Ακολουθία του Ακάθιστου Ύμνου

 Απόδειπνο μετά Κανόνος και των Χαιρετισμών όπως Διαβάζονται κατά τις Παρασκευές της Μεγάλης Τεσσαρακοστής

Ἱερεύς Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἡμῖν καί καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καί σῶσον ἀγαθέ, τάς ψυχάς ἡμῶν. Ἀμήν.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα… Kαι νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ημών.Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ημών,ένεκεν τοῦ ὀνόματος σου.

Κύριε ἐλέησον Δόξα… Kαι νῦν…

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ἱερεύς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία… Ἀμήν. Κύριε ἐλέησον ιβ’

Δόξα… Καί νῦν…
Δεῦτε προσκυνήσωμεν καί προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῶ.
Δεῦτε προσκυνήσωμεν καί προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῶ.
Δεῦτε προσκυνήσωμεν καί προσπέσωμεν αὑτῷ, Χριστῷ τῷ βασιλεῖ καί Θεῶ ἡμῶν.

Ψαλμός 50
Ελέησόν με ὁ Θεός κατά τό μέγα ἐλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημα μου ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μοῦ ἐστιν διά παντός σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον σου ἐποίησα ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι σε ἰδού γάρ ἐν ἀνομίαις συνελήμφθην καί ἐν ἁμαρτίαις εκίσσησέν με ἡ μήτηρ μου ἰδού γάρ ἀλήθειαν ἠγάπησας τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι ακουτιείς με ἀγαλλίασιν καί εὐφροσύνην αγαλλιάσονται ὀστᾶ τεταπεινωμένα ἀπόστρεψον τό πρόσωπον σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μή ἀπορρίψῃς με ἀπό τού προσώπου σου καί τό πνεῦμα τό ἅγιον σου μή αντανέλῃς ἀπ’ ἐμοῦ ἀπόδος μοι τήν ἀγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ἡγεμονικῷ στήρισόν με διδάξω ἀνόμους τάς ὀδούς σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν ρύσαί με ἐξ αἱμάτων ὁ Θεός ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλώσσά μου τήν δικαιοσύνην σου κύριε τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὑκ εὐδοκήσεις θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουθενώσει αγάθυνον κύριε ἐν τῆ εὐδοκία σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σου μόσχους.

Ψαλμός 69
Ὁ Θεός, εἰς τήν βοήθειαν μου πρόσχες, Κύριε, εἰς τό βοηθήσαι μοι σπεῦσον. Αἰσχυνθήτωσαν καί ἐντραπήτωσαν οἱ ζητοῦντες τήν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τά ὀπίσω καί καταισχυνθήτωσαν οἱ βουλόμενοι μοι κακά.Αποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντες μοι, εὖγε, εύγε.Αγαλλιάσθωσαν καί εὐφρανθήτωσαν ἐπί σο πάντες οἱ ζητοῦντες σε, ὁ Θεός.Και λεγέτωσαν διά παντός, μεγαλυνθήτω ὅ Κύριος, οἱ ἀγαπῶντες τό σωτήριον σου.Εγώ δε πτωχός εἰμί καί πένης, ὁ Θεός, βοήθησόν μοι.Βοηθός μου καί ῥύστης μου εἰ σύ, Κύριε, μή χρονίσῃς.

Ψαλμός 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου ἐπάκουσον μου ἐν τῆ δικαιοσύνη σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τού δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου ἐκάθισεν με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ηκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων καί ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων διεπέτασα τάς χείράς μου πρός σέ ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοι διάψαλμα ταχύ εἰσάκουσον μου κύριε ἐξέλιπεν τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοι κύριε ὀδόν ἐν ἡ πορεύσομαι ὅτι πρός σέ ἤρα τήν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου κύριε ὅτι πρός σέ κατέφυγον δίδαξόν με τού ποιεῖν τό θέλημά σου ὅτι σύ εἷ ὁ Θεός μου τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθείᾳ ἕνεκα τού ὀνόματος σου κύριε ζήσεις με ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου ὅτι ἐγώ δοῦλος σοῦ εἰμι.

