Ακολουθία του Οσίου και Θαυματουργού Διδασκάλου Αναστασίου Τουπικλήν Γορδίου Μαθητή του Οσίου Ευγενίου του Αιτωλού του εκ Βραγγιανών Αγράφων

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

ΕΝ  Τῼ  ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ  Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Θεοειδῶν διδασκάλων τὸ ἐγκαλλώπισμα, τὸν μαθητὴν Ὁσίου Εὐγενίου ἐκθύμως ὡς γόνον καὶ φωστῆρα Βραγγιανῶν, Ἀναστάσιον Γόρδιον, ἀνευφημήσωμεν ᾄσμασι μελιχροῖς φιλεόρτων τὰ συστήματα.

Πεπαιδευμένον παιδείαν πᾶσαν τὴν θύραθεν καὶ τὴν θεολογίαν, Ἀναστάσιε μάκαρ, ἐσχόλαζες ἀπαύστως τῇ τῶν Γραφῶν ἀναγνώσει καὶ ἔγραφες ἐπιστολὰς ψυχοτρόφους, θεοειδὲς τῶν Ἀγράφων γόνε, Γόρδιε.

Τὸν μαθητὴν Εὐγενίου τὸν εὐπειθέστατον τοῦ Αἰτωλοῦ Ὁσίου καὶ διδάσκαλον γένους ἡμῶν ἐν δυσχειμέροις ἔθνους καιροῖς, Ἀναστάσιον Γόρδιον, Ἱερομόναχον μέλψωμεν εὐλαβῆ, εὐσεβείας ὡς θησαύρισμα.

Ὑφηγητὴν εὐσεβείας πολυμαθέστατον, τὸν ἀθορύβως βίον μετελθόντα εὐσχήμως, τὸ καύχημα τὸ μέγα Βραγγιανῶν,
Ἀναστάσιον Γόρδιον, ὥσπερ ἀνάργυρον μέλψωμεν ἰατρὸν καὶ διδάσκαλον θεόσοφον.

Δόξα.
Ἦχος β΄.
Τὸν σοφώτερον καὶ ὁσιώτερον τῶν λογίων διδασκάλων, διαπρέψαντα ἐπ’ ἀρετῇ καὶ χρηστοηθείᾳ, μαθητὴν καὶ βιογράφον Εὐγενίου, τοῦ ἐξ Αἰτωλίας Ὁσίου, Ἀναστάσιον μέλψωμεν Ἱερομόναχον, τὸν Γόρδιον, ἀξιοχρέως κραυγάζοντες· Ἀγράφων τιμαλφέστατον ἀγλάϊσμα καὶ Βραγγιανῶν γόνε καὶ καύχημα, ὁ συνεπὴς τῇ διδασκαλίᾳ καὶ τῇ πράξει, πρὸς ὁδοὺς χρηστοηθείας καὶ γνώσεως ἐνθέου κατεύθυνον τοὺς λαμπρῶς ἐπιτελοῦντας τὴν μνήμην σου.

Καὶ νῦν.
Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου……

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις, Βραγγιανῶν Σχολῆς ὁ ὑφηγήτωρ, ὁ λόγιος καὶ σώφρων, ὁσίως ὁ τὸν βίον τελέσας, Ἀναστάσιε.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, τὸ διαυγὲς τοῦ Παρακλήτου σκεῦος, τῶν διδασκάλων γέρας καὶ ἰατρῶν ἀμίσθων σεμνότης, Ἀναστάσιε.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Γόρδιε θαυμαστέ, Ὁσίων διδασκάλων σοφολογιωτάτων τοῦ ἔθνους ἐκμαγεῖον ἐδείχθης, Ἀναστάσιε.

Δόξα.
Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός, σοφίζων διδασκάλους πιστῶν πρὸς σωτηρίαν, Τριὰς ὑπαραγία, ὑπέρχρονε καὶ σύνθρονε.

Καὶ νῦν.
Θεοτοκίον.
Χαῖρε, καταφυγὴ Χριστιανῶν ἁπάντων ἐν πάσῃ περιστάσει, σεμνὴ Θεογεννῆτορ, Παρθένε παναμώμητε.

Νῦν ἀπολύεις… τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀναστάσιε Γόρδιε, διδασκάλων καλλώπισμα Ἑλληνομουσείου Ἀγράφων πάνσεπτον, Βραγγιανῶν εὐθαλέστατε βλαστὲ καὶ κιννάμωμον ἀγωγῆς θεοφιλοῦς, τῆς ἐλπίδος τὸ ζώπυρον διετήρησας δι’ ἀνάστασιν γένους Ὀρθοδόξου δι’ οὗ πάμφωτον ἀνήφθη Ἐθνεγερσίας ἐκπύρσευμα.

Ἀναστάσιε Γόρδιε, μέγας ἐν ὁσιότητι καὶ πολὺς ἐν βάθει σοφίας πέφηνας, ὁ θεοῤῥήμων διδάσκαλος καὶ σοῦ ὑφηγήτορος Εὐγενίου Αἰτωλοῦ μαθητὴς εὐπεθέστατος, ὁ ἀνάργυρος ἰατρὸς τῶν ἀλγούντων καὶ χαρίεις ἐπιστολογράφος, ἄνερ θεοφιλὲς καὶ θεόσοφε.

Τὴν σεβάσμιον κάραν σου, ἀληθῶς μυροβλύζουσαν καὶ χαριτωθεῖσαν ἀφθόνως ἄνωθεν πανευλαβῶς ἀσπαζόμεθα, θεόφιλε Γόρδιε, ἐν Ναῷ Βραγγιανῶν, σῶφρον Ἱερομόναχε, Ἀναστάσιε, πανευφήμου Παρασκευῆς, οὗ τέμπλου ἐπιχρύσωσις προνοίᾳ ἐπερατώθη τῇ θείᾳ σου.

