Εγκώμια εις τον εν Αγίοις Πατέρα ημών Καλλίνικον Μητροπολίτην Εδέσσης
Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Πέλλης καὶ ᾿Ἀλμωπίας Ἰωήλ
Αἱ ἀχροστιχίδες Κατ᾽ ἀλφάβητον·
ΣΤΑΣΙΣ Α’
Ἢ ζωὴ ἐν τάφῳ. Ἦχος πλ. α΄
Ἀρχιερατείαν, κατὰ πάντα σεπτήν, ἐπεδείξω ἐν Ἐδέσσῃ Καλλίνικε, Ἐκκλησίας ὃ ποιμὴν ὃ εὐλαβής.
Βιοτὴν ἐκ παίδων, ἡλικίας σεμνήν, βοηθεία τῶν ἁπλῶν γεννητόρων σου, ἐπεδίωξας Καλλίνικε σεπτέ.
Γηπονήσας πάτερ, τοῦ Χριστοῦ ἀρεταῖς, τῆς ψυχῆς σου τὸ εὐῶδες γεώργιον, ἀπεχτήσω χαρισμάτων τὴν πληθύν.
Δένδρον ὥφθης μάκαρ, Αἰτωλίας λαμπρόν, τὸ βλαστῆσαν Παρακλήτου καρπώματα, καὶ ἐχθρέψαν τὸν ᾿Ορθόδοξον λαόν.
Ἒχων ὑποφήτην, τῆς λατρείας Χριστοῦ, τὸν σὸν πάππον Ἀθανάσιον Ἅγιε, καθ΄ ἐκάστην ὑμνολόγεις τὸν Θεὸν.
Ζήσας ὡς ἁρμόζει, τοὶς ἀνθρώποις Χριστοῦ, τὸν σὸν νοῦν πρὸς οὐρανὸν ἐπεστήριξας, ὡσεὶ ἄγγελος Καλλίνικε σεμνέ.
Ἢ Σιταραλώνων, κώμη χαίρει σφοδρῶς, ὅτι ἤνεγκεν υἱόν σε πανεύφημε, τὴς Ἔδεσσης τὸν ποιμένα τὸν καλόν.
Θησαυρὸς ἐδείχθη, ὃ σὸς τάφος ἡμῖν, χορηγῶν τοῖς ἀλγουμένοις τὴν ἴασιν, καὶ παρέχων τοὶς νοσοῦσι γλυκασμόν.
Ἱερεὺς παμμάκαρ, τοῦ Σωτῆρος ἡμῶν, κατεστάθης ταῖς χερσὶν αὐταδέλφου σου, Κωνσταντίνου Ἀρχιθύτου τοῦ Χριστοῦ.
Κοσμηθεὶς θεόφρον, πολλαπλαὶς ἀρεταῖς, τὸ σωτήριον ἀπήγγειλας κήρυγμα, ἐν ταὶς κώμαις Ἀκαρνάνων κραταιῶς.
Λειτουργὸς Ὑψίστου, γεγονὼς τοῖς πιστοῖς, πρὸς νομὰς τὰς ψυχοτρόφους ὡδήγησας, τῷ σῷ ἤθει καὶ τῷ λόγῳ τῷ σεμνῷ.
Μεμαρτυρημένην, ὀρθοδόξων ζωήν, ἐν τῇ γῇ τῆς Αἰτωλίας ἐπέδειξας, ὠφελήσας τὴν χορείαν τῶν πιστῶν.
Νέος ὥφθης πάτερ, ἐν πατρίδι τῇ σῇ, τοῦ Κοσμᾷ τοῦ Αἰτωλοῦ ὁ ὁμόηθος, καὶ διάδοχος ἐν ἔργοις ἀγαθοῖς.
Ξένος πάτερ ἦσθα, τῶν ῥεόντων τῆς γῆς, διὸ πάντοτε ἐδίδους Καλλίνικε, τοῖς συνοῦσι σοι πρὸς βίον εὐσεβῆ.
Ὁ σὸς θεῖος λόγος, ἡρτυμένος σοφέ, Παρακλήτου ἐνεργείαις Καλλίνικε, προς μετανοιᾶν ἐκίνει τους πιστους.
Πειρασμῶν ὀχλήσεις, τοὺ ἀρχαίου ἐχθροῦ, διεσκέδασας ῤοπῇ τοῦ Παντάνακτος, καὶ ἐδόξασας τὸ ὄνομα Χοιστοῦ.
‘Ρὠμὴν πάτερ ἔχων, Ἴησοῦ τοῦ Θεοῦ, ἐν τοῖς χρόνοις τοὶς ἐσχάτοις Καλλίνικε, εὐθαρσῶς διακηρύττεις τὸν Χριστόν.
