Εγκώμια εις την Αγία Οσιομάρτυρα Αναστασία την Ρωμαία
Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, τοῦ Νυμφίου Χριστοῦ, τὴν φιλτάτην Νύμφην καὶ καλλιπάρθενον, καὶ τὸ καύχημα πιστῶν Χριστιανῶν.
Μακαρίζομέν σε, μοναζόντων χορός, τὴν σεμνὴν Ἀναστασίαν καὶ πάντιμον, καταστέφοντες σους ἄθλους ἐμμελῶς.
Ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον·
Ἀπαρνησαμένη, τὰ τοῦ βίου τερπνᾶ, παιδιόθεν τὸν Χριστὸν ἐπεπόθησας ὄθεν γέγονας φιλέρημος τρύγων.
Βασιλείας δόξαν, κὀσμικάς τε τρυφάς, ἀπηρνήσω ἐκ καρδίας ἀοίδιμε, ἐμφοιτῶσα ἐν σεμνείῳ ἰερῷ.
Γένους παριδοῦσα, περίοπτους τιμάς, πενιχρὸν περιεβλήθης ἰμάτιον, καὶ ἐξέδραμες θηρεύσαι τὸν Χριστόν.
Διδαχὰς ἀγίας, ἠγουμένης σοφής, ὥσπερ μέλι φιλοπόνως συνέλεξας, ἐντρυφώσα ἐν ταῖς θείαις ἐντολαῖς.
Ἐπελθόν το Πνεῦμα, σῦν Πατρὶ καὶ Υἰῷ, ἐνεποίησαν μονὴν τῇ καρδίᾳ σου, θείας χάριτος ἐμπλήσαντες αὐτήν.
Ζόφον ἀμαρτίας, ἐνοχλήσεις σαρκός, νοὐνεχῶς Ἀναστασία διέλυσας, ἐζωσμένη πανοπλίαν θεικήν.
Ἡσυχίας πόθος, πυρπολῶν σὴν ψυχήν, ἐστερέωσε τῇ πίστει σε Πάνσεμνε, εὐτρεπίσας πρὸς μαρτύριον στεῤῥάν.
Θεῖον πόθον σχοῦσα, ἐξελέξω σοφῶς, τὸ μαρτύριον τὸ τῆς συνειδήσεως, δι’ αἱμάτων σου λαμπρῶς τελειωθέν.
Ἰσχυρῶν ἐνέδρας, πλανεράς, δολεράς, κολακείας τε ἐπάρχου διέφυγες, καὶ ἐῤῥύσθης ὡς στρουθίον ἐξ αὑτῶν.
Κατατμήσεις πάντων, τῶν μελῶν καὶ πληγάς, σθεναρῶς Ἀναστασία ὑπέμεινας, καταισχύνασα ἐχθροῦ τὰς μηχανάς.
Λαμπροφόρος ὤφθης, ἐστεμμένη τρισσώς, παρθενίας καὶ ἀσκήσεως σκάμμασι, καὶ ἀγῶσι μαρτυρίου σου Σεμνή.
Μεγαλύνω πάθη, τὰς πληγὰς ἐξυμνῶ, καὶ γεραίρω τὰ λαμπρᾶ σου παλαίσματα, ἂ ὑπέμεινας Ἁγνὴ διὰ Χριστόν.
Νυμφοστόλος αἴγλη, παρθενίας κλεινῆς, καὶ ἀσκήσεως ἀγῶνες ὑπέρμετροι, μαρτυρίᾳ ἐκοσμήθησαν φαιδρώς.
Ξέσεις τῇ σαρκί σου, ἐκκοπὰς τῶν μαστῶν, καὶ τανύσεις τῶν ὀστέων ὑπήνεγκας, πρός δε τούτοις τὴν τῆς γλώσσης ἐκτομήν.
Οὐρανόθεν ἦλθε, μαρτυροῦσα φωνή, τὴν τελείωσιν Σεμνὴ σῆς αἰτήσεως, τοῦ ἰᾶσθαι πᾶσαν νόσον ἀσθενῶν.
Πειρασμοὺς ποικίλους, οἰκισμῶν συμφοράς, καὶ τομὴν τῆς κεφαλῆς καθυπέμεινας, συντριβέντων κεφαλῶν δυναστικῶν.