Δεῦτε πάντες ἐν ᾄσμασιν Ἀναστάσιον Γόρδιον ὡς πεπαιδευμένον ἄνδρα τιμήσωμεν, ἐλλογιμώτατον, ἔμφρονα τῆς γλώσσης εἰδήμονα τῶν Ἑλλήνων ἀληθῶς καὶ Λατίνων, διδάσκαλον θεοφώτιστον, μαθητὴν τοῦ Ὁσίου Εὐγενίου εὐπειθῆ καὶ βιογράφον αὐτοῦ σεπτὸν καὶ φιλόστοργον.

Ἰατρὸν ὁσιώτατον σὲ ὠνόμαζον, Γόρδιε, μάκαρ Ἀναστάσιε, εἰς περίχωρον Βραγγιανῶν, ἔνθα βίον σου μετῆλθες, ἀοίδιμε, ἀθορύβως ταῖς Γραφαῖς ἐντρυφῶν καὶ νεότητα τὴν Ὀρθόδοξον τὰ σωτήρια γράμματα διδάσκων, ἐν πτωχείᾳ καὶ δουλείᾳ στενούσῃ, πνευματοφόρητε.

Ἀναστάσιε Γόρδιε, ἐπιστῆμον θεόσοφε, φάρε ὁσιότητος τηλαυγέστατε, τῆς εὐσεβείας μυράλειπτρον εὐῶδες καὶ κύμινον φιλανθρώπου ἀγωγῆς, τὴν ὑπέρτιμον μνήμην σου ἑορτάζοντες ἐκδεχόμεθα πίστει τὰς λιτάς σου πρὸς τὸν θεῖον Πλαστουργέτην καὶ πανευΐλατον Κύριον.

Δόξα.
Ἦχος πλ. β΄.
Τὸν ἐν Ἀγράφοις γλυκύφθογγον καὶ θεόσοφον διδάσκαλον μὴ χωρίζοντα ἀρετῆς τὴν ἐπιστήμην, Ἀναστάσιον τιμήσωμεν τὸν Γόρδιον ὡς ψυχὰς νεότητος ποτίσαντος δι’ ὕδατος διειδεστάτου ἑλληνοχριστιανικῆς παιδείας, ἐν κατανύξει λέγοντες· Ὁ ἐκ τοῦ περισσεύματος τῆς παναγάθου σου καρδίας διδάσκων καὶ σοὺς λόγους σφραγίζων ἔργοις εὐποιΐας σου, ὁ τοῦ Χριστοῦ ἀγαπῶν τὴν πτωχείαν καὶ ἀθορύβως τὸν βίον μετερχόμενος, ἁγίασον διδασκάλους καὶ μαθητὰς τοῦ ἔθνους ἡμῶν Σχολείων καὶ σῶσον ἐκ θανάτου εὐχαῖς σου τοὺς τιμῶντας ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν.
Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,…

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 1 – 9)
Ἀκούσατε, παῖδες, παδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν· δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε. Υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός, οἳ ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς τὴν καρδίαν· φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος, μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς καὶ τηρήσει σε· περιχαράκωσον αὐτὴν καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 10 – 19)
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὀδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 – 10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα Ἦχος α΄.
Πεπαιδευμένον ἄνδρα τὴν τε θύραθεν παιδείαν καὶ τὴν ἱερὰν Θεολογίαν, δεῦτε πάντες τιμήσωμεν, Ἀναστάσιον τὸν Γόρδιον, ὡς ἀχανέστατον πέλαγος τῶν Χαρίτων τοῦ Πνεύματος, πολύπλευρον ἐν Βραγγιανοῖς δρᾶσιν ἀναπτύξαντα καὶ τὴν νεότητα φωτίσαντα· οὗτος γὰρ φωτὶ κατηυγασμένος τῷ ἀνεσπέρῳ ὡς ἀστὴρ ἐν Ἀγράφοις ἀνέτειλε καὶ πάντας ἐφώτισε τοὺς παρ’ αὐτὸν μαθητεύσαντας καὶ τοὺς ἐν ἀγνωσίᾳ καθεύδοντας· καὶ νῦν Φωτὸς τοῦ ἀστέκτου ἐν πόλῳ ἀπολαύων ἐκτενῶς τὸν Φωτοδότην Θεάνθρωπον ἱκετεύει ὑπὲρ φωτισμοῦ τῆς νεότητος καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τὸν ἐν Ἀθήναις τῆς ἑλληνικῆς γλώσσης καταστᾶντα εἰδήμονα καὶ τῆς λατινικῆς ἐν Παδόβῃ, ἐλλογιμώτατον καθηγητὴν τιμήσωμεν, Ἀναστάσιον τὸν Γόρδιον, ἐκ μυχίων κραυγάζοντες· Τοῦ Ἑλληνομουσείου τῶν Ἀγράφων Ἱερομόναχε ὑφηγῆτορ, ἡ σάλπιγξ ἀφυπνήσεως τῆς νεότητος πρὸς ἀρετῆς τῆς πατρῴας συνέχειαν, ῥῦσαι ἡμᾶς ἐπιβουλῆς τοῦ ἀλλοτρίου καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Ὁ ἀναιρέσας ἀζυμιτῶν τὴν πλάνην καὶ στηλιτεύσας τὴν ἀπάτην τῶν ἐκγόνων τῆς Ἄγαρ, ὁ βιογραφήσας φιλοστόργως τὸν διδάσκαλόν σου, Ὅσιον Εὐγένιον, καὶ ψυχωφελεῖς ἐπιστολὰς συγγράψας, ὡς ἥλιος ἐν Βραγγιανοῖς ἀνέτειλας, Ἀναστάσιε Γόρδιε· ὅθεν ἡμεῖς τὴν μνήμην σου σήμερον ἑορτάζοντες καὶ τὴν θεοφιλῆ σου πολιτείας ἐπαινοῦντες τὰς ἀδιαλείπτους σου εὐχὰς πρὸς Κύριον ἐκδεχόμεθα τὸν παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος δ΄.
Τὸν Ἀγράφων εὐσκιόφυλλον δένδρον πρὸς οὐρανὸν μεταφυτευθὲν Χάριτι Θείᾳ, Ἀναστάσιον Ἱερομόνανον, τοὐπίκλην Γόρδιον, οἱ πιστοὶ ἐγκωμιάσωμεν λέγοντες· Ὀρθοφρονῶν καὶ ἑλληνοφρονῶν διδάσκαλε, ὁ τὴν νεότητα ἀπλανῶς ἰθύνας πρὸς ἐπάλξεις σωτηρίας, ῥῦσαι αὐτὴν εὐχαῖς σου πάσης ἐπιβουλῆς τοῦ μισοκάλου, τὴν νῦν ἑορτάζουσαν πόθῳ τὴν πανσεβάσμιον μνήμην σου.

