Ακολουθία εις τους Αγιους Μάρτυρες Μανουήλ Σαβέλ και Ισμαήλ οι εκ Περσίδος Διαλάψαντες αυτάδελφοι

Ποίημα Μανουήλ Μάνου του Βυζαντίου
Επιμελώς διορθωθείσα διδασκάλου και ιεροκύρηκος Δωροθέου Βελησμά

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄. Προσόμοια Στιχηρά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀήττητοι μάρτυρες ζωὴν, ἀληϑὴ ποϑήσαντες καὶ εἷς ἀεὶ διαμένουσαν, ϑάνατον ἄδικον, παρανόμῳ ψήφῳ, χαίροντες ὑπέστητε, καὶ νῦν μετὰ Μαρτύρων εὖφραίνεσθε, μεϑ᾽ ὧν πρεσβεύσατε, δωρηϑῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Μητρὸς τὴν εὐσέβειαν σοφοί, εὐσεβῶς ποϑήσαντες, τὴν πατρικὴν ἀπεβάλετε, πλάνην ἀντίϑεον, τοῖς Εὐνοικῆ γὰρ, ϑεοφϑόγγοις ῥήμασι, προφρόνως πειϑαρχοῦντες μακάριοι, χᾶριν εἰλήφατε, τὴν τοῦ Πνεύματος καὶ ὥφϑητε, ἐν σταδίῳ, ἀμνοὶ ἐϑελόϑυτοι.

Κάρας ἐκτεμνόμενοι ἐχϑροῦ, κάραν συνετρίψατε, ὡραιοτάτοις ποσὶν ὑμῶν, γενναίοι μάρτυρες ἀπλανεῖς ἀστέρες, ἱερεῖα ἔμψυχα, ναοῦ ἐπουρανίου κειμήλια ἔνδοξε Μανουήλ πολυύμνητε ὡ Ἰσμαὴλ Σαβὲλ ϑῦμα, τῷ Χρίστῷ εὐπρὸσδεκτον.

Τρισάριϑμοι μάρτυρες στεῤῥῶς, ἀνταγωνισάμενοι, τόις ὠμοτάτως δικάζουσι καὶ εἶδος ἔκαστον τῶν κολαστηρίων, πίστει ὑπομείναντες, τῆς ἄνω βασιλείας ἐτύχετε διὸ πρεσβεύσατε, δωρηϑῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην.

Δόξα. Ἦχος β.
Δεῦτε ἀγχαλιασώμεϑα τῷ Κυρίῳ , ἔν τὴ μνήμῃ σήμερον τῶν ἀϑλοφόρων ὦ φιλέορτοι. δεῦτε εὐφημήσωμεν αὐτοὺς, μυστικῶς ἐγκωμιάζοντες. Χαίροις Μανουὴλ ἔνδοξε, χαίροις Σαβὲλ ἀείμνηστε, χαίροις Ἰσμαὴλ τρισόλβιε, οι τῆν πλάνην τῶν εἰδώλων εἰς χάος βυϑίσαντες, καὶ Χριστὸν τὸν Κύριον ἐν μέσω τοῦ σταδίου τρανῶς κηρυξαντες. διὸ παμμακᾶριστοι καὶ πολύαϑλοι, μὴ παυσῆτε πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου.
Εἴτα τὸ, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ το. Καταξίωσον.

Εἰς τὸν στίχ. προσόμοια, Ἦχος β΄. Οἶκος τὸ εὐφραϑά.
Ῥῦσαι παϑῶν ψυχῆς καὶ σώματος εὐχαῖς σου, Μανουὴλ τοὺς ἐκ πόϑου τελοῦντως σου τὴν ϑείαν, ὁ μακαρίαν ἄϑλησιν.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνϑήσει καὶ ὡσεὶ κέδρος.
Λύτρωσαι τῶν δεινῶν, τῶν νῦν παρενοχλούντων, τὴν ταπεινὴν ψυχήν μου, ὡς ἄριστος προστάτης, μαρτύρων ἐγκαλώπισμα.
Στίχ. Εὐφρανϑήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπὶ αὐτόν.
Ὂλος φωτολαμπὴς. ὡς ἥλιός τῇ αἴγλη, τῆς ἀπροσίου δόξης, ὑπάρχων ἀϑλοφόρε, τοὺς ὑμνητάς σου φαίδρυνον.

Δόξα. Ἦχος πλ. δ΄.
Δεὖτε φίλαϑλοι, τὴν τρισαυγῆ τῶν μαρτύρων χορείαν, ἐν ὠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν, Μανουὴλ τοῦ Θεόφρονος, καὶ Σαβὲλ τοῦ γενναιοτάτου καὶ Ἰσμαὴλ τοῦ τρισμάκαρος, ὅτι αἵματα ἔδωκαν, καὶ ὠνήσαντο τὴν αἰώνιον ξωήν, διὸ καὶ καρτερικῶς ἀντέλεγον τῷ ἐφευρετῇ τῶν κακῶν, οὒκ προκρίνομεν ταὰ φϑαρτὰ τῶν ἀφϑάρτων, τὴν πίστιν ἡ συνετράφημεν οὒκ ἐξομοσόμεϑα, τόϊς παρὰ σοὶ δαίμοσιν οὐ λατρεύσομεν, τὸν Κύρον ἡμῶν͵ καὶ Θεὸν οὒκ ἐγκαταλείψομεν, τὸν ἀεὶ βοῶντα τοῖς πιστοἷς· Ο πιστεύων εἰς ἐμὲ,κἂν ἀποϑανῇ ζήσεται.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποια πρόσδεξαι.

Εἶτα τὸ, Νῦν ἀπολύεις. Τρισάγιον, Καὶ τὸ ἀπολυτίκιον. Ἦχος δ΄.
Οἱ τῆς εὐσεβείας ὑπέρμαχοι, ὦ τῆς ἀσεβείας ἀντίπαλοι, Μανουὴλ ϑεόπνευστε, καὶ Ἰσμαὴλ ϑαυμάσιε, καὶ Σαβέλ ἀξιώγαστε, παῤῥησίᾳ τὸν Χριστόν, ‘Υιόν Θεοῦ κηρύξαντες, τὸ αἷμα ὑμῶν ὑπὲρ αὐτοῦ ἐξεχέατε· ον δυσωποῦντες μὴ παύσητε, τοῦ σωθῆναι τὰς ψυχᾶς ἡμῶν.

Δόξα. καὶ νῦν. Θεοτοκίον. Τὸ ἀπ᾿ αἰώνος.

Καὶ γίνεται ἀπόλυσις.

ΕΝ ΔΕ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοϊμιακὸν ψαλμὸν, στιχολ. τὸ Μακάριος ἀνὴρ. τὸ α΄. ἀντίφωνον.

Εὶς δὲ τὸ, Κύριε ἐκέκραξα, ἰστῶμεν στίχ. η΄.
καὶ ψάλλομεν στιχηρά. Προσόμοια Ἦχος δ’. Ως γενναῖον ἐν μάρτυσι.

Μανουήλ ὃ ϑαυμάσιος, ὁ Σαβὲλ ὃ μακάριος, Ἰσμαὴλ ὃ πάνσοφος μελῳδήμασιν ἱερωτάτοις τιμάσϑωσαν, Τριάδα τὴν ἄκτιστον, ἐναντίον τῶν ἐχϑρῶν, ἱερῶς προκυρήξαντες, καὶ πολύϑεον . ἀποσβέσαντες πλάνην τῶν αἱμάτων, ταῖς προσχύσεσι καὶ δόξαν, ἀπείληφήτες ἀμάραντον.

Τὴν μητρῴαν εὖσέβειαν. παιδιόϑεν ποϑήσαντες, πατρικὴν ἀσέβειαν ἐπωϑήσατε, Ἐυνοικοῦ τοῦ παμμάκαρος, τὰ Θεῖα διδάγματα ἐμυήϑητε σοφῶς, καὶ προϑύμῶς ἐλάβετε, τὴν τοῦ Πνεύματος ἀναγέννησιν ὅϑεν καὶ Τυράννου, ταὰς ποινάς, μὴ πτοηϑέντες, ἀνδρειοφρόνως ἠϑλήσατε.

Βασιλέα παράνομον, παρανόμως προστάττοντα, ὑποκύπτειν σέβας τε νέμειν ἄλογον, ϑεοῖς ἀψύχις μακάριοι ἐμφρόνως ἠσχύνατε, Μανουὴλ καὶ Ἰσμαὴλκαὶ Σαβὲλ μεγαλώνυμοι, καὶ ἀϑλήσαντες καρτερῶς καὶ νομίμως τοῦς στεφάνους ἀνεπλέξασθε τῆς νίκης, ὑπὲρ τοῦ κόσμου πρεσβεύοντες.

Ὡς ἀστέρες πολύφωτοι, ἀϑλοφόροι αὐτάλελφοι, ϑεϊκαῖς λαμπρότησι καταυγάζετε, τῆς Οἰκουμένης τὰ πέρατα, δαιμόνων σκοτόμαιναν, καὶ παϑῶν φθοροποιῶν, καὶ κινδύνων ἑξαίροντες, ὂϑεν σήμερον, τὴν φαιδρὰν καὶ φωσφόρον καὶ ἀγίαν, συνελϑόντες ἐκτελοῦμεν, ὑμῶν πανήγυριν ἔνδοξοι.

Ἐτερὰ προσόμοια τοῦ Ἀγίου Μανουῆλ. Ἦχος α΄, Τῶν οὐρανίων ταγμάτων.
Νῦν ἡ σεβάσμιος μνήμη τῆς σὴς ἀϑλήσεως, ἡμᾶς συναγαγοῦσα, εὐφημῆσαι προτρέπει, τὰ τρόπαια τοὺς ἄϑλους καὶ τὰς λαμπρὰς, ἀριστείας ἐν ἀσμασιν, ἐν τῇ παρούση ἑσπέρᾳ καὶ τὴ νυκτὶ, Μανουήλ ἀϑλητικώτατε.

Αποτμηϑεὶς διὰ ξίφους πάσας ἐξέτεμες, τὰς μηχανὰς τοῦ πλάνου, καὶ δολίου βελίαρ, ὦ Μανουήλ ϑεόφρον, διὸ τους πιστῶς, τὴν σὴν μνήμην γεραίροντας, ῥῦσαι παγίδων τῶν τούτου ταῖς πρὸς Θεὸν, εὐπροσδέκτοις ἱκεσίαις σοὺ.

Ἐπὶ τῇ μνήμῃ προϑύμως δεῦτε συνέλϑωμεν, Μανουὴλ τοῦ γενναίου, καὶ λαμπρῶς εὐφρανϑῶμεν. Αὐτὸς γὰρ ἑστιάτωρ ὑπάρχει ἡμῖν, τοῖς πιστῶς προσιοῦσιν αὐτῷ, καὶ τῶν δεινῶν ἀπαλλάττει ταῖς πρὸς Θεὸν, ἱκεσίαις αὑτοῦ πάντοτε.

Τῶν οὐρανίων τὰ κάλλη ποϑήσας ἔνδοξε, ὡς τῷ Χριστῷ συνεῖναι, μετ’ ἀγγέλων Ἀγίων, παντοίας τὰς βασάνους ὑπέξης στεῤῥώς, Μανουὴλ ἀξιώγαστε, καὶ μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, συνευφραίνῃ τοῖς συνάϑλοις σου.

Δόξα. Ἦχος πλ. β’.
Σἥμερον ἡ τρισαυγὴς τῶν Μαρτύρων ὁμήγυρις, ὡς σελασφόφων ἀστέρων συνέλευσις, τοὺς πιστούς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσε. Σήμερον γὰρ Μανουὴλ ὃ ἔνδοξος, καὶ Σαβὲλ ὃ ἀείμνηστος, καὶ Ἰσμαὴλ ὁ τρισόλβιος, οι τοῦ νοητοῦ Ἡλίου ϑεράποντες, καὶ τῶν ἀσεβῶν δογμάτων καϑαιρέται ἐκερασαν πλήρη τὸν ἀϑλοφορικὸν αὑτῶν κρατῆρα, καὶ τοῖς διὰ Χριστὸν ἐκχυϑεῖσιν αἵμασιν ἑαυτούς ἔστεψαν, ἡμᾶς προτρεπόμενοι τοὺς εὐσεβείας ἐραστάς. Δεῦτε λέγοντες τοὺς ἀγῶνας ἡμῶν ἑστιάϑητε, καὶ τοὺς στεφᾶνους καὶ τὰ γέρα προσβλέψατε. Ο γὰρ ὑπομείνας εἷς τέλος. οὒτος σωϑήσεται, Χριστὸς ἡ ἀλήϑεια ἀπεφήνατο. Ἲνα κοινωνοὶ γενήσθε τῶν στεφάνων ἡμῶν, καὶ πρεσβευτὰς ἡμᾶς πρὸς, Κύρον ἒχητε.

