Εγκώμια εις την Οσία Μητέρα Θεοδώρα την εν  Θεσσαλονίκη την Μυροβλύτιδα και Θαυματουργό

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

ΣΤΑΣΙΣ Α΄
Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, Θεοδώρα σεμνῇ, τῶν ὁσίων μονοτρόπων ἀγλάισμα, καὶ τοῦ θήλεως παντὸς ὡραϊσμόν.

Ἀπεῤῥάγης κόσμου, καὶ συνήφθης Χριστῷ διὰ βίου σταυροφόρου καὶ σώφρονος ἡ παθοῦσα ἀγωγαῖς ἀσκητικαῖς.

Ἀσκουσῶν χορεῖαι, ὡς εἰκόνα φαιδράν, σοῦ τὸν βίον ἐκμιμήσασθαι σπεύδουσιν, ἀλλ’ ἀμίμητος αὐταῖς οὗτος ἐστίν.

Ὁ σεμνός σου γάμος, οὐδαμῶς τοῦ χοροῦ τῶν ἀγάμων σε, Ὁσία, διέστηκεν· ἡ γὰρ ἄσκησις ἁγνίζει τὰς ψυχάς.

Πρεσβυτέρων στῖφος, ἀσκουσῶν ἡ πληθύς, περιστάντες λαμπαδοῦχοι τὸν τάφον σου, ἀνυμνοῦσί σου τὴν κοίμησιν, σεμνή.

Τοῦ πηλίνου σκήνους μὴ φεισθεῖσα, σεμνή τῆς ψυχῆς ὅλως τοῦ κάλλους ἐφρόντισας, οὗ νυφμίος ὁ ἀθάνατος ἐρᾷ.

Ἡ Θεσσαλονίκη παγγενεὶ παμπληθεὶ Θεοδώραν τὴν ἰσάγγελον ὕμνησον τὴν φωτὶ τῷ θείῳ λαμπρῶς ἀγλαϊσθείσαν.

Ἀρετῶν εἰς ὕψος ἀναβᾶσα, σεμνή, ἀπεσκόπησας ἐκεῖθεν, καὶ ἔβλεψας, ἅπερ βλέπουσιν Ἀγγέλων ὀφθαλμοί.

Ἀθεάτου κάλλους, ἀθεάτων τερπνῶν ἀπολαύει ἡ ψυχή σου, ἀήττητε, αἱ τῶν μύρων μαρτυροῦσι σου πηγαί.

Βαρυκάρδιος τις, ἄλλος ὡς Φαραώ, βαπτισμῷ τῶν προσευχῶν σου βυθίζεται βουλευόμενος βελίαρ τὰ δεινά.

Βραβευτής εἰρήνης Ἰησοῦς ὁ Χριστὸς βοηθεῖ σοι, καὶ λυτροῦται τοῦ δράκοντος, βεβλημένη τούτου πόθῳ τῷ τερπνῷ.

Γηγενῶν μεν ἔφυς γεννητόρων, σοφή, γηγενῆ δε οὐδαμῶς ἐνεννόησας· διὰ τοῦτο γῆν πραέων νῦν πατεῖς.

Γενηθήτω, Σῶτερ, ἐπ’ ἐμοὶ τὸ χρηστόν, γοερῶς, ἔλαιος, μῆτερ, ἐκραύγαζες, γνωρισθήτω μοι σὰν ἔλεος, Χριστέ.

Δεξαμένη λόγον τοῦ Θεοῦ σῇ ψυχῇ διπλασίονα, ὡς τάλαντον ηὔξησας· διὰ τοῦτο χαίροις νῦν ἐν τῷ Χριστῷ.

Δρεψαμένη, μῆτερ, τῶν σῶν πόνων καρποὺς διανέμεις τὰ τῶν μύρων σου ῥεύματα δεομένοις χάριν θείαν δαψιλή.

Ἐν ὁδῷ, Χριστέ μου, τῇ τῶν σῶν ἀρετῶν, εὐφροσύνης ἐπληρώθην καὶ τέρψεως ἀνεβόας ἐκφυγοῦσα ἡδονάς.

Ἐκ Θεοῦ, Ὁσία, οὐρανίου πατρός, ἐπὶ γῆς τοῖς χριστωνύμοις δεδώρησαι εὐφροσύνη καὶ αἰώνιος χαρά.

Ζωτικαῖς σου, μῆτερ, καὶ σεπταῖς προσευχαῖς ζώωσον μου τὴν ψυχήν, ἀξιάγαστε, ζωωθεὶς ὡς ἂν ὑμνῶ σε εἰς ἀεί.

Ζήσεται μου ὄντως ἡ ψυχή, Ἰησοῦ, ζωὴν θείαν καὶ τὰ κρίματα ἄσει σου· ζωηρά γάρ, ἀνεβόας τοῖς πιστοῖς.

Ἡ ψυχή σου ὄντως μακαρία ἐστίν, ἡ μακάριον Θεὸν ἐπεπόθησεν ἡδονάς καταλιποῦσα τῆς σαρκός.

Ἡ τοῦ κόσμου πᾶσά σε τερπνότης, σεμνή, ἥ μαλάξαι, ἥ λυπήσαι οὑκ ἴσχυσεν ἡ τερπνότης γὰρ σὲ ἔθελγε Χριστοῦ.

Θεοῦ δῶρον ἧκες πρὸς ἡμᾶς ἀληθῶς, Θεοδώρα, σὴν πατρίδα ἐάσασα θεία νεύσει τοῦ τῶν ὅλων ποιητοῦ.

Θεϊκὴν λαβοῦσα πανευτυχίαν, σεμνῇ, θρασυνόμενον τὸν τύραννον ὤλεσας θυμουμένη κατ’ αὐτοῦ μόνου σφοδρῶς.