Δόξα.
Τὸν ταπεινῶς καὶ ἀθορύβως ἐργασάμενον ἐν ταῖς καρδίαις τῆς νεότητος, Ἀναστάσιον ἐγκωμιάσωμεν τὸν Γόρδιον, ὡς ἄνδρα εὐλαβῆ καὶ ἐνάρετον καὶ διδάσκαλον ὡς πνευματέμφορον αὐτῷ κραυγάζοντες· Ὁ σπορεὺς τοῦ καλοῦ σπόρου τῆς πίστεως καὶ ἐνθέου προόδου, ὡς ῥιζοτόμος λαοῦ ἀγνωσίας καὶ φυτοκόμος Θεοῦ ἀληθείας, πίανον τὰς αὐχμώσας τῆς νεότητος τοῦ Ἔθνους ἡμῶν καρδίας νάμασι τῶν θεοπειθῶν εὐχῶν σου πρὸς ἀμητὸν ἀρετῶν πλούσιον καὶ ζωὴν τὴν ἐν πόλῳ αἰωνίζουσαν.

Καὶ νῦν.
Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου…

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῶν διδασκάλων κρηπίς, Βραγγιανῶν τὸ τιμαλφὲς σεμνολόγημα, Ἀγράφων ἡ κοσμιότης, ὁ εὐπειθὴς μαθητὴς θείου Εὐγενίου, Ἀναστάσιε, θεόσοφε Γόρδιε, ἰατρὲ δοκιμότατε, ὁ ἀναργύρως θεραπεύων νοσήματα καὶ ἰώμενος τὰς ψυχὰς καὶ τὰ σώματα Χριστιανῶν, ἀοίδιμε, ταμεῖον τῆς Χάριτος τοῦ πανσθενοῦς Παρακλήτου καὶ διαυγέστατον ἔσοπτρον τῆς φιλανθρωπίας, ἀρετῆς, χρηστοηθείας καὶ ὁσιότητος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ μαθητεύσας σεμνῶς παρὰ τοὺς πόδας Εὐγενίου τοῦ μάκαρος, τοῦ πήξαντος ἐν Ἀγράφων Βραγγιανοῖς τοῖς κλεινοῖς Ἑλληνομουσεῖον, πάτερ ὅσιε, πραότατε, δίκαιε, εὐλαβές, εὐσυμπάσθητε, τῆς νεολαίας ἰθυντὴρ ἀπλανέστατε πρὸς τελείωσιν ἀρετῆς καὶ πρὸς πρόοδον πνευματικήν, θεσπέσιε, κανὼν ὁ εὐθύτατος τῶν διδασκάλων τοῦ ἔθνους τῶν πᾶσι γνῶσιν τὴν ἔνθεον ὑφηγησαμένων, ὁ σχολάζων ἀναγνώσει Γραφῶν ἑκάστοτε.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην τὴν σὴν τελοῦντες λαμπρῶς Βραγγιανῶν, Ἱερομόναχε, οἱ σύλλογοι καὶ πόθῳ ἀσπαζομένων τὴν σὴν σεπτὴν κεφαλὴν ἐν Ναῷ παγκάλλῳ, Ἀναστάσιε, πανεύφημε Γόρδιε, ὃ Εὐγένιος ἔκτισε, διδασκαλός σου, Αἰτωλὸς ὁ θειότατος, ἀναλώμασι τούτου Ὁσιομάρτυρι Παρασκευῇ, πληρούμεθα ἀφθόνως σῆς χάριτος καὶ ἀπολαύομεν τάχος σῆς ἐναργοῦς ἀντιλήψεως, φρουρᾶς, προστασίας, ὑγιείας ἄμφω, ἄνερ, καὶ σκέπης, Ὅσιε.

Δόξα.
Ἦχος πλ. δ΄.
Ἄνδρα πολυμαθῆ καὶ ἐλλόγιμον, πλήρη χάριτος καὶ Θεοῦ σοφίας, τὸν διδάξαντα καὶ ἐν ταὐτῷ ποιήσαντα, ὡς λύχνον νεόφωτον ἀκτῖσιν αὐτοῦ διδαχῶν καὶ ἔργων καταφωτίσαντα τοὺς ἐν Ἀγράφοις οἰκοῦντας, Ἀναστάσιον Ἱερομόναχον, τὸν Γόρδιον, τιμήσωμεν οὕτω λέγοντες· Ὁ ἀρότρῳ διδασκαλίας σου γεωργήσας τῆς νεότητος καρδίας καὶ αὔλαξι σῆς θεοσοφίας αὐτὰς καταρδεύσας πρὸς πολύφορον ἀρετῆς καρποφορίαν, ἀροτρίωσον εὐχαῖς σου ἡμῶν τὰς ἀνίκμους καρδίας πρὸς ἐκβλάστησιν θεογνωσίας καὶ ζωῆς τῆς ἀλήκτου, σὺν Χριστῷ Παντοκράτορι.