Καὶ νῦν. Θεοτοκίον.
Τὶς μὴ μακαρίσει σὲ Παναγία Παρϑένε; κου; Τίς μὴ ἀνύμνήσει σοὺ τὸν ἀλόχευτον τόκον; Ο γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενὴς, ὁ αὐτὸς ἐκ σοὺ τῆς Ἀγνῆς προήλθεν, ἀφράστως σαρκωϑεὶς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δὶ ἡμᾶς. οὒκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος, αὑτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηϑῆναι τὰς ψυχάς ἡμῶν.

Εἴσοδος, τὸ Φῶς ἱλαρὸν, τὸ προκείενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μγ΄ 9 – 14).
Τάδε λέγει Κύριος, Πάντα τὰ Ἐϑνη συνήχϑησαν ἅμα , καὶ συναχθήσονται ἄρχοντες ἐξ’ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἢ τὰ ἐξ ἀρχῆς. τὶς ἀκούσα ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωϑήτωσαν, καὶ εἰπάτωσαν ἀληϑῆ. Γίνεϑέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί. Ἐμπροσϑέν μου οὒκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ᾽ ἐμὲ οὒκ ἔσται. Ἐγὼ εἰμὶ ὁ Θεός, καὶ οὒκ πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλὰ καὶ ἔσῳσα, ὠνείδισα., καὶ οὒκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς, ὅτι ἀπ᾿ ἀρχῆς ἐγὼ εἰμὶ, καὶ οὒκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρόμενος ἡμᾶς ὁ ἅγιος Ἰσραήλ.

Σοφίᾳς Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄ 1 – 9).
Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίᾳς Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε΄ 15 – στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Καὶ γίνεται ἡ συνήϑης ἐκτενὴς. Καὶ τὸ Καταξίωσον.

Εἰς τὴν Λιτήν.
Ἰδιόμελα. Ἦχος α΄.
Τὧν τυραννούντων τὼ ϑράση μὴ δειλιάσαντες., μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν πίστιν τρανῶς κηρύξαντες, ἥλοις περονᾶσϑε τὰς ἀστραγάλους, καὶ λαμπᾶσι πυρὸς τὰς μασχάλας καταφλέγεϑε, ἄλλας τε πολλὰς βασάνους ὑπεμείνατε, Μανουὴλ Σαβὲλ, καὶ Ἰσμαὴὰ ἀξιάγαστοι.. διὸ πρεσβεύσατε τῷ Βασιλεῖ καὶ Θεῷ, ὑπὲρ τῶν πίστει ἐκτελούντων, τὴν μνήμην ὑμῶν τὴν σεβάσμιον.

Ὀ αὐτος.
Τὸν ἀριστέα, τοῦ Χριστοῦ Μανουὴλ τὸν ἀοίδιμον συνελϑόντες οἱ πιστοὶ, εγκωμίοις μαρτυρικοῖς, καὶ ᾧδαῖς πνευματικαὶς εὐφημήσωμεν. Οὒτος γὰρ ὑπὲρ Χριστοῦ, ἀνδρικῶς καὶ νομίμως ἀϑλήσας ἀξίως τὸ τῆς νίκης βραβεῖον ἐδέξατο, καὶ νὺν ἐν οὐρανοῖς μετ᾽ ἀγγέλων, χορεύων τὴν ἀκατάλυτον χορείαν, αἰτεῖται τῇ οἶκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἦχος β’.
Προφητικῶς τοῖς Ἀγίοις συνελϑόντες οἵ πιστοὶ τὸν δαβιτικὸν ὕμνον ἀναβοήσωμεν . Ἰδοῦ δὴ τὶ καλὸν, ἢ τὶ τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφούς ἐπὶ τὸ αὐτό. Φύσεως γὰρ ἀκολουϑίᾳ καὶ πίστεως, τὰς ἀπειλὰς καὶ ποικίλας βασάνους, ὁμοφρόνως καὶ ἀνδρικῶς ὑπεδέξαντο. ὅϑεν καὶ τὸν Σταυρόν εὐαγγελικῶς ἐπ’ὦμων ἀράμενοι, πάντα τὰ φϑαρτὰ ἐβδελύξαντο, καὶ Χριστῷ ἠκολούϑησαν, Μανουήλ Σαβὲλ καὶ Ἰσμαὴλ, οἱ καλίνικοι μάρτυρες. Διὸ καὶ παῤῥησίαν πρὸς Θεὸν κεκτημένοι, πρεσβεύουσιν αὐτῷ ὑπὲρ ἡμῶν, τοῦ καταπεμφϑῆναι ἡμῖν τὸ μὲγὰ ἔλεος.

Ὀ αὐτός.
Ἐἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμα τοῦ Μανουήλ ἃ μεγαλομάρτυς σοφὲ, Χριστὸς ὁ Θεὸς προσήκατο, ἀμώμητον. Σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναϑλήσας ὡς ἀδάμας στεῤῥός. Καϑηλούμενος γὰρ τὴν κεφαλὴν, καὶ ἀμφότερα τὰ νῶτα, καὶ ἐν καλάμοις κατασφιγγόμενος, καὶ ὀξέσι κατακεντούμενος βέλεσιν, ἀκλινῶς τὰ πάντα ὑπήνεγκας, μιμούμενος τὸν ἐπὶ ξύλου λογχευϑέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου. Διό σου σήμερον τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάξομεν, τὸν σὲ δοξάσαντα Κύριον.

Ἦχος γ.
Τῇ τῶν ἀσμάτων τερπνότητι τὴν παρᾶῦσαν φαιδρύνωμεν ἡμέραν, καὶ ἠχήσωμεν τὰ τῶν μαρτύρων ἀγωνίσματα. Πρόκειται δὲ ἡμῖν εἷς εὐφημίαν, οἱ μέγιστοι τρεῖς Μάρτυρες. Τῆς γὰρ τῶν Τυράννων ἐπιφορὰς ἀνδρείως ἑλόντες, πρὸς τὸ στάδιον προϑύμως ἥλαντο. καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενοι, τὸν Σωτῇρα δυσωποῦσι, σωϑῆναι τὰς ψυχὰς ἡμῶν.

Ὀ αὐτός.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν ἀϑλοφόρον Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Μανουὴλ τὸν ἔνδοξον. Σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόϑῳ, ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.

Δόξα. Ἦχος πλ.α΄.
Η Ἐκκλησία σήμερον στολισαμένη διὰ τῶν ἀϑλὼν σοὺ, Μάρτυς τοῦ Χριστοῦ εὐφραίνεται, καὶ τὴν σὴν παγγέραστον μνήμη,. κατ᾽ ἀξίαν εὐφήμως κραυγάξει γεραίρουσα. Χαίροις, ὃ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ πολυπλόκου βελίαρ. Χαίροις μαρτύρων τὸ καύχήμα, καὶ ἡγεμόνων κραταίωμα, Μανουὴλ πολύαϑλε, ὑπὲρ ἡμῶν πρὸς Κύριον μὴ διαλείπῃς πρεσβεύων ὡς παῤῥησίαν ἔχων, ἀϑλοφόρων ἐγκαλλώπισμα.

Καὶ νῦν Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρϑένε, καὶ δοξάζομέν σε, οἷ πιστού κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγὴ προστασίαν, καὶ
καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Καὶ αἱ συνήϑεις εὐχαί.

Στιχιρά προσόμοια Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληϑὼς.
Χαίροις δε ἢ τῆς Τριάδος τριάς, τῶν ἀρετῶν τὲ καϑαρὰ καταγώγια, κρατῆρες τὸν ϑεῖον οἶνον, τῆς εὐσεβείας ἡμῶν, τὰς ψυχάς εὐφραίνοντα οἵ προχέοντες. Μαζοὶ οἵ τὸ γάλα, τῶν ἰαμάτων πηγάζοντες; ἄστρα τὸ φέγγος, ἀληϑείας πυρσεύοντα, καὶ τὰ πέρατα, φωταυγίαις λαμπρύνοντα, Μάρτυρες μεγαλωνύμοι, οἱ νύχτα μειώσαντες, τῆς ἀγνωσίας καὶ πάντων, τὰς διανοίας φωτίσαντες, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοϑῆναι τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὃ Θεὸς ἐν τοῖς Ἀγίοις αὑτοῦ.
Χαίροις ὦ Μανουὴλ ϑαυμαστὲ, καὶ Ἰσμαήλ τε καὶ Σαβὲλ μεγαλώνυμοι, τὴν πλάνην πολυϑεΐας, τῶν ἐμμανῶν ἀσεβῶν, ἐπιγνώσει ϑεία κατασβέσαντες, δὶ ὧν οἱ ϑρησκεύοντες, παρανόμως τὰ εἴδωλα, ἐν Χαλκηδόνι, παντελῶς ἡμαυρῶθησαν, καὶ κατήργηται τοῦ Τυράννου τὸ πρόσταγμα. Μάρτυρες ἀεισέβαστοι, Τριάδος ὑπέρμαρχοι, Ἂρνες ὡραῖοι ὀφϑέντες, τοῦ ἀληϑοῦς Ἀρχιποίμενος, Χριστοῦ τοῦ τυϑέντος, καὶ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς Ἀγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐϑαυμάστωσεν ὁ Κύριος.
Πᾶσαν ἐπιφορὰν τῶν δεινῶν, ἀνδρειοτάτῳ λογισμῷ ὑπηνέγκατε, καὶ πᾶσι τοῖς ἀσεβέσι μὴ πειϑαρχοῦντες σοφοὶ, πρὸς βασάνων πλείω πεῖραν ἤγεσϑε. Διὸ αἷκιζόμενοι, καὶ λαμπᾶσι φλεγόμενοι, καὶ ἀπανϑρώπως. κεφαλάς ἐκτεμνόμενοι, οὒκ ἐκάμφϑητε, οὒ Θεὸν ἐξηρνήσασθε. Οϑὲν προσαπηνέγκατε, τῆς νίκης τὸν στέφανον, καὶ ταῖς μαρτύρων ἀγέλαις, περιφανῶς ἡριϑμήϑητε. μεϑ’ ὧν ἑξαιτεῖσθε ταῖς ψυχαῖς ἡμῶν δοϑῆναι. τὸ μέγα ἔλεος.

Δόξα Ἦχος. πλ. δ΄.
Ειλικρινώς ποϑήσαντες σε Λόγε Θεοῦ, οἱ ἔνδοξοι Μάρτυρες, τὸ πυρσολατρεῖν ἐάσαντες, λιπόντες καὶ τὴν τῶν Χαλδαίων χϑόνα, τῷ σῷ φωτὶ κατηυγάσθησαν.
Θωρακιϑέντες δὲ ὅπλοις τῆς πίστεως, ἤσχυναν Ἰουλιανόν τὸν τύραννον, Μανουὴλ ὁ ἔνδοξος καὶ Σαβέλ ὃ ἀείμνηστος, καὶ Ἰσμαὴλ ὁ τρισόλβιος. Σὺν Πατρὶ καὶ τῷ Πνεύματι ὑμνοῦντές σὲ, καὶ πρεσβεύοντες τοῦ σωϑῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκὶ, Μήτηρ Θεοῦ τῷ Ὑψίστω, σῶν οἰκετῶν παρακλήσεις δέχου πανάμωμε, καὶ πᾶσι χρρηγοῦσα, καϑαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας πρσδεχομένη, δυσώσει σωϑῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. καὶ τὸ Τρισάγιον. Καὶ τὸ ἀπολυτίκιον Ἦχος α΄.
Τοὺς τρεῖς ἐνδοξους Ἀστέρας τοῦ νοητοῦ στερεώματος, τοὺς ἔκ τῆς Περσίδος τὴν οἰκεμένην πᾷσαν καταγλαΐσαντας τοὺς ἀϑλητᾶς καὶ κήρυκας τῆς Τριάδος, τοὺς τὴν Θράκην πᾶσαν τῇ αἴγλῃ τοῦ μαρτυρίου καταπλήξαντας, Ἰσμαὴλ τὸν ἔνδοξον, Μανουὴλ τὸν ἀϑλητικώτατον, σὺν Σαβέλ τῶ τρισμακαρίῳ, καὶ ἀμφοτέροις συναϑλήσαντι. Πάντες οἵ τῶν ἄϑλων αὐτῶν ἐρασταὶ συνελϑόντες ὕμνοις τιμήσωμεν.Αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι,

Δόξα ὁ αὐτός. Τοῦ Ἀγίου Μανουήλ.
Οὒτ’ ἀπειλὰς τοῦ τυράννου πτοηϑεὶς Μανουὴλ πολύαϑλε, οὒϑ᾽ ὑποσχἐσεσιν αὐτοῦ καμφϑεῖς, τοὺς μαρτυρικούς ἀγῶνας κατέλιπες. Ἀλλά, γενναίως τὰς βασάνους ὑποστὰς, διήνυσας διὰ πυρὸς καὶ αἵματος, τοῦ μαρτυρίου τὸ στάδιον. Ὂϑεν καὶ παῤῥησίαν ἔχων πρὸς Θεὸν, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τελούντων σοὺ τὴν μνήμην, τοῦ σῳϑῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ΄. Θεοτόκε Παρϑένε.
Καὶ γίνεται ἡ συνήϑης εὐλογία τῶν Ἂρτων, καὶ μεταλαμβάνομεν ἐξ αὐτῶν πᾶντες οἱ ἀδελφοὶ εἰς ἀγιᾳμαμὸν ψυχῆς καὶ σώματος.

