Εγκώμια εις τον Άγιο Μάρτυρα Νέστωρ

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

ΣΤΑΣΙΣ Α΄.
Ἦχος πλ. α´. Ἡ ζωὴ ἐν τάφῳ.
Ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον.

Ἀριστεὺς ἐδείχθης, τοῦ Χριστοῦ Ἀθλητά, τῇ εὐχῇ τοῦ Δημητρίου πανένδοξε, ταπεινώσας τὸν Λυαῖον θαυμαστῶς.

Βίου θείου Νέστορ, ἐρασθεὶς τοῦ Χριστοῦ, τὸν Δημήτριον ἐνθέως ἠγάπησας, καὶ ἐδέξω τὰ διδάγματα αὐτοῦ.

Γεωργήσας Νέστορ, σὴν ψυχὴν ἐν Χριστῷ, βασιλείαν οὐρανῶν ἐπεπόθησας, καὶ ζωὴν σαββατισμοῦ ἐν οὐρανοῖς.

Διδαχθεὶς ὦ Νέστορ, ἀληθείας Χριστοῦ, ἐπολέμεις εὐθαρσῶς τὴν δυσσέβειαν, καὶ πολύθεον θρησκείαν τὴν ψευδῆ.

Ἐπεζήτεις Νέστορ, τοῦ Θεοῦ Ἀθλητά, τὸν Χριστὸν ὁμολογήσαι ἐν ἔθνεσι, καὶ κηρύξαι τῆς Τριάδος τὴν ἀρχήν.

Ζηλωτὴς ὑπάρχων, τῶν Μαρτύρων Χριστοῦ, πρὸς Δημήτριον ἐν πόθῳ προσέδραμες, ἐκζητήσας τὴν τοῦ Μάρτυρος εὐχήν.

Ἡ θυσία Νέστορ, ἐπικηροῦ ζωῆς, συνεκλόνει ἐν Χριστῷ τὴν καρδίαν σου, διὸ ἔσπευσας πρὸς πάθος ἐν χαρά.

Θεῖον ζῆλον ἔχων, ἐν χαρᾷ Ἀθλητά, πρὸς τὸ στάδιον ἀθλῆσαι κατέσπευδες, τοῦ νικήσαι τὸν Λυαῖον ἐν Χριστῷ.

Ἰσχυρὸς ἐδείχθης, τῇ δυνάμει Χριστοῦ, ἐν ἀγῶνι καὶ παλαίσματι ἔνδοξε, ταπεινώσας βασιλέως τὴν ὀφρύν.

Κραταιῶς ὁ Νέστωρ, τῇ ἰσχύϊ Χριστοῦ, τὸν ἀήττητον Λυαῖον ἐνίκησε, καταισχύνας βασιλέα δυσσεβῆ.

Λαμπρυνθεὶς ὁ Νέστωρ, τῷ φωτὶ τοῦ Χριστοῦ, τοὺς πιστοὺς τῆς Ἐκκλησίας ἐστήριξε, καὶ Δημήτριον ἐδόξασε λαμπρῶς.

Μεγαλύνεις Λόγον, ἐν σταδίῳ κλεινέ, ἐκζητήσας Δημητρίου βοήθειαν, ὃν ἐτίμησας ὡς τέκνον ἐν Χριστῷ.

Νευρωθεὶς δυνάμει, τῆς εὐχῆς τοῦ Δουκός, νικηφόρως πρὸς Λυαῖον ἐπάλαισας, θεῖε Νέστορ τῶν Μαρτύρων κοινωνέ.

Ξενωθεὶς ματαίων, καὶ τοῦ κόσμου τερπνῶν, ὑπὲρ Λόγου τὴν ζωὴν Μάρτυς ἔθηκας, θεῖε Νέστορ Δημητρίου μαθητά.

Ὁλοψύχως Νέστορ, τὸν Χριστὸν ὡς Θεόν, ὡμολόγεις ἐν σταδίῳ τρισόλβιε, ἐνισχύων τοὺς λατρεύοντας Αὐτῷ.