Καὶ νῦν.
Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι…

Νῦν ἀπολύεις….τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον·
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀναστάσιον Γόρδιον εὐφημήσωμεν, Βραγγιανῶν ἐν Ἀγράφοις φωστῆρα νεολαμπῆ, ὡς σοφίας ἀκραιφνοῦς Ἱερομόναχον τύπον καὶ πάσης ἀρετῆς ὑφηγήτορα σεπτὸν ἐμπράκτῳ φιλανθρωπίᾳ τὸν διαλάμψαντα πόθῳ αὐτοῦ πρεσβείας ἐξαιτούμενοι.

Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος…

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Βλαστὸν Βραγγιανῶν εὐθαλῆ εὐσχημόνως καὶ ἴον εὐανθὲς ἐν Ἀγράφοις ἀνθήσαν πρὸς τέρψιν νεότητος, Ἀναστάσιον Γόρδιον εὐφημήσωμεν ὡς διδασκάλων ἐνθέων ἐγκαλλώπισμα καὶ μαθητὴν Εὐγενίου Ὁσίου θεόσοφον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Εὐχαῖς σου μητρικαῖς τὰς θυρίδας τὰς πέντε ἀσφάλισον, ἁγνή, τῆς νεότητος, Μῆτερ, τὰ ὦτα, τὰ ὄμματα, χεῖρας, γλῶσσαν καὶ ὄσφρησιν, παντευλόγητε, ἵνα μὴ εὕρη ὁ ὄφις, ὁ μισόκαλος τὴν εὐκαιρίαν ἁλῶσαι αὐτὴν ἁμαρτήμασι.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν θεῖον διδάσκαλον Βραγγιανῶν τῆς Σχολῆς, σοφίας τὸ ἔκτυπον καὶ ἀληθοῦς προσφορᾶς πρὸς στένοντας ἅπαντας μέλαθρον ἐγκωμίων καταστέψωμεν ῥόδοις Γόρδιον κεκλημένον Ἀναστάσιον πάνυ, ἀμέμπτως διελθῶντα αὐτοῦ βίον τὸν πρόσκαιρον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Φωνῆς νῦν ἐπάκουσον τῶν σῶν θερμῶν οἰκετῶν καὶ πᾶσι κατάπεμψον ἐξ ὕψους δόξης τῆς σῆς τὸ ἄμετρον ἔλεος, Δέσποινα Θεοτόκε, τοῦ ἀχράντου σου Τόκου, ὑπερευλογημένη, δωρουμένου ἀπαύστως ἡμῖν τῶν οἰκτιρμῶν ποταμούς, παντελεήμονος.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν πνευματέμφορον ὄντως διδάσκαλον, τὴν παναρμόνιον ἅρπαν τῆς χάριτος, καὶ σάλπιγγα τῆς ἀρετῆς μεγάφωνον εὐσχημόνως, ὕμνοις Ἀναστάσιον μελῳδήσωμεν Γόρδιον τῶν Ἀγράφων καύχημα καὶ τῆς πίστεως σέμνωμα βοῶντες ἐν πολλῇ εὐλαβείᾳ· Χαῖρε, σοφίας ὑφηγῆτορ.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 -16 ).
Ζήτει τῇ μνήμῃ τοῦ Ἁγίου Ἰωάννου, τοῦ Χρυσοστόμου.

Ὁ Ν΄ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ Διδασκάλου πρεσβείαις, Ἐλεῆμον,..
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Τὸ ὕψος τῆς σοφίας καὶ τὸ βάθος τῆς ταπεινώσεως, Ἱερομοναχον διδάσκαλον τῶν Ἀγράφων θεοφώτιστον, Ἀναστάσιον ἐγκωμιάσωμεν τὸν Γόρδιον, ὡς θεόγραφον ἀρετῆς βίβλον οὕτω λέγοντες· Ὁ δείξας νεότητι τὴν ἀπάγουσαν τρίβον ἐκ τοῦ κατ’ εἰκόνα εἰς τὸ καθ’ ὁμοίωσιν καὶ εὐαρεστήσας τῷ κόσμῳ ἰατρικῇ σου ἐπιστήμῃ καὶ συγγράμμασι θεοπνεύστοις σου, μὴ παύσῃ Χριστὸν ἱκετεύων ὑπὲρ προόδου κατ’ ἄμφω τῆς νεολαίας καὶ διασώσεως αὐτῆς ἐκ τοῦ νοητοῦ θηρὸς τῶν ὀνύχων, θεσπέσιε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου….

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου Διδασκάλου, οὗ ἡ Ἀκροστιχίς·
Ἀναστασίῳ Γορδίῳ μελιχρὸν ἐγκώμιον. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀγράφων νεόφωτον φωστῆρα ὕμνοις τιμήσωμεν σεπτὸν Ἀναστάσιον, αὐγαῖς αὐτοῦ διδαχῶν, ὁσιότητος καὶ ἔργων εὐποιΐας ὑστέροις ἐν ἔτεσι κόσμον φωτίσαντα.

Νυκτί, Ἀναστάσιον, ἐν ζοφερᾷ τῆς δουλώσεως ἡμῶν ἔθνους ἔκγοσι τῆς Ἄγαρ λαμπροφανῆ ἀνατείλαντα διδασκαλίας θείας ἡμέραν τιμήσωμεν, Γόρδιον Ὅσιον.