Καὶ ἀπόλυσις .

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἐξαψαλμον, τὸ, Θεὸς Κύριος, μετὰ τὼν στίχων αὐτοῦ.
Εἶτα τὰ Τροπάρια.
Τοὺς τρεῖς ἐνδόξους Ἀστέρες. Δὁξα. Οὐτ᾽ ἀπειλάς. Καὶ νῦν. Τοῦ Γαβριήλ φϑεγξαμένου.

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σοὺ Σωτήρ.
Ἀθλήσαντες στεῤῥῶς, ὑπὲρ πίστεως ϑείας, ἐλάβετε λαμπρῶς, τῶν ἀγώνων τὰ γέρα, διὸ καὶ τὼ πανενδοξα, ὑμῶν ϑεῖα σκηνώματα, πᾶσι πνεουσι, διηνεκῇ εὐωδίαν, καὶ παρέχουσι, ψυχῶν ὀμοῦ καὶ σωμάτων, ἰάσεις ἑκάστοτε.

Δόξα.
Πἀράνομε κριτά, τί βραδύνεις ἐβόας, το σωμὰ τὸ ϑνητον, μεληδὸν κατατμῆσαι, ψυχὴν δὲ μὴ δυνάμενος, σὺ προσψαῦσαι τὸ σύνολον; Τρεῖς γὰρ ἕν ἐσμὲν, ἕν τὸ αὐτὸ καὶ φρονοῦμεν, ὡς αὐταδέλφοι, κατά τε σάρκα καὶ πίστιν Μανουὴλ ἀξιάγαςε.

Καὶ νῦν Θεοτοκίον.
Μαρία τὸ σεπτὸν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἷς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ ϑλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρίᾳ, ἡ βοήϑεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ποτὲ, τῶν ἀνομούντων ὁ λαὸς, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλεποντες Μάρτυρες ὑμῶν, καὶ τῷ Κυρίῳ πιστεύοντες ἐκραύγαζον, Δόξα σοι Χριστὲ Παντοδύναμε . Σὺ γὰρ εἶ Θεὸς καὶ οὒκ οἴδαμεν, ὁ ἐγεργὼν παράδοξα ϑαυμάσια, ἐν τοῖς Ἀγίοις σοὺ Μάρτυσιν, ὧν ταῖς πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντας σε.

Δόξα.
Κατεπλήττετο δεινῶς, ὃ παραβάτης βασιλεὺς, πῶς ὑπέμεινας στεῤῥῶς, τὴν ποικιλίαν τῶν ποινῶν, κατάστικτος τοῖς μώλωψι γενημένος. ὅϑεν καὶ κενοῖς πειρᾶται ῥήμασι, καὶ λόγοις μανικοῖς ἀπατῆσαί σε. Σὺ δὲ ἐν τούτοις ὢφϑης ἀππαράτρεπτος, Χριστὸν ποϑήσας ϑεσπέσιε. Μαρτύρων δόξᾳ, πιστῶν δ᾽ ῥύστης Μανουὴλ ἀξιύμνητε.

Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἀγνὴ, πάντες ἀγγέλων οἵ χοροὶ, τὸ μυστήριον τῆς σῆς κυοφορίας τὸ φρικτὸν, πῶς ὀ τὰ πᾶντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτοίς, ταῖς σαῖς συνέχεται καὶ δέχεται ἀρχὴν ὀ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὃ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα εὐφημοῦντες δοξάζουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τῶν βασάνων τὰ νέφη τὰ χαλεπὰ, ἀϑληταὶ παριδόντες μαρτυρικῶς, ὡς ἥλιοι Χάριτι, τοῦ Σωτῆρος ἐλάμψατε, ἀδελφικῇ στοργῇ δὲ, ἐνϑέως συνδούμενοι, ἐφ ὁμοίοις πόνοις λαμπρῶς ἐδοξάσθητε. ὅϑεν μετὰ τέλος, ἀτελεύτητον χάριν, εἲς ὒψους ἐδέξασϑε, ϑεραπεύειν νοσήματα, ἀϑλοφόροι Αὐτάδελφοι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα.
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, βασιλέως ἀνόμου πᾶσαν βουλὴν, ἐξέκλινας ἒνδοξε, καὶ γλυπτοῖς οὒκ ἐπέϑυσας, διὰ τοῦτο ϑῦμα, σαυτὸν προσενήνοχας, τῷ τυϑέντι λόγῳ, ἀϑλήσας στεῤῥότατα. ὅϑεν τὰ βραβεῖα τῶν σὼν ἄϑλων λαμβάνεις, τὰ πάϑη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, Μανουὴλ, παμμακάριστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορταζουσι πόϑω τὴ Ἀγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ενϑυμοῦμαι τὴν κρίσιν καὶ δειλιὼ, ἔργα πράξας αἰσχύνης ὃ ῥυπαρὸς, ἄξια καὶ δέομαι Θεοτόκε Πανύμνητε, πρὸ τοῦ τὰς πύλας φϑάσαι, ϑανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς μετανοίας ὀδόν ὀδηγοῦσά με, ἵνα εὐχαρίστως προσκυνῶν ἀνυμνῷ σου, τὴν ἄμετρον δύναμιν, καὶ τὴν ϑείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα τῷ σῷ Ὑἱῷ καὶ Θεῷ, τῶν παιτισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον Τόκον σου.

Οἱ ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενο. Ἦχος δ΄.
Ἰδέ δὴ τὶ καλὸν ἢ τὶ τερπνὸν, αλλ’ ἢ τὸ κατοικεῖν ἀδελφούς ἐπὶ τὸ αὐτό.
Στίχ. Ὂτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰώνος.

Ἑὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. (Τὸ τοῦ ὄρϑρου του ἁγίου Γεωργίου.)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Ὁ Ν΄ ψαλμός.

Δόξα.
Ταῖς τῶν Ἀϑλοφορων…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός…
Ἰδιόμελον. Ἦχος πλ΄. β΄.
Σήμερον συγκαλεῖται ἡμᾶς τοῦ ἀϑλοφόρου ἡ ἱερὰ πανήγυρις, Δεῦτε οὒν φιλέορτοι, φαιδρῶς ἑορτάσωμεν τὴν μνήμην αὐτῇ λέγοντες. Χαίροις, ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαῤῥήξας διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρίαν τοῦ Πνεύματος σε αὐτῷ περιϑέμενος. Χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας τοῦ παραβᾶτου, τῇ ἰσχύϊ τῇ δοϑείση σοι πὰρὰ τοῦ μόνου Θεοῦ. Χαίροις, ὃ λογχευϑέντων τῶν μελῶν, τὸ μακάριον πάϑος πνευματικῶς ἡμῖν ἀναζωγραφήσας τοῦ Χριστοῦ ὃν καϑικέτευε Μανουήλ, ἀϑλητῶν ἐγκαλώπισμα, λυτρωϑῆναι ἡμᾶς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν, σῳϑῆναι τὰς ψυχὰς ἡμῶν.

Σῷσον ὁ Θεός τὸν λαόν σου…
Τό Κύριε ἐλέησον ιβ΄.

Καὶ οὶ κανόνες τῆς Θεοτόκου εἲς ς΄. καὶ ἐτεροι δύο τῶν Ἀγίων εἲς η΄.

Ο κανών τῆς Θεοτόκου. ᾨδὴ α΄. Ἦχος α΄. ὁ Ἑἰρμός δίς.
ᾨδήν ἐπινίκιον, ἂσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι θαυμᾶστα τέρατα, βραχίονι ὑψηλῷ, καὶ σῴσαντι τὸν Ἰσραήλ ὅτι δεδόξασται.

Ως μόνη τὸν ἄχρονον, Ὑιὸν ἐν χρόνῳ , τεκοῦσα σαρκόμενον, Παναγία Ἂχραντε, πάντα τὰ χρόνια τῆς παναϑλίας μου ψυχῆς, πάϑη ϑεράπευσον.

Τὰ τραύματα Πάναγνε τὰ τῆς ψυχῆς μου, καρδίας τὴν πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ νοός τὰς ἐκτροπὰς, ἀφάνισον ὡς συμπαϑὴς, ταῖς σαῖς δεήσεσι.

Το Φῶς ἡ κυήσασα, τὸν Λυτρώτην μου, τοῦ σκότους μὲ λύτρωσαι, καὶ βασάνων Ἂχραντε, τῶν αἰωνίων ἐκει ὂπως σῳζώμενος ὑμνῶ, τὴν εὐσπλαγχνίαν σου.

ᾨδήν κατανύξεως, τῇ Θεοτοκῷ θερμῶς προσενέγκωμεν, ὦ ψυχή μου τάλαινα, βεβηλωϑεῖσα κακῶς, ἵνα ῥυσϑῶμεν ἐκ πυρὸς, τοῦ αἰωνίζοντος.

Ἐτερος κανὼν τῶν Ἀγίων. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τριάδος ὑπέρμαχοι, τῆς παναγίας πανόλβιοι συμφώνως ἐδείχϑητε, προσκυνηταί τῆς σεπτῆς, καὶ παρίστασθε, τῷ ϑρόνῳ τῆς Τριάδος, ϑερμοὶ αντίληπτορες τῶν προστρεχόντων ὑμῖν.

Εἰρκτῇ ἀπαγόμενοι, τροπαιοφόφοι Αὐτάδελφοι, χαρᾷ συνεψάλλετε, τῷ Βασιλεῖ τοῦ παντος. Δεῦτε λέγοντες, ἐξ ὅλης τῆς καρδίας. Θεῷ ἀλαλαξωμεν, τῷ Παντοκράτορι.

Σαβὲλ ὁ ἀείμνηςος, Ἰσμαὴλ ὁ ϑαυμάσιος, ἀξίως τιμάϑωσαν, σὺν τῷ σοφῷ Μανουὴλ, ὅτι ἤνεγκον, πολλάς τε καὶ παντοίας, βασάνους καὶ ϑάνατον, οἱ ὑπερενδοξοι.

Θεοτοκίον.
Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καϑήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γεγόμενον, Σὺ γὰρ ὥρισαι, πρὸ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

Ἂλλος κανών τοῦ Ἀγίου Μανουήλ. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην φαραῶ.
Γνῶσίν μοι ϑείαν, οὐρανόϑεν Ἂγιε, δός μοι πρεσβείαις ταῖς σαῖς, ὅπως ἐπαξίως, πλέξω σοι τὸν στέφανον, τοῖς ἐγκωμίων ἄνϑεσι, καὶ τῶν ὕμνων Τρισμάκαρ, ὡς τῷ φωτὶ ἐλλαμπόμενος, τῆς ἀπειροσόφου Θεότητος.

Ἂναρχε Λόγε, Μανουήλ τοῦ Μάρτυρος, ταῖς εὐπροσδέκτοις εὐχαῖς, τὸ νοερὸν στόμα, τῆς καρδίας ἀνοίξον, καὶ χείλη μου τὰ ἔνυλα, ὅπως ἄσμασι μέλψω, τὰς ἀριστείας τὰ τρόπαια, τούτου καὶ λαμπρὰ κατορθώματα.

Δόξα.
Ο παραβάτης τῷ ϑυμῷ νικώμενος, ἐπὶ τῇ σῇ Μανουήλ ἀνδρικῇ ἐνστάσει, καὶ μανεὶς ὁ δείλαιος, τὸ σὸν κελεύει σκήνωμα, εἰλιϑῆναι καλάμοις, καὶ ἀπηνὼς λόγχαις βάλλεσθαι, τὰς πλευράς τὰς σὰς γεναιότατε.

Καὶ νῦν. Θεοτοκίον.
Ως Θεοῦ Μήτηρ, παῤῥησίαν ἔχουσα, πρὸς τὸν τεχϑέντα ἐκ σου, μονογενῆ Λὸγον, καὶ Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωπᾶσα μὴ παύση, κινδύνων σῷσαι Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.

Καταβασία. Ἀνοίξω τό στόμα μου. ᾨδὴ γ’. Εἰρμός δις.
Στερεωθήτω ἡ καρδία μου, εἲς τὸ θέλημα σου Χριστέ ὀ Θεός, ὀ εφ’ὐδάτων οὐρανόν στερεώσας το δεύτερον, καὶ ἐδρασας ἐν τοῖς ὒδασι, την γῆν Παντοδύναμε.

Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀφάνισον, καὶ καρποφόρον ἀρεταῖς, την ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.
Ῥῦσαι με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὂφεως, αἰωνιζούσης τε φλογός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ το φῶς ἀποκυήσασα, ἡμῖν το ἀνέσπερον.

Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἀγνή, τὴν φρικτὴν ὅλως δέδοικα, σπεῦσον προ τοῦ τέλους, ἀγαϑὴ τὸν οἰκέτην σου.

Θεογεννῆτορ Ἀπειρόγαμε, τὰς ἡμῶν δεήσεις προσάγαγε, τῷ ποιητῇ σου καὶ Θεῷ, τῷ τεχϑέντι ἐκ μήτρας σου, ὅπως εὕρωμεν τελείαν, τῶν δεινὼν ἀπολύτρωσιν.

Ἑτερος. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ὠς βότρυες ϑεῖοι γεγονότες, ἀμπελου τῆς θείας ἀληϑῶς, ἀϑλήσεως προχέουσιν, οἶνον ἡμῖν οἱ Μάρτυρες, πνευματικῶς εὐφραίνοντα, τὰς διανοίας ἐν χάριτι.

Πατρὸς ἐβδελύχϑητε ϑρησκείαν, Μητρὸς δὲ τὴν ἔνϑεον σοφῶς, εὐσέβειαν ποϑήσαντες, τὴν ϑείαν ἀναγέννησιν, τοῦ Πνεύματος ἐλάβετε, ὦ ἀϑλοφόροι αὐτάδελφοι.

Ἀχϑέντες ἐνώπιον τυρᾶννου, ἐγνώθητε τρεῖς Θεοσεβεῖς, ὅϑεν καὶ κατεφλέχϑητε, στεῤῥῶς καὶ ὑπεμείνατε, πάσας βασάνους ἔνδοξοι. καὶ πολυύμνητοι Μάρτυρες.

Θεοτοκίον.
Νόμου προετύπου ἡ σκηνή σε, γενήσεσθαι μέλουσαν Ἀγνὴ, Θεοῦ ἁγιον σκήνωμα, ἐν ὦ ὀ ἰλασμος ἡμῶν, ἀγιασμόν δωρούμενος, πᾶσιν «μῖν ἐπελεύσεται.

Ἂλλος, Ο στερεωσὰς κατ᾿ ἀρχάς.
Νἐνεκρωμένον διὰ σὲ, πεπιστευκὼς τὸν Δεσπότην, ϑαῤῥαλέως τῷ ϑανάτῳ προστρέχεις, τὴν ἑκούσιον αὐτοῦ ἐπιποϑήσας νέκρωσιν, Μανουὴλ νικηφόρε, Θείᾳ δυνάμει ῥωννύμενος.

Οὐ ξίφος Μάρτυς τὸν στεῤῥὸν, τῆς καρτερίας πῦργον, διετάραξε γενναῖε, ἀλλ’ ὢφϑης καρτερώτατος ποιναῖς, προσομιλῶν καὶ θλίψεσι, ταῖς παῤ ἔχϑρῶν ἀσπλάγχνως, προσφερομέναις σοι ἔνδοξε,

Δόξα.
Πολλούς ὐπέστης σπαρωγμούς, πρὸς τὸ τὴν ϑείαν γενναῖε, ἀπαρνήσασϑαι σωτήριον κλῆσιν, τοῦ Χριστοῦ ἀλλ᾿ εἷς κενὸν, ὄντως κεκοπιάκασι, καὶ γὰρ μέχρι ϑιανάτου ταύτην γενναίως ἐβάστασας.

Καὶ νῦν Θεοτοκίον.
Θεοχαρίτωτε Ἀγνὴ, μετὰ τῶν ἄνω ταγμάτων, μετὰ πάντων τῶν σοφῶν αποστόλων, καὶ Μαρτύρων ἱερῶν, καὶ Προφητῶν ἱκέτευε, ὂπως ἀμαρτήματων, τελείαν λάβωμεν ἂφεσιν.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους, Καϑ’. ἦχος δ΄. Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τοὺς πολυτρόπους αἰκισμούς ἐνεγκόντες, ἐν ἀπτοήτῳ λογισμῷ Ἀθλοφόροι, ὑπὲρ ἡλίου λάμπετε φαιδρότητα. ὅϑεν τὴν φαιδρὰν ὑμῶν, ἑορτάζομεν μνήμην, πίστει ἰκετεύοντες, ταῖς ὑμῶν μεσιτείαις, ἁμαρτημάτων ἄφεσιν λαβεῖν, καὶ ἀγαϑὼν αἰωνίων ἀπόλαυσιν.

Δόξα. ὅμοιον.
Ο Μανουὴλ ὁ τοῦ Χριστοῦ ἀϑλοφόρος, ὁ τὰς βασανοες ἀνδρικῶς ὑπομείνας, τοῦ Μαρτυρίου ἔλαβε τὸν στέφανον, ϑῦμάτε γενόμενος, ὑπὲρ τῆς εὐσεβείας, ἅπαντας ἐδίδαξε, προσκυνεῖν τὴν Τριάδα, καὶ ταῖς πρεσβείαις λύτρωσαι ἡμᾶς, ἐκ πάσης βλάβης Θεε ὑπεράγαϑε.

Καὶ νῦν. Θεοτοκίον. ὅμοιον.
Τὧν ἀκαϑάρτων λογισμῶν μου τὰ πλήϑη, ὁ τῶν ἁτοπῶων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τᾶς ἐπαναστάσεις δὲ, τῶν ἀσάρκων ἐχιϑρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; ἀλλὰ τῇ σῇ πρεσβείᾳ Ἀγαϑη, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

ᾨδὴ δ΄. Ὁ εἱρμὸς δίς.
Ἐν Πνεύματι προβλέπων, προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἔκήρὑττες βοῶν. Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχϑήσῃ, δόξα τῇ δυνάμει σου Κύριε.

Παρθένε Θεοτόκε, ἀμόλυντε Σεμνὴ, μολυνθέντα πταίσμασι, καϑάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου ῥάνίσι καϑαρωτάταις, καὶ δός μοι χεῖρα βοηϑείας ἵνα κράζω, δόξα σοι ἁγνὴ Θεοδόξαστε.

Ναὸς ἡγιασμέγος, ἐδείχϑης Τοῦ Θεοῦ, τοῦ ἐν σοὶ σκηνώσαντος Παρϑένε ὑπὲςρ νῦν αὐτὸν ἐκδυσώπει, ἁμαρτιῶν ἡμᾶς ῥύπου ἀποκαϑᾶραι, ὅπως οἶκος καθαρότητος ὁφϑῶμεν, καὶ κατηκητήριον τοῦ Πνεύματος.

Ἐλεησόν με μόνη, ἐλέους ἡ πηγή, Θεοτόκε τέξασα, καὶ λύσον τὴν δεινὴν, ψυχῇς μου νόσον, καὶ πώρωσιν τῆς καρδίας. Δακρύων ῥεῖϑρα, καὶ κατάνυξιν πρὸ τέλους, δοῦσα καὶ δεινῶν ἀπολύτρωσιν.

Ἐξέστησαν ὁρῶσαι Ἀγγέλων στρατιαὶ, πῶς ὁ ἀϑεώρητος μορφῇ τῇ καϑ’ ἡμᾶς, ἐκ σου ὡράϑη Παρϑένε Θεοκυῆτορ. ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας.

Ἐτερος. Ο καθήμενος ἐν δόξη.
Παραστάς τῷ παραβάτῃ, ὃ τρισσόλεκτος ϑίασος, καὶ τῶν προσταγμάτων, ἔξαρχο τῶν τούτου γενόμενος. διὰ τεσσάρων βουνεύροις ὠμοὶς τύπτεται, τούτων ἕκαστος, ὦ καρτερίᾳ πανάριστος.

Ἰλαστήριον τὸ αἷμα,, τῶν Μαρτύρων ἐγένετο, καὶ εὐωδεστάτη, ὄντως τῷ Θεῷ καϑιέρωσις, ἀνεμποδίστως διδοῦσα τὴν ἀκίνδυνον, ἀναβρύουσαν πᾶσι, πηγὴν τῶν
ἰάσεων.

Τῶν ποικίλων πειρασμῶν τε, καὶ κινδύνων τὴν ἔφοδον, ταὶς ὑμῶν πρεσβείαις, ταὶς πρὸς τὸν Χριστὸν διακρούσασθε, τῶν ἐκτελούντων ἐν πίστει τὴν πανίερον, καὶ πανεορτῶν, μνήμην ὑμῶν ἀξιάγαστοι.

Θεοτοκίον.
Ἰσχυρώτατόν σε ὅπλον, κατ ἐχϑρῶν προβαλλόμεϑα. δυσχερείας πάσης, καὶ τῶν χαλεπῶν περιστἀσεων, ἀποσειόμεθα βλάβην καὶ τὸν κλύδωνα, τῶν αἱρέσεων Μήτηρ Θεοῦ διαφεύγομεν.

Ἂλλος. Εἰσακήκοα Κύριε.
Οὐχ εἰρκτὴ οὐδὲ μάστιγες, οὐ ϑυμὸς τυράννου, ἀλλ᾿ οὐδὲ ϑάνατος, τῆς ἀγάπης ἠδυνήϑησαν, ἐκχωρίσαι Μάρτυς τοῦ Δεσπότου σου.

Θῦμα ὄντως εὐπρόσδεκτον, τῷ Χριστῷ ἐφάνης μάρτυς στεῤῥότατε, κατὰ νοῦν μῆδόλως ϑέμενος, τὰ τοῦ παραβάτου μηχανήματα.

Δόξα.
Οὐχ ὰ ἄρνοῦμαι τὸ ὄνομα, τοῦ Χριστοῦ εβόας Μάρτυς ἑλκόμενος, πρός σφαγὴν ὡς ἄμνὸς ἄκακος, ἀλλὰ φέρω πάντα νῦν γηϑόμενος.

Καὶ νῦν Θεοτοκίον.
Ἐπὶ κλίνῃς ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλαγαϑος βοήϑησον, Θεοτόκε μόνη ἀειπάρϑενε.

Καταβασία . Την ἀνεξιχνίαστον, ᾨδὴ ε΄. ὁ εἱρμὸς δίς.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἰέ τοῦ Θεοῦ . Ἄλλον γὰρ ἐκτός σου Θεὸν οὒ γινώσκομεν, τὸ ὄνομα σου ὀνομάζομεν. ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

Νεκρόν με ἀπειργάσατο ποτὲ ἐν τῇ ἐδὲμ, γεῦσις πονηρᾶ. Ζωὴν δὲ κυήσασα Ἀγνὴ, τὸν ξύλῳ ἔκπαλαι ϑανόντα φεῦ! ζῳοποίησόν με, καὶ βράβευσον εἰρήνην.

Διάσῳσόν με πάναγνε, κινδύνων χαλεπῶν, ἔγειρον παϑῶν κοπρίας καὶ ῥῦσαί με, αἰχμαλωσίας καὶ κακώσεως, πονηρῶν δαιμόνων, τὸν σὸν ἀχρεῖον δοῦλον.

Τὰς κόρας τῆς ψυχῆς μου, διανοιξον ἀγνὴ, βλέπειν με τρανῶς τὴν ϑείαν λαμπρότητα, καὶ τὴν σὴν δόξαν παναμώμητε, ὅπως ἔλέους τύχω, καὶ αἰωνίου δόξῃς.

Βασίλισσαν παρϑένον, κηρύττει σε Δαβὶδ, ἄχραντε ἁγνή. Διὸ ἱκετεύω σὲ, τῆς οὐρανίου Βασιλείας με ποίησον κληρονόμον, ἵνα σὲ μακαρίζω.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἰκρίῳ ἐπάγητε, χεῖρας καὶ πόδας ἅγιοι, δόγματι τυράννου μὴ πειθέντες,καὶ ἀναρτᾶθε ἐν μετεώρῳ ἐκ γῆς, ὄνυξι ξεόμενοι δεινῶς, ἄγγελον δὲ εἴδετε, ὃς ὑμᾶς παρεϑάῤῥυνε.

Καλάμοις τοῖς ὄνυξιν, οἱ ὅγιοι ἐμπήγονται, νῶτα δὲ καὶ κάρας καϑηλοῦνται, ἄτρεπτοι ὄντες, καὶ μὴ βουλόμενοι, ϑυσίαν εἰδώλοις ἐνεγκεῖν. ὅϑεν τούτους ἄσμασι καὶ ὡδαῖς εὐφημήσωμεν.

Τα ἄνϑη τὰ πνέοντα, ὀσμὴν ἐνϑέου γνώσεως, τῆς ϑεογνωσίας τοὺς λειμῶνας, τοῦ παραδείσου, δένδρα, τὰ εὔκαρπα, τοὺς περικαλλεῖς καὶ φωταυγεῖς, Μάρτυρας ὕμνήσωμεν, καὶ πιστώς μακαρίσωμεν.

Θεοτοκίον.
Ῥομφαία τὸ πρότερον, ἡ τὴν ἐδὲμ φυλάττουσα, στρέφει τοῖς πιστοῖς Ἀγνὴ τὰ νῶτα, σημειουμένοις, τιμίῳ αἵματι, πάλαι κενωϑέντι ἐκ πλευρᾶς, λόγχης ἔκκεντήματι, τοῦ ἐκ σου ἀνατείλαντος.

