Εγκώμια εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Ρώσσο τον Θαυματουργόν

Ποίημα Ισιδώρας Μοναχῆς Αγιεροθεϊτίσσης

ΣΤΑΣΙΣ Ἀ’ . Ἦχος πλ. ἀ’ . Ἡ ζωή ἐν τάφῳ.
Ἀκροστιχίς: Χαίροις Ρώσσων τό καύχημα.
Χαρισμάτων θείων, ὡς ὑπάρχων κρουνούς, θείαν χάριν οὐρανόθεν παράσχου μοι, Ἰωάννη Ρώσσων πάντιμε βλαστέ.

Ἀριστεύσας μάκαρ, ἐν ἀγῶσι καλοῖς, Ἰωάννη ἀριστεύειν ἀξίωσον, καί ἡμᾶς ἐν θείοις σκάμμασιν ἀεί.

Ἱλαρά καρδία, τῷ Δεσπότῃ Χριστῷ, Ἰωάννη ἐφεπόμενος εἴληφας, θείου Πνεύματος ἀφθάρτους δωρεάς.

Ρώσσων ἔθνος ἅπαν, ἐγκαυχᾶται ἐν σοι, ἐκ γάρ τούτων ὡς ἀστήρ ἀνατέταλκας, Ἰωάννη καταυγάζων πᾶσαν γῆν.

Οὐρανῶν δυνάμεις, καί χορεῖαι βροτῶν, πολιτείαν σου τήν θείαν γεραίρουσιν, Ἰωάννη Ἐκκλησίας θησαυρέ.

Ἱσταμένῳ οἴκῳ, Ἰωάννη Θεοῦ, τῆς ψυχῆς σου τήν λαμπάδα ἐτήρησας, ἀνημμένην ἐν ἐλαίῳ ἀρετῶν.

Στρατευθείς παμμάκαρ, ἐπιγείῳ στρατῶ, ἐκ Ῥωσσίας ὡς αἰχμάλωτος ἔφθασας, ἐν Ἀσία Ἰωάννη τῆ Μικρά.

Ῥήσεσιν ἐνθέοις, Ἰωάννην Χριστόν, ὡμολόγεις τοῦ αὐθέντου σου ἔμπροσθεν, τόν κρατοῦντα πασν κτίσιν τῆ χειρί.

Ωραΐσας Πάτερ, σήν ψυχήν ἀρεταῖς, Ἰωάννη Ἐκκλησίαν ἐφαίδρυνας, ταῖς ἀφθάρτοις καί τιμίαις καλλοναῖς.

Σφραγισθείς τῷ τύπῳ, τοῦ Τιμίου Σταυροῦ, Ἰωάννη τόν πολέμιον ᾔσχυνας, ὡς στρουθίον ὑποτάξας σοῖς ποσίν.

Ὡς ναόν τόν σταῦλον, ἐνεποίεις Θεοῦ, καί ἐν τούτῳ Ἰωάννη ἀνέμελπες, τήν χρηστότητα Αὑτοῦ διηνεκῶς.

Νυσταγμόν βλεφάροις, οὑκ εδίδως τοῖς σοῖς, ἕως οὐ τόν Παντεπόπτην ιλέωσας, Ἰωάννη Ὀν ἐπόθεις ἐκ παιδός.

Τάς πικρίας πάσας, διελθών ἐν χαρά, εὐφροσύνης τῆς ἀρρήτου ἠξίωσαι, Ἰωάννη σύν Ὁσίων τοῖς χοροῖς.

Ὄλβον ἐλογίζου, πᾶσαν χλεύην σκληράν, διό πλοῦτον τόν πολύτιμον εὕρηκας, Ἰωάννη ἐν ταμείοις τ’ οὐρανοῦ.

Κρίμασιν οἷς οἶδεν, Ἰωάννη Χριστός, τῆς δουλείας τόν ζυγόν καθυπέμεινας, ἐλευθέραν δε ἐκέκτησο ψυχήν.

