, Κατουνακίων εὖχος, καὶ αὐτοῦ τῶν λειψάνων, τὴν ἔμπλεων χαρίτων θήκην πιστῶς, ἀσπασώμεθα ψάλλοντες· χαῖρε ὁ πάνυ ἀξίως θαυμαστωθείς, ὡς Ἀγγέλων ἰσοστάσιος.
Τὸ εὐτελές σου ἀγώνων, σεπτῶν τριβώνιον, Ἐφραὶμ ἐνδεδυμένος, ὡς πορφύραν καὶ βύσσον, ἀπῆλθες ὑπαντῆσαι τῷ Λυτρωτῇ, Ἰησοῦ καὶ Παντάνακτι, ᾧ εὐηρέστησας πόνοις σου ἱεροῖς, καὶ ἀρίστοις κατορθώμασι.
Τὴν σὴν πανίερον μνήμην, πανηγυρίζοντες, Ἐφραὶμ πνευματοφόρε, φιλεόρτων οἱ δῆμοι, ἀγῶνάς σου τιμῶμεν πρὸς ἀρετῆς, ὁλοκλήρωσιν Ὅσιε, καὶ ἐκδεχόμενοι χάριν σου τὴν πολλήν, προσκυνοῦμέν σου τὰ λείψανα.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἔχοντα μισθὸν ἀθανασίας πλήρη, ἀσκητὴν Κατουνακίων θεοείκελον, εὐσχημόνως Ἐφραὶμ τιμήσωμεν, ἐν ἀγαλλιάσει λέγοντες· ὁ εὐάρεστος Θεῷ γενόμενος, δι’ ἀγώνων συντόνων στερήσεων καὶ κακουχίας, καὶ διακοσμήσας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, πολυτίμοις ἀρετῆς καὶ ἰσαγγέλου πολιτείας σαπφείροις, θεόθεν εὐλόγει καὶ ἁγίαζε τοὺς σὲ μεγαλύνοντας.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα·
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄ 1 – 11).
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι Αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον Αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τάς ὁδούς σου καὶ ἔλπισον ἐπ’ Αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος Αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε Αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο Αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 1 – 10).
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε Αὐτὸν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν Αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν Αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· Ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ Πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐ δὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει, εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 – 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ὁ Ἁγιώνυμος Ἄθως καὶ ἀγαλλιᾶσθε, οἱ ἐν Κατουνακίοις θεοφιλῶς ἀσκούμενοι, ἐπὶ τῇ σεβασμίᾳ μνήμῃ τοῦ νεολαμποῦς φωστῆρος τῆς Ἐκκλησίας, Ἐφραὶμ τοῦ οὐρανόφρονος· οὗτος γὰρ ἀναλαβὼν τὴν πανοπλίαν τῆς πίστεως, θώρακα δικαιοσύνης, καὶ ἀσπίδα νηστείας, ἐθριάμβευσεν ἐν ταῖς μάχαις κατὰ τοῦ Βελίαρ· ὡς νικητὴς οὖν παρεστὼς τῷ Κυρίῳ, οὐ παύει Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ αὐτοῦ, μνήμην τὴν πανσεβάσμιον.
Ἦχος β΄.
Ὁ ἀγαπήσας ἐκ μυχίων καρδίας Χριστοῦ τὴν πτωχείαν, καὶ κατακοσμήσας τὸ μέλαν καὶ εὐτελέστατον τῆς ἀσκήσεως τριβώνιον, μαργάροις δακρύων, ἀξίως θεόθεν, Ἐφραίμ, δεδόξασαι· ὅθεν ἐξεστηκότες πάντες οἱ φιλόσιοι ταῖς σαῖς ἀριστείαις, ἐν κατανύξει τιμῶμέν σε, ὡς ἰσάγγελον ἄνθρωπον, καὶ τὰς θεοπειθεῖς εὐχάς σου ἀπεκδεχόμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, καὶ ζωὴν τὴν αἰώνιον.
Ἦχος γ΄.
Στερούμενος, θλιβόμενος καὶ κακουχούμενος, ἀγρυπνῶν, εὐχόμενος, ἀσιτῶν καὶ νήφων, διέπλευσας τὸ πολυκύμαντον πέλαγος τῆς ἀσκήσεως ἐν Ἁγιωνύμῳ Ὄρει, Ἐφραὶμ τρισμακάριστε· ἀνελθὼν οὖν ἀρετῶν τὴν κλίμακα, καὶ οὐρανοπολίτης γενόμενος, χάριν εὗρες πρεσβεύειν Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ΄.
Πνευματικὴν παλαίστραν Κατουνάκια ἀναδείξας, συντόνοις καμάτοις ἐν αὐτοῖς, ἐπύκτευσας πτερνιστὴν τὸν ἀρχαῖον, Ἐφραὶμ πανόσιε· νικηφόρους οὖν ἐπιτελέσας ἀγῶνας, καὶ Νικηφόρῳ, σῷ σκληρῷ ἐν παιδαγωγίᾳ Γέροντι, σὺν Χριστῷ εὐαρεστήσας, καμάτοις σου ἀπῆλθες Αὐτῷ ὑπαντῆσαι ἐν πόλῳ, τῷ παρέχοντι πᾶσι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος ὁ αὐτός.