Ἂλλος. Ἲνα τί μὲ ἀπωσω.
Κολαστήρια ξένα, μάρτυς καὶ δεινότατα κατεπενόησαν, τῆς σῆς καρτερίας, οἱ τὴς πλάνης προστάται ϑερμότατοι, ἥλους ὀξυτάτους, τῇ κεφαλῇ σου διαπεῖραι, καὶ τοῖς νώτοις ἀσπλάχνῶς ἐτόλμησαν.

Λαμπροί σου οἱ ἀγὼνες, καὶ τὰ τρόπαια Μαρτὺς ἅπερ ἀνήγειρας, κατ’ ἐχϑοῶν ἁπάντων, ὁρατῶν ἀοράτων πανϑαύμαστε. Θεία γὰρ δυνάμει, περιεγένου ἀμφωτέρων, καὶ τὴν τούτων ὀφρῦν καταβέβληκας.

Δόξα.
Τὰ σεπτὰ ὑμῶν σκήνη, τόπῳ ἐναπεῤῥιψαν κρημνωδει ἄνομοι, μετὰ τὴν τοῦ ξίφους, ἐκτομὴν ζημιῶσαι οἱόμενοι., τὸ τῶν ὀρϑοδόξων πλήρωμα μὴ εἰδότες ὅλως, ὅτι ἅπαντας βλέπετε ἄνωϑεν.

Καὶ νῦν Θεοτοκίον.
Νοερῶς ἐμυήϑη προφητῶν ὁ σύλλογος τὰ σὰ μυστήρια. Οὐρανού γὰρ πύλην, ἐπὶ γῆς ὁ Δεσπότης σὲ ἔδειξε, καὶ ἐκ σου Παρϑένε, σωματωϑεὶς δικαιοσύνης, τοῖς ἐν σκότει ὡς ἥλιος ἔλαμψε.

Καταβασία, Ἐξέστη τὰ σύμπαντα. ᾨδὴ ς΄. ὁ εἱρμὸς δίς.
Τὸν προφήτῆν Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου Ἀγαϑὲ, ἐλευϑέρωσον φϑορᾶς καὶ σῷσόν με, σωτὴρ τοῦ κόσμου, κράζοντα δόξα σοι.

Μολυνϑέντα με πολλαὶς, ἁμαρτίαις τὴν ψυχὴν, δυσωπῶ σε ἐκτενῶς, τὴν ἀμόλυντον σκηνὴν, ἀπόπλυνον, παντοίου ῥύπου τῇ μεσιτείᾳ σου.

Κυβερνῆτις μοι γενοῦ, ϑαλαττεύοντι Ἀγνὴ, ἐν παλᾶγει χαλεπῷ, τῶν τοῦ βίου πειρασμῶν, καὶ ἴϑυνον, πρὸς σωτηρίας οδὸν κα σῶσὸν με.

Ἀγιάσματος σκηνὴ δεδειγμένη Μαριὰμ, μιανϑεῖσαν ἡδοναῖς, τὴν ἀϑλίαν μου ψυχήν, ἀγίασον, καὶ ϑείας δόξης μέτοχον ποίησον.

Τὴν Μητέρα τοῦ Θεοῦ, καὶ καλὴν ἐν γυναιξὶ, δυσωπῶ σε ἐκτενῶς. μὴ παρίδῃς με Ἀγνὴ, ἀλλ οἴκτειρον, καὶ πάσης βλάβης ἔχϑροῦ ἀπάλλαξον.

Ἐτερος. Την ϑείαν ταύτην.
Την ϑείαν ταύτην καὶ πάντιμον, τελοῦντες τῶν Μαρτύρων πανήγυριν, Δεῦτε φιλέορτοι, ἄνϑη χαρίτων δρεψώμεϑα, καὶ τῶν δεινὼν τὴν λύτρωσιν κομισώμεϑα.

Θαυμάτων χάριν δεξάμενοι, ἰάσθε τῶν ψυχῶν ἀῤῥωστήματα, ἔνδοξοι Μάρτυρες, καὶ τῶν δεινῶν ἀπαλλάττετε, τοὺς πρὸς ὑμᾶς ἐν πίστει ἀεὶ προστρέχοντας.

Τῷ θείῳ ζήλῳ πυρούμενοι, λαμπᾶσι τὰς μασχάλας ἐφλέχϑητε, ὅϑεν τὴν ἐνϑεον, χἄριν ἀφϑόνως εἰλήφατε, καὶ τῶν δεινῶν τὴν λύσιν πιστοῖς παρέχετε.

Θεοτοκίον.
Τὸ πῦρ ἐν σοὶ τῆς Θεότητος, ἐσκήνωσεν Ἀγνὴ ϑεονύμφευτε, καὶ οὒ κατέφλεξε, τὴν σὴν νηδὺν παμμακάριστε. Ἐδρόσισε δὲ μᾶλλον καὶ κατεφώτισεν.

Ἂλλος. Ἰλασϑητί μοι σωτήρ.
Λαμπρότατε Μανουήλ, τοὺς ὁμωνύμους σοι φύλαττε, καὶ πάντας τὰς εὐσεβεῖς, τοὺς τὴν σὴν γεραίροντας, μνήμην τὴν πανίερον, ἐκ παντὸς κινδύνου, καὶ δεινῶν καὶ περιστάσεων.

Ἐνήϑλησας ἀνδρικῶς, ποσί σου κτείνας τὸν δράκοντα, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, ἀγάλλῃ δρεπόμενος, τὰ γέρα τῶν πόνων σου, καὶ ἡμῖν βραβεύων, τὴν εἰρήνην  ταῖς πρεσβείαις σου.

Δόξα.
Ταῖς στρέβλαις τῶν ἀσεβῶν, ὁ Μάρτυς πάχων ἠγάλετο, καὶ πάϑει τοῦ ἀπαϑοῦς, τὸν νοῦν κραταιούμενος,, ἐνίκα τὰς ἄφρονας, πρὸς τὸν ἀϑλοϑέτην, ἀνενδότως
ἐπειγόμενος.

Καὶ νῦν. Θεοτοκίον.
Λαμψάτω νῦν ἐπὶ ἐμὲ, καὶ ἄφατος εὐσπλαγχνία σου, βυϑοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλάττουσα, καὶ πρὸς μετανοίας. Τοὺς λιμένας ἐμβιβάζουσα.

Καταβασία. Τὴν ϑείαν ταύτην. Κοντάκ. ἦχος δ᾽. Ἐπεφάνης.
Οἰ τρεῖς ϑεῖοι Μάρτυρες, οἵ ἐκ Περσίδος, τὸν Σταυρὸν ἀράμενοι,οὒκ ἐδείλίασαν ποινὰς, ἀλλὰ ἐν σταδίῳ ἐκήρυξαν, τὸν ἐν Μονάδι, Θεὸν Τρισυπόστατον.

Ο Οἶκος.
Ἐὐφημήσωμεν φιλέορτοι τοὺς Μεγαλομάρτυρας τρεῖς αὐταδέλφεους Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ, τοὺς ἐκ τῆς Περσίδος ὡς Ἀστέρας φαεινούς ἐκλάμψαντας, λέγοντες. Χαίρετε οἱ τὰ σώματα παντοίοις αἰκισμοῖς παραδόντες, καὶ τὴν ἄληκτον, καὶ ἀγήρω ζωὴν τῆς φϑαρτῆς προτιμήσαντες. Χαίρετε οἱ τα στίγματα τοῦ Κυρίου ἐν τοῖς σώμασιν ὑμῶν φέροντες, καὶ διὰ Χριστὸν τοὺς ἀστραγάλους ἥλοις παρέντες. Χαίρετε οἱ τὸν διὰ ξίφους ϑάνατον ἑτοίμως δεξάμενοι, καὶ τῶν γηΐνων τὰ οὐράνια ἀνταλάξασϑαι βουληϑέντες. Καὶ νῦν ἐν Οὐρανοῖς σὺν Ἀγγέλοις ἀγαλλόμενοι, ἀπάυστως ὑμνεῖτε, τὸν ἐν Μονάδι Θεὸν Τρισυπόστατον.

Ἐτερον Κοντάκιον τοῦ Ἀγίου Μανουὴλ. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν τοῦ τυράνου ἀπειλῶν καὶ ὐποσχέσεων, καταφρονήσας ἀνδρικῶς στυλέ ἀκλόνητε, σὺν ὀμαιμόσιν ἐνήθλησας Μεγαλόφρον· ἀλλ’ ὡς ἒχων παῤῥησίαν πρός τὸν Κύριον, Μανουήλ με κυνδύνων ἐλευθέρωσον· ἲνα κράζω σοὶ· Χαίρε Μάρτυς πανθαύμαστε.

Τίς σε τῶν ἐπιγείων Μανουήλ ἐξιχύσειεν εἰπεῖν τοὺςς μαρτυρικούς ἀϑλους, καὶ τῆς ὑπὲρ Χριστοῦ πάλης τὴν ἄμετρον ἔνστασίν τε καὶ καρτερίαν, ἣν ἐπὶ γῆς ὡς ἄσαρκος ἐπεδείξω; Ἀλλ’ ὅμως ἴδε, οὒτω σοὶ κράξω.

Χαίροις Θεοῦ στρατιῶτα γενναιε·
Χαίροις Χριστοῦ μάρτυς ὡραῖε.
Χαίροις Ἀστὴρ τοῦ νοητοῦ Ἡλίου παμφαίδιμε·
Χαίροις καρπὲ τοῦ Ἀγίου Πνεύματος ὡριμε.
Χαίροις Περσίδος ἀϑάνατον βλάστημα·
Χαίροις Θράκης ἀκλόνητον ἔρεισμα.
Χαίροις τερπνὸν ϑῦμα τοῦ Παντάνακτος Θεοῦ·
Χαίροις ὃ τὴν πλάνην, διελέγξας τοῦ Ἰουλιανου.
Χαίροις Πῦρ, Ἢλους Καλάμους, Βέλη, καὶ Ξίφος εἰς ουδέν λογισάμενος·
Χαίροις τῇ ἀϑλητικῇ ἐνστάσει, Σατᾶν ὁ δόλιος ὑπῆρξε παιζόμενος.
Χαίροις τῶν ἑορταζόντων τὴν μνήμην σε ὃ Προστάτης·
Χαίροις δὶ οὒ ἡττήϑη ὁ τύραννος Παραβάτῃς.

Χαίροις Μάρτυς Πανϑαύμαστε.

Τῷ αὐτῷ Μηνὶ 1Ζ΄. τῶν Ἀγίων καὶ ἐνδόξων μεγάλων Μαρτύρων Μανουὴλ, Σαβὲλ, καὶ Ἰσμαήλ.

Στίχ. Μανουὴλ, Σαβὲλ, ᾿Ἰσμαὴλ τρεῖς ὁπλῖται,
Τριάδος αἰσχύνουσιν ἐχϑρούς τριστάτας.
Τὸν Μανουὴλ νύττουσι λόγγχαι Χριστέ μου,
Ζηλοῦντα πλευρᾶς λογχονύχτου σῆς πάθος.
Ἐβδομάτῃ δεκάτῃ ἴδε τρεῖς ἀνέρας ἀϑλέοντας.

Οὒτοι ὑπῆρχον ἐκ Περσίδος, ἀποσταλέντες παρὰ τοῦ Βασιλέως Περσῶν Ἀλαμουνδάρου, καὶ πρός εἰρήνην βραβεύοντες, κατὰ τοὺς. χρόνους Ἰουλιανοῦ τοῦ παραβάτου. Ον ϑύοντα τοῖς εἰδώλοις πέρὰν ἐν Χαλκηδόνι ϑεασάμενοι, καὶ πολλους τῇ αὐτοῦ πλάνῃ καϑυπαγομένους, αὐτοὶ ὑπάρχοντες Θεοσεβεῖς, καὶ τῷ Χριστῷ λατρεύοντες, ὠλοφύροντο, καὶ τὸν Χριστὸν καϑικέτευον, διαφυλαχϑῆναι αὐτοῦς τῇ πίσττει τῇ εἰς αὐτὸν, καὶ τὸ μὴ κοινωνῆσαι τῇ πλάνη τῶν εἰδωλολατρῶν. Γνωϑέντες δἐ καὶ ἀχϑέντες τῷ δυσσεβεῖ Ἰουλιανοῦ, τύπτονται, καὶ ἥλοις περονῶνται τοὺς Ἀστραγάλους, καὶ λαμπᾶσι πυρὸς τὰς Μασχάλας καταφλέγονται, καὶ περόναις τὰς Κεφαλᾶς καὶ τὰ νῶτα καϑηλοῦνται, καὶ ταῦτα μὲν κοινῆ. Ἰδίᾳ δὲ ὁ Ἂγιος Μανουὴλ ὑποσχέσεις δεξάμενος παρὰ τοῦ μιαροῦ βασιλέως Ἰουλιανοῦ, καὶ παραινέσεις,καὶ μὴ πεισϑεὶς ϑυσίαν προσενεγκεῖν τοῖς εἰδώλοις, καλᾶμοις εἰλιϑεὶς κατασφίγγεται, καὶ ὀξέσι κατακεντᾶται βέλεσι, καὶ οὒτως ἅμα τοῖς δυσὶν αὐτοῦ ἀδελφοῖς Σαβὲλ καὶ Ἰσμαήλ, ἐν τῷ πρὸς Θράκην τείχει, τῷ ἐπιλεγομένῳ Κωνσταντίνου, ἐν τόπῳ κρημνώδει ἀπαχϑέντες, τὰς κεφαλὰς ἐναπετμήϑησαν.