Σωστικαῖς εὐχαῖς σου, πρὸς Χριστὸν τὸν λαόν, Ἀκαρνάνων διαφύλαττε πάντοτε, ἐκ ποικίλων νοσημάτων και κᾶκων.
Τειχισθεὶς παμμάκαρ, πανοπλίᾳ Χριστοῦ, τὰ ἀντίθεα ἀπέκρουσας ῥήματα, κακοτρόπῶν και δεινῶν αἱρετικῶν.
Ὑπὸ σοῦ τὰ πλήθη, ὀρθοδόξων πιστῶν, πρὸς μετάνοιαν Καλλίνικε ἅγιε, ὡδηγήθησαν τοῖς λόγοις σου σοφέ.
Φωτοφόρος ὄντως, τοῦ Χριστοῦ ταῖς αὐγαῖς, ἐπεγνώσθης καταυγάζων Καλλίνικε, τοὺς συνοντᾶς σοι εν πίστει ἀληθεῖ.
Χρηματίσας πάτερ, τὸ δοχεῖον Χριστοῦ, τοὶς χαρίσμασι τοὶς σοῖς καθωδήγησας, ἱερέας Μητροπόλεως τῆς σῆς.
Ψαλμικῶς βοῶμεν, πρὸς Δεσπότην Χριστόν, ἐπακοῦσαι τὰς λιτάς σου Καλλίνικε, ὑπὲρ πάντων τῶν τιμώντων σε θερμῶς.
Ὡς Κοσμᾶς ὁ κῆρυξ, Αἰτωλὸς πανταχοῦ, τοῦ Σωτῆρος διδαχὴν ὡμολόγησας, καὶ διέλυσας τὸ σκότος τοῦ ἐχθροῦ.
Δόξα.
Ὦ Τριὰς Ἁγία, ταὶς ἁγίαις λιταῖς, Καλλινίκου Ἐπισκόπου διάσωσον, τὸν λαόν σου ἐξ αἱρέσεων δεινῶν.
Καὶ νῦν.
Μῆτερ Θεοτόχε, μὴ παρίδης ἡμῶν, τὰς δεήσεις τῶν σῶν δούλων χαρίζουσα, τὴν εἰρήνην τῶν ψυχῶν ἡμῶν ἁγνή.
ΣΤΑΣΙΣ Β΄
Ἀξιόν ἐστι. Ἦχος πλ. α᾿.
Ἀξιόν ἐστι, ἀναβῆναί σε ἐν τῇ καθέδρᾳ, τῶν Ἀρχιερέων πάτερ Καλλίνικε, καὶ ποιμᾶναι τῆς Ἐδέσσης τὸν λαόν.
Βλάστημα ὀφθείς, Αἰτωλίας πολυφήμου πάτερ, ἐν Μακεδονίᾳ ὄντως ἐβλάστησας, ποιμανσοίας τοὺς καρποὺς εἰς ἐκατόν.
Γέγονας ποιμήν, τῆς ᾿Εδέσσης καὶ τῆς ᾿Αλμωπίας, ἅμα δὲ καὶ Πέλλης μᾶκαρ Καλλίνικε, ποδηγῶν εἰς οὐρανοὺς πλήθη Χριστοῦ.
Δέδεξαι πολλάς, χορηγίας Παρακλήτου Πάτερ, ἃς καὶ καθ᾽ ἑκάστην πιστοὶς διένειμας, ὠς ποτὲ τοις Αἰγυπτίοις Ἰωσηφ.
Ἔχει οὐρανός, τὴν ψυχὴν σου μετὰ τῶν Αγίων, ἔχει δὲ καὶ Ἔδεσσα πάτερ Ἅγιε, τὸν σὸν τᾶφον ὡσπέρ ὄλβον θαυμαστόν.
Ζησας ἐπὶ γῆς, ὥσπερ ἄπορος Χριστοῦ παμμάκαρ, ἀλλὰ τοὺς πτωχοὺς ὁμοῦ καὶ τοὺς πένητας, ὥσπερ ἄγγελος ἐφρόντισας καλῶς.
Ἢρας γεγηθώς, τῆς σῆς ποίμνης τὸ ποικίλον βάρος, καὶ ἐδοξολόγεις πάτερ Καλλίνικε, Ἀρχιποίμενα Χριστὸν τὸν Λυτρωτήν.
Θέλων ἱερέ, τὴν λαχοῦσάν σοι ἐν τῇ Ἐδέσσῃ, ποίμνην παραδείσου τμῆμα γενέσθαι ἔτρεχες, καθ᾽ ἐκάστὴν κατηχῆσαι τὸν λαόν.