Ἄνωθεν τό ὄμμα, ἀνατείνων Θεῶ, Ἰωάννη τοῖς Ἀγγέλοις συνόμιλος, σύ ἐγένου καί ἐδόξαζες Αὑτόν.

Ὑετῷ τῶν θείων, καί σεπτῶν σου εὐχῶν, καταρδεύεις Ἰωάννη πανεύφημε, τάς καρδίας τῶν τιμώντων σε πιστῶς.

Χεῖρας ἐκπετάσας, Ἰωάννη Θεῶ, τοῦ ἐλέους δωρεάς ἐναπείληφας, διανέμεις ὅθεν ταύτας τοῖς πιστοῖς.

Ἡ φαιδρά σου μνήμη, συγκαλεῖ τῶν πιστῶν, τάς χορείας Ἰωάννη ἀοίδιμε, ἀνυμνεῖν τόν σε δοξάσαντα Αὑτόν.

Δόξα. Τριαδικόν.
Μίαν προσκυνοῦμεν, ἐν προσώποις τρισί, τήν Θεότητα: Πατέρα τόν Ἄναρχον, σύν Υἱῶ τε Πνεῦμα Ἅγιον πιστῶς.

Καί νῦν. Θεοτοκίον.
Απειράνδρως μόνη, τόν Θεόν ἐν σαρκί, ἀπεκύησας Μαρία Πανάχραντε, καί ἐβάστασας χερσί σου Μητρικαῖς.

ΣΤΑΣΙΣ Β’ . Ήχος πλ. α’. Άξιόν εστί
Ἀκροστιχίς: Τῆς Ἑλλάδος πλοῦτε ἀδιάφθορε.
Τάξεις λειτουργῶν, Ἀσωμάτων καθορῶσαι Πάτερ, τρόπαια τά σά ἐν θάμβει ἐξέστησαν, Ἰωάννη ἀ ἐπέγραψας ἐν γῆ.

Ἥλιον Χριστόν, τόν ἀνέσπερον πᾶσι μηνύεις, σου τοῖς θαυμαστοῖς καί θείοις πυρσεύμασιν, Ἰωάννη τῆς Ῥωσσίας ὁ φωστήρ.

Σε ὁμολογῶ, τόν οἰκτίρμονα Θεόν τῶν ὅλων, καί τῶν δυσμενῶν ἀρνοῦμαι τό ἄθεον, Ἰωάννη ἀνεβόας εὐθαρσῶς.

Ἔδωκας ἡμῖν, ταπεινώσεως τελείας τύπον, ὅτι θαυμαστώς τάς θλίψεις ὑπέμεινας, Ἰωάννη δυναμοῦντος σε Χριστοῦ.

Λάμπεις τηλαυγώς, τῶν θαυμάτων σου φαιδραῖς ἀκτίσι, καί τῶν πειρασμῶν σκεδάζεις σκοτόμαιναν, Ἰωάννη ὑπηρέτα τοῦ Φωτός.

Λύμην τοῦ ἐχθροῦ, ἀπεβάλου καρτεροῖς σου πόνοις, καί τάς ἐντολάς Κυρίου σου ἔστερξας, Ἰωάννη οἵα δοῦλος ἀγαθός.

Αὔρα ὡς λεπτῇ, ἐκ σοροῦ σου τῆς ἀγίας πνέει, Πάτερ ἡ ὀσμή χαρίτων τοῦ Πνεύματος, Ἰωάννη κατατέρπουσα ἡμᾶς.

Δάκρυσι τήν γῆν, καταρδεύσας Ἰωάννη θείοις, ἤνεγκας καρπόν πολύχουν καί πάντιμον, τῆς στερράς ὁμολογίας τοῦ Χριστοῦ.

Ὅπλον ἱερόν, τήν νηστείαν κεκτημένος Πάτερ, θέλημα σαρκός τελείως ἐνέκρωσας, Ἰωάννη καί εζώωσας ψυχήν.