Τὴ αὐτῇ ἡμέρᾳ. Ἂϑλησις τοῦ Ἀγίου Νεομάρτυρος Μανουὴλ τοῦ Κρητός.

Τῇ αὐτὴ ἡμέρᾳ. Ἂϑλησις τοῦ Ἀγίου Μάρτυρος Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ, Ἰννοκεντίου, Φήλικος, Ερμείου,, καὶ Περεγρίνου.

Τὴ αὐτὴ ἡμέρᾳ. Τῇ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος.

Τῇ αὐτῇ ἡμέρᾳ. Τοῦ Ὀσίου Πατρὸς ἡμῶν ὙπατίΟΥ τοῦ ἐν Ῥουφιαναῖς.

Ταῖς τῶν σῶν Ἀθλοφόρων πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ Εἱρμός. δίς.
Τοὺς ἐν καμίνῳ παῖδάς σου Σωτὴρ, οὒχ, ἧψατο ουδὲ παρηνώχλησε τὸ πῦρ. τότε οἰ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὑμνούν καὶ εὐλόγουν λέγοντες, εὐλογητὸς ὃ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Τὶ μιανϑεῖσαν πάϑεσι ψυχὴν, ἁγίασον Δέσποινα τοῦ δούλου σου Ἀγνὴ, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμὰς, τάχος ἀφάνισον.

Νενεκρωμένον πάϑεσι σαρκὸς, Πανάμωμε ζῴωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε, ἵνα δοξάξω ἀεὶ τὴν εὐσπλαγχνίαν σου.

Ῥῦσαι γεέννης Δέσποινα Ἀγνὴ τὸν δούλον σου, ῥῦσαι καταδίκης με φρικτῆς τοῦ σοῦ Υἰοῦ, ῥῦσαι κολάσέως ἁπάσης ἐμὲ τὸν κατάκριτον, ἐκδυσωποῦσα Θεὸν τὸν
ὑπεράγαϑον.

Νέκρωσον τάχει Δέσποινα Ἀγνὴ, τὰ τῆς σαρκὸς πάϑη καὶ ψυχῆς μου τὰἀπεινῆς, ῥῦπον δεινὸν ἀπόσμηξον Παρϑένε, καὶ λογοϑεσίου μὲ δαιμόνων τῶν πονηρῶν, ῥῦσαι καὶ σῷσόν με.

Ἒτερος. Οὐκ ἐλάτρευσαν.
Ἐπὶ πέτραν ϑείαν γνώσεως ἐρείσαντες, τὰς βάσεις ἔνδοξοι, τῶν καρδιῶν ὑμῶν, ἐχϑρῶν μηχανήμασιν οὒ παρετράπητε, ἀναμελποντες, ὃ τῶν πατέρων Κύριος
καὶ Θεὸς εὐλογητὸς εἶ.

Διεχώρισεν, ὑμᾶς ὃ ἀνομώτατος, Τύραννος ἔνοξοι, Σεβέλ τε καὶ Ἰσμαὴλ, ἃπάτῃ σκεπτόμενος, ὑποσκελίσαι ὑμᾶς, ἀλλ’ ἀπέτυχε. Καὶ γὰρ ὑμεῖς ὡράϑητε, ἀδιάσειστοι γενάδαι.

Ἀλαμούνδαρος, ὃ Ἂναξ τῶν Περσῶν ὑμῖν, ἐλθεῖν ἐκέλευσεν, ὡς στρατιώταις αυτόῦ, εἰρήνην βραβεύσασθαι πρὸς τὸν παράνομον, ὃς τις ἥκιστα, εἰς νοῦνν πρεσβείαν Θέμενος, ὑπὲρ πίστεως ἡρεύνα.

Θεοτοκίον.
Φωτεινότατον, παλάτιον εὑράμενος, Θεὸς τὴν μήτραν σου, ταύτην κατῶκισεν, υἰούς ἐργαζόμενος, φωτὸς Πανάμωμε, τοὺς κραυγάζοντας, ὃ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ,

Ἃλλος. Θεοῦ συγκατάβασιν.
Ῥὠννύμενος σϑνένει σου, παντοδυνάμῳ ὃ ἀϑλοφόρος Χριστὲ, καὶ τελέσας τὸν δρόμον Μαρτυρίου γιγαντιαίῳ ποδὶ, καὶ σὺν ΑἈγγέλοις σκηνώσας, κραυγάζει σοι, εὐλογητὸς ὃ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Σιὼν τὴν οὐράνιον, οἰκεῖς Παμμάκαρ, σὺν τοῖς Μαρτύρων χοροῖς, ἐλαμπόμενος αἴγλῃ, καὶ φωταυγίᾳ τοῦ ἀνεσπέρου φωτὸς, μετὰ Ἀγγέλων βοᾶς εὐφραινόμενος, εὐλογητὸς ὃ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Δόξα.
Μετ’ ἣχου ἀπώλετο, τὸ παραβώτου οἰκτρὸν μνημόσυνον, κατὰ τὴν προφητείαν, πρὸς τὴν Περσίδα ϑρασέως ἐγγίζοντος, καὶ γὰρ καιρίως ἐτρωϑη ὁ δείλαιος, καὶ τὴν ἀθλίαν οἰκτρῶς, ψυχὴν ἀπεχρέμψατο.

Καὶ νῦν. Θεοτοκίον.
Ως, ὄρϑρος ἀνέτειλας, ο δικαιοσύνης Ἣλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς ἀγνωσίας ἀποκαϑαίροντα, ϑεογγωσίας ἀκτῖσιν, ᾧ ψαλλομεν, εὐλογητὸς ὀ Θεὸς, ὃ τῶν παάτερων ἡμὼν.

Καταβασία. Οὐκ ἐλᾶτρευσαν.
ᾨδὴ η΄. Ο εἱρμὸς δίς.
Ὁν φρίττουσιν Ἂγγελοι, καὶ πᾶσαι Στρατιαὶ, ὡς Κτίστην Κύριον, ὑμνεῖτε ἰερεῖς δοξάσατε παῖδες, εὐλογεῖτε λαοὶ, καὶ ὑπερυψοῦτε εἷς πάντας τοὺς αἰῶνας.

Σαρκοῦται ὁ ἄσαρκος, ἐκ σου ϑεοπρεπῶς, ὃν αἴτησαι Πάναγνε, τὰ πάϑη τῆς ἐμῆς ψυχῆς, ϑανατῶσαι καὶ ζωῶσαι αὐτὴν νεκρωθεῖσαν πάλαι, κακίστῃς ἁμαρτίᾳ.

Ἰάσω τὸ σύντριμμα, Ἀδάμ τοῦ χοικοῦ, Σωτῇρα κυήσασα, Πανάχραντε Θεὸν, αὖτὸν ἐκδυσώπει τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης.

Ανάστησον κείμενον, εἰς βαϑη με κακῶν, τοὺς νῦν πολεμᾶντάς με, πολέμισον ἐχθροῦς, τρωϑέντα ἀτόποις ἡδοναῖς τὴν ψυχήν, Ἀγνὴ μὴ παρίδῃς, ἀλλ’ οἴκτειρον
καὶ σώσον.

Ἰάτρευσον Ἂχραντε, τα πάϑη τῆς ἐμῇς, καρδίας κυήσασα τὸν πάντων Ἰατρόν, καὶ τῆς τῶν δικαίων, δείξον με Παρϑένε. μέτοχον μερίδος, Χοιστὸν ἐκδυσωπτούσα.

Ἑτερος. Παῖδας εὐαγεῖς.
Ἐλθόντες εἶς τόπον τοῦ ϑανάτου, εὐϑεως τὰς κεφαλὰς ἐναπετμήϑητε, εἶτα ϑαῦμα γέγονεν, ὄντως ὑπερἐνδοξον, ἡ Γῆ γὰρ ἐναπέκρυψε, τὰ ὑμῶν σώματα, οἱ ἄπιστοι, ἐν πίστει ἐβόων, μέγας ὀρϑοδόξων, Θεὸς εἰς τοὺς αἰῶνας.

Ἐκ γῆς ἀναφύονται ὡς κρῖνα, σταλάζοντα εὐωδίας γλυκασμόν, ἡμῖν τὰ σεπτά Σκηνώματα, τῶν Μαρτύρων ἅπαντα, ταὶς προσευχαῖς καμπτόμενα, τῶν εὖσεβῶν συμπαϑῶς, ἰάσεις τοῖς νοσοῦσι δωρούνται, ἵνα εὐλογῶσι Χριστόν εἷς τοὺς αἰῶνας.

Ὑμᾶς τοὺς γενναίους ἀϑλοφόρους, Σαβὲλ Ἰσμαὴλ καὶ Μανουηλ, τοὺς ἐκ Περσίδος Λάμψαντας, πρέσβεις πρὸς τὸν Κύριον, ἰσχυρωτάτους ἔχοντες, πόϑῳ κραυγάζομεν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Σαρκὶ ἑνωϑείς σοι κατ’ ουσίαν, ὃ πασι τὸ εἶναι παρεχόμενος, ὅλον με ἀνεπλασεν, ὅλον ἀνεκαίνισε, παλαιωϑέντα Πάναγνε ταῖς παραβάσεσι. Διό σε τὴν Παρϑένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἂλλος. Ἐπταπλασίως κάμινον.
Ὡ Μανουήλ πολύαϑλε, τὸν ἕν Χίῳ ἀϑλήσαντα, πρόσφατόν σοι φίλον, καὶ κλεινὸν ὁμώνυμον, τῇ σῇ χορεία πρόσδεξαι. Οὗτος γάρ ὄντως ὑπὲρ Χριστοῦ, ὡς περικαλλὴς ἀμνὸς ἐτμήϑη τὴν κάραν. Διὸ καὶ ὁμοφώνως, τῷ Θεῷ καὶ δεσπότη, πρεσβεύσατε σωϑῆναι. ἡμᾶς τοὺς ὀρϑοδόξους.

Ὑπἐρ ἡμῶν ἱκέτευε, Μανουὴλ ὦ πολύαϑλε, τὸν Θεὸν τῶν ὂλων, τῶν θερμῶς τελοῦντων σου, τὴν μνήμην τὴν πάντιμον, καὶ παναγίαν σου τελετὴν, ἔχων πρὸς. αὐτὸν, μαρτυρικὴν παῤῥησίαν, προσάγειν ἱκεσίας, καὶ πληρούν τὰς αἰτήσεις, τῶν πίστει προστρεχόντων, τῇ σκέπῃ σὲ τῇ ϑείᾳ.

Δόξα.
Τῷ ϑρόνῳ παριστάμενος, τῆς Τριάδος πολύαϑλε, ἅμα τοῖς Μαρτύρων, ἱεροῖς Σρατεύμασιν, ἀγώνων τὰ ἔπαθλα, λαμβάνεις παῤ αὐτῆς δαψιλῶς, καὶ νικήτικὰ ὡς ἀϑλητὴς τὰ βραβεῖα, δεχόμενος τρισμάκαρ, σὺν πολλῇ εὐφροσύνῃ, ὑμνεῖς τὸ ϑεῖον κράτος, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον.
Νύμφη Θεοῦ Πανάμωμε, τοὺς πρὸς σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας τῶν πὰϑῶν ἐξάρπασον, καὶ τὴν αὐτοδέσποτον ἐλευϑερίαν Δέσποινα, ταὶς τῶν ὀρθοδόξων Ἐκκλησίαις παράσχου: ταῖς πίστει μελῳδούσαις, Ἰερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία. Παΐδας εὐαγεῖς.
Καὶ ψάλομεν Τὴν τιμιωτέραν εἰς ἦχον α΄. ᾨδὴ ϑ΄. ὁ εἱρμὸς δίς.
Τὴν φωτοφόρον νεφέλην, ἐν ἡ ὃ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλϑε, καὶ ἐσαρκώϑη δὶ ἡμᾶς, γενόμενος ἄνϑρωπος, ὃ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν Ἀγνήν.

Φιλαμαρτήμων ὑπάρχων, ἐν ἀμελείῳ διάγω, καὶ τὸ κριτήριον Ἀγνὴ τὸ ἀδέκαστον Τρέμω, ἐν ᾧ μὲ τήρησον, ταῖς σαῖὶς ἁγίαις ἐντεύξεσιν, ἀνεύϑυνον ἀκατάκριτον ὅπως, ὡς προστάτιν μακαρίζω σὲ ἀεί.