Τοῦ χοροῦ τῶν Ἀθωνιτῶν ὁσίων τὸν ἔσχατον, ἀναζωγραφήσαντα τὰ κατορθώματα ἀρτίως τῶν πάλαι πατέρων τιμήσωμεν, Ἐφραίμ, βροτὸν τὸν ἰσουράνιον, οὕτω λέγοντες· Ὑπακοῆς ἀκρώρεια καὶ προσευχῆς ἐνδιαίτημα, ὁ παῤῥησίαν εὑρὼν πρὸς Ὕψιστον
ὡς Αὐτοῦ φίλος γνήσιος, ἐκτενῶς Αὐτὸν ἱκέτευε ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ἡσυχαστῶν κορωνίς, τῆς ἀπαθείας ἀδιάσειστον ἔρεισμα, Πατέρων ὁσίων γέρας, Ἀθωνιτῶν νεαυγῶν, τῶν Κατουνακίων, μέγα κλέϊσμα· στρουθίον φιλέρημον, κελαδήσαν ταπείνωσιν, σκληραγωγίαν, τῆς σαρκὸς καὶ ἀνάτασιν, πρὸς τὸν Ὕψιστον, στεφοδότην τοῦ πνεύματος· Πάτερ πνευματοφόρητε, κανὼν διακρίσεως, ὁ μὴ δεχόμενος δῶρα, τιμὰς καὶ πρόσκαιρον ἄνεσιν, ἀλλὰ τὸν σὸν βίον, διελθὼν ἡδέων πάντων, σοφῶς στερούμενος.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἀγαπήσας Χριστόν, ἐκ τῆς νεότητος τῶν χρόνων σου, Ὅσιε, Θηβῶν Ἀμπελοχωρίου, τὸ εὐθαλὲς ἀληθῶς, βλάστημα καὶ ὄρους, Ἄθω ἥδυσμα· φιλόκαλον σέμνωμα, τῆς ἐρήμου καὶ κλέϊσμα, Κατουνακίων, ἡσυχίας ἐντρύφημα, ἀδιάλειπτον, ὁ εὐχὴν ἐργασάμενος· μάκαρ Ἐφραίμ ὁ Κτίσαντι, ἀσκήσει συντόνῳ σου, εὐαρεστήσας καὶ φθάσας, εἰς ἀρετῆς τελειώσεως, ἐπάλξεις ἀφράστου, ὡραιότητος ἀρτίως, πνευματοφόρητε.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην, ἐπιτελοῦντες λαμπρῶς, τὴν σὴν ἀκήρατον, Ἐφραὶμ ἀξιάγαστε, οἱ δῆμοι τῶν φιλοσίων, ἡσυχαστοῦ Ἰωσήφ, τρόπων θεαρέστων, ἰσοστάσιε, ὑμνοῦμεν ἀγῶνάς σου, ψυχικήν σου ἀνάτασιν, τὰς ἀγρυπνίας, κακουχίας σαρκίου σου, ἀσιγήτους σου, προσευχὰς καὶ ἀπάθειαν, θείαν σου καὶ λειψάνων σου, σορὸν ἀσπαζόμεθα, τῶν πανιέρων, θεόθεν, χαριτωθέντων καὶ ἅπασι, νοσοῦσιν ἰάσεις, δωρουμένων ἐν ἐσχάτοις, ἀφθόνως ἔτεσι.
Δόξα. Ἦχος πλ. δ΄.
Προσομιλεῖν Θεῷ μόνον ποθήσας ἐν βίῳ σου, καὶ σιωπὴν καὶ ἡσυχίαν ὁλοσχερῶς ἀγαπήσας, ὡς ἔγκλειστος ἐν Κατουνακίοις, τὸν δόλιχον τοῦ παρόντος βίου διῆλθες, Ἐφραὶμ ἀξιοθαύμαστε· λαβὼν οὖν ἐπαξίως θεόθεν, τὸ ἀντιμίσθιον τῶν καμάτων σου, ζωὴν τὴν αἰώνιον, μέροψ ἰσάγγελε, χάριν εὗρες πρεσβεύειν Κυρίῳ, ὑπὲρ τῶν ἐκθύμως τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεων.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῆς ἀενάου λαμπτὴρ νεόφωτε, Κατουνακίων οἰκῆτορ, Ἁγίου Ὄρους πυρσέ, ὁ φωτίσας ἀρετῶν σου τοῖς πυρσεύμασι, πάντας θειότατε Ἐφραίμ, καὶ εἰς ὕψος ἐπαρθείς, θεώσεως ἀπαθείᾳ, καὶ νήψει, μὴ διαλείπῃς, Χριστὸν ἡμῖν καθιλεούμενος.
Ἕτερον Ὅμοιον.