Δοξολογία Μικρά
Δόξα ἐν ὑψίστοις Θεῶ, καί ἐπί γῆς εἰρήνη, ἐν ἀνθρώποις ευδοκiα. Ὑμνοῦμεν σε, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε, δοξολογούμεν σε, εὐχαριστοῦμεν σοι διά τήν μεγάλην σου δόξαν.Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱέ μονογενές, Ἰησοῦ Χριστέ, καί ἅγιον Πνεύμα.Κύριε ὁ Θεός, ὁ ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τήν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τάς ἁμαρτίας τοῦ κόσμου.Πρόσδεξαι τήν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιά τοῦ Πατρός, καί ἐλέησον ημάς.Ότι σύ εἰ μόνος ἅγιος, σύ εἰ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Αμήν.Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καί αἰνέσω τό ὄνομα σου εἰς τόν αἰῶνα καί εἰς τόν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγή ἐγενήθης ἡμῖν ἐν γενεά καί γενεά. Ἐγώ εἶπα, Κύριε, ελέησόν με, ἴασαι τήν ψυχήν μου, ὅτι ἥμαρτον σοι.Κύριε, πρός σε κατέφυγον, δίδαξον με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου.Ότι παρά σοι πηγή ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φως.Παράτεινον τό ἔλεος σου τοῖς γινώσκουσί σε.Καταξίωσον, Κύριε, ἐν τῆ νυκτί ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ημάς.Ευλογητός εἰ, Κύριε, ὁ Θεός τῶν πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομα σου εἰς τούς αἰῶνας. Αμήν.Γένοιτο, Κύριε, τό ἔλεος σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί σε.Ευλογητός εἰ, Κύριε, δίδαξόν με τά δικαιώματα σου.Ευλογητός εἰ, Δέσποτα, συνέτισόν με τά δικαιώματα σου.Ευλογητός εἰ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασι σου.Κύριε, τό έλεός σου εἰς τόν αἰῶνα, τά ἔργα τῶν χειρῶν σου μή παρίδῃς. Σοι πρέπει αἶνος, σοι πρέπει ὕμνος, σοι δόξα πρέπει, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τό Σύμβολο τῆς Πίστεως.
Πιστεύω εἰς ἔνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητήν οὐρανοῦ καί γῆς, ὁρατῶν τε πάντων καί ἀοράτων. Καί εἰς έναν Κύριον Ἰησοῦν Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ τόν Μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό πάντων τῶν αἰώνων. Φώς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὐ τά πάντα ἐγένετο. Τόν δι’ ἡμᾶς τούς ἀνθρώπους καί διά τήν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καί σαρκωθέντα ἐκ Πνεύματος Ἀγίου καί Μαρίας τῆς Παρθένου καί ενανθρωπήσαντα.Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου καί παθόντα καί ταφέντα. Καί ἀναστάντα τῆ τρίτη ἡμέρα κατά τάς Γραφάς. Καί ἀνελθόντα εἰς τούς Οὐρανούς καί καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καί πάλιν ἐρχομενόν μετά δόξης κρίναι ζῶντας καί νεκρούς, Οὐ τῆς βασιλείας οὑκ ἔσται τέλος. Καί εἰς τό Πνεῦμα τό Ἅγιον, τό Κύριον, τό Ζωοποιόν , τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τό σύν Πατρί καί Υἱῶ συμπροσκυνούμενον καί συνδοξαζόμενον, τό λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν , Ἀγίαν, Καθολικήν καί Ἀποστολικήν Ἐκκλησίαν. Ὁμολογῶ ἐν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρών. Καί ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Άξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιοτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

Ἦχος πλ. δ’ Αὐτόμελον
Τό προσταχθέν μυστικῶς, λαβών ἐν γνώσει, ἐν τῆ σκηνή τού Ιωσήφ, σπουδή ἐπέστη, ὁ Ἀσώματος λέγων τῆ Ἀπειρογάμῳ, ὁ κλίνας τῆ καταβάσει τούς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὄν καί βλέπων ἐν μήτρα σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

Ὁ Ἱερεύς ἱστάμενος εἰς τόν σωλέα πρό τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει εμμελώς τήν ἀ’ στάσιν τῶν Χαιρετισμῶν.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῆ Θεοτόκῳ τῷ Χαῖρε. (ἐκ γ΄) καί σύν τῆ ἀσωμάτῳ φωνή, σωματούμενον σε θεωρῶν Κύριε, ἐξίστατο καί ἵστατο, κραυγάζων πρός αὑτήν τοιαῦτα.

Χαῖρε, δι’ ἦς ἡ χαρά ἐκλάμψει.
Χαῖρε δι’ ἦς ἡ ἀρά ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς.
Χαῖρε, βάθος δυσθεώρητον καί ἀγγέλοις ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον.
Χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι’ ἦς νεουργείται ἡ κτίσις.
Χαῖρε, δι’ ἦς βρεφουργείται ὁ Κτίστης.
Χαῖρε Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἀγία, ἑαυτήν ἐν ἁγνεία, φησί τῷ Γαβριήλ θαρσαλέως. Τό παράδοξον σου τῆς φωνῆς, δυσπαράδεκτον μου τῆ ψυχή φαίνεται. Ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πως λέγεις; κράζων.
Ἀλληλούια

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρός τόν λειτουργοῦντα. Ἐκ λαγόνων ἀγνῶν Υἱόν, πώς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρός ἤν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλήν κραυγάζων οὕτω.