Πεποιθὼς Κυρίῳ, εἰς ἀγῶνα σκληρόν, ὡς Δαυΐδ πρὸς Γολιὰθ Νέστορ ἔσπευδες, ἐκνικῆσαι τὸν Λυαῖον τὸν δεινόν.

Ῥώμην ἔχων Νέστορ, ψυχικὴν ὡς πιστός, μετ᾿ ἀνδρείας τὸν Λυαῖον κατέβαλες, ἀποδείξας τῆς Τριάδος τὴν ἰσχύν.

Σὺ Μαρτύρων κλέος, ἀνεδείχθης εὐθύς, μαρτυρήσας μετὰ νίκην ἐξαίσιον, βασιλέως θεῖε Νέστορ ἐντολή.

Ταπεινοῖς ὦ Νέστορ, βασιλέως ὀφρύν, παρανόμως εἰς μαρτύριον ἤχθης δέ, ὁ νομίμως ἐκνικήσας ἀθλητήν.

Ὑπακούσας Νέστορ, συνειδήσει τῇ σῇ, ἀπεδέχθης ἐν χαρᾷ τὸ μαρτύριον, ἀνελθὼν εἰς οὐρανοὺς στεφανωθείς.

Φωτισθεὶς ὦ Νέστορ, τῷ ἀκτίστῳ φωτί, καταυγάζεις τῶν πιστῶν τὴν διάνοιαν, καὶ ἐμπνέεις τῶν μαρτύρων τοὺς χορούς.

Χάριν ἔχων Νέστορ, ἱκετεύεις Χριστόν, ὑπὲρ πάντων τῶν τιμώντων τὴν μνήμην σου, τοῦ σωθῆναι ἐκ βελῶν τοῦ πονηροῦ.

Δόξα. Τριαδικόν.
Ψαλμικῶς Τριάδα, ἀνυμνοῦμεν πιστῶς, τὸν Πατέρα σὺν Υἱῷ καὶ τῷ Πνεύματι, τὴν Μονάδα κατ᾿ οὐσίαν καὶ ἀρχήν.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ Θεοκυῆτορ, τοὺς πιστοὺς ὑμνητάς, τοῦ Υἱού Σου τῇ Σῇ σκέπῃ διάσωσον, καὶ ἀξίωσον βιῶσαι ἐν Χριστῷ.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Ἀριστεὺς ἐδείχθης, τοῦ Χριστοῦ Ἀθλητά, τῇ εὐχῇ τοῦ Δημητρίου πανένδοξε, ταπεινώσας τὸν Λυαῖον θαυμαστῶς.

ΣΤΑΣΙΣ Β΄.
Ἦχος πλ. α´. Ἄξιόν ἐστι.
Ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον.

Ἄξιόν ἐστιν, μακαρίζειν σε τὸν Ἀθλοφόρον, Νέστορ Δημητρίου τέκνον ὑπήκοον, τῶν Μαρτύρων ἐγκαλλώπισμα σεπτόν.

Βίον ἐν Χριστῷ, ἠκολούθησας Νέστορ θεόφρον, ἐν Θεσσαλονίκη Μάρτυς μιμούμενος, Δημητρίου τὴν θυσίαν καὶ ζωήν.

Γνώμην ἀγαθήν, καὶ καρδίαν καθαρὰν ὦ Νέστορ, ἔχων προσεκύνεις Λόγον ἐν Πνεύματι, καὶ ἐπόθεις μαρτυρίου τὴν τιμήν.

Δόξαν ἀληθῆ, καὶ ζωὴν ἐν παραδείσῳ Νέστορ, σὺ ἐπιζητῶν ἐν ζήλῳ τρισόλβιε, μαρτυρίου ἐγεγόνεις ἐραστής.

