Εγκώμια εις τις Αγίες Μητέρες των τριών Ιεραρχών Εμμέλεια Νόννα και Ανθούσα

ΣΤΑΣΙΣ Α΄.
Ἦχος πλ. α´. Ἡ ζωὴ ἐν τάφῳ.
Μεγαλύνομέν σε, τῶν μητέρων πληθύς, ὦ Ἐμμέλεια πιστῶς καὶ δοξάζομεν, τὴν δοξάσασαν Θεόν σε ἀληθῶς.

Μεγαλύνομέν σου, Ὀρθοδόξων χοροί, τὴν ἰσάγγελον ἐν γῇ πολιτείαν σου, θεία Νόννα τῶν μητέρων χαρμονή.

Μακαρίζομέν σε, ἡ χορεία πιστῶν, ὦ Ἀνθοῦσα σωφροσύνης παράδειγμα, τῶν μητέρων ὁδηγὸς τρίβοις Χριστοῦ.

Ὕμνους τῇ Ἀνθούσῃ, Χρυσοστόμου μητρί, καὶ Ἐμμέλειαν Βασίλειοιν τέξασαν, δῶμεν Νόννῃ Γρηγορίου τε σοφοῦ.

Ἑορτὴν ἁγίαν, νῦν τελεῖ ποθητῶς, Ἐκκλησία τοῦ Χριστοῦ ὦ σεβάσμιαι, καὶ τιμᾷ ὑμῶν τὴν Σύναξιν πιστῶς.

Ῥύσασθε Μητέρες, πειρασμῶν τοῦ σατᾶν, καὶ παθῶν τῶν ψυχοφθόρων δεήσεσι, σαῖς πρὸς Κύριον καὶ νόσων τοὺς πιστούς.

Ὤφθητε Μητέρες, εὐσεβείας πηγή, τῆς πραότητος εἰκόνες καὶ πίστεως, ἡ Ὀρθόδοξος ὁδὸς παναληθῶς.

Παννυχὶ ἀγρύπνως, ἐν νηστείαις σκληραῖς, προσευχαῖς ἐνδιαιτώμεναι πάντοτε, ὦ Μητέρες ἀγαπήσατε Θεόν.

Ἀρεταῖς τὸν βίον, ὦ Μητέρες σεμναί, ἐκοσμήσατε Ἐμμέλεια ἔνδοξε, θεία Νόννα σὺν Ἀνθούσῃ τῇ πιστῇ.

Νέμεις τοῖς αἰτοῦσι, δαψιλῶς χάριν σήν, ἰατρείαν νοσημάτων ἀδάπανον, καὶ θαυμάτων σου πλουτεῖς Νόννα πιστούς.

Δόξα. Τριαδικόν.
Ἐν ψαλμοῖς ὑμνοῦμεν, τὴν Τριάδα πιστῶς, προσκυνοῦντες τῷ Πατρὶ σὺν τῷ Πνεύματι, καὶ τῷ Λόγῳ ἐν Θεότητι μιᾷ.

Καὶ νῦν. Θεοτοκίον.
Σπεῦσον Θεοτόκε, βοηθῆσαι ἡμᾶς, καὶ κολάσεως μελλούσης ἐκλύτρωσαι, πρὸς Υἱόν Σου παρακλήσεσι θερμαῖς.

Καὶ πάλιν τὸ πρῶτον.
Μεγαλύνομέν σε, τῶν μητέρων πληθύς, ὦ Ἐμμέλεια πιστῶς καὶ δοξάζομεν, τὴν δοξάσασαν Θεόν σε ἀληθῶς.

ΣΤΑΣΙΣ Β΄.
Ἦχος πλ. α´. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μεγαλύνειν ἐν ᾠδαῖς Μητέρας, τὰς ἐν ἀρεταῖς καὶ παλαίσμασι, πανενδόξους τῶν Τριῶν Ἱεραρχῶν.

Ἄξιόν ἐστι, μακαρίζειν τὰς σεμνὰς Μητέρας, τῶν Ἱεραρχῶν τὴν Ἐμμέλειαν, σὺν τῇ Νόννῃ καὶ Ἀνθούσῃ ἱερῶς.

Ἄξιόν ἐστιν, ὁ χορὸς Μητέρων θεοφρόνων, μέλεσι τερπνοῖς μεγαλύνωμεν, τὰς Μητέρας Διδασκάλων εὐκλεῶν.

ᾌσμα τὸ ἡδύ, ἀναπέμψωμεν μετ’ εὐλαβείας, Νόννῃ Ἐμμελείᾳ Ἀνθούσῃ τε, ταῖς Μητρᾶσι τῶν Ἁγίων τοῦ Θεοῦ.