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις.
Χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον.
Χαῖρε, τῶν δογμάτων αὑτοῦ τό κεφάλαιο.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι’ ἦς κατέβη ὁ Θεός.
Χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γῆς πρός οὐρανόν.
Χαῖρε, τό τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα.
Χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τό Φώς αρρήτως γεννήσας.
Χαῖρε, τό πώς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρός σύλληψιν τῆ Ἀπειρογάμῳ. Καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἡδύν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως.
Ἀλληλούια.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ελισάβετ. Τό δε βρέφος ἐκείνης εὐθύς, ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε. Καί ἄλμασιν ὡς ἄσμασιν, ἐβόα πρός τήν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,
Χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργόν γεωργοῦσα φιλάνθρωπον,
Χαῖρε, φυτουργόν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις.
Χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα.
Χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητοῦ εὐδοκία.
Χαῖρε, θνητῶν πρός Θεόν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ιωσήφ ἐταράχθη, πρός τήν ἄγαμον σε θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν ΄Αμεμπτε. Μαθών δε σου τήν σύλληψιν ἐκ Πνεύματος Ἀγίου, ἔφη.
Ἀλληλούια

Χαράς δοχεῖον, σοί πρέπει χαίρειν μόνη. Ιωσήφ.

Ποίημα Ιωσήφ τού Ὑμνογράφου.

ᾨδή ἀ’ Ἦχος δ’ Ὁ Εἱρμός.
Ἀνοίξω τό στόμα μου, καί πληρωθήσεται πνεύματος, καί λόγον ἐρεύξομαι, τῆ βασιλίδι Μητρί, καί ὀφθήσομαι, φαιδρώς πανηγυρίζων, καί ἄσω γηθόμενος, ταύτης τά θαύματα (δίς).

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, Ὁ μέγας Ἀρχάγγελος, Ἀγνῇ θεώμενος, ἐπεφώνει σοι, Χαῖρε χαράς δοχεῖον, δι’ ἦς τῆς Προμήτορος ἀρά λυθήσεται.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀδάμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τού ᾌδου ἡ Ανέκρωσις, χαῖρε πανάμωμε, τό παλάτιον, τού μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τού Παντοκράτορος,

Δόξα…
Ῥόδον τό ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τό μῆλον τό εὔοσμον, χαῖρε ἡ τέξασα, τό ὀσφράδιον, τού πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

Καί νῦν…
Ἁγνείας θησαύρισμα, χαῖρε δι’ ἦς ἐκ τού πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ηδύπνοον, κρίνον Δέσποινα, πιστούς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ᾨδή γ’ Ὁ Εἱρμός.
Τούς σούς ὑμνολόγους Θεοτόκε, ὦς ζῶσα καί ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί ἔν θεία δόξῃ σου, στεφάνων δόξης ἀξίωσον (δίς).

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Στάχυν ἡ βλαστήσασα τόν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τού ζῶντος ὕδατος, πηγή ἀκένωτος Δέσποινα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δάμαλις τόν μόσχον ἡ τεκοῦσα, τόν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνάς Κυήσασα, Θεοῦ ἀμνόν τόν αἴροντα, κόσμου παντός τά πταίσματα, χαῖρε θερμόν ἱλαστήριον.

Δόξα…
Ὄρθρος φαεινός χαῖρε ἡ μόνη, τόν Ἥλιον φέρουσα Χριστόν, φωτός κατοικητήριον, χαῖρε τό σκότος λύσασα, καί τούς ζοφώδεις δαίμονας, ὁλοτελῶς εκμειώσασα.

Καί νῦν…
Χαῖρε πύλη μόνη ἤν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καί πύλας ᾌδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

Ἦχος πλ. δ’ Αὐτόμελον
Τῆ ὑπερμάχῳ στρατηγῶ τά νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὦς ἔχουσα τό κράτος απροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἶνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεύς ἱστάμενος εἰς τόν σωλέα πρό τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει εμμελώς τήν Β’ στάσιν τῶν Χαιρετισμῶν.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΗ

Ἤκουσαν οἱ Ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τήν ἔνσαρκον Χριστοῦ παρουσίαν. Καί δραμόντες ὡς πρός Ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνόν ἄμωμον, ἐν τῆ γαστρί Μαρίας βοσκηθέντα, ἤν ὑμνοῦντες εἶπον.