Τὸ γλυκύφθογγον δεῦτε καὶ καλλικέλαδον Κατουνακίων στρουθίον, πνευματοφόρον Ἐφραίμ, ἀσκητῶν τῶν τῆς ἐρήμου ἰσοστάσιον, μέλψωμεν ὕμνοις μελιχροῖς νοερᾶς ὡς προσευχῆς διδάσκαλον καὶ πυξίον σκληραγωγίας σαρκίου, αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ
Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Θεόπνουν ἀσκητήν, ὁσιότητος κέρας, φανὸν ὑπακοῆς, προσευχῆς ἀσιγήτου, σεπτὸν ἐργαστήριον, ὁλοθύμως τιμήσωμεν, ὡς ἀσκήσεως, Ἐφραίμ, συντόνου πυξίον, καὶ οἰκήτορα, Κατουνακίων ἐν Ἄθω, λαμπρὸν σεμνολόγημα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἡ θεία ἀρωγὸς, ὄρους Ἁγιωνύμου, προστάτις καὶ φρουρὸς, καὶ ἀντίληψις, Μῆτερ, θεόθεν ἐπόπτευε, τοὺς εἰς Σὲ καταφεύγοντας, Πορταΐτισσα, Παραμυθία γλυκεῖα, Ὁδηγήτρια, Γλυκοφιλοῦσα Παρθένε, Γερόντισσα Πάναγνε.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀξίως ὑμνοῦμέν σε ὡς ἀσκητῶν καλλονήν, τοῦ Ἄθωνος σέμνωμα καὶ θησαυρὸν τιμαλφῆ, Ἐφραίμ, θείας πίστεως, γέρας Κατουνακίων, μονοτρόπων ἀλεῖπτα, ἄριστε κατευθῦντορ, πρὸς ὁδοὺς σωτηρίας, ψυχῶν καὶ πρεσβευτὰ πρὸς Θεὸν πάντων θερμότατε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Σεμνὴ Οἰκονόμισσα, Μῆτερ τοῦ Λόγου Θεοῦ, Γερόντισσα Δέσποινα, Γλυκοφιλοῦσα ἁγνή, ᾠδαῖς Καρεώτισσα, μέλπομεν τὴν Σὴν χάριν, οἱ ἐν Ἄθω οἰκοῦντες, σπεύδοντες καθ’ ἑκάστην, ἐναργεῖ ἀρωγῇ Σου, καὶ σκέπῃ καὶ φρουρᾷ ἐν δεινοῖς, Γοργοϋπήκοε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν γεωργήσαντα, δακρύων χεύμασιν, ἐρήμου ἄγονον, Ἐφραίμ τιμήσωμεν, Κατουνακίων καὶ καρπὸν, πολύφορον ἐνεγκόντα, ἀρετῆς τῷ Κτίσαντι, ἀσκητῶν ὡς ὡράϊσμα, ἄρτι ὄρος Ἄθωνος, ἁγιάσαντα κράζοντες, ἐν ἄκρᾳ εὐλαβείᾳ· Ὁσίων, χαῖρε, νεοφανῶν λαμπρότης.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον φωτὶ τῆς Χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Τὸ μονάζον ἐπὶ δώματος Κατουνακίων, φιλέρημον στρουθίον τοῦ Ἄθωνος, Ἐφραίμ τὸν καλλικέλαδον τιμήσωμεν, ὡς εὑρόντα τὴν πρᾶξιν εἰς θεωρίας ἐπίβασιν, καὶ οὕτω βοήσωμεν· Ἀσκητὰ πανόσιε, ὁ εὐφράνας ψυχὰς θεοπνεύστοις σου ῥήμασιν, εὔφρανον καὶ τοὺς τιμῶντας τὴν μνήμην σου, εὐχαῖς σου πρὸς Κύριον.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….
Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς·
Ἐφραίμ, “Κατουνακίων ἀσκητοῦ, αἶνος. Χ.Μ.Μ.”
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἐφραίμ, νέον πύρσευμα, Κατουνακίων τιμήσωμεν, φωτίσαντα Ἄθωνα καὶ χριστωνύμων χοροὺς, ὁσιότητος, ἀκτῖσιν ἐκβοῶντες· συντόνου ἀσκήσεως, χαῖρε, ὡράϊσμα.
Φωτὶ ἐλλαμπόμενος, ἀδύτῳ, Πάτερ πανόσιε, Ἐφραίμ, κατηγλάϊσας, Ὄρους Ἁγίου κλιτῦς, ἐν τοῖς ἔτεσι, θεόφρον, τοῖς ἐσχάτοις, ἃς καὶ καθηγίασας, ῥείθροις δακρύων σου.
Ῥεόντων ὑπέρτερος, Ἐφραὶμ τρισμάκαρ τεθέασαι, ζηλώσας τὰ κρείττονα, ἡσυχαστὰ θαυμαστέ, ἰσοστάσιε, τοῦ Ἰωσὴφ ἐν δόξῃ, ὃν ἔσχες ἀόκνων σου, πόνων ἀρχέτυπον.
Θεοτοκίον.
Ἀπαύστως ὑμνοῦντές Σε, Θεοχαρίτωτε Δέσποινα, ἐν βίῳ τῶν δούλων Σου ὡς ἐναργῆ ἀρωγὸν, καταφεύγομεν, ἐν πάσῃ περιστάσει, σεπτῇ ἀντιλήψει Σου, Μῆτερ, καὶ χάριτι.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰθύνας τὰ διαβήματά σου, εἰς Ὄρος τὸ Ἅγιον, Ἐφραίμ, Θηβῶν Ἀμπελοχώριον κατέλιπες, γενέτειραν τὴν σὴν κλεινήν, οἰκείους σου καὶ συγγενεῖς, ἀξιάγαστε.