Ἔσπευσας κλεινέ, πρὸς Δημήτριον τὸν θεοφόρον, τοῦ λαβεῖν αὐτοῦ εὐχὴν καὶ συναίνεσιν, πρὸς ἀγῶνα ὑπὲρ πίστεως Χριστοῦ.

Ζήλῳ θεϊκῷ, ἐν σταδίῳ παρὰ βασιλέως, ᾔτησας παλαῖσαι Μάρτυς πρὸς γίγαντα, ὡς Δαυΐδ ποτὲ πρὸς μέγαν Γολιάθ.

Ἥλιον Χριστόν, καταυγάζοντα καρδίας Νέστορ, μετὰ παῤῥησίας Κύριον ἔδειξας, τῇ σεπτὴ ὁμολογίᾳ σου ἐχθροῖς.

Θέλων Ἀθλητά, ταπεινῶσαι τὸν εἰδωλολάτρην, ἀνακτᾷ πιστοὺς δεινῶς προκαλέσαντα, Δημητρίου τὸν Θεὸν πιστῶς καλεῖς.

Ἴσχυσας κλεινέ, τὸν Λυαῖον ἐν Χριστῷ νικῆσαι, καὶ ὀφρῦν ἀνάκτου πλῆξαι τρισόλβιε, καὶ ἀθέων καταῤῥίψαι τοὺς θεούς.

Κύριον Χριστόν, ἐν σταδίῳ ἀποδείξας Νέστορ, μῆνιν βασιλέως ἔσχες παράνομον, δι’ ἧς γέγονας Μαρτύρων κοινωνός.

Λύσας τοὺς δεσμούς, πρὸς ζωὴν ἐπίκηρον τοῦ κόσμου, Μάρτυς ἐγεγόνεις Νέστορ τῆς πίστεως, εἰσελθὼν εἰς βασιλείαν Οὐρανῶν.

Μέγας ἀληθῶς, ἀνεδείχθης Νέστορ Χριστομάρτυς, καὶ τοῦ Δημητρίου ὄντως τὸ καύχημα, ὡς συντρίψας τοῦ Λυαίου τὴν ὀφρύν.

Νέων Ἀθλητῶν, τὸ ὑπόδειγμα Νέστορ ὑπάρχεις, καὶ ὁμολογούντων Λόγον Θεάνθρωπον, ἐνισχύεις τὰς ψυχὰς ταῖς σαῖς λιταῖς.

Ξένον ἀληθῶς, καὶ παράδοξον τὸ τόλμημά σου, Νέστορ ἐκζητὼν παλαῖσαι Λυαίῳ τε, καὶ δοξάσαι τὸν Τρισάγιον Θεόν.

Ὅλον σεαυτόν, προσενήνοχας ὡς ἱερεῖον, τῷ κοινῷ Δεσπότῃ Νέστορ πανένδοξε, καταπλήξας ἐν σταδίῳ τοὺς ἐχθρούς.

Παῦσον τῆς σαρκός, τὰ σκιρτήματα τῶν εὐφημούντων, τὴν σεπτήν σου μνήμην Νέστορ τρισόλβιε, καὶ αἰτούντων σὰς πρεσβείας πρὸς Θεόν.

Ῥήματα ζωῆς, Δημητρίου ἀπεδέχθης Νέστορ, καὶ Χριστὸν ἠγάπησας ἔνδοξε, ὑπὲρ Οὗ ἐτύθης Μάρτυς ἱερῶς.

Στήριξον ἡμᾶς, τοὺς τὴν μνήμην σου ἐπιτελοῦντας, ἐν ᾠδαῖς καὶ ὕμνοις Νέστορ πολύαθλε, ἐν ἀγῶσι πρὸς ζωὴν πνευματικήν.

Τήρησον πιστούς, ἀνυμνοῦντας τὴν σὴν μνήμην Νέστορ, ἀσφαλεῖς, ἐν βίῳ μάρτυς τῆς χάριτος, καὶ ἐν πίστει Ὀρθοδόξῳ ἀκραιφνεῖς.