Χαῖρε, ἀμνοῦ καί ποιμένος Μήτηρ.
Χαῖρε, αὐλή λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον.
Χαῖρε, Παραδείσου θυρών ανοικτήριον.
Χαῖρε, ὅτι τά οὐράνια συναγάλλεται τῆ γῆ.
Χαῖρε, ὅτι τά ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα.
Χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα.
Χαῖρε λαμπρόν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι’ ἦς ἐγυμνώθη ὁ ᾄδῃς.
Χαῖρε, δι’ ἦς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον Ἀστέρα, θεωρήσαντες Μάγοι, τῆ τούτου ἠκολούθησαν αἴγλη. Καί ὡς λύχνον κρατοῦντες αὑτόν, δι’ αὑτοῦ ἠρεύνων κραταιόν Ἄνακτα. Καί φθάσαντες τόν ἄφθαστον, ἐχάρησαν, αὑτῷ βοῶντες.
Ἀλληλούια.

Ἰδόν παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τόν πλάσαντα χειρί τούς ἀνθρώπους. Καί Δεσπότην νοοῦντες αὑτόν, εἰ καί δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεύσαι, καί βοήσαι τῆ Εὐλογημένη.

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ.
Χαῖρε, αὐγή μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τήν κάμινον σβέσασα.
Χαῖρε, τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς.
Χαῖρε κύριον φιλάνθρωπον, ἐπιδείξασα Χριστόν.
Χαίρεῃ τῆς βαρβάρου λυτρουμένη θρησκείας.
Χαῖρε, φλογός παθών απαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης.
Χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τήν Βαβυλῶνα. Ἐκτελέσαντες σου τόν χρησμόν, καί κηρύξαντες σε τόν Χριστόν ἅπασιν, ἀφέντες τόν Ἡρώδην ὡς ληρώδη, μή εἰδότα ψάλλειν.
Ἀλληλούια.

Λάμψας ἐν τῆ Αἰγύπτῳ, φωτισμόν ἀληθείας, ἐδίωξαν τοῦ ψεύδους τό σκότος. Τά γάρ εἴδωλα ταύτης Σωτήρ, μή ενέγκατά σου τήν ἰσχύν, πέπτωκεν. Οἱ τούτων δε ῥυσθέντες, ἐβόων πρός τήν Θεοτόκον.

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων.
Χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσασα.
Χαῖρε, τῶν εἰδώλων τόν λόγον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν.
Χαῖρε, πέτρα ἡ ποτίσασα τούς διψῶντας τήν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τούς ἐν σκότει.
Χαῖρε, τροφή τοῦ Μάννα διάδοχε.
Χαῖρε, τρυφῆς ἀγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας.
Χαῖρε ἐξ ἦς ῥέει μέλι καί γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεώνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὑτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καί Θεός τέλειος. Διό περ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων.
Ἀλληλούια.

ᾨδή δ’ Ὁ Εἱρμός.
Ὅ καθήμενος ἐν δόξῃ ἐπί θρόνου θεότητος, ἐν νεφέλη κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῆ ἀκηράτῳ παλάμη, καί διέσωσε, τούς κραυγάζοντας. Δόξα Χριστέ, τῆ δυνάμει σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν φωναῖς ἀσμάτων πίστει, σοί βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καί τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καί στάμνε, Μάννα φέρουσα, τό γλυκαίνοv, τά τῶν εὐσεβῶν αἰσθητήρια.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱλαστήριον τού κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρός ζωήν τούς ὑμνοῦντας σε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τό θεμέλιον, ἐν τῆ σή νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Bασιλεί τῶν Δυνάμεων.

Δόξα…
Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τόν τάς ἀνομίας, πάντων δωρεάν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄρρητον, ἀπειρόγαμε, δι’ ἦς ἡμεῖς εθεώθημεν.

Καί νῦν…
Σέ τήν πλέξασαν τῷ κόσμῳ, αχειρόπλοκον στέφανον, ανυμνολογούμεν, Χαῖρε σοι Παρθένε κραυγάζοντες, τό φυλακτήριον πάντων καί χαράκωμα, καί κραταίωμα, καί ἱερόν καταφύγιον.

ᾨδή ἕ’ Ὁ Εἱρμός.
Ἐξέστη τά σύμπαντα, ἐπί τῆ θεία δόξῃ σου, σύ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρα, τόν ἐπί πάντων Θεόν, καί τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὀδόν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καί λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τού Δεσπότου τῆς κτίσεως.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰσχύς καί ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾌδου, νυμφών ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πυρίμορφον ὄχημα, τού Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τό ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τόν Κύριον, οὗ ὁ γλυκασμός ζωοποιεῖ, πίστει τούς μετέχοντας, καί φθορά ὑποκύψαντας.