Μισήσας ἡδέα παιδιόθεν, τοῦ βίου ἐπόθησας, Ἐφραίμ, ἀεὶ τὰ διαμένοντα, καὶ ᾤκησας τὸν Ἄθωνα, Κατουνακίων ἔνοικος πνευματοφόρος γενόμενος.
Καλύβην Ἐφραὶμ Ὁσίου, Σύρου, παλαίστραν ἀνέδειξας σεπτὴν τῶν νυχθημέρων πόνων σου, ἐν ᾗ ἐχθρὸν ἐπύκτευσας τὸν νοητὸν παλαίσμασιν, Ἐφραίμ, συντόνοις, θεόληπτε.
Θεοτοκίον.
Ἀνάδειξον πάντας, Θεοτόκε, τὴν χάριν Σου, Μῆτερ ἀγαθή, ὁμολογοῦντας, πάντοτε φανοὺς λαμπροὺς τῆς πίστεως, λιταῖς Ἐφραὶμ θεόφρονος, Κατουνακίων κοσμήτορος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἴον εὔοσμον, Κατουνακίων, ὄρους ἔνοικε, ἁγιωνύμου, καὶ Ὁσίων νεαυγῶν ἐγκαλλώπισμα, πνευματοφόρε Ἐφραίμ, ὡς ἀσώματος, ἐπολιτεύσω καὶ μέροψ ἰσάγγελος· ὅθεν πόνους σου συντόνους στεῤῥᾶς ἀσκήσεως, ὑμνοῦντες εὐθαρσῶς σε μακαρίζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φύλαξ, ἔφορε, καὶ ἀντιλῆπτορ, ὄρους Ἄθωνος, Ἁγιωνύμου, Τριχεροῦσα, θαυμαστὴ Πορταΐτισσα, Γλυκοφιλοῦσα σεμνή, Οἰκονόμισσα, Παραμυθία, Γερόντισσα πάναγνε, Ὁδηγήτρια Παρθένε Γοργοϋπήκοε, θεόθεν περιφρούρει τοὺς τιμῶντάς Σε.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τὸν εὐχῆς ἀδιαλείπτου, ἀστραπαῖς ἐλλαμπόμενον, κλίσεων γονάτων, καὶ ὑπακοῆς ἀμαρύγμασι, φαίνοντα πᾶσιν, Ἐφραίμ, ἐγκωμιάσωμεν, ὡς νεόφωτον, Κατουνακίων ἐκπύρσευμα.
Ὁσιότητος πυξίον, προσευχῆς ἐντευκτήριον, ὁ ἀσκήσει δείξας, πρὸς τῆς ἀρετῆς ἐφαλτήριον, Ἐφραίμ, ἐπάλξεις, θεόφρον, Κατουνάκια, ἔσχες φρόνησιν, εὖ πολιὰν ἐκ νεότητος.
Ὑμνῳδίαις σε τιμῶμεν, τὸν ἀσκήσει βαδίσαντα, τρίβον ὁδηγοῦσαν, πρὸς σκηνάς, Ἐφραίμ, τελειώσεως, τῆς ἐγρηγόρσεως στῦλε παμφαέστατε, ὁ παννύχοις σου, φωτίσας στάσεσι πέρατα.
Θεοτοκίον.
Νῦν ὑμνοῦντές Σε, Παρθένε, χριστωνύμων διάσωσμα, ὡς βροτῶν τοῦ γένους, ἀπλανῆ πρὸς πόλον ἰθύντειραν, καὶ μεγαλύνοντες πόθῳ Σὰ θαυμάσια, τὸν πανάχραντον, πάντες δοξάζομεν Τόκον Σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀγγέλων συνόμιλε, προσώπου κάλλος ἄῤῥητον, κατιδεῖν ἠξίωσαι ἐν πόλῳ, οὐχ ἐν ἐσόπτρῳ, ἀλλ’ ὄμμασί σου σεπτοῖς, ἰδίοις τοῦ Λόγου τοῦ Θεοῦ, Ὅν, Ἐφραίμ, καμάτοις σου ἱεροῖς ἐμεγάλυνας.
Κοσμῆτορ ἀτίμητε, Κατουνακίων ἔτηξας, σάρκα σου βροτείαν ὡς κηρίον, φλογὶ νηστείας, ὑπακοῆς ἀκραιφνοῦς, Ἐφραίμ, ἀσιγήτου προσευχῆς, καὶ δακρύων, Ὅσιε, ἀσκητὰ ἰσουράνιε.
Ἰσχύσαντα μέλψωμεν, ἐχθρὸν τὸν παναλάστορα, πόνοις θριαμβεῦσαι νυχθημέροις, νηστείᾳ, νήψει, καρδιακῇ προσευχῇ, καὶ ἄκρᾳ σαφῶς ὑπακοῇ, νῦν Ἐφραὶμ τὸν Ὅσιον, Ἀθωνίτην ἰσάγγελον.
Θεοτοκίον.