Ὄμματα καὶ νοῦν, πρὸς Χριστὸν ἀεὶ ἔχειν Μητέρες, πάντας οὖν ἡμᾶς ἀξιώσατε, ἐξαιρέτως δὲ ταπείνωσιν πολλήν.

Ἴθυνον Χριστέ, εὐσεβῶν πρὸς Σὲ νοῦν καὶ καρδίας, ἵνα εὐφημήσωσιν ᾄσμασι, τὰς Μητέρας τῶν Τριῶν Ἱεραρχῶν.

Ἔχουσι πιστοί, ἀντιλήπτορας ὑμᾶς Μητέρες, τέκνα τὰ σεμνὰ παραδείγματα, ἡμεῖς πρέσβυς δὲ πρὸς Ἰησοῦν θερμάς.

Ὥσπερ προσφορά, καὶ θυσία θείας εὐωδίας, τῷ Χριστῷ εὐχαῖς προσηγάγετε, ὦ Μητέρες σὺν καμάτοις νουνεχῶς.

Ῥήματα Θεοῦ, καθ’ ἑκάστην μελετῶντες θεῖα, τέκνοις εὐσεβείᾳ ἐκθρέψατε, καὶ τῇ πίστει πρὸς Χριστὸν πανευκλεεῖς.

Πῦλαι οὐρανῶν, ὑπεδέξαντο ὑμᾶς Μητέρες, ὅτε πρὸς Θεὸν ἐκδημήσατε, ἐπεὶ ζήσατε ὡς Ἄγγελοι ἐν γῇ.

Ἵλαθι Χριστῷ, ὑπὲρ δούλων σου σεπτῶς τιμώντων, μνήμην σου Ἀνθοῦσα πανίερον, καρδιῶν πληρῦσα πόθον ἀγαθόν.

Τήρει ἀβλαβῶς, τοὺς πιστοὺς ἐκ τῶν κινδύνων Νόννα, νόσους ἐκδιώκουσα συμφοράς, πειρασμοὺς τοὺς ψυχολέθρους ἐκποδῶν.

Ὄλβιος ὑμᾶς, ὦ Μητέρες ὡς ἐπικαλεῖται, ἔχων ὡς λιμένα ἀκύμαντον, ἐν τῷ βίῳ τῶν ποικίλλων ἀναγκῶν.

Στῶμεν εὐλαβῶς, μετὰ φόβου πίστεως ἀγάπης, ἐν ταῖς Ἐκκλησίαις θεόφρονες, τὰς Μητέρας ἀνυμνοῦντες ψαλμικῶς.

Στήλη ἀρετῶν, εὐσεβείας τε κανὼν ἐδείχθης, καὶ φιλανθρωπίας Ἐμμέλεια, τὸν Βασίλειον ἐκθρέψασα καλῶς.

Σώσατε πιστούς, ὦ Ἐμμέλεια Ἀνθοῦσα Νόννα, ἐκ τῶν πειρασμῶν ταῖς λιταῖς ὑμῶν, πρὸς Φιλάνθρωπον Σωτῆρα Ἰησοῦν.

Δόξα. Τριαδικόν.
Ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν Τριὰς Ἁγία πέλεις, διὸ νῦν λαοὶ προσκυνήσωμεν, τὸν Πατέρα καὶ Υἱὸν Πνεῦμα τὸ ζόν.

Καὶ νῦν. Θεοτοκίον.
Νίκας τοῖς πιστοῖς, ἀρχομένοις τ’ ἄρχουσι παράσχου, Μῆτερ πρὸς Θεὸν μεσιτείαις Σου, σὺν θερμαῖς σεμνῶν Μητέρων προσευχαῖς.

Καὶ πάλιν τὸ πρῶτον.
Ἄξιόν ἐστι, μεγαλύνειν ἐν ᾠδαῖς Μητέρας, τὰς ἐν ἀρεταῖς καὶ παλαίσμασι, πανενδόξους τῶν Τριῶν Ἱεραρχῶν.

ΣΤΑΣΙΣ Γ΄.
Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεία μέλη, προσάδουσι Μητέρες.

Αἱ γενεαὶ πίστει, ᾄδουσι τὸν ὕμνον, Ἱεραχῶν Μητρᾶσιν.

Καππαδόκων δόξαν, Καισαρείας θρέμμα, Ἐμμέλειαν ὑμνοῦμεν.

Μοναστῶν χορεῖαι, ὕμνοις μελιῤῥύτοις, τιμὴν Μητρᾶσι δότε.

Ὄμβρους σῶν χαρίτων, ῥᾶνον τοῖς τιμῶσι, Νόννα σὴν θείαν μνήμην.

Σκεῦος παναγίου, Πνεύματος ἐγένου, πανεύφημη Ἀνθοῦσα.

Ἴθυνον πρὸς τρίβους, τῆς μετανοίας Νόννα, ἡμῶν ἀεὶ τὸν βίον.