Δόξα…
Ῥωννύμενοι σθένει σου, πιστῶς αναβοώμέν σοι, Χαῖρε πόλις τού Παμβασιλέως, δεδοξασμένα, καί ἀξιάκουστα, περί ἦς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

Καί νῦν…

Εὐρύχωρον σκήνωμα, τού Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν, θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρός Θεόν καταλλαγή τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

ᾨδή ς’ Ὁ Εἱρμός.
Τήν θείαν ταύτην καί πάντιμον, τελοῦντες ἑορτήν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τόν ἐξ αὑτῆς τεχθέντα, Θεόν δοξάζοντες (δίς).

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παστάς τού Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τό ἐγκαλλώπισμα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐκ σοῦ ἡ δρόσος απέσταξε, φλογμόν πολυθεΐας ἡ λύσασα, ὅθεν βοώμέν σοι, Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὄν Γεδεών Παρθένε, προεθεάσατο.

Δόξα…
Ἰδού σοι Χαῖρε κραυγάζομεν, λιμήν ἡμῖν γενοῦ θαλαττεύουσι καί Ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καί τῶν σκανδάλων πάντων, τού πολεμήτορος.

Καί νῦν…
Χαράς αἰτία χαρίτωσον, ἡμῶν τόν λογισμόν τού κραυγάζειν σοι, Χαῖρε ἡ ἄφλεκτος βάτος νεφέλη Ὁλόφωτε, ἡ τούς πιστούς απαύστως, ἐπισκιάζουσα.

Ἦχος πλ. δ’ Αὐτόμελον.
Τῆ ὑπερμάχῳ στρατηγῶ τά νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὦς ἔχουσα τό κράτος απροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἶνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεύς ἱστάμενος εἰς τόν σωλέα πρό τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει εμμελώς τήν Γ’ στάσιν τῶν Χαιρετισμῶν.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Νέαν ἔδειξεν κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ’ αὑτοῦ γενομένοις. Ἐξ ἀσπόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτην, ὤσπερ ἤν, ἄφθορον. Ἶνα τό θαῦμα βλέποντες, ὑμνήσωμεν αὑτῇ, βοῶντες.

Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας.
Χαῖρε, τό στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα.
Χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ’ οὐ τρέφονται πιστοί.
Χαῖρε, ξύλον ευσκιόφυλλον, ὑφ’ οὐ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγόν πλανωμένοις.
Χαῖρε, ἀπογεννῶσα λυτρωτήν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις.
Χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή τῶν γυμνῶν παρρησίας.
Χαῖρε, στοργή, πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τόν νοῦν εἰς οὐρανόν μεταθέντες. Διά τοῦτο γάρ ὁ ὑψηλός Θεός, ἐπί γῆς ἐφάνη ταπεινός ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρός τό ὕψος, τούς αὑτῷ βοῶντας.
Ἀλληλούια.

Ὀλός ἤν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος. Συγκατάβασις γάρ θεϊκή, οὐ μετάβασις Δε τοπική γέγονε, καί τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταύτᾳ.

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβίμ,
χαῖρε οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταὐτό ἀγαγοῦσα,
χαῖρε, ἡ παρθενίαν καί λοχείαν ζευγνῦσα.
Χαῖρε, δι’ ἦς ἐλύθη παράβασις,
χαῖρε, δι’ ἦς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας,
χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τό μέγα τῆς σής ενανθρωπήσεως ἔργον, τόν ἀπρόσιτον γάρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτόν ἄνθρωπον, ἡμῖν μέν συνδιάγοντα, ἀκούοντα δε παρά πάντων οὕτως.
Ἀλληλούια.

Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπί σοι Θεοτόκε. Ἀποροῦσι γάρ λέγειν πως, καί Παρθένος μένεις, καί τεκεῖν ἴσχυσας. Ἡμεῖς δε τό μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν.

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον.
Χαῖρε, προνοίας αὑτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, τῶν Ἀθηναίων τάς πλοκάς διασπῶσα,
χαῖρε, τῶν ἁλιέων τάς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χαῖρε, πολλούς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι,
χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σώσαι θέλων τόν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρός τοῦτον αὐτεπάγγελτος ἦλθε. Καί ποιμήν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος, ὁμοίῳ γάρ τό ὅμοιον καλέσας, ὡς Θεός ἀκούει.
Ἀλληλούια.