Ὡς ἔνθερμος πρέσβειρα, ἡμῶν, Παρθένε, πρόσδεξαι, τάχος τὰς δεήσεις οἰκετῶν Σου, καὶ πρὸς Υἱόν Σου αὐτὰς τὸν μονογενῆ, προσάγαγε, Μῆτερ ἀγαθή, ὡς εὐῶδες, ἄχραντε, Θεοτόκε, θυμίαμα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νικήσας τὸν πολυμήχανον, Ἐφραίμ, τῷ ὅπλῳ σῆς ἐνασκήσεως, στέφος ἀπείληφας, ἐκ τῶν χειρῶν ἀμαράντινον, Χριστοῦ τοῦ στεφοδότου καὶ πανοικτίρμονος.
Ἀόκνοις πόνοις σου Ἄθωνα, ἐκλέϊσας, Ἐφραίμ, ὃν ἡγίασας, ῥείθροις δακρύων σου, δι’ ὧν αὐτοῦ ἐγεώργησας, τὸ ἄγονον, ὁσίων Πατέρων σέμνωμα.
Σκληραγωγίᾳ κοσμούμενος, οὐκ ἔδωκας κροτάφοις ἀνάπαυσιν, καὶ τοῖς βλεφάροις σου, ὕπνον, Ἐφραὶμ παμμακάριστε, ὁ φεύγων τῶν ἀνθρώπων δόξαν ψυχόλεθρον.
Θεοτοκίον.
Κινήσεις πράϋνον, Δέσποινα, σαρκὸς τὰς χαμαιζήλους πρεσβείαις Σου, Θεογεννήτρια, πρὸς τὸν Υἱόν Σου τὸν ἄχραντον, Θεοῦ Ὑψίστου Λόγον τὸν ὑπεράγαθον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Σκληραγωγούμενον, εὐχόμενον καὶ νήφοντα, Κατουνακίων ἀσκητὴν ἐγκωμιάσωμεν, ἀρετῶν τὸν ἀναβάντα πασῶν βαθμίδας, τὰς θυρίδας τοῦ νοὸς διὰ καθάρσεως, ὡς ἰσάγγελον βροτὸν ψαλμοῖς καὶ ᾄσμασι, θείοις κράζοντες· χαίροις, Πάτερ θειότατε.
Ἕτερον. Ὅμοιον.
Κατουνακίων θεαυγέστατον οἰκήτορα, πνευματοφόρον, γρηγοροῦντα, χαριέστατον καὶ ποθοῦντα τὴν τελείωσιν εὐσχημόνως μελῳδήσωμεν Ἐφραὶμ ὡς ἐνασκήσεως
ἰσαγγέλου κρίνον εὔοσμον κραυγάζοντες μετὰ πίστεως· Χαίροις, Πάτερ πανόσιε.
Ὁ Οἶκος.
Ἄγγελοι καθορῶντες ἐν τοῖς Κατουνακίοις ἐξέστησαν, Ἐφραίμ, σοὺς καμάτους καὶ σεμνῶν δῆμοι Ἀθωνιτῶν μονοτρόπων, χάριν τὴν ἐνοικοῦσάν σοι θεώμενοι, ἀνέκραζον ψυχῆς ἐν κατανύξει ταῦτα·
Χαῖρε, ἀσώματος σαρκοφόρος·
χαῖρε, οὐράνιος κληρονόμος.
Χαῖρε, ἀπαθείας καὶ νήψεως πρόβολος·
χαῖρε, ἀκτησίας καὶ χάριτος ἔνοικος.
Χαῖρε, βάθρον ἀδιάσειστον προσευχῆς καρδιακῆς·
χαῖρε, ῥεῖθρον διειδέστατον ἀκραιφνοῦς ὑπακοῆς.
Χαῖρε, ὁ μαθητεύσας Ἰωσὴφ παρὰ πόδας·
χαῖρε, ὁ πᾶσι δείξας ἀρετὴν σῆς καρδίας.
Χαῖρε, Θηβῶν βλαστὸς ἐνθεώτατος·
χαῖρε, κανὼν καὶ γνώμων χρηστότητος .
Χαῖρε, οἰκῆτορ τῶν Κατουνακίων·
χαῖρε, ἀκέστορ τῶν σοὶ προσιόντων.
Χαίροις, Πάτερ πανόσιε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΚΖ΄
Φεβρουαρίου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ ἐν Κατουνακίοις ἄρτι ἀσκήσαντος.
Στίχοι·
Ὑπακοῇ, εὐχῇ καὶ σκληραγωγίᾳ Ἐφραίμ, διέπρεψας ἐν Κατουνακίοις.
Συναξάριον.
Ὁ Ὅσιος καὶ Θεοφόρος πατὴρ ἡμῶν Ἐφραίμ, ὁ ἐν
Κατουνακίοις τοῦ Ἄθωνος θεοφιλῶς ἀσκήσας, ἐγεννήθη τῇ 6ῃ Δεκεμβρίου τοῦ 1912 ἐν Ἀμπελοχωρίῳ Θηβῶν. Γόνος πολυτέκνου οἰκογενείας ἐκ τεσσάρων τέκνων, τοῦ Ἰωάννου καὶ τῆς Βικτωρίας Παπανικήτα, ἔλαβε κατὰ τὸ ἅγιον βάπτισμα τὴν κλῆσιν Εὐάγγελος.