Ῥώμη πᾶσα χαίρει, καὶ σκιρτᾶ ἡ Μονή, τοῦ ὁσίου Γρηγορίου ὡς ἔχουσα, σῶν λειψάνων θαυματόβρυτον πηγήν.
Σῶν αἱμάτων ῥεῖθρα, Φαραῶ νοητόν, κατεπόντισαν δισσὼς θεραπεύοντα, ἰαμάτων ὡς πηγαὶ πάντας πιστούς.
Τυραννούντων θράση, αἰσθητά, νοητά, ἐν τῷ αἵματί σου ἄμφω κατέπνιξας, καὶ συνέκοψας δρακόντων κεφαλάς.
Ὑπομένω, ᾄδεις, τὸν Χριστὸν ψαλμικώς, καὶ προσέσχε εἰσακούων τὴν δέησιν, καταπέμπων ἐπ’ ἐμὲ τὴν δωρεάν.
Φαιδροτάτη αἴγλη, ἐπιφάνηθι νῦν, ἐπιχέουσα ἀγάπης ἰάματα, τῇ ἀθλίᾳ μου ψυχῇ καὶ τῇ σαρκί.
Χορηγός ὑγιείας, ἰατὴρ συμπαθής, καὶ φρουρὸς Ἀναστασία σὺ πέφυκας, φωτισμὸς δὲ μοναστῶν ἀθωνιτῶν.
Δόξα.
Ψαλμῳδοῦντες αἴνους, καὶ δεήσεις πυκνάς, ἀναφέρομεν αἰτοῦντές το ἔλεος, τὴν Τριάδα τὴν Παντοκρατορικήν.
Καὶ νῦν.
Ὡς νυμφὼν Νυμφίου, ὡς τοῦ Λόγου παστάς, ὡς ἀνύμφευτος Δεσπότου γεννήτρια, διασῴζοις τοὺς πιστοὺς ἐκ τῶν δεινῶν.
Καὶ πάλιν τὸ πρῶτον τροπάριον
Μακαρίζομέν σε, τοῦ Νυμφίου Χριστοῦ, τὴν φιλτάτην Νύμφην καὶ καλλιπάρθενον, καὶ τὸ καύχημα πιστῶν Χριστιανῶν.
Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστιν, μεγαλύνειν σε Ἀναστασία, τῶν ἀθωνιτῶν λαμπρὸν ἐγκαλλώπισμα, καὶ Μονῆς τοῦ Γρηγορίου ἀρωγόν.
Ἄξιόν ἐστιν, μακαρίζειν σε Παρθενομάρτυς, τῶν μοναζουσῶν περίλαμπρον καύχημα, καὶ ἀγλάϊσμα μαρτύρων γυναικῶν.
Ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον·
Ἄσπιλος ἀμνάς, καὶ ἀήττητος ἐδείχθης μάρτυς ἀντιπάλων κέντρα γὰρ ἤμβλυνας, καὶ συνέτριψας τυράννων ἀπειλάς.
Βάπτισμα τρισσόν, ὑποδέδεξαι Ὁσιομάρτυς, τὸ δι’ ὕδατος τε καὶ Πνεύματος, τὸ τῆς σῆς κουρὰς καὶ τὸ μαρτυρικόν.
Γάμοις μυστικοῖς, ὑπαντήσασα Χριστὸν Τρισμάκαρ, φρόνιμος παρθένος καθέστηκας, εἰσελθοῦσα τῷ νυμφῶνι ἐν φωτί.
Δένδρον εὐθαλές, φυτευθὲν ἐν τῷ μοναστηρίῳ, ἐν τῷ μαρτυρίῳ ἐξήνθησας, καὶ ἀπέδωκας καρποὺς ἐν οὐρανοῖς.
Ἔσπειρας ἐν γῇ, καὶ ἐλίπανας διὰ δακρύων, ἐν κρουνοῖς αἱμάτων ἐπότισας, καὶ ἐθέρισας οὐράνιον ζωήν.
Ζῆλος πυρπολῶν, καταφλέγων δε σοῦ τὴν καρδίαν, σἐ Ἀναστασία ἀνέδειξε, κοινωνὸν τῶν παθημάτων τοῦ Χριστοῦ.