Φρίττω τὸ βῆμα Παρϑένε, καὶ τὸ ἀλάϑητον ὄμμα, τοῦ σοῦ Ὑἰοῦ , πράξεις αἰσχρὰς, ἐπὶ γῆς ἐκτελέσας, καὶ διὰ τοῦτό σοι βοῶ, Πανεύσπλαγχνε Δέσποινα, βοήϑει μοί, καὶ τῆς τότε ἀνάγκης ἐξελού με καὶ διάσωσον Ἀγνή.

Ὠς φοβερὰ ἡ ἡμὲρα, τῆς ἐξετάσεως Κόρη· ὡς ἡ ἀπόφασις φρικτὴ, ὡς δεινὴ ἣ αἰσχύνη, τίς ὑποστήσεται λοιπόν; Πανάχραντε Δέσποινα, ἐλέησον, τὴν ἀθλίαν ψυχήν μου, καὶ πρὸ τέλους δος μοι ἂφεσιν κακῶν.

Φῶς ἡ τεκῖσα τὸ ϑεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς μεθοδίαις τοῦ ἔχϑοῦ, καὶ ῥαθύμως βιοῦντα, καὶ παροργίζοντα Θεὸν Πανάμωμε, φωώτισον ὁδήγησον, πρὸς καλάς ἐργασίας, ὡς αἰτία οὒσα πάντων τῶν καλῶν.

Ἕτερος. Ἀπὰς γηγενῆς.
Ἀγγέλοι, ϑαυμάζουσιν οὐρανόθεν, ὁρῶντες ὑμᾶς ἅγιοι, πῶς ὑπεμείνατε πάσας, τὰς τοῦ Τυράννου βασάνους.

Δεῦτε οἰ πιστοῖ, συμφώνως αἰνέσωμεν, τοὺς τρεῖς Θεόφρονας, καὶ μεγίστους Μάρτυρας, καὶ γὰρ τὰ σώματα αὑτῶν ἔδωκαν, βασάνοις οἱ ἔνδοξοὶ, καὶ ὑπομείναντες ὁλοψύχως, ϑάνατον ὠμότατον, τῆς ἀγήρω ζωῆς ἐκληρώσαντο.

Ανϑρωποι ἐν ἄσμασιν εὐφημοῦμεν, τὰ πάϑη ὑμῶν ἔνδοξοι, ἃ ὑπηνέγκατε ξένος, αὐτάδελφοι τρείς ὁπλῖται.

Πάντες οἵ πιστοὶ, Σαβὲλ τὸν τρισόλβιον, σὺν Ἰσμαὴλ τῷ σοφῷ, καὶ τὸν πανᾶοίδιμον, ἐκείνων μείζονα καὶ αὐτάδελφον, τὸν Μανουήλ ὑμνήσωμεν δοξολογοῦντες αὐτοὺς, κατὰ χρέος, χαίρετε αὐτάδελφοι, τῶν Περσῶν τὰ εὐωδῃ βλαστήματα.

Ἡρωες, ἐδείχϑητε ἐν σταδίῳ, ἀθλοῦντες καρτερώτατα, καὶ τοῦ Τυράννου τὸ δόγμα, εἰς χάος καταβαλόντες.

Στήσατε δεινόν, βαρβάρων τὸν κλύδωνα, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις ὑμῶν, τῆς Ἐκκλησίας παύσατε σχίσματα, τοῖς ὑμνηταῖς βραβεύσατε, παισμάτων ἄφεσιν, Ἡγεμόσι, νίκας χιαριζόμενοι, κατὰ τῶν ἐναντίων ἑκάστοτε.

Ἂπαντες, ἐν τῷ πανσέπτῳ τεμένει, τὴν μνήμην ὑμῶν πάντιμοι, συναϑροϊσϑέντες τελοῦμεν, τῇ Θεοτόκῳ βοῶντες.

Σῶσόν με Ἀγνή, Σωτῆρα κυήσασα, καὶ Πανοικτίρμονα, οἴκτειρον τὸν δούλον σου, πρὸς μετανοίας, ὁδούς κατεύϑυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκμέσου ποίησον, καὶ ἐνέδρας, τῆς αὐτοῦ με λύτρωσαι, Θεοτόκε πιστῶν καὶ ἡ βοήϑεια.

Ἂλλος. Ἐξέστη ἐπὶ τούτῳ.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Περσίδος ὀρμώμενον ὁπλίτην, τὸν καταβαλόντα, τὸ φρύαγμα Τυράννου.

Τον ἒνα τῆς Τριάδος συμβολικῶς, ἐξεικόνισας Μάρτυς πολύαϑλε, σὺ παριστῶν, τῶν τριῶν σωμάτων τὸ ἀμερὲς, τὸ συναφϑὲν ἐκ φύσεως, πίστει δὲ ἁγίᾳ συναρμοϑὲν, κατήσχυνας τυράννου, τὴν ἔπαρσιν γενναίως, καὶ τροπαιοῦχος ἀναδέδειξαι.

Μεγάλυνον ψυχή μου, τὸν ὑπενεγκόντα, βασάνους πολυτρόπους, καὶ ἀκλινῆ ὀφϑέντα, τὸν Μανουὴλ τὸν μέγαν.

Ἐθέλχϑης τοῦ Δεσπότου ταῖς καλλλοναῖς, ὧν οὐδὲν ὡραιότερον ἒνδοξε, καὶ τῆς αὐτοῦ, σπεύδων ἀπολαύειν διηνεκοῦς, καὶ εὐπρεποῦς λαμπρότητος, ξίφει ἐκτεμεῖν σου τὴν κεφαλὴν, ἠρέϑισας διώκτην, πυρούμενος τῷ πόϑῳ, ϑεῖε Μανουήλ τοῦ Κυρίου σου.

Δὀξα. Κυρίου ἀϑλοφόρε, Μανουὴλ τρισμάκαρ, πρέσβευε ὠπαύστως, ὑπὲρ τῶν ἐκτελούντων τὴν πάνσεπτόν σου μνήμην.

Ὠς μέγιστον τὸ κλέος σου ἀϑλητὰ, καὶ ἡ δόξα καὶ χάρις ἡν ἔλαβες, παρὰ Θεοῦ, πᾶσαν ἐγκωμίων ὑπερνικᾷ, σύνϑεσίν τε καὶ δύναμιν, λόγου εὐφημνίου, Ἃλλ’ εὖμενῶς, τὸ εὐτελές μου τοῦτο, δῶρον δεξαι καὶ δὸς μοι, ταις σαῖς πρεσβείαις τὴν
ἄντάμειψιν.

Καὶ νῦν Θεοτοκίον.
Παντάνασσα Παρθένε, ἐλπίς ἀπηλπισμένων, ἰκέτευε σωθῆναι, τοὺς πόθω προσκυνοῦντας τὸν ἂφραστὸν σου Τόκον.

Σωτῆρα ὡς τεκοῦσα καὶ λυτρωτὴν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύουσα. Πάντα γὰρ ὡς ϑέλεις νῦν κατορϑοῖς, ὡς φέρουσα ἕν κολποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαϑότητι, ἀσύγκριτον.

Καταβασίᾳ. Ἂπὰς γηγενής.

Ἐξαποστειλάριον. Τοῖς Μαϑηταῖς συνέλϑωμεν.
Μανουήλ ὁ πανένδοξος, Ἰσμαὴλ ὃ γενναῖος, καὶ Σαβὲλ ὁ ἀείμνηστος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ, ἐνήϑλησαν καὶ τὴν πλάνην, τοῦ τυράννου καϑεῖλον, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῇ Ἀγίᾳ Τριάδι, οὒς εὐσεβῶς. ἐγκωμίων ἂσμασιν εὐφημοῦντες, φαιδρῶς πανηγυρίσωμεν, τὴν σεπτήν τούτων μνήμην.

Δόξα. Γυναῖκες.
Μανουὴλ τοῦ Θεόφρονος, καὶ πανενδόξου Μάρτυρος, αὕτη ἐπῆλϑεν ἡμέρα, τῆς πανηγύρεως ἥν περ, λαμπρῶς νῦν ἐκτελέσωμεν. Ὑπὲρ Χριστοῦ γὰρ ἤϑλησε, καὶ ἐγερϑῶμεν τάχιστα ὦ φίλομάρτυρες πάντες, πρὸς ἀρετῶν εὐκαρπίαν.

Καὶ νῦν. Θεοτοκίον ὅμοιον.
Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόϑῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ φόβῳ; τῇ παναχράντῳ καὶ ϑεία, Εΐκονι σου Πανάμωμε, ἀφ᾽ ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, σὲ Θεοτόκον κυρίως.

Εἰς τούς Αἴνους.
Ἱστῶμεν στίχους δ’ καί ψάλλομεν τά ἐξῇς Προσόμοια
Ἦχος πλ. δ’. Ὧ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου ϑαύματος, ἐν Οὐρανῷ καὶ ἐν Γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμη ἤυγασται, Μανουήλ τοῦ παμμάκαρος, ἐκ τῶν Ἀγγέλων, ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων, ἄσματα δέχεται. Ὡ οἷον ἤϑλησε, πῶς καλῶς ἡγώνισται, δὶ οὐ ἐχϑρὸς πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος.

Πᾶσαν τοῦ ἐχϑροῦ τὴν ἔφοδον, καὶ τὰς Τυράννου ὁρμὰς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω πανόλβιε, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, ϑείας ἐλλάμψεως, ἔνϑα νῦν γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοϊς εὐφημοῦσί σε.

Ὠ τοῦ παραδόξου ϑαύματος, ὑπὲρ Χριστοῦ λογχευϑεὶς, Μανουὴλ ὁ τρισόλβιος, πρὸς ἐχϑρούς ἑκάστοτε, ῥομφαία ὥφϑη δίστομος, ἀποϑερίζων, ἑχϑρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. Ὡς ἐκ βοήσωμεν, Μανουὴλ πολύαθλε, σκέπε ἡμᾶς, σου τὴν ἀεισέβαστον, μνήμην γεραίροντας.

Πάϑει τὸ πάϑος μιμούμενος, τὸ ζωηφόρον Χριστοῦ, παῤ αὐτοῦ τὴν ἐνέργειαν, τῶν ϑαυμάτων εἴληφας, Μανουὴλ ἀξιώγαστε, καὶ διασῴξεις, τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος, ἔχων εὐάρεστον, παῤῥησίαν ἔνδοξε πρὸς τὸν Χριστὸν. ᾧ καὶ νῦν παρίστασαι. δόξης πληρούμενος.

Δόξα. ἦχος πλ. β’.
Προίμιον τυπικῶς, τῆς τρισσοφεγγους ὑμῶν ὁμονοίας, καὶ ἐν Χριστῷ μαρτυρίας τῆς ἀκῃράτου Τριάδος, καὶ ὑπερουσίου Μονάδος ἀϑληταὶ, οἵ ἐν Περσίδι ἄφλεκτοι συντηρηϑέντες τρεῖς Παῖδες γεγόνασιν. Ὡς γάρ ἐκεῖνοι, φλογὺς κατετόλμησαν, εἰς Θεὸν μὴ ὑβρίσαντες. Οὒτω καὶ ὑμεῖς ϑιανεῖν οὒ παρῃτήσασθε, μὴ ὑπενδόντες τῇ τοῦ Χριστοῦ ἀγαπήσει. Ἀλλ’ ὡς ἐκὲίνους ὁ φανεὶς τέταρτος ἐν τῇ φλογί ἐδρόσιζεν, οὒτω καὶ ὑμᾶς Χριστός ὁ εἷς τῆς Τριάδος, προσεδεξατο ἐν τόπῳ ἀναψύξεως, Μανουὴλ Σαβὲλ καὶ Ἰσμαὴλ ὦ ϑεόληπτοι. Πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληϑινὴ, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀϑλοφόρων, καὶ πάντων τῶν Ἀγίων,ἐλεηϑῆναι τὸς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη, τὸ Ἀπολυτίκιον τῶν Ἀγίων, καὶ ἀπόλυσις.

Αἱ Ἀκολϑίαι τῶν Ὡρῶν. Εἰς δὲ τὴν Λειτουργίαν. Τὰ τυπικά.
Καὶ εἰς τοὺς Μακαρισμούς, ἱστῶμεν η΄, ἦχος πλ δ΄, Οὐρανίας ἁψίδος.

Στίχ. Μακάριοι οἱ Ἐλεήμονες.
Τῆ εἱρκτῇ ἐγκλεισϑέντες τυραννικῷ δόγματι, ἐν ἀγαλιάσει, προφητικῶς συνεψάλατε, καὶ συνῳδὰ τῷ Δαβὶδ, μελωδικῶς ἐβοᾶτε. Τῷ Κυρίῳ δεῦτε ἀγαλλιασώμεϑα.