Ἀγλάϊσμα ἔνθεον τῶν μαθητῶν τοῦ θεόφρονος Ὁσίου ὑμνήσωμεν νῦν Εὐγενίου λαμπρῶς, Ἀναστάσιον τὸν Γόρδιον, ὡς σκεῦος τοῦ Πνεύματος πάγχρυσον Ἱερομόναχον.

Θεοτοκίον.
Σωφρόνως τοὺς δούλους σου, Θεοκυῆτορ Παντάνασσα, δικαίως ἀξίωσον καὶ εὐσεβῶς διελθεῖν βίου δόλιχον παρόντος καὶ εἰς πόλου ὑπέρφωτα δώματα φθάσαι, πανύμνητε.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ταμεῖον ἀσύλητον σοφίας ἐνθέου, βλαστὲ Βραγγιανῶν, ἐδείχθης, Ἀναστάσιε, πανίερε διδάσκαλε, ὁ πᾶσιν ὑφηγούμενος πιστοῖς ζωὴν αἰωνίζουσαν.

Ἀθῆναί σοι ἔδωκαν τὴν γνῶσιν τὴν ἔνθεον, Γόρδιε σεπτέ, καὶ Πάδοβα σε ἔχρισεν εἰδήμονα τῆς θύραθεν παιδείας, Ἀναστάσιε, εὐρυμαθὲς καὶ θεόσοφε.

Σέ, τέχνης ἰατρικῆς τὸν μύστην ὠνόμαζον ἐν Βραγγιανῶν περιοικίδι ὅσιον ἀνάργυρον, ἰώμενον τοῦ κόσμου τὰ νοσήματα τὰ ἀλγεινά, Ἀναστάσιε.

Θεοτοκίον.
Ἰθύντειρα πάντων πρὸς σκηνώσεις τοῦ πόλου, Παρθένε, ἀπλανές, κατεύθυνον τοὺς δούλους σου πρὸς μετανοίας δύσβατον ὁδὸν σαφῶς ἀπάγουσαν πρὸς ἀφθαρσίαν, Μητρόθεε.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν διδάσκαλον τῆς εὐσεβείας, θεοκίνητον γραφίδα ὕμνοις ἰατρὸν καὶ θεολόγον τιμήσωμεν, Βραγγιανῶν, Ἀναστάσιον Γόρδιον, τὸ μέγα κλέος, ἐχόντων ὡς ἄσυλον νῦν θησαύρισμα αὐτοῦ κεφαλὴν τὴν πάνσεπτον, ἐκβλύζουσαν νοσοῦσι τὰ ἰάματα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Ἐνυπόστατον Θεοῦ σοφίαν, τὸν σοφίζοντα ἀσόφους πάντας εἰς αἰῶνας ἐν γαστρί σου βαστάσασα, Λόγον Θεοῦ τοῦ Ὑψίστου, πανύμνητε, ἡμῶν ἐννοίας σῇ χάριτι κάθαρον, Μητροπάρθενε, τῶν πίστει μακαριζόντων σε καὶ πόθῳ προστρεχόντων ταῖς πρεσβείαις σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὡς διδάσκαλον Ἀγράφων σὲ θεόπνευστον μέλπομεν, μαθητὴν Ὁσίου Εὐγενίου πάνσεπτον, Γόρδιε, καὶ βιογράφον αὐτοῦ πρὸς οἰκοδόμησιν τοῦ πληρώματος τοῦ εὐλαβοῦς, Ἀναστάσιε.

Γνῶσιν ἐν τῇ Ἑσπερίᾳ ἀποκτήσας τὴν θύραθεν ἦλθες ἐν Ἀγράφοις γνῶσιν ἀποκτῆσαι οὐράνιον καὶ παρ’ Ὁσίου τοὺς πόδας ἐμαθήτευσας, Ἀναστάσιε, τοῦ Εὐγενίου, θεόσοφε.

Ὁσιότητος τῇ τρίβῳ τῇ στενῇ ἠκολούθησας ἀθορύβως βίον, πάτερ, μετερχόμενος, Γόρδιε, καὶ ἐν Γραφῶν ἀναγνώσει, Ἀναστάσιε, σπεύδων πάντοτε σχολάσαι, θεοφορούμενε.

Θεοτοκίον.
Ῥῦσαι πάντας δυσθυμίας, ἐπηρείας τοῦ ὄφεως καὶ χαμαιζηλίας τοὺς εἰλικρινῶς προστρεχόντας σοι καὶ μεγαλύνοντας πλῆθος θαυμασίων σου, Μῆτερ ἄχραντε Λόγου Θεοῦ Παντοκράτορος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Διδάσκαλε Ὅσιε Βραγγιανῶν, φιλάρετε, τῆς Σχολῆς καὶ ἄμεμπτε ἐν πᾶσιν, ἴθυνας λόγοις καὶ πρακτικῇ ἀγωγῇ πρὸς πρόοδον ἄμφω μαθητὰς σοὺς ψυχῆς καὶ σώματος, Ἀναστάσιε Γόρδιε.

Ἰσχύν, Ἀναστάσιε, λαμβάνων θείαν ἄνωθεν ἐκ τῆς ἀναγνώσεως τῆς Βίβλου καὶ Ἀποστόλων τῶν διδαχῶν νοῦν τὸν σὸν ἐπτέρους πρὸς Κύριον ἡμῶν, Γόρδιε πανθαύμαστε, τὸν Χριστὸν καὶ Σωτῆρά σου.

Ὡς θεῖος διδάσκαλος Βραγγιανῶν διέπρεψας, θεῖε Ἀναστάσιε, σοφίας ἐνθέου πίδαξ, καὶ ὡς ταχὺς ἰατρὸς πιστῶν ἀσθενούντων, ὧν ταχὺ νόσους ἐθεράπευσας ἀναργύρως, πανεύφημε.