Παιδιόθεν Χριστὸν ἀγαπήσας καὶ συναναστρεφόμενος
μοναχοῖς καὶ μοναχαῖς αὐτῶν ἐμιμεῖτο τὴν ἰσάγγελον πολιτείαν. Ἐν ταῖς Θήβαις ἐγνώρισε καὶ τοὺς μετέπειτα αὐτοῦ πνευματικοὺς πατέρας Ἐφραὶμ καὶ Νικηφόρον, ὧν χαρισματικὸς ὑποτακτικὸς ἀνεδείχθη ἐν τῇ αὐτῶν καλύβῃ τοῦ Ὁσίου Ἐφραίμ, τοῦ Σύρου, ἐν Κατουνακίοις. Ἠγωνίζετο ἐκ νεότητος πνευματικῷ τῷ τρόπῳ διὰ τῆς ἀδιαλείπτου καρδιακῆς εὐχῆς, τῆς κλίσεως τῶν γονάτων, τῆς νηστείας καὶ τῆς ἄκρας ὑπακοῆς πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶθέωσιν.
Τῇ 14ῃ Σεπτεμβρίου τοῦ 1933 ὁ νεαρὸς Εὐάγγελος καταλιπὼν τὸν κόσμον ἀφίκετο εἰς τὸν Ἁγιώνυμον Ἄθωνα καὶ ἤρχισε τὴν ἀσκητικὴν αὐτοῦ πολιτείαν παρὰ τοῖς πνευματικοῖς αὐτοῦ πατράσι, Νικηφόρῳ καὶ Ἐφραίμ. Μετὰ παρέλευσιν ἓξ μηνῶν ἐκάρη μικρόσχημος μοναχὸς λαβὼν τὴν κλῆσιν Λογγῖνος. Ἐν ἔτει 1935 ἐκάρη μεγαλόσχημος λαβὼν τὴν κλῆσιν Ἐφραὶμ καὶ τὸ ἑπόμενον ἔτος ἐχειροτονήθη Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Χάριτι θείᾳ καὶ εὐλογίᾳ τοῦ αὐτοῦ Γέροντος συνεδέθη πνευματικῶς μετὰ τοῦ Ὁσίου Ἰωσήφ, τοῦ Ἡσυχαστοῦ, ἀσκήσαντος καταλυτικὴν ἐπιῤῥοὴν εἰς τὴν περαιτέρω ἀσκητικὴν αὐτοῦ πορείαν.
Μετὰ τὴν ἐν ἔτει 1973 κοίμησιν τοῦ Γέροντος Νικηφόρου,
ὄντως σκληροῦ ἐν παιδαγωγίᾳ, ᾧ ὑπετάγη ὁλοθύμως καὶ
ἀγογγύστως, ὁ Ὅσιος Ἐφραὶμ συνεκρότησεν ἰδίαν συνοδίαν.
Αὐτὴν ἐνουθέτει ὡς καὶ πάντα εἰς αὐτὸν προσερχόμενον τὴν ἄκραν καὶ γνησίαν ὑπακοὴν τοῖς πνευματικοῖς ἐξ ἀγάπης καὶ μόνον Χριστοῦ καὶ πρὸς ἀποφυγὴν τῶν προσβολῶν τοῦ Βελίαρ. Ἠξιώθη ἔχειν θεοφανείαν ἐν ἑκάστῃ Θείᾳ Λειτουργίᾳ καὶ βλέπειν ἀῤῥήτους καταστάσεις. Ἀπέλαβε πλουσίως θεόθεν τὴν χάριν τῆς διοράσεως, ἐδείχθη τηρητὴς τῶν πατρῴων παραδόσεων, ἔσχεν ἀκραιφνὲς Ὀρθόδοξον φρόνημα καὶ ἔφευγε τὰς τιμὰς καὶ τὴν δόξαν τῶν ἀνθρώπων.
Ὁ Ὅσιος Ἐφραὶμ ἐκ νεαρᾶς ἡλικίας ἔσχεν σκόλωπα ἐν τῇ
σαρκί, ἀλλεργίαν ἐκδηλωθεῖσαν ἐν τοῖς αὐτοῦ ὀφθαλμοῖς καὶ ἐκζεματώδη κατάστασιν ἀστραγάλου. Κατόπιν ἐγκεφαλικοῦ ἐπεισοδίου ἐν ἔτει 1996 παρέμεινε κλινήρης ἄχρι τέλους. Ἐκοιμήθη τῇ 14ῃ/27ῃ Φεβρουαρίου τοῦ ἔτους 1998 καὶ ἐτάφη ἐν τῷ περιβόλῳ τῆς αὐτοῦ καλύβης, ἐν τάφῳ ὑπ’ αὐτοῦ σκαφέντι. Τὰ τίμια αὐτοῦ καὶ μυροβλύζοντα λείψανα ἀνακομισθέντα εὐλαβῶς ἀποθησαυρίζονται ἐν τῇ αὐτοῦ καλύβῃ τῇ ἐπ’ ὀνόματι τοῦ Ὁσίου Ἐφραίμ, τοῦ Σύρου, καὶ ἐδείχθησαν πηγαὶ ἰαμάτων.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἡ πορεία σου, ἐπώφθη ἡ ἐπίγειος, Ἐφραὶμ ἀοίδιμε, οὐρανοδρόμος, σοφέ, ἧς Ἀμπελοχώριον ἀρχὴ καὶ εὔστοργος, κόλπος Κτίσαντος, Χριστοῦ τὸ πέρας, πάντιμε, ἐν λειμῶσιν οὐρανίοις.