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι μακαρίζειν σε, δούλη, κυρίου· τοῦτον δεδοικυῖα γὰρ γέγονας ὄντως μακαρία, ὡς ὁ προφήτης φάσκει.

Ἄρασα Χριστοῦ τὸν χρηστὸν ζυγὸν ἐπὶ τῶν ὤμων ἔκλινας αὐχένα σου, πάνσεμνε, τῇ μητρί ἀγία τῶν ἀσκουσῶν ὁσίως.

Αἴγλην σῆς ψυχῆς κατεκάλυπτες ῥάκει τριχίνῳ, κόποις ἐπιπόνοις, καὶ ἔφερες τοῦ μονήρους βίου τὴν ἄθλησιν προθύμως.

Πᾶσιν ἀλγεινοῖς προσωμίλησας εὐψύχως πάνυ κρύει θλιβομένη καὶ θλίψεσι, ἀσιτία, δίψει, καὶ σιωπή βιαία.

Μύροις ὁ Χριστός σοὺς ἱδρῶτας ἠμείψατο ξένως· ἐκ γὰρ τῶν πελμάτων ἀκένωτα μύρα πανευώδη προχέεις ἰαμάτων.

Νῦν ἐν οὐρανοῖς, σὺν παρθένοις θαλαμηπολοῦσα πταισμάτων, τὴν ἄφεσιν αἴτησαι τοῖς πόθῳ σου τελοῦσι τὴν μνήμην, Θεοδώρα.

Ἵνα τὸν ἐχθρὸν τὸν ἀντίπαλον, μῆτερ, πτερνίσης, γάμῳ μὲν ὡμίλησας, πάνσεμνε, ὕστερον δ’ ἀγῶσι τοῦτον κατετροπώσω.

Κῆπος ἱερὸς καὶ παράδεισος θείων χαρίτων ὤφθη σου τὸ μνῆμα, ἀήττητε, ἐξ οὗ ψυχῶν ῥῶσιν ἀντλοῦμεν καὶ σωμάτων.

Λῦσον τὴν ἀχλὺν ταῖς πρεσβείαις σου, μῆτερ Ὁσία, τὴν ἐπικειμένην τοῖς ὄμμασι τῶν τῆς Ῥωμαΐδος κρατούντων βασιλέων.

Μέμνησο ἡμῶν ταῖς πρεσβείαις σου ταῖς θειοτάταις ἐπὶ τοῦ Χριστοῦ θείου βήματος, μάκαρ μυροβλύτις, μοναζουσῶν τὸ κλέος.

Νεῦσον ταῖς ἡμῶν παρακλήσεσιν, ὦ Θεοδώρα, σπεῦσον τῶν πιστῶν εἰς βοήθειαν, ἵνα σὲ τιμῶμεν, Ὁσία μυροβλύτις.

Ξένον καὶ φρικτὸν τὸ θαυμάσιον ὄντως ὑπάρχει, ὅπερ Θεοδώρα χαρίζεται ὁ τῶν νεκρών ὄντως δεσπόζων καὶ τῶν ζώντων.

Ὄρει νοητῷ προσεπέλασας τῇ ἐγκρατείᾳ, εἶδες τὸν Θεὸν οὗ κατὰ τινάς, ἐναργῶς δε μᾶλλον, ὁσία Θεοδώρα.

Πόθου θεϊκοῦ, σε κατέτηξας, ἕνεκεν, σάρκας, καὶ πρὸς τὴν τοῦ πνεύματος ἤμειψας φύσιν παραδόξως, ἐφάμιλλε, ἀγγέλων.

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Ἔλιπες ἐνύλοις, ἀύλοις, ἐμίχθης, καὶ ζεῖς εἰς τοὺς αἰῶνας.

Ἀπόθετον κάλλος, κῆπος κεκλεισμένος, ἰσάγγελος ἐγένου.

Τάφος σου κηρύττει τὴν ἁγιωσύνην, ὡς στόματι, τῷ μύρω.

Μέγας εἶ Θεέ μου· πάντα γὰρ ἰσχύεις, οὐδὲν ἀδυνατεῖ σοι.

Ἰδοὺ γὰρ θανοῦσα Θεοδώρα βλύζει τὰ μύρα ἀενάως.

Ἔβλυζες ἱδρῶτας ἀσκήσεως πάλαι, ἀνθ’ ὧν νῦν βρύεις μύρα.

Ὑπακοὴν εἶχες, ταπείνωσιν ἄκραν, καὶ τελείαν εἰς πάντας.

Δῶρον φερωνύμως θεόθεν ἐδόθης τῇ πόλει ταύτῃ, μῆτερ.

Ῥαντισμῷ τῷ μύρῳ τῆς σῆς μυροβλύτου τὴν λύτρωσίν μοι δίδου.

Σταλαγμοῖς δακρύων ἔσβεσας τὴν φλόγα παθῶν, ὦ μυροβλύτις.

Τοῖς ἐπιτελοῦσι πόθῳ σου τὴν μνήμην δίδου χρηστά, Ὁσία.

Ὑπόταξον πάντα τὰ βάρβαρα ἔθνη τοῖς πιστοῖς βασιλεῦσιν.

Φεῖσαι τοῦ λαοῦ σου, πέμψον μυροβλύτις τὴν χάριν οὐρανόθεν.

Χάριν, Θεοδώρα, πέμψον τὴν τοῦ κτίστου τοῖς σὲ ἀνευφημοῦσιν.

Ψάλλοντές σοι, μῆτερ, προσάγαγε πάντας τῷ κτίστει καὶ Θεῷ σου.

Ὦ Παρθενομῆτορ, ῥῦσαι πάσης βλάβης τοὺς σὲ δοξολογούντας.