Σκίρτα ἱερῶς, καί ἀγάλλου τῆς Εὐβοίας γαίᾳ, ὅτι θησαυρόν ἀτίμητον ἔσχηκας, Ἰωάννου θαυματόβρυτον σορόν.

Πέτρα τῆς ζωῆς, Ἰωάννη ὡς ἐρείσας πόδας, λύπαις καί ποιναῖς ἀσάλευτος ἔμεινας, τῶν πιστῶν ἐπιστηρίζεις δε ψυχάς.

Λάρνακα τήν σήν, κατασπάζομαι ὦ Ἰωάννη, θείου γλυκασμοῦ ἐκβλύζουσαν νάματα, καί μηνύουσαν τήν μόνην χαρμονήν.

Ὄμμασι ψυχῆς, τό ἀμήχανον ἐώρας κάλλος, ὅθεν ἡδονάς προσκαίρους ἐμίσησας, Ἰωάννη τοῦ Κυρίου ἐραστά.

Ὕδωρ τῆς ζωῆς, Ἰωάννη τό καινόν τε πόμα, χείλεσιν ἀγνοῖς ἀξίως ἐξέπιες, καί κατέσβεσας τήν δίψαν σής ψυχῆς.

Τέτρωται ἐχθρός, Ἰωάννη ταῖς πληγαῖς σαρκός σου, καί σής προσευχῆς ῥοπή τά νοσήματα, θεραπεύεις τῶν σωμάτων καί ψυχῶν.

Ἔστειλας τροφήν, τῷ αὐθέντῃ σου μακράν ἑστῶτι, τήν πρός τόν Θεόν πολλήν παρρησίαν σου, Ἰωάννη προδηλοῦσαν ἐμφανῶς.

Ἄνακτα Χριστόν, τόν συντρίψαντα θανάτου κράτος, πᾶσι τε βροτοῖς ζωήν δωρησάμενον, Ἰωάννη διαγγελεῖς τοῖς λαοῖς.

Δράκοντα δεινόν, εναπέκτεινας ὦ Ἰωάννη, τόν ἐκ τῆς Ἐδέμ Ἀδάμ εξωρίσαντα, ζωηφόρους δε κατῴκησας αὐλάς.

Ἵππων ἐν σμικρῷ, σκοτεινῷ τε κατοικήσας σταύλῳ, τοῦτον ὡς φωτός ἐποίησας θάλαμον, Ἰωάννη σαῖς ἀπαύστοις προσευχαῖς.

Ἄχραντα Θεοῦ, καί ἀμώμητα ζητήσας Δῶρα, μήλῳ ἐν μικρῷ μετέσχες πρό τέλους σου, Ἰωάννη ἱερέως ταῖς χερσίν.

Φόβον τόν ἁγνόν, ἐν γαστρί σου συλλαβῶν καρδίας, ἔτεκες Θεοῦ τό φίλτρον τό ἅγιον, Ἰωάννη ὡς υἱός ἀγαπητός.

Θάρσει ἱερῶ, ὡμολόγεις τῷ Θεῶ τῶν ὅλων, Ὀν καί νῦν ἡμῖν εὐίλατον ποίησον, Ἰωάννη παρρησίᾳ σου πολλῇ.

Ὄλῃ σου ψυχῇ, Ἰωάννη τόν Θεόν ποθήσας, ἔλαβες καλῶς μυρίων ἀπόλαυσιν, καθορῶν Αὑτοῦ τό φώς τό τριλαμπές.

Δόξα. Τριαδικόν.
Ῥήματι τῷ Σῶ, ἐκ μή ὄντων συνεστήσω πάντα, Ἄναρχε Τριάς Πατήρ ὁ ἀγέννητος, ὁ Υἱός τε καί τό Πνεῦμα τό ευθές.

Καί νῦν. Θεοτοκίον.
Ἔτεκες σαρκί, απειράνδρως τόν Θεόν Μαρία, γάλακτι τῷ Σῶ Ἀγνῇ δε ἐξέθρεψας, τόν τῷ μάννα διαθρέψαντα λαόν.