Θεοτοκίον.
Μητράνανδρε Δέσποινα, Χριστιανῶν προσφύγιον, Κεχαριτωμένη Θεοτόκε, ῥῦσαι κινδύνων καὶ ἀλγεινῶν συμφορῶν τοὺς μέλποντας πρόνοιαν τὴν σὴν πρὸς τοὺς καταφεύγοντας ταῖς θερμαῖς ἱκεσίαις σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἐκθύμως νῦν Ἀναστάσιον τὸν Γόρδιον ὡς κρήνην τιμήσωμεν ὄντως καλλίῤῥυτον τοῦ Παρακλήτου ἀρδεύσασαν Ἀγράφων νεολαίαν αὐτοῦ διδάγμασι.

Λαμπὰς νεόφωτος πίστεως, τρισμάκαρ Ἀναστάσιε, Γόρδιε, πάντας ἐφώτισας θεοσοφίας ἀκτῖσί σου καὶ ἀστραπαῖς σῶν φθόγγων καὶ συγγραμμάτων σου.

Ἰθύντωρ ὤφθης νεότητος πρὸς γνῶσιν, Ἀναστάσιε Γόρδιε, τὴν διασῴζουσαν ὡς ἀληθῶς ἀπλανέστατος, Βραγγιανῶν Ἀγράφων ἔμψυχον κλέϊσμα.

Θεοτοκίον.
Χαρᾶς καρδίας νεότητος ἀφάτου, Μητροπάρθενε, ἔμπλησον, Θεογεννήτρια, τῆς σὲ ὑμνούσης ἑκάστοτε καὶ πίστει προστρεχούσης τῇ θείᾳ σκέπῃ σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν Ἀγράφων πνευματέμφορον διδάσκαλον, μαθητὴν τοῦ Εὐγενίου εὐπειθέστατον τοῦ Ὁσίου, Ἀναστάσιον, εὐσχημόνως ὡς σοφῶς πεπαιδευμένον ἄνδρα μέλψωμεν Παρακλήτου ἐποφθέντα οἰκητήριον πόθῳ κράζοντες· Χαίροις, ἔνθεε Γόρδιε.

Ὁ Οἶκος.
Ἄγαλμα διδασκάλων, Ἀναστάσιε μάκαρ, ἠθῶν ἀμέμπτων, Γόρδιε, φάρε, θεῖον κλέϊσμα Βραγγιανῶν, καὶ τοῦ Εὐγενίου μαθητὰ πάνσοφε τοῦ Αἰτωλοῦ, ἐπάκουσον ἡμῶν σοι ἐν χαρᾷ βοώντων·

Χαῖρε, Ἀγράφων ὁ θεῖος γόνος·
χαῖρε, θαυμάτων παντοίων φάρος.
Χαῖρε, ἀρετῆς τῆς ἐνθέου ὁ πρόβολος·
χαῖρε, ἀγωγῆς φιλοσίου διδάσκαλος.
Χαῖρε, Πνεύματος κυάθιον τοῦ Ἁγίου εὐπρεπές·
χαῖρε, Χάριτος πολύτιμον λίκνον, πάτερ θεαυγές.
Χαῖρε, τοῦ Εὐγενίου μαθητὴς τοῦ Ὁσίου·
χαῖρε, τοῦ εὐϊλάτου φίλος λόγου Ὑψίστου.
Χαῖρε, φωστὴρ σοφίας νεόφωτος·
χαῖρε, πρηστὴρ δολίου ἀλάστορος.
Χαῖρε, λαμπὰς ἰατρῶν ἀναργύρων·
χαῖρε, ἰκμὰς ἀρετῶν ψυχοτρόφων.

Χαίροις, ἔνθεε Γόρδιε.

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς
Η΄ Ἰουνίου, ἐν ᾧ λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Διδασκάλου τοῦ ἔθνους, Ἀναστασίου τοὐπίκλην Γορδίου, τοῦ ἐκ Βραγγιανῶν Ἀγράφων Ἱερομονάχου.

Στίχοι.
Σοφῶς, Γόρδιε, ἐν Ἀγράφοις διδάσκων
Πνεύματος ὤφθης, Ἀναστάσιε, ὄρος.