Ἦχον καθαρόν, ἀκατάπαυστον ἑορταζόντων, νῦν ἀπολαμβάνειν ἠξίωσαι, κατὰ πρόσωπον ὁρῶσα τὸν Χριστόν.
Θεραπευτικήν, Μάρτυς δύναμιν ᾐτήσω πάλαι, ἔργω δε ὁ λόγος πεπλήρωται, καὶ ἰδοὺ ἡ μαρτυρία τηλαυγής.
Ἰαματικήν, σὲ γινώσκομεν παραμυθίαν ὅθεν τὴν ὑγίειαν χορηγῆσαν, τὴν κατ’ ἄμφω τοῖς πιστοῖς Χριστιανοῖς.
Καταθορυβῶν, τὴν ψυχήν μου ὁ ἐχθρὸς συνθλίβει σὺ Ἀναστασία βοήθει μοι, ἐπιστάζουσα εἰρήνης γλυκασμόν.
Λαμπαδηφορεῖς, δι’ ἐλαίου ἀρετῶν Ὁσίᾳ ἀλλὰ σαῖς λιταῖς καταξιῶσαν, συναρίθμιον γενέσθαι σοι κἀμέ.
Μέτοχος παθῶν, τῶν Χριστοῦ γενέσθαι ἠξιώθης, κοινωνός δε καὶ Ἀναστάσεως, ἐπαξίως τῇ σῇ κλήσει ἀγαθῇ.
Νίκην φωταυγή, ἀληθῶς νικήσασαν τὸν κόσμον, πίστιν τὴν σεπτὴν σὺ ἀπέδειξας, ὡς διδάσκει ὁ Υἱός ὁ τῆς βροντῆς.
Ξένη ἐπὶ γῆς, ἀνεφάνη ἐν μοναστηρίῳ, καὶ τῇ σθεναρᾷ ἀντιστάσει σου, ξενιτείας ἄκρον μέτρον ἐκπληροῖς.
Ὀλοθρευτικός, ὁ σὸς θάνατος ἐδείχθη Μάκαρ, τῷ ἐχθρῷ ἡμῶν καὶ πικρότατος, φυγαδεύων πᾶσαν φάλαγγα αὑτοῦ.
Πᾶσαν ζοφεράν, ἐβδελύξω ειδωλομανίαν, τοὺς ἀνθρώπους ἔργω διδάσκουσα, προσκυνεῖν ἕνα Θεὸν Τριαδικόν.
Ῥήσεις τὰς χρηστάς, ἐνηχήθης ἐν μοναστηρίῳ, παρὰ τῆς σοφῆς διδασκάλου σου, οὐρανίους δε ἀπήνεγκας καρπούς.
Στέφανος ζωῆς, ἡτοιμάσθη σοὶ παρὰ Κυρίου, τρίκλωνος, φαιδρὸς καὶ λαμπρότατος, οἶα τύπος δόξης τῆς τρἰσσοφεγγοῦς.
Τείχισον ἡμᾶς, ἐκτενέσι μεσιτείαις Κόρη, παῦσον τὰς ὁρμὰς τῶν παθῶν ἡμῶν, ἀνιστώσα τὰς ψυχὰς εἰς προσευχήν.
Ὕδωρ ζωηρόν, ἀναβλύζοις τῇ ἐμῇ καρδίᾳ, ὄμβρον κατανύξεως στέλλουσα, τῇ διψώσῃ καίὶ αυχμώση μου ψυχή.
Φυγαδεύουσα, πᾶσαν θλῖψιν καὶ στενοχωρίαν, πᾶσαν συμφορὰν καὶ ἀσθένειαν, θεραπεύεις σοὺς ἱκέτας πολλαπλώς.
Χάρισμα διπλοῦν, οὐχὶ μόνον εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ πάσχειν ὑπὲρ Αὑτοῦ, ἐπεδόθη σοὶ ὡς μάρτυρι πιστή.
Δόξα.
Ψήγματα χαρᾶς, ἐπιῤῥίπτων τῇ ἐμῇ καρδίᾳ, νῦν τὰ σὰ ἐλέη θαυμάστωσον, ἐπ’ ἐμὲ Τριᾶς Ἁγία ὁ Θεός.
Καὶ νῦν.