Στίχ. Μακάριοι οἱ καϑαροί.
Καρτερῶς ἐναϑλᾶντες ὦ Αἰ ϑληταὶ ἔνδοξοι, κεφαλὲς καὶ νῶτα, ἀποτόμως τοῖς ἥλοις ἐτρώϑητε. Μὴ δειματούμενοι δὲ, φρναττομένου Τυράννου, τὸν τῆς νίκης στέφανον καϑυπεδέξασθε.

Στίχ. Μακάριοι οἱ εἰρηνοποιοί.
Ξένον ϑαῦμα ὡράϑη ἐν τῇ τομῇ ὑμῶν ἔνδοξοι. Ἠ γῆ γὰρ ῥαγεῖσα, τὰ κλεινὰ ὑμῶν σώματα δέδεκται, εὐλαβουμένη φρικτῶς, φόβῳ διὸ συσχεϑέντες, οἱ τῆς πλάνης πρόμαχοι φεύγοντες ᾧχοντο.

Στίχ. Μακάριοι οἱ δεδιωγμένοι.
Τῶν πιστῶν δεομένων, πίστει ϑερμῇ πάντιμοι, ἡ γῆ παραδόξως, ἐν δυσὶν ἡμέραις ἀνέδωκε, τὰ ϑεῖα σκήνη ὑμῶν, τῶν καλλινίκων Μαρτύρων, εὐωδίαν ἄῥῥητον πνέοντα ἅπασιν.

Ο αὐτὸς, Ἰλάσϑητί μοι Σωτήρ.
Στίχ. Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν.
Νυγέντων σου τῶν πλευρῶν, ἀδάμας ὦφϑης στεῤῥότατος, τὸν ὑπὲρ σου ἐν Σταυρῷ, νυγέντα μιμούμενος, Μανουὴλ πολύαϑλε, ὅϑεν ἐπαξίως, παρ αὐτοῦ χάριν ἀπείληφας.

Στίχ. Χαίρετε καὶ ἀγαλιάσϑε.
Δοξάζω καὶ προσκυνῶ, τῶν σῶν ἀγώνων τὰ στίγματα, καὶ δεομαί σου θρἐμῶς, πρεσβεύειν πρὸς Κύριον, ἄφεσιν δοϑῆναί μοι, τῶν ἁμαρτημάτων, οἷς ἀφρόνως ἐπλυμμέλησα.

Δόξα.
Ο Παντοκράτωρ Θεὸς, καὶ μόνος ἀπεριόριστος, ἐνοίκησον ἐν ἐμοὶ, δὶ ἄφατον ἔλεος, Τρισήλιε Δέσποτα, καὶ καταυγασόν με, καὶ συνέτισον ὡς εὔσπλγχνος.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς ἐδείχϑης Θεοῦ, τοῦ ἀχωρήτου Πανάχραντε, ναὸν κἀμὲ τῆς αὐτοῦ, δεῖξον θεἴας Χάριτος, Παναγία Δέσποινα, ταῖς τῶν ἀϑλοφόρων, ἱκεσίαις παναμώμητε.

Μετὰ δὲ τὴν Εἰσοδον Τροπάρια. Τοὺς τρεῖς ἐνδόξους Ἀστέρας. Οὐτ᾽ ἀπειλὰς τοῦ Τυράννου.
Κοντάκια. Οἱ τρεῖς ϑεῖοι Μάρτυρες. Τῶν τοῦ Τυράννου.
Καὶ τὸ Θεοτοκίον. Προστασία τῶν Χριστιανῶν.
Μετὰ δὲ τὸ τρισάγιον. ὁ Ἀπόστολος τῆς κζ΄. Κυριακῆς καὶ Εὐαγγέλιον τὀ τῆς Λειτουργίας τοῦ Ἁγίου Γεωργίου.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Δίδοται καὶ Ἂγιον Ἒλαιον τοῖς ἀδελφοῖς ἐκ τῆς κανδήλας τῶν Ἀγίων, ψαλομένω τῶν ἰδιομέλων. Ἦχος β΄.
Δεῦτε πιστοὶ συνελϑόντες τὴν τρισάριϑιμον χορείαν, τῶν γενναιοτάτων Αὐταδέλφων ἀνευφημήσωμεν, καὶ ϑεηγόροις ἄσμασιν ἐγκωμιάζοντες, οὒτως εἴπωμεν. Χαίρετε λαμπτήρες τρισσόλεκτοι, οἱ τὴν πλάνην τῶν εἰδώλων εἰς χάος βυθίσαντες, καὶ τοὺς τῶν γλυπτῶν ϑιασώτας εὐθαρσῶς ἀπελέγξαντες. Χαίρετε τῆς Τριάδος ἰσάριϑμοι, οἵ τοῦ παραβάτου τὸ φρύαγμα ἀνδρικῶς καταβαλόντες, καὶ ποικίλας βασάνους στεῤῥώς ὑπομείναντες. Χαίρετε ὁπλῖται ἀλκιμώτατοι οἵ τοῦ δολίου βελίαρ τὸ σύστημα εὐθυβόλως ἀκοντίσαντες, καὶ τὴν ὀφρῦν αὐτοῦ εἷς τέλος, κατατροπώσαντες, τῇ ἐν σταδίῳ ὑμῶν ἀϑλητικωτάτῃ καρτερίᾳ. Ἀνϑ’ ὧν καὶ παρὰ Χριστοῦ, τὰ βραβεῖα τῆς νίκης ἐπαξίως ὑπεδέξαϑε. Ὂϑεν καὶ παῤῥησίαν πρὸς αὐτὸν κεκτημένοι, μὴ διαλείποιτε πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Ἐπιγνόντες ἀδελφοὶ, τῶν ἀηττήτων Μαρτύρων τὰ κατορϑώματα, ἐπὶ τὴ πανσέπτῷ αὐτῶν μνήμῃ εὐσεβῶς πανηγυρίσωμεν. Οὗτοι γὰρ ὑπὲρ Χριστοῦ πρός πάϑος αὐτομολήσαντες, καρτερῶς ὑπήνεγκαν τῶν βασάνων τὸ ἰταμότατον. Εἱρκτῇ εγκλεισϑέντες, καὶ βουνεύροις ἀφειδῶς αἰκισϑέντες, χεῖρας τε καὶ πόδας ἱκρίῳ προσπαγέντες, σιδηροῖς ὄνυξι καταξεονται. Ἐφ᾽ ὧν καὶ Ἀγγέλου ὀπτασίαν ἐνισχύοντος αὐτοὺς, ἰδεῖν κατηξιώϑησαν. Λαμπάσι δὲ πυρὸς τὰς μαρχάλας ἐκκαέντες κεφαλάς τε καὶ νῶτα τοῖς ἥλοις διαπαρέντες, καλάμοις ὀξέσι τοῖς ὄνυξιν ἐνεπήγησαν, ἢ τὰς κεφαλὰς εἷς τέλος προσευχόμενοι ἐναπετμήϑησαν. Ὂϑεν καὶ φωνῆ οὐρανόϑεν ἠκοῦσϑη λέγουσα, Δεῦτε τὰς στεφάνους τῆς νίκης ληψόμενοι, τῆς μακαρίας ζωῆς ἐπαπολαύσατε. Καλῶς γὰρ ὑμῖν τῶν ἀγώνων ὁ δρόμος τετέλεσται. Διὸ παμμακάριστοι καὶ πολύαϑλοι, μὴ παύσητε πρεσβεύειν ὑπὲρ τῶν ἐκτελούντὼν εὐλαβῶς. τὴν μνήμην ὑμῶν τὴν σεβάσμιον.

Ἦχος πλ. ά΄.
Μέγα καὶ παράδοξον σήμερον ἐτελεσιουργηϑη τεράστιον, ἐν τῇ σεπτῇ πρός Κύριον ἐκδημήσει τῶν παμμεγγίστων ἀϑλοφόρων. ἡ Γἣ γὰρ πιανϑεῖσα τοις μαρτυρικοῖς αὐτῶν αἵμασιν, ἐμφρόνως ἠδέσθη, καὶ τὰ πάντιμα αὐτὼν σκηνώματα, ὡς ϑησαυρὸν πολύτιμον ῥαγεῖσα ἐναπέκρυψε. τῇ δὲ τῶν πιστῶν ἐν προσευχαῖς προσκαρτερήσει, καὶ ἀδιαλείπτῳ παρακλήσει, παραδόξως αὖϑις ἐκ τῶν μυχῶν αὐτῆς, ὡς ἀειϑαλὴ καὶ εὐωδή κρῖνα ἀνεβλάστησε; τοῖς σύμπασι χαρὰν καὶ εὐωδίαν ἄῤῥητον ἐναποστάζοντα, καὶ ὁσημέραι ψυχῶν τε καὶ σωμάτων τὰς ἰάσεις παρέχοντα. Αἰσχύνϑητι οὐκοῦν Ἰουλιανὲ παρανομώτατε, ψεύδες ἔκγονε, ὃ ἀφ᾽ ἡμῶν ποιῆσαι τοὺς πολυτιμήτους τούτους ϑησαυρούς προλογισάμενος. Ο γαρ Θεὸς καὶ ὑπὲρ φύσιν δοξάζει τους αὐτόν ἀντιδοξάζοντας. Ὂϑεν ἡμεῖς αὐτῶν εὐποροῦντες, καὶ πρεσβευτὰς πρὸς Κύριον ἀκαμάτους ἔχοντες, ἀπὸ πάσης προσβολῆς ἐναντίας σῳξομεϑα.

Ἦχος Βαρύς.
Τοὺς ἀϑλοφόφους τοῦ Χριστοῦ καὶ μεγίστους ἐν Μάρτυσιν, οἵ εὐσεβεῖς καὶ ὁμώνυμοι ϑεοφιλῶς ἑορτάσωμεν. Οὗτοι γὰρ πανσόφως τὴν πατρικὴν θρησκείαν βδελυξάμένοι, τὴν μητρῴαν εὐσέβειαν ὁλοψύχως ἐνεκολπώσαντο. ἣν καὶ Τυρᾶννου ἐνώπιον τρανῶς ὁμολογήσαντος, γενναίως τὰς βασᾶνους ὑπήνεγκαν. Ὂϑεν καὶ παῤῥησίαν πρὸς Θεὺν κεκτημένοι οὒ διαλείπουσι πρεσβεύειν, ὑπὲρ τῶν ἑορταζόντων σεμνῶς, τὴν μνήμην αὐτῶν τὴν σεβάσμιον.

Δόξα. Ἦχος πλ. δ΄.
Πρόμαχε τῆς εὐσεβείας, Μανουὴ Μαρτύρων ἐγκαλλώπισμα, Σὺ τὸν παραβάτην τύραννον τολμηρῶς διήλεγξας, τοῖς γλυπτοῖς καὶ ἀψύχοις μὴ πείθεσθαι. Ο δὲ παράφρων καὶ παρανομώτατος, διὰ ῥημάτων κολακείας, ἔσπευδεν ὑποσκελίσαι σε, καὶ ποικιλίᾳ ἐκφοβῆσαί σε βασάνων. Σύ ὡς Ἀδάμας στεῤῥὸς, ἀκλινὴς καὶ ἄκαμπτος ἐν πᾶσι τοὺτοις προσκαρτερήσας, καὶ τὸν ἐν τρισὶ σώμασιν ἄχώριστον σύνδεσμον, καὶ τὴν ὁμόψυχον καὶ ὁμόφρονα τῆς τρισαρίϑμου ἀδελφότητος γνώμην, τὴν φύσεως ἀκολουϑίᾳ καὶ πίστεως συζευχϑεῖσαν, τρανῶς καϑυποδείξας, τὴν τρισυπόστατον Θεότητα ἐξεικονισας. Διὸ καὶ καλάμοις ἐνείλιϑεὶς κάτασφίγγῃ, καὶ λόγχαις τὰς πλευρᾶς κατακεντᾷ, τὸν ὑπὲρ σου λογχευϑέντα ἐν Σταυρῷ, ἀρίδήλως μιμούμενος. Ω πρέσβευε διηνεκῶς, σὺν τοῖς συνάϑλοις σου, δωρηϑῆναι ἡμῖν τὸ μεγα ἐλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀκαταίσχυντε ἐλπὶς, πάντων τῶν ὀρϑοδόξων, μεσιτεία τῶν γενναιοτάτων Ἀθλοφόρων, ἀδιαλείπτως πρέσβευε τῷ σῷ Ὑἱῷ καὶ Δεσπότῃ, σωϑῆναι ἡμᾶς, Παναγία Παρϑένε.

 

Παρακλητικός Κανών εις τους Αγίους ενδόξους Μεγαλομάρτυρας Μανουήλ Σαβέλ και Ισμαήλ

Χαιρετισμοί εις τους Αγίους ενδόξους Μεγαλομάρτυρας Μανουήλ Σαβέλ και Ισμαήλ

Εγκώμια εις τους Αγίους ενδόξους Μεγαλομάρτυρας Μανουήλ Σαβέλ και Ισμαήλ

 

 

Πηγή