Ἔρχεσθε Μητέρες, ἀντίληψις ταχεία, ἡμῶν τῶν δεομένων.

Ἱκέτευε τὸν Πλάστην, σωθῆναι τοὺς ὑμνούντας, Ἐμμέλεια σὴν μνήμην.

Τάξεις Ὀρθοδόξων, μέλπουσι σὲ ὕμνοις, Ἀνθοῦσα μακαρία.

Σπεύσατε ῥυσθῆναι, ἡμᾶς ἐκ τῶν κινδύνων, Ἱεραρχῶν Μητέρες.

Στήλη ἐγκρατείας, νηστείας σωφροσύνης, Ἀνθοῦσα ἀνεδείχθης.

Ὅπως ἀπαλλάξῃς, ἡμᾶς ἐκ νοσημάτων, παρακαλοῦμεν Νόννα.

Ὕβριν τῶν δαιμόνων, κόπασον ὦ Νόννα, καὶ πάθη ψυχοφθόρα.

Συγγνώμην τῶν πταισμάτων, ἡμῶν Θεῷ λυπούντων, Μητέρες δότε πᾶσι.

Ἀντίδος τοῖς ὑμνοῦσιν, Ἐμμέλεια σὴν μνήμην, κατ’ ἄμφῳ ἰατρείαν.

Δεῦτε ἱερέων, καὶ φιλεόρτων τάξεις, τιμὴν Μητρᾶσι δῶμεν.

Ἔχομεν Ἀνθοῦσαν, Ἐμμέλειαν καὶ Νόνναν, Κυρίῳ πρεσβευούσας.

Ἵνα ὦ Μητέρες, πυρὸς τοῦ αἰωνίου, ῥυσθῶμεν εὐχὰς δότε.

Ῥάνατε τοῖς μύροις, δακρύοις τε καὶ ῥόδοις, εἰκόναν τῶν Μητέρων. (γ΄)

Νέμεις τοῖς αἰτοῦσι, θαυμάτων σου τὴν χάριν, Ἐμμέλεια καὶ κρείττῳ.

Νίκας Ὀρθοδόξοις, κατ’ ἐχθρῶν παράσχου, εἰρήνην πᾶσι Νόννα.

Μήποτε ἀφήσῃς, Ἀνθοῦσα φιλεόρτους, ἄνευ σῆς βοηθείας.

Δόξα. Τριαδικόν.
Ἄκτιστον Τριάδα, Πατέρα Λόγον Πνεῦμα, ἐν πίστει προσκυνοῦμεν.

Καὶ νῦν. Θεοτοκίον.
Σῶσον Θεοτόκε, πρεσβείαις πρὸς Υἱόν Σου, ἡμᾶς ἀκατακρίτους.

Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεία μέλη, προσάδουσι Μητέρες.

Εὐλογητάρια. Ἦχος πλ. α΄.
Στίχ. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὰς Μητέρας ὑμνῆσαι.
Τῶν Ἀγγέλων αἱ τάξεις, φιλεόρτων χορεῖαι, κατεπλάγησαν ὅ,τι αἱ γυναῖκες ὡς ἄνδρες, ἀνεδείχθησαν θέσει, καὶ τέκνα πιστὰ τῷ Θεῷ προσήγαγον, ὅθεν σὺν Ἁγίοις, αὐτὰς ἠρίθμησεν.

Στίχ. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὰς Μητέρας ὑμνῆσαι.
Τίνα μῦρα, εὐσεβεῖς καὶ δάκρυα, ταῖς θεόφοσι νῦν δῶτε; Τῇ Συνάξει τῶν πιστῶν τὸ ἄθροισμα, προσεφθέγγετο ἐν κατανύξει, ἴδετε ἡμεῖς Μητέρας καὶ ᾔσθητε, εἰς τοὺς οὐρανούς, μετὰ δόξης ἤρθησαν.

Στίχ. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὰς Μητέρας ὑμνῆσαι.
Λίαν πιστῶς, τὴν Ἀνθοῦσαν μέλψωμεν, καὶ Ἐμμέλειαν σὺν Νόννῃ ὕμνοις, Ὀρθοδόξων μοναστῶν συστήματα, εὐσεβῶς ὀρθοφρονοῦντες, ἑορτὴν τελέσωμεν, τῶν Μητέρων, ἀγαλλόμενοι τῷ Πνεύματι.

Στίχ. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὰς Μητέρας ὑμνῆσαι.
Ὑακίνθοις καὶ κρίνοις, χρυσανθέμοις καὶ ῥόδοις, αταστέψωμεν σὺν τοῖς δακρύοις, εἰκόναν πιστοί, ἐγκρατεύοντες πάθη, ἵνα ὡς αὐταί, Θεῷ ἐξιλεώσωμεν, δι’ ἡμᾶς γάρ, ἱκετεύουσι Κύριον.

Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν ἐν πίστει, τὸν Πατέρα καὶ Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος Ἅγιος εἶ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, Θεοτόκε Παρθένε, Σὸν Υἱὸν ἐλυτρώσω, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, τῆς ἀρχαίας κατάρας, καὶ πᾶσι βροτοῖς, ἔδειξας Παράδεισον, μετανοίας γὰρ ὁδούς, προκρίνειν σώζεσθαι.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ
Θεός (γ΄).

Ἀπόστιχα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Δεῦτε, φιλεόρτων οἱ χοροί, καὶ εὐσεβοφρόνων τὰ πλήθη, ὕμνοις τιμήσωμεν, Νόνναν τὴν φιλάγαθον, θείαν Ἐμμέλειαν, καὶ Ἀνθούσαν τὴν πάντιμον, Μητέρας Ἁγίας, φιλόθεον Σύναξιν, πανηγυρίζοντες, ὅθεν, ἀνακράξωμεν πίστει, ῥύσασθε ἡμᾶς πάσης βλάβης, ταῖς ὑμῶν πρὸς Κύριον δεήσεσι.

Στίχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Ὅτε, ἐν ναῷ εὐχετικῶς, πνεῦμά σου ἀνῆλθεν εἰς πόλον, τάφος ἐκάλυψεν, σῶμα τὸ πολύαθλον, Νόννα πανεύφημε, τότε νόες Ἀσώματοι, καὶ Ἅγιοι Πάντες, σὺν συμβίῳ, τέκνοις σου ἠγαλλιάσαντο, σὲ δὲ Θεολόγος εὐφήμει, θείοις ἐγκωμίοις ὦ Μῆτερ, καὶ Χριστὸς βραβείοις ἐστεφάνωσεν.

Στίχ. Καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Δεῦτε, οἱ μονάζοντες ψαλμοῖς, Ἕλληνες Ὀρθόδοξοι πάντες, καὶ φιλακόλουθοι, πάσης γῆς τιμήσωμεν, λαοὶ ἐν ᾄσμασι, τὴν Βασίλειον τέξασαν, Ἐμμέλειαν θείαν, Νόνναν τὸν Γρηγόριον, ἀστέρα πάμφωτον, ἅμα καὶ Ἀνθοῦσαν ἀξίως, τὴν τοῦ Χρυσολόγου μητέραν, μέλεσιν ἡδίστοις μεγαλύνοντες.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, δῶμεν θεοφρόνων χορεῖαι, τῇ Ἐμμελείᾳ πιστῶς, Νόννῃ σὺν Ἀνθούσῃ τε, εἰκόνα πάνσεπτον, εἰς λιτάνευσον φέροντες, τὴν κεκοσμημένην, ἄνθεσιν ἀρώμασιν, δακρύοις λέγοντες· δέξασθε ἡμῶν τὰς αἰτήσεις, καὶ Χριστῷ πρεσβεύσατε πᾶσαι, ὅ,τι παῤῥησίαν Τούτῳ κέκτησθε.

Δόξα. Ἦχος πλ. α΄.
Σέ, ἥνπερ ἐχαρίτωσε Χριστός, σοφὴ Ἐμμέλεια, καθορῶν εὐλαβῶς, σὺν τῇ Ἀνθούσῃ, καὶ τῇ Νόννῃ, κεκοσμημένας πνευματικαῖς χάρισιν, εὐκατάνυκτον ὕμνον, περιχαρῶς ἀγαλλιόμενος ψάλλω· χαῖρε, Μητέρων ὁ χορός, ὅτι ὁ ἄδυτος Ἥλιος ἀληθῶς ἐφώτισεν ἐκ νεότητος, πίστιν Θεοῦ Ὀρθόδοξον, ταῖς ψυχαῖς ὑμῶν φυτεύσας ἄριστα, ἐτεκνοποίησε καρπούς, καὶ ἐμεγάλυνεν. Ἀλλ’ ἰδοὺ ἐπίσταμαι, τὴν ὑμῶν μεσιτείαν, παῤῥησίαν ἔχουσαι. Τίνα τιμὴν θείαν δώσω; ἢ πῶς δοξάσω τὰ ἆθλα; Ποῖα προσοίσω δὲ γέρα, τῶν ἀρετῶν ἐπαξίως; ἢ ποίοις μέλεσιν ᾄσω, ὑμῶν Μητέρες Συνάξει; Μακαρίζω ἐν ᾄσμασιν, ὑμνολογὼ τοὺς ὑμῶν πόνους, καὶ σὺν τοῖς σεπτοῖς τέκνοις κράζω· Κύριε δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Χαιρετισμοί εις τις Αγίες Μητέρες των τριών Ιεραρχών Εμμέλεια Νόννα και Ανθούσα

 

Πηγή