ᾨδή ζ’ Ὁ Εἱρμός.
Οὑκ ἐλάτρευσαν, τῆ κτίσει οἱ θεόφρονες, παρά τόν κτίσαντα ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, Ὁ τῶν Πατέρων Κύριος, καί Θεός εὐλογητός εἷ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀνυμνοῦμεν σε, βοῶντες Χαῖρε ὄχημα, Ἠλίου τού νοητοῦ, ἄμπελος ἀληθινή, τόν βότρυν τόν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζρντα, τόν τάς ψυχάς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἤ ῥάβδος ἡ μυστική, ἄνθος τό ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι’ ἦς χαράς πληρούμεθα, καί ζωήν κληρονομοῦμεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, υμνολογήσαί σε, ὑπέρ γάρ τά Σεραφείμ, ὑψώθης κυήσασα, τόν Βασιλέα Χριστόν, ὄν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τούς πιστῶς σε προσκυνοῦντας.

Δόξα…
Εὐφημεῖ σε, μακαρίζοντα τά πέρατα, καί ἀνακράζει σοι. Χαῖρε ὁ τόμος ἐν ὦ, δακτύλῳ ἐγγέγραπται, Πατρός ὁ Λόγος Ἀγνῇ, ὄν ἱκέτευε, βίβλῳ ζωῆς τούς δούλους σου, καταγράψαι Θεοτόκε.

Καί νῦν…
Οἱ δούλοί σου καί κλίνομεν ἱκετεύομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τό οὕς σου Ἀγνῇ, καί σῶσον τούς θλίψεσι, βυθιζομένους ἡμᾶς, καί συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τήν σήν Πόλιν Θεοτόκε.

ᾨδή ἡ’. Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῆ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος. νῦν δέ ἐνεργούμενος, τήν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τόν Κύριον ὑμνεῖτε τά ἔργα, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νηδύϊ τόν Λόγον ὑπεδέξω, τόν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τόν τρέφοντα, τήν οἰκουμένην ἅπασαν, Ἀγνῇ ὦ ψάλλομεν. Τόν Κύριον ὑμνεῖτε τά ἔργα, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μώσης κατενόησεν ἐν βάτῳ, τό μέγα μυστήριον τού τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρός ἱστάμενοι, καί μή φλεγόμενοι, ἀκήρατε ἀγία Παρθένε, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ πρώην ἀπάτη γυμνωθέντες, στολήν ἀφθαρσίας ἐνεδύθημεν, τῆ κυοφορία σου, καί οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φώς κατωπτεύσαμεν, φωτός κατοικητήριον, Κόρη, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Δόξα…
Νεκροί διά σοῦ ζωοποιούνται, ζωήν γάρ τήν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρώην χρηματίζοντες, λεπροί ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τά πλήθη, ἥττηνται Παρθένε, βροτώνη σωτηρία.

Καί νῦν…
Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι’ ἦς ἀπό γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καί κραταίωμα, τεῖχος καί ὀχύρωμα, τῶν μελῳδούντων Ἀγνῇ. Τόν Κύριον ὑμνεῖτε τά ἔργα, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

ᾨδή θ’. Ὁ Εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραίρουσα, τήν ἱεράν πανήγυριν, τῆς Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Ἀγνῇ, ἀειπάρθενε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἶνα σοι πιστοί, τό Χαῖρε κραυγάζωμεν, οἱ διά σοῦ τῆς χαράς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καί πάσης ἄλλης πληγῆς, διά πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὤφθης φωτισμός, ἡμῶν καί βεβαίωσις, ὅθεν βοώμέν σοι. Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τόν μέγαν Ἥλιον, χαῖρε Ἐδέμ ἀνοίξασα, τήν κεκλεισμένην Ἀγνῇ, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τήν ἄνω ζωήν τό ἀνθρώπινον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καί ἐκβοήσωμεν. Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἤ μόνη ἄμωμος, ἐν γυναιξί καί καλή, χαῖρε σκεῦος, μύρον τό ἀκένωτον, ἐπί σέ κενωθέν εἰσδεξάμενον.

Δόξα…
Ἡ περιστερά, ἡ τόν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τό καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καί ἡμῶν τῶν πιστῶν τό διάσωσμα.

Καί νῦν…
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τάς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσαν σε, τήν ἐπί γῆς ασπόρως σε, κυοφορήσασαν, διά μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τό ἀλλότριον.

Εἶτα τό Κοντάκιον δίχορον ἀργῶς.
Ἦχος πλ. δ’ Αὐτόμελον.
Τῆ ὑπερμάχῳ στρατηγῶ τά νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὦς ἔχουσα τό κράτος απροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἶνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὁ Ἱερεύς ἱστάμενος εἰς τόν σωλέα πρό τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει εμμελώς τήν δ’ στάσιν τῶν Χαιρετισμῶν.

ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ

Τεῖχος εἰ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τῶν εἰς σε προστρεχόντων, ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατεσκεύασε σε Ποιητής ΄Αχραντε, οἰκήσας ἐν τῆ μήτρα σου, καί πάντας σοι προσφωνεῖν διδάξας.

Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χαῖρε ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως,
χαῖρε χορηγέ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σύ γάρ ανεγέννησας τούς συλληφθέντας αἰσχρῶς,
χαῖρε, σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χαῖρε, πιστούς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλή κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γάρ τῆ ψάμμῳ ᾠδάς, ἀν προσφέρωμεν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὤν δέδωκας ἡμῖν, τοῖς σοι βοῶσιν.
Ἀλληλούια.

Φωτοδόχον, λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τήν ἀγίαν Παρθένον, τό γάρ άϋλον ἅπτουσα φώς, ὁδηγεῖ πρός γνῶσιν θεϊκήν ἅπαντας, αὑτῇ τόν νοῦν φωτίζουσα, κραυγή δε τιμωμένη ταύτᾳ.

Χαῖρε, ἀκτίς νοητοῦ Ἠλίου,
χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπή τάς ψυχάς καταλάμπουσα,
χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμόν,
χαῖρε, ὅτι τόν πολύρρητον, ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ρήυπον.
Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν,
χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας,
χαῖρε, ζωή μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλυτῇς ἀνθρώπων, ἐπεδήμησε δι’ ἑαυτοῦ, πρός τούς ἀποδήμους τῆς αὑτοῦ χάριτος. Καί σχίσας τό χειρόγραφον, ἀκούει παρά πάντων οὕτως.
Ἀλληλούια.

Ψάλλοντες σου τόν τόκον, ἀνυμνοῦμεν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε, ἐν τῆ σή γάρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῆ χειρί Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου, χαῖρε, Ἀγία Ἁγίων μείζων.
Χαῖρε, κιβωτέ χρυσωθείσα τῷ Πνεύματι,
χαῖρε, θησααυρέ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν,
χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χαῖρε, τῆς βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δι’ ἦς ἐγείρονται τρόπαια,
χαῖρε, δι’ ἦς οἱ ἐχθροί καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ Πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τόν πάντων Ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ΄), δεξαμένη τήν νῦν προσφοράν, ἀπό πάσης ῥῦσαι συμφοράς ἅπαντας, καί τῆς μελλούσης λύτρωσαι κολάσεως τούς σοι βοῶντας.
Ἀλληλούια.

Εἶτα τό Κοντάκιον δίχορον ἀργῶς.
Ἦχος πλ. δ’ Αὐτόμελον.
Τῆ ὑπερμάχῳ στρατηγῶ τά νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὦς ἔχουσα τό κράτος απροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἶνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα… Kαι νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ημών,ένεκεν τοῦ ὀνόματος σου.

Κύριε ἐλέησον Δόξα… Kαι νῦν…
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ἱερεύς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…

Τῆ ὑπερμάχῳ στρατηγῶ τά νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ’ ὦς ἔχουσα τό κράτος απροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἶνα κράζω σοι, Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κύριε έλέησον μ’

Ὁ ἐν παντί καιρῶ καί πάσῃ ὤρα ἐν οὐρανῶ καί ἐπί γῆς προσκυνούμενος καί δοξαζόμενος Χριστός ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τούς δικαίους ἀγαπῶν καί τούς ἁμαρτωλούς ἐλεών, ὁ πάντας καλῶν πρός σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὑτός. Κύριε, πρόσδεξαι καί ἡμῶν ἐν τῆ ὤρα ταύτῃ τάς ἐντεύξεις καί ἴθυνον τήν ζωήν ἡμῶν πρός τάς ἐντολάς σου. Τάς ψυχάς ἡμῶν ἁγίασον, τά σώματα ἅγνισον , τούς λογισμούς διόρθωσον, τάς ἐννοίας κάθαρον καί ῥῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἶνα τῆ παρεμβολή αὑτῶν φρουρούμενοι καί ὁδηγούμενοι καταντήσωμεν εἰς τήν ἑνότητα τῆς πίστεως καί εἰς τήν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητός εἰ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον γ’ Δόξα… Καί νῦν…

Τήν Τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.Ἱερεύς Ὁ Θεός οικτειρήσαι ἡμᾶς καί εὐλογήσαι ἡμᾶς…
Κύριε έλέησον (γ’) καί πρέσβευε ὑπέρ ἡμῶν Παναγία Παρθένε.