Τοὺς τιμίους σου, ἀγῶνας μεγαλύνοντες, τοὺς ἐν τῷ Ἄθωνι, σὲ ἀνυμνοῦμεν, Ἐφραίμ, δι’ ὧνπερ συνέτριψας παγίδας ὄφεως, ἐγκαλλώπισμα, Κατουνακίων ἔμψυχον, καὶ ὡράϊσμα ἀζύγων.
Ὁσιώτατε, Ἐφραίμ, τὴν θείαν μνήμην σου, νῦν ἑορτάζοντες, τῶν φιλοσίων χοροὶ, ὑμνοῦμεν ἀγῶνάς σου, σεπτοὺς πρὸς θέωσιν, καὶ λειψάνων σου, τὴν θήκην ἀσπαζόμεθα, εὐλαβῶς τὴν σεβασμίαν.
Θεοτοκίον.
Ὑπερύμνητε, Παρθένε, τῶν τιμώντων Σε, Θεογεννήτρια, μὴ παύσῃ τῶν εὐλαβῶς, σπευδόντων Σῇ χάριτι, πάθη πραΰνουσα, καὶ νοσήματα, ἀνίατα διώκουσα, μητρικῇ Σου παῤῥησίᾳ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄθωνος νεόφωτε λυχνία, φωτίζουσα ἀστραπαῖς σῆς ὁσιότητος, οἰκουμένης πέρατα, σκοτομήνην σκέδασον, τῶν πειρασμῶν καὶ θλίψεων, Ἐφραὶμ θειότατε, τῶν πίστει εὐφημούντων σοὺς πόνους, καὶ ἀσπαζομένων λειψάνων σου τὴν θήκην.
Ἵλεων ἀπέργασαι τὸν Κτίστην, τοῖς πόθῳ σὲ μακαρίζουσι καὶ ᾄσμασι, στέφουσι τὴν μνήμην σου, τὴν λαμπρὰν καὶ πάμφωτον, Ἐφραὶμ ἀειμακάριστε, οἰκῆτορ πάνσοφε, σεπτῶν Κατουνακίων, ὁ ζῆλον Δανιὴλ κατέχων, τοῦ ἐν αὐτοῖς Ὁσίου.
Νῦν, Ἐφραίμ, ὡς ἄγαλμα τιμῶντες, θεόγλυπτον ἀπαθείας καὶ χρηστότητος, σέ πνευματοφόρητε, τὸ κοσμήσαν Ἄθωνα, Ἐφραίμ, κατασπαζόμεθα, λειψάνων θήκην σου, ἣν ἔχει ὡς θησαύρισμα θεῖον, ἡ τῶν νυχθημέρων, ἀγώνων σου καλύβη.
Θεοτοκίον.
Οἱ τῶν χριστωνύμων δῆμοι, Μῆτερ, ἀπαύστως Σε μεγαλύνοντες, Πανύμνητε, Τόκον Σου δοξάζομεν, Λόγον τοῦ Παντάνακτος τὸν ἄχραντον, δωρούμενον ἡμῖν τὸ ἔλεος καὶ πλῆθος οἰκτιρμῶν καθ’ ἑκάστην, τοῖς Ἐφραὶμ Ὁσίου νῦν ἐκτελοῦσι μνήμην.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Σὲ ὡς ἀσκητῶν, ἐνθέων καλλώπισμα ἐγκωμιάζομεν, εὐσεβῶν οἱ σύλλογοι, Ἐφραίμ, οἰκῆτορ σεμνὲ τοῦ Ἄθωνος ὡς Παρακλήτου Πνεύματος ταμεῖον ἄσυλον, καὶ δοχεῖον ἀρετῆς καὶ χάριτος, προσευχῆς νοερᾶς ἐντευκτήριον.
Χάριν σου ἡμῖν, θεόθεν κατάπεμψον τοῖς εὐφημοῦσί σε, καὶ λαμπρῶς γεραίρουσι, σὴν παῤῥησίαν πρὸς τὸν Θεάνθρωπον, ἣν ἔχεις ὡς ἰσάγγελος μέροψ καὶ ἔσοπτρον, θεοφόρε, ἀσκητῶν, καλλώπισμα, θεοφόρε Ἐφραίμ, ὄρους Ἄθωνος.
Μάκαρ ἀσκητά, Ἐφραίμ, σεμνολόγημα εὐχῆς, χρηστότητος, ἄκρας ταπεινώσεως, σκληραγωγίας σαρκὸς καὶ νήψεως, ἐπάκουσον δεήσεων ἡμῶν σπευδόντων σοι, καὶ τὴν θήκην τῶν σεπτῶν λειψάνων σου, προσκυνούντων πιστῶς, Πάτερ Ὅσιε.
Θεοτοκίον.