ΣΤΑΣΙΣ Γ’. Ἤχος γ’. Αι γενεαί πᾶσαι.
Ἀκροστιχίς: Ἰωάννη νέε Ὁμολογητά. Ισιδώρας.
Ἵλαθι Οἰκτῖρμον, πρεσβείαις Ἰωάννου, τοῦ Ὁμολογητοῦ Σου.

Ὤραν Ἰωάννη, νεότητος παρεῖδες, Θεῶ ἀκολουθήσας.

Ἄνακτι τῶν ὅλων, πειθήσας Ἰωάννη, τερπνά τῆς γῆς ἠρνήσω.

Ναίων Ἰωάννη, ἐν τῷ ναῶ Κυρίου, τήν χάριν ἐκομίζου.

Νεύσει όλοτρόπω, τάς ἐντολάς τάς θείας, ἐτήρεις Ἰωάννη.

Ἥλιος καθάπερ, ἐκλάμπεις Ἰωάννη, φωτώνυμε ἐργάτα.

Νύκταν καί ἡμέραν, Θεόν εδοξολόγεις, παμμάκαρ Ἰωάννη.

Ἔσχες Ἰωάννη, ψυχῇ σου ἐν ἀγία, ἁγνόν Κυρίου φόβον.

Ἔλεγες εὐτόλμως, Θεόν τόν ἐν Τριάδι, πιστεύων Ἰωάννη.

Ὄμμασι καρδίας, Σταυρόν Χριστοῦ τό θεῖον, ἐώρας Ἰωάννη.

Μέλεσι σαρκός σου, ἐδέχθης Ἰωάννη, παντοδαπάς κακώσεις.

Ὄψις σου ἡ θεία, σιδήρῳ πυρωθέντι, ἐστέφθη Ἰωάννη.

Λύμην τῆς κακίας, ἀπώσω Ἰωάννη, ἀγαθωσύνης τρόποις.

Ὄλβιον νῦν σκῆνος, τοῦ Ρώσσου Ἰωάννου, ἀσπάζομαι ἐκ πόθου.

Γῆ ἡ τῆς Εὐβοίας, τῆ λάρνακι σου μάκαρ, καυχᾶται Ἰωάννη.

Ἤρας ἀφθαρσίας, τό στέφος Ἰωάννη, χειρός ἐκ ζωηφόρου.

Τρόπαιά σου θεία, απαύστως μεγαλύνω, θεόφρον Ἰωάννη.

Ἄγγελος καθάπερ, σαρκί ἐπολιτεύσω, ἐν γῆ ὦ Ἰωάννη.

Ἰδόν Ἰωάννη, φωτός πυρίνην στήλην, τῷ τάφῳ σου τῷ θείω.

Σάρξ ἡ ἄφθορος σου, φλεχθεῖσα οὑκ ἐκάη, χαρίες Ἰωάννη.

Ἴαμα καί χάριν, ἐκβλύζεις Ἰωάννη, ποτάμιον ὡς ῥεῖθρον.

Δέχου Ἐλεῆμον, ἀεί Σε δυσωποῦντα, τόν Ρῶσον Ἰωάννην.

Ὡς χρυσόν πλουτοῦμεν, σορόν σου Ἰωάννη, καί εὐωδίας κρήνην.

Ῥᾶνον Ἰωάννη, τῶν σῶν εὐχῶν τῷ ὄμβρῳ, τήν χάριν σοῖς ἱκέταις.

Δόξα. Τριαδικόν.
Ἄναρχον Πατέρα, συνάναρχον Υἱόν τε, καί Πνεῦμα σέβω θεῖον.

Καί νῦν. Θεοτοκίον.
Σύσκιον Σε ὄρος, δασύ τε Θεοτόκε, προφήτης Σε ἐκάλει.

 

Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Ρώσσο τον Θαυματουργόν

Χαιρετισμοί εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Ρώσσο τον Θαυματουργό

Βίος Αγίου Ιωάννου του Ρώσσου