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἀγνῇ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεόν Λόγον τοῖς ἀνθρώποις τῆ παραδόξῳ σου κυήσει ἑνώσασα καί τήν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σε προστρεχόντων, καί πάντων τῶν Χριστιανῶν τό καταφύγιον, μή βδελύξῃ με τόν ἁμαρτωλόν, τόν ἐναγῆ, τόν αἰσχροῖς λογισμοῖς καί λόγοις καί πράξεσιν ὅλον ἐμαυτόν ἀχρειώσαντα, καί τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμία γνώμης, δοῦλον γενόμενον, ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ’ ἐμοί τῷ ἁμαρτωλῷ καί ἀσώτῳ, καί δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καί τόν σόν Υἱόν , καί ἡμῶν Δεσπότην καί Κύριον, τῆ μητρική σου παρρησία χρωμένη δυσώπησον, ἶνα ἀνοίξῃ κάμοι τά φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος καί, παριδών μου τά ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρός μετάνοιαν καί τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καί πάρεσό μοι ἀεί ὡς ἐλεήμων καί συμπαθής καί φιλάγαθος, ἐν μέν τῷ παρόντι βίῳ θερμή προστάτις καί βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καί πρός σωτηρίαν καθοδηγοῦσα με, καί ἐν τῷ καιρῶ τῆς ἐξόδου μου τήν ἀθλίαν μου ψυχήν περιέπουσα καί τάς σκοτεινάς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὑτῆς ἀπελαύνουσα, ἐν δε τῆ φοβερά ἥμερα τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σου Υἱοῦ καί Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἦς καί τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σής μεσιτείας καί ἀντιλήψεως, χάριτι καί φιλανθρωπία τοῦ μονογενοῦς Υἱοῦ, τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, σύν τῷ ἀνάρχῳ αὑτοῦ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῶ καί ζωοποιῶ αὑτοῦ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καί δός ἡμῖν, Δέσποτα, πρός ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καί ψυχῆς, καί διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καί ἀπό πάσης σκοτεινῆς καί νυκτερινῆς ἡδυπαθείας. Παῦσον τάς ὁρμάς τῶν παθών , σβέσον τά πεπυρωμένα βέλη τοῦ πονηροῦ τά καθ’ ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκός ἡμῶν ἐπαναστάσεις κατάστειλον καί πάν γεῶδες καί ὑλικόν ἡμῶν φρόνημα κοιμίσαν. Καί δώρησαι ἡμῖν, οΘεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρόν καί πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δε ἡμᾶς ἐν τῷ καιρῶ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καί τήν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τήν σήν δοξολογίαν χάρισαι εἰς τό ὑμνεῖν καί εὐλογεῖν καί δοξάζειν τό πάντιμον καί μεγαλοπρεπές ὄνομα σου, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἀγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τήν ἡμετέραν προσευχήν τῷ Υἱῶ σου καί Θεῶ ἡμῶν , καί αἴτησαι ἶνα σώσῃ διά σου τάς ψυχάς ἡμῶν.

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τό Πνεῦμα τό ἅγιον, Τριάς ἀγία, δόξα σοι.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Εἶτα ὁ Ἱερεύς λέγει (ἀποκρινομένων ἡμῶν τό Κύριε, ἐλέησον, συνεχῶς).
Εὐξώμεθα ὑπέρ εἰρήνης τού κόσμου.
Ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν.
Ὑπέρ τού Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπέρ τού εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπέρ εὐοδώσεως καί ἐνισχύσεως τού φιλοχρίστου στρατοῦ.
Ὑπέρ τῶν ἀπολειφθέντων πατέρων, καί ἀδελφῶν ἡμῶν.
Ὑπέρ τῶν διακονούντων καί διακονησάντων ἡμῖν.
Ὑπέρ τῶν μισούντων καί ἀγαπώντων ἡμᾶς.
Ὑπέρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπέρ αὑτῶν.
Ὑπέρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Ὑπέρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπέρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καί ὑπέρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καί ὑπέρ πάντων τῶν προαναπαυσαμένων πατέρων καί ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καί ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καί ὑπέρ ἑαυτῶν, τό Κύριε, ἐλέησον, (γ’ ).

Ἦχος γ’.
Τήν ὡραιότητα τῆς Παρθενίας σου, καί τό ὑπέρλαμπρον τό τῆς ἁγνείας σου, ὁ Γαβριήλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, Ποίόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δέ ὀνομάσω σε; ἀπορῶ καί ἐξίσταμαι. Διό ὡς προσετάγην βοῶ σοι, Χαῖρε, ἡ Κεχαριτωμένη.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός,
ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.