Συναξάριον.
Ὁ Ὅσιος καὶ Θεοφόρος πατὴρ ἡμῶν Ἀναστάσιος, τοὐπίκλην Γόρδιος, τὸ περιφανὲς ἀγλάϊσμα τῶν μαθητῶν τοῦ Ὁσίου Εὐγενίου, τοῦ Αἰτωλοῦ, ἦν ἐκ τῆς εὐσήμου κώμης τῶν ἐν Ἀγράφοις Βραγγιανῶν, ἐν ᾗ ἐγεννήθη ἐν ἔτει 1654. Οὗτος μετ’ εὐδόκιμον παρὰ τῷ Εὐγενίῳ μαθητείαν ἐφοίτησεν ἐν Ἀθήναις καὶ ἀνωτέρας σπουδὰς παρηκολούθησεν ἐν Παδόβῃ Ἰταλίας. Ἐπανακάμψας ἐκ τῆς Ἑσπερίας εἰς τὴν ἰδίαν πατρίδα διέλαμψεν ἐν αὐτῇ ὡς ἀκρώρεια διδασκάλων καὶ λαμπρότης ἰατρῶν ἀναργύρως παρεχόντων ἀσθενοῦσι τὰς ἰάσεις. Ἐδίδαξεν ἐν τῷ Ἑλληνομουσείῳ τῶν Ἀγράφων, ἐν Αἰτωλικῷ καὶ κατά τινας ἐν Καρπενησίῳ. Ἀνὴρ ἐλλόγιμος καὶ πολυμαθὴς ὑπῆρξεν εἰδήμων τῆς τε ἑλληνικῆς καὶ λατινικῆς γλώσσης, πεπαιδευμένος τὴν θύραθεν παιδείαν καὶ τὴν ἱερὰν θεολογίαν ἐσχόλαζε τῇ τῶν γραφῶν ἀναγνώσει καὶ βίον μετήρχετο ἀθόρυβον. Διεκρίθη ὡς συγγραφεὺς πνευματέμφορος, βιογράφος φιλόστοργος τοῦ αὐτοῦ Ὁσίου διδασκάλου, ἐπιστολογράφος ψυχωφελέστατος, συνθέτης ἐπιγραμμάτων καὶ ἐξαιρέτως ὡς ταμεῖον ἀρετῶν παντοίων ἀσύλητον. Ἐχαρακτηρίσθη ὡς ὁ σοφώτερος καὶ λογιώτερος τῶν Ἱερομονάχων τῆς ἐποχῆς ἐκείνης καὶ διδάσκαλος θαυμαζόμενος ὑπὸ πάντων. Ἐκοιμήθη ἐν Βραγγιανοῖς τῇ 8ῃ Ἰουνίου τοῦ ἔτους 1729 καὶ ἐτάφη παρὰ τῷ αὐτοῦ διδασκάλῳ Ὁσίῳ Εὐγενίῳ ἐν τῇ ἱστορικῇ Μονῇ τῆς Ἁγίας Παρασκευῆς.
Ἡ τιμία τοῦ Ὁσίου Ἀναστασίου, τοὐπίκλην Γορδίου κάρα ἀποθησαυριζομένη ἐν τῷ Ναῷ σήμερον τῆς τότε Μονῆς τῆς Ἁγίας Παρασκευῆς Βραγγιανῶν βλύζει χάριτας ἰαμάτων παντὶ αὐτὴν προσκυνοῦντι μετὰ πίστεως.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥείθροις θείων σου νουθεσιῶν νεότητος ψυχὰς κατήρδευσας Βραγγιανῶν ἐν Σχολῇ, θειότατε Γόρδιε, Ἱερομόναχε, Ἀναστάσιε, ὁ ἐκ τοῦ περισσεύματος ὁμιλῶν τῆς σῆς καρδίας.

Ὁ φιλόσοφος ὁ θεαυγὴς καὶ ἔνθεος νῦν Ἀναστάσιος μελισταγέσιν ᾠδαῖς τιμᾶται ὁ Γόρδιος ὑπ’ ὁμηγύρεως εὐσεβόφρονος ὡς ἀρετῆς καὶ νήψεως θεοφόρος ὑφηγήτωρ.

Νύκτα ἔλυσας μετὰ σεπτὸν Εὐγένιον, τὸν σὸν διδάσκαλον, τῆς ἀγνωσίας λαοῦ ἐκ σκότει καθεύδοντος δεινῆς δουλώσεως, Ἀναστάσιε, πνευματοφόρε Γόρδιε, Ἔθνους τοῦ ἡμῶν ἀπίστοις.

Θεοτοκίον.
Ἐξ εὐκλείας σου τοῦ ὕψους, Μητροπάρθενε, κατεποπτεύουσα μὴ διαλείπῃς ἡμᾶς τοὺς πίστει ἑκάστοτε σὲ μακαρίζοντας καὶ προστρέχοντας βιοτικαῖς ἐν θλίψεσι σῇ θερμῇ παραμυθίᾳ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γνῶσιν τὴν σωτήριον σταλλάζων νεότητος ἐν καρδίαις, Ἀναστάσιε, Γόρδιε θεόφιλε, καὶ ὡς κρήνη χάριτος τοῖς ἀνιάτως νάματα νοσοῦσι, δίκαιε, ἰάσεων, διήνυσας τρίβον βίου ἐν Ἀγράφων χωρίοις ἀθορύβως.

Κλέϊσμα Βραγγιανῶν, πατρίδι κατέλιπες τῇ σεπτῇ σου ὡς πολύτιμον θησαυρὸν τὴν κάραν σου, βλύζουσαν ἰάματα πιστῶν χοροῖς ἑκάστοτε αὐτῇ προστρέχουσιν ἐν νόσοις, Ἀναστάσιε μάκαρ, ἰατρῶν ἀμίσθων εἰκὼν διαυγεστάτη.

Ὤφθης Θείας Χάριτος κινύρα, κιθάρα διδασκαλίας, Ἀναστάσιε Γόρδιε, καλλίχορδος καὶ τερπνὸν ψαλτήριον νουθεσιῶν νεότητος· διὸ τὴν μνήμην σου τὴν πάνσεπτον τιμῶντες ἐν ὕμνοις μελιῤῥύτοις ῥόδοις νῦν καταστέφομέν σε.

Θεοτοκίον.
Μέμνησο τῶν σὲ μακαριζόντων ἀείποτε, Θεοτόκε ὑπεράγαθε, καὶ τὸν θεῖον Τόκον σου δοξαζόντων, ἄχραντε, κοπάζουσα τὸν τάραχον παθῶν καὶ θλίψεων καὶ πόνων δυσφορήτων, Παρθένε, Κεχαριτωμένη, πιστῶν σοι προστρεχόντων.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴασμε τερπνὲ σοφίας, συνέσεως, ἐλέους, νήψεως καὶ ἠθῶν χρηστότητος, εὔφρανον πάντας σὲ μακαρίζοντας, θεόφρον Ἀναστάσιε, τρισμάκαρ Γόρδιε, ὁ ἡδύνων ταῖς ὀδμαῖς χαρίτων σου ἐν Ἀγράφοις πατρίδα σου εὔανδρον.