Ἵνα τὸν λαόν, Μητροπόλεως τὴς σῆς διδάξῃς, πόλεις καὶ χωρία διῆλθες Ἅγιε, καὶ ἐκῆρυττες τὸν λόγον τοὺ Θεοῦ.
Κλῆρον καὶ λαόν, ὡς Ἐπίσκοπος συχνῶς στηρίζεις, λόγοις θεοπνεύστοις σου πάτερ Ἅγιε, παραμένειν εν τὴ πίστει τοὺ Χοιστοῦ.
Λύμην εἰδεχθῇ, τῶν αἱρέσεων καταδιώκεις, ἅγιε Καλλίνικε ὡς ὁ ἄγρυπνος, ὀρθοδόξων διδαχῶν φρουρὸς στεῤῥός.
Μῆνιν κατὰ σοῦ, κακοτρόπων διαλύεις ὄντως, τοὶς ἀνεξιχάχοις σου τρόποις Ἅγιε, τὴν εἰρήνην παρεχόμενος αὐτοῖς.
Νῦν οἱ εὐσεβεῖς, ἐν Ἐδέσσῃ τε καὶ Πέλλῃ πάντες, σὺν τῇ ᾿Αλμωπίᾳ σοφὲ Καλλίνικε, τον σὸν βιον ἀνυμνοῦσι μελικῶς.
Ξένος ἀληθῶς, καὶ ἀντίθετος πάντῃ ἐγένου, τῇ ὀρθῇ σου γνώμῃ πάτερ Καλλίνικε, των χρημάτων και τῶν αλλὼν ἀγαθῶν.
Ὂλος τῷ Χριστῷ, ὡς Ἔπίσκοπος καὶ ποιμενάρχης, σεαυτὸν ἄνέθου θεομακάριστε, διὸ γέγονας ἁγίοις κοινωνός.
Πᾶσα τοῦ Χριστοῦ, ἡ Μηπρόπολις ἐν τῇ Ἐδέσσῃ, ὥσπερ ἀμπελὼν σεμνέ ἢ πολύφορος, καταρδεύεται πλουσίως ὑπὸ σοῦ.
Ῥέει ποταμός, ἐκ τοῦ στόματος τοῦ σοὺ ῤημάτων, καὶ παιδαγωγεῖς τῶν νέων ἀθροίσματα, ἀσπαζόμενα τὴν χεῖρά σου σεμνῶς.
Στύλος ἀῤῥαγής, τῆς ἐνδόξου σου πατρίδος πάτερ, ἐπ᾿ ἐσχάτων ὥφθης σῶφρον Καλλίνικε, ἐπινοίας ψευδολόγων κατασπῶν.
Τύπος τῶν πιστων, ἐγεγόνεις τῷ σῷ βίῳ μάκαρ, εν νηστειᾶις τε και θείαις ἐντεύξεσι, τὰς ἡμέρας σου διάγων ἐπὶ γῆς.
Ὕψος παλαιῶν, ἁγιότητος Πατέρων φθάσας, τὸ κοινὸν βραβεῖον τῆς ἄνω κλήσεως, προσλαμβάνεις ἐπαξίως ἐκ Θεοῦ.
Φῶς ἀληθινὸν, ἱερεῦσι τοῦ Χριστοῦ ἐφάνης, ἄριστα παιδεύων αὐτοὺς Καλλίνικε, ἐν συνάξεσι καὶ θείαις διδαχαῖς.
Χεῖρας πρὸς Χριστόν, ἀνυψοῖς ὑπὲρ τοὺ σοὺ ποιμνίου, τῆς Ἐδέσσης Πέλλης πάτερ Καλλίνικε, καὶ ὁμοῦ τῆς ᾿Αλμωπίας τὴς κλεινῆς.
Ψάλλομεν φαιδρῶς, ἐν τῇ μνήμῃ σου τῇ λαμπροφόρῳ, καὶ αἰτοῦμεν πάντες σεμνὲ Καλλίνικε, μἡ ἐλλείπης προστατεύων τὸν λαόν .
Ὦ τοῦ σοῦ φωτός, τοῦ αὐγάζοντος πιστῶν ἀγέλας, ἐν τῷ εἰκοστῷ αἰῶνι πάτερ Καλλίνικε, καὶ δεικνύον εὐσεβείας τὴν ὁδόν.
Δόξα.