Μῆτερ τῶν πιστῶν, σεπτὸν καταφύγιον ἐν περιστάσεσι, χαῖρε, παραμύθιον, τῶν θλιβομένων, Γοργοϋπήκοε, Παρθένε Πορταΐτισσα, Ἀχειροποίητε, Τριχεροῦσα, κόσμου Ὁδηγήτρια, Καρεώτισσα καὶ Οἰκονόμισσα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡσύχαστα πανόσιε, Ἐφραὶμ πνευματοφόρητε, Κατουνακίων οἰκῆτορ, τῆς ἀρετῆς ἐκμαγεῖον, ὑπακοῆς ἀρχέτυπον, σκληραγωγίας σκήνωμα, καὶ προσευχῆς ἀνάκτορον, χαῖρε, ἐν Ὄρει Ἁγίῳ ὁ διαπρέψας ἀρτίως.
Θεοτοκίον.
Εὐλόγει καὶ ἁγίαζε, καὶ σκέπε, Μητροπάρθενε, τοὺς μεγαλύνοντας πόθῳ, τῶν θαυμασίων Σου πλῆθος, Παντάνασσα πανύμνητε, τοῦ κόσμου Ὁδηγήτρια, Γλυκοφιλοῦσα πάναγνε, Ἑλαιοβρῦτις γλυκεῖα, καὶ θεία Παραμυθία.
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Χαῖρε, ἀσκητῶν ἀγλάϊσμα, Κατουνακίων, Ἐφραίμ, ὁ ἀρδεύσας δακρύων σου, ταῖς ῥανίσιν ἄγονον, πρὸς πολύφορον βλάστησιν, τῆς ἀπαθείας, ἤθους χρηστότητος, σκληραγωγίας, σαρκὸς καὶ νήψεως, πόθῳ κραυγάζοντες, ἐκτελοῦμεν μνήμην σου τὴν ἱερὰν, ὄντως καὶ σεβάσμιον, Πάτερ ἰσάγγελε.
Χαῖρε, Ἰωσὴφ ὁμόζηλε, Ἡσυχαστοῦ, ἀρετῶν, προσευχῆς, ταπεινώσεως, ἀσιτίας, νήψεως, καὶ ἡδέων στερήσεως, Ἐφραίμ Ὁσίων φανὲ νεόφωτε, ὁ λάμψας ἄρτι ἐν ὄρει Ἄθωνος, καὶ τῶν προσφύγων σου, καταυγάσας, πάμφωτε, τὰς ἀτραποὺς, πρὸς σαφῆ ἐκμίμησιν, κατορθωμάτων σου.
Χαῖρε, ἀρετῆς καὶ νήψεως ὁ ἐραστής, Δανιὴλ, ὁ ποθήσας μιμήσασθαι, τρόπους ὁσιότητος, τοῦ πρὸ σοῦ ἁγιάσαντος, Κατουνακίων τὴν Σκήτην, σέμνωμα, τῆς ἀπαθείας, καὶ διακρίσεως· χαῖρε ἰσάγγελε, Πάτερ, ὁ τὴν κλίμακα τῶν ἀρετῶν, ἀνελθὼν ἐν Ἄθωνι, Θεοῦ τῇ χάριτι.
Χαῖρε, ἀντιλῆπτορ ἄγρυπνε, τῶν σὲ καλούντων, Ἐφραίμ, εὐλαβῶς καὶ λειψάνων σου, θήκην τὴν πανίερον, προσκυνούντων ἑκάστοτε, τῶν ἀσθενούντων ἀκέστορ τάχιστε, καὶ φύλαξ πάντων, τιμώντων μνήμην σου, τὴν ἀεισέβαστον, δαψιλῶς ὁ ἄνωθεν χάριν λαβών, δυσωπεῖν τὸν Ὕψιστον, ὑπὲρ προσφύγων σου.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ὁ νεολαμπὴς Ἀθωνίτης Ὅσιος, Ἐφραὶμ ὁ πνευματέμφορος, συγκαλεῖ πάντας ἡμᾶς εἰς πνευματικὴν εὐωχίαν, τοὺς ἑορτάζοντας αὐτοῦ μνήμην τὴν πάντιμον· δεῦτε οὖν, φιλέορτοι, τρυφῶντες τῶν αὐτοῦ κατορθωμάτων, ἀπολαύσωμεν τῆς χάριτος, ἣν ἔχει πρὸς Ὕψιστον, δι’ ἧς παρέχει πᾶσι τοῖς αὐτὸν μακαρίζουσι, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα.
Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,…
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος· Πρὸς Γαλάτας (Κεφ. ε΄ 22 – στ΄ 2 ).
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,…
Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ΄ Ἑβδομάδος.
Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. ιγ΄ 17 – 23 ).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…
Ζήτει τῇ Πέμπτῃ τῆς Δ΄ Ἑβδομάδος.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Χαίροις, ὁ ἀσκήσας ὑπερφυῶς ἐν Κατουνακίοις, καὶ ἐγγίσας τὸν οὐρανὸν, στάσεσι παννύχοις, δεήσεσι καὶ νήψει, Ἐφραὶμ πνευματοφόρε, Ἄθωνος κλέϊσμα.
Τρισσεῦον, “Κύριε, ἐλέησον”, ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους
Ὁ τὰ Κατουνάκια* ἁγιάσας, χάριν σου* δός, Ἐφραίμ, ἱκέταις σου.
Δίστιχον.
Ἐφραίμ, τὸν ἐν Κατουνακίοις ὕμνησεν,
νέον πίστεως φωστῆρα, Χαραλάμπης.
ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