Ὄλβε τιμαλφὲς ἀγάπης πρὸς ἔγγιστα καὶ πρὸς νεότητα ἐξαιρέτως, Γόρδιε, πᾶσι τὴν χάριν τοῦ Θείου Πνεύματος ἐν σοὶ οἰκοῦσαν ἔδειξας, ἄνερ ὑπέρσοφε, ὀρεινόμε ὄρνις, Ἀναστάσιε, κελαδοῦσα Χριστοῦ τὴν ἀλήθειαν.

Νίκας κατ’ ἐχθρῶν ἱκέταις σου δώρησαι τοῖς προσπελάζουσι τῇ ἁγίᾳ κάρᾳ σου, ἀπελαυνούσῃ πνεύματα ἄλαλα καὶ παρεχούσῃ, Γόρδιε, πιστοῖς ἰάματα ἀσθενοῦσι τάχος, Ἀναστάσιε, θαυμασίων ταμεῖον ἀσύλητον.

Θεοτοκίον.
Χάριν σου ἡμῖν θεόθεν κατάπεμψον, Θεογεννήτρια, τοῖς τιμῶσι σήμερον Ἀναστασίου Γορδίου σκάμματα καὶ ἱεροῖς ἐν ᾄσμασι σὲ μεγαλύνουσιν ὡς ἁπάντων θεῖον καταφύγιον ἐν τοῦ βίου δεινοῖς περιστάσεσι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Βραγγιανῶν τὸ βλάστημα καὶ κλέος καὶ διδάσκαλον, θεοσοφίας πυξίον, ἐγκωμιάσωμεν πόθῳ, θεόπνουν Ἀναστάσιον τὸν Γόρδιον, ὡς λόγιον ὑφηγητὴν σεμνότητος καὶ ἀρετῆς ψυχοτρόφου, τῶν Χριστωνύμων χορεῖαι.

Θεοτοκίον.
Φωτόμορφε Παντάνασσα, τοῦ Φωτοδότου κτίσεως Μῆτερ φιλόστοργε, λῦσον ἡμῶν παθῶν σκοτομήνην καὶ ἦμαρ ἐξανάτειλον τῆς ἀπαθείας τάχιστα ἡμῖν σε μεγαλύνουσι, Θεογεννῆτορ Παρθένε, ψαλμοῖς καὶ ὕμνοις εὐτάκτοις.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Φωστὴρ νεαυγὲς Βραγγιανῶν, διδασκάλων πύρσευμα, ταῖς ἀστραπαῖς τῶν ῥημάτων σου πάντας ἐφώτισας Ἑλληνομουσείου μαθητάς, θειότατε, αὐτῶν διασκεδάζων τὴν ζόφωσιν, ἔνθεε Γόρδιε, ἀγνωσίας, Ἀναστάσιε, Παρακλήτου ὁ φῶς φαίνων ἅπασι.

Πανήγυριν σήμερον λαμπρὰν συγκροτοῦμεν ἅπαντες ἐπὶ τῇ μνήμῃ σου, Γόρδιε, οἱ ἐν τοῖς ὄρεσι καὶ δρυμοῖς Ἀγράφων ἐνοικοῦντες, πάνσοφε, καὶ μέλποντές σε ὥσπερ φιλάνθρωπον, Ἱερομόναχε, ἰατρόν τε καὶ διδάσκαλον ἐπαινοῦμεν τὴν σὴν χρηστοήθειαν.

Μεγάφωνον σάλπιγγα Θεοῦ τῆς σοφίας μέλψωμεν περιχαρῶς Ἀναστάσιον, ὥσπερ διδάσκαλον θεαυγῆ καὶ φάρον τηλαυγῆ τοῦ Πνεύματος, τοῦ Θείου εὐλαβῶς ἀνακράζοντες· Σὺν διδασκάλῳ σου Εὐγενίῳ καθικέτευε τὸν Σωτῆρα ὑπὲρ τῶν τιμώντων σε.

Ναὸς εὐκλεοῦ Παρασκευῆς τῆς Ὁσιομάρτυρος Βραγγιανῶν ὡς πολύτιμον ὄλβον τὴν κάραν σου ἔχει τὴν ἁγίαν, μάκαρ Ἀναστάσιε, ἣν νῦν πανευλαβῶς προσπτυσσόμενοι Χάριτος θείας σου ἐμπιμπλάμεθα καὶ δύναμιν προοδεῦσαι ἐκ ταύτης λαμβάνομεν.

Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε, φιλεόρτων οἱ δῆμοι, διδάσκαλοι καὶ διδασκόμενοι, οἱ θέλοντες τρυφῆσαι τῆς θείας γνώσεως, Ἀναστάσιον τιμήσωμεν τὸν Γόρδιον, Ἀγράφων τὸν πολύτιμον μαργαρίτην καὶ Ἐκκλησίας τὸν σμάραγδον οὕτω λέγοντες· Ὡς προεξάρχων τῆς πανηγύρεως, ἄνερ πνευματέμφορε, ἀπλανῶς κατεύθυνον εὐχαῖς σου ἡμῶν τὴν νεότητα πρὸς γνώσεως παντέρπνους λειμῶνας καὶ πρὸς ἀνθῶνας προόδου καὶ ἀρετῆς τελειώσεως.

Καὶ νῦν.
Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου διδασκάλου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Ἡμέρας.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον.
Χαίροις, Ἀναστάσιε θαυμαστέ, Γόρδιε, ἐνθέων διδασκάλων ὑπογραμμός, χαίροις, ὁ κοσμήτωρ Βραγγιανῶν καὶ κρήνη ἀστείρευτη θαυμάτων, πάτερ ἐλλόγιμε.

Δίστιχον.
Νικόλαον σὺν Παναγιώτῃ φρούρει,
Γόρδιε, ἐξ ὕψους Χαραλάμπης ψάλλει.

Ευχαριστώ θερμά τον Πάτερ Νικόλαο για την αποστολή της Ακολουθίας