Ἄναρχε Θεέ, καὶ συναναρχε Λόγε και Πνεῦμα, δέξαι τὴν πρεσβείαν τοῦ Ἀρχιθύτου Σου, ὑπὲρ πᾶσης τῆς αὕτου Ἐπισκοπῆς.
Καὶ νῦν.
Μῆτερ τοῦ Χριστοῦ, καὶ Καλλίνικε ποιμὴν Ἐδέσσης, δέξασθε τοὺς ὕμνους καὶ ἄσματα, τῶν οἰκούντων εν Ἐδέσσῃ εὐμενῶς.
ΣΤΑΣΙΣ Γ’
Αἱ γενεαι πᾶσαι. Ἤχος γ᾿.
Αἱ γενεαὶ πᾶσαι, ὑμνολογοῦσι πάτερ, Καλλίνικε σὴν μνήμην.
Βαστάσας ἀγογγύστως, τὸ βάρος ἀσθενείας, τῆς σὴς ὡς ἄστρον φέγγεις.
Γέγονας ἀλείπτης, τῶν θείων τοῖς ἄνθρωποις, ἐν τῇ Ἐδέσσῃ πάτερ.
Δῆμος τῶν ὁσίων, ἐν χώρᾳ παραδείσου, προσδέχεταί σε πάτερ.
Ἐσχηκας τὸ στέφος, των ἀγωνιζομένων, τῆς πίστεως θεόφρον.
Ζηλώσας τῶν Ἁγίων, τὸν βίον ἐμιμήσω, αὐτῶν πνευματοφόρε.
Ἡδέως ᾿Αλμωπίας, ἡ Ἔδεσσα καὶ Πέλλα, κατ᾽ ἔτος σὲ τιμῶσι.
Θυτῶν ὃ ποδηγέτης, διδάσκαλος καὶ μύστης, Καλλίνικε ἐγένου.
Ιχνεσιν ἁγίων, Ἰεραρχῶν ὁδεύεις, ἐν εἰκοστῷ αἰῶνι.
Κῆρυξ εὐταξίας, ἐν τοὶς ναοῖς ἐδείχθης, Καλλίνικε Τρισμάκαρ.
Λάμπεις ὥσπερ ἄστρον, πολύεδρον παρέχων, τοὶς ὀρθοδόξοις χάριν.
Μανίαν τοῦ βελίαρ, διασκεδάζεις πάτερ, Καλλίνικε εὐχαῖς σου.
Νοΐ σου καὶ καρδίᾳ, καὶ χείλεσι θυσίαν, τελεῖς τὴν τοῦ Κυρίου.
Ξενίας τῶν πενήτων, ἐπεμελήθης πάτερ, Καλλίνικε ποιμάντωρ.
Ὁ εὐσεβής σου κλῆρος, τὴς Ἀλμωπίας πάσης, γεραίρει σε Τρισμάκαρ.
Πατὴρ ἡμῶν ἐφάνης, φιλόστοργος ἐν πᾶσι, Καλλίνικε θεόφρον.
Ῥωσθεὶς θείᾳ δυνάμει, τοὺς σὲ συκοφαντοῦντας, ὑπέμεινας γενναίως.
Στρατείᾳ Ἐπισκόπων, ἀγίων ἡριθμήθης, Καλλίνικε παμμάκαρ.
Τὴν νόσον τῆς σαρκός σου, ὡς ὁ Ἰὼβ ἐν γήρει, Καλλίνικε ἀντέχεις.
Ὑπὸ τῶν σὲ φιλούντων, ἢ μνήμη σου ἐν ὕμνοις, τιμᾶται γηθοσύνως.
Φωτίζεις τοῖς σοὶς λόγοις, τὴν ἀγνοιαν ἄνθρωπων, Καλλίνικε ἀρκούντως.
Χαρὰν πολλὴν παρέχει, τοῖς προσκυνοῦσι πάτερ, ἢ λάρναξ τῶν ὀστῶν σου.
Ψαλμοὺς πρὸς σὲ ἡ κόρη, ἡ ἐξ ἐπιληψίας, θεραπευθεῖσα ἄδει.
Ὧ πάτερ ταὶς λιταῖς σου, Καλλίνικε μὴ παύσῃ, ὑπὲρ ἡμων πρεσβεύων.
Δόξα.
Τριάδος δοῦλος ὥφθης, Καλλίνικε ἐν βίῳ, ποιὼν τὰ τοὺ Κυρίου.
Καὶ Νῦν.
Παρθένε Θεοτόκε, Χριστοῦ Θεοῦ ἡ μήτηρ, προστάτευε τὸν κόσμον.
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Καλλίνικον Μητροπολίτην Εδέσσης
Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Καλλίνικον Μητροπολίτην Εδέσσης