Ὡς περικαλλής, ὡς Πανάμωμος τε καὶ ωραία, Μήτηρ τοῦ Θεοῦ ἀναδέδειξαι, παρεστῶσα δεξιόθεν σου Υἱοῦ.
Καὶ πάλιν τὸ πρῶτον τροπάριον·
Ἄξιόν ἐστιν, μεγαλύνειν σε Ἀναστασία, τῶν ἀθωνιτῶν λαμπρὸν ἐγκαλλώπισμα, καὶ Μονῆς τοῦ Γρηγορίου ἀρωγόν.
Στάσις γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαί πᾶσαι, μακαρίζομεν σε, σεμνὴ Ἀναστασία.
Αἱ γενεαί πᾶσαι, χοροί τε μοναζόντων, τιμώμεν σους ἀγῶνας.
Ἡ ἀκροστιχίς κατ’ ἀλφάβητον·
Ἀγάπης τετρωμένῃ, ἐγῶ εἰμὶ ἐβόας, ἀσματικῶς ὡς νύμφη.
Βίῳ σου ἁγίῳ, ἀγώσι τε γενναίοις, Χριστὸς εὐηρεστήθη.
Γυνὴ ἀνδρεία ὤφθης, χρυσῶ ἁγιωσύνης, περικεκοσμημένη.
Δεήσεσιν ἀπαύστοις, Χριστὸν καθικετεύεις, ὑπὲρ ἀσθενούντων.
Ἐλπὶς οὐ καταισχύνει· διὸ αὑτὴν κατέσχες, ὡς βάσιν μαρτυρίου.
Ζήλῳ εὐσεβείας, καὶ πόθῳ ἀληθείας, τὰ σπλάγχνα κατεφλέγης.
Ἡσυχίας λύχνος, ἀσκήσεως τε φάρος, ἐν κόσμῷ ἀνεφάνης.
Θάνατον ἐδέξω, τίμιον Ὁσία, ἐνώπιον Κυρίου.
Ἱκέτις πρὸς Δεσπότην, γενοῦ Παρθενομάρτυς, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Καρδίας καθαρότης, καὶ Πνεύματος εὐθέος, ἐδόθη καινισμός σοι.
Λατρεύειν θεῶ ζῶντι, μὴ θύειν δαιμονίοις, μανθάνεις ἐν Σεμνείῳ.
Μετάνοιαν καὶ πένθος, καὶ θείαν χαρμολύπην, ἐπέδειξας Ἁγία.
Νηστεία καὶ δεήσει, ἐμπόνῳ τε ἀσκήσει, προσφόρως ἡτοιμάσθης.
Ξενιτείας ἔρως, ηὐτρέπισε σὸν πνεῦμα, πρὸς μείζονας ἀγῶνας.
Ὁμολογίας στῦλος, κρηπίς τε μαρτυρίου, Ἀναστασία ὤφθης.
Πίστει ἀκραδάντῳ, καὶ ἔργοις θεαρέστοις, εἰσῆλθες ἐν Νυμφῶνι.
Ῥίζας θείου φόβου, τοῖς μέλεσι μου ἔνθες, συντόνῳ σου δεήσει.
Σταυροῦσθαι κατὰ κόσμον, ὑπὲρ Χριστοῦ τε θνῄσκειν, Παμμάκαρ ἐξελέξω.
Ταπείνωσις ὑψοῖ σε, μαρτύριον καθαίρει, ἀγάπη δε θεοί σε.
Ὑπήκοος ἐγένου, Θεῶ ἕως θανάτου, Ἁγνὴ χριστομιμήτως.
Φωτὶ θεοῦ ἀκτίστῳ, καταυγασθείσα ὄλῃ, Τρισμάκαρ ἐθεώθης.
Χάριν ὡς λαβοῦσα, ταύτην δὴ προσνέμοις, κἀμοὶ τῷ τρισαθλίῳ.
Δόξα.
Ψαλμὸν καρδίας δέχου, εἰ καὶ ἀνενδεής εἰ, Τριὰς Μονὰς Θεέ μου.
Καὶ νῦν.
Ὥραν παρθενίας, στηλογραφεῖς τοῖς πᾶσι, Παρθένε Θεοτόκε.
Καὶ πάλιν τὸ πρῶτον τροπάριον·
Αἱ γενεαί πᾶσαι, μακαρίζομεν σε, σεμνὴ Ἀναστασία.