Ὕμνους ταπεινούς, σοι προσφέρομεν τῷ Ἀθλοφόρῳ, τῷ ὑπὲρ Χριστοῦ ζωὴν καταθύσαντι, καὶ νικήσαντι Λυαῖον τὸν δεινόν.

Φύλαξον ἡμᾶς, ἐκ παγίδων τοῦ ἀντικειμένου, Νέστορ Δημητρίου καύχημα ἔνθεον, καὶ ἁπάντων τῶν πιστῶν καταφυγή.

Χαῖρε Ἀθλητά, ἐστεμμένε ἐκ Τριάδος Νέστορ, ὅτι ἠξιώθης ψάλλειν σὺν ἅπασι, τοῖς ἀθλήσασιν ἐν γῆ ὑπὲρ Χριστοῦ.

Δόξα. Τριαδικόν.
Ψάλωμεν πιστοί, τῇ Τριάδι Μονοκρατορίᾳ, ὕμνους σὺν Ἀγγέλοις πᾶσι καὶ Μάρτυσι, Δημητρίῳ τε καὶ Νέστορι ὁμοῦ.

Καὶ νῦν. Θεοτοκίον.
Ὤφθης ἀληθῶς, ἐν ἀγκάλαις φέρουσα τὸν Κτίστην, Ὃν ἀγεωργήτως Πνεύματι ἔτεκες, τὸν δωρήσαντα τὴν λύτρωσιν βροτοῖς.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Ἄξιόν ἐστιν, μακαρίζειν σε τὸν Ἀθλοφόρον, Νέστορ Δημητρίου τέκνον ὑπήκοον, τῶν Μαρτύρων ἐγκαλλώπισμα σεπτόν.

ΣΤΑΣΙΣ Γ΄.
Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον.

Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε, ὦ Νέστορ Χριστομάρτυς.

Βήματι τυράννου Μάρτυς Νέστορ ἔστης, κηρύττων τὸν Σωτῆρα.

Γόνος Δημητρίου, ἐν Πνεύματι ἐγένου, ὦ Νέστορ θεοφόρε.

Δύναμις Κυρίου ἐνίσχυσέ σε Νέστορ, ἐν τῇ ὁμολογίᾳ.

Ἔχει Ἐκκλησία κόσμον σὲ ὦ Νέστορ, καὶ οἱ πιστοὶ προστάτην.

Ζῆλον Δημητρίου ἔχων ἐν καρδία, ὁ Νέστωρ κατεσφάγη.

Ἠράσθης τοῦ Κυρίου ὦ Νέστορ καὶ προσῆλθες, παλαῖσαι ὑπὲρ Λόγου.

Θείᾳ συνεργίᾳ ἐνίκησε Λυαῖον, τὸν γίγαντα ὁ Νέστωρ.

Ἰκάνωσον ὦ Νέστορ τοὺς σὲ ἀνευφημοῦντας, βιῶσαι ἐν Κυρίῳ.

Κηρύττομεν ὦ Νέστορ τὴν σὴν ὁμολογίαν, ἐν ὕμνοις θεοδέκτοις.

Λαὸν τῆς Ἐκκλησίας ἐμπνέεις Μάρτυς Νέστορ, πρὸς ἄθλησιν ἁγίαν.

Μάρτυς τοῦ Κυρίου καὶ τέκνον Δημητρίου, τοὺς ὑμνητάς σου σῶσον.

Νίκας δώρησαι μοι κατὰ τοῦ ἀντιδίκου, λιταῖς σου θεῖε Νέστορ.

Ξένισον καρδίας ταῖς εὐχαῖς σου Νέστορ, τῶν σὲ ἀνευφημούντων.

Ὄλβιος σαββατίζεις μετὰ τῶν Μαρτύρων, ὦ Νέστορ αἰωνίως.

Ποίμνην καὶ ποιμένας, τῆς Ἐκκλησίας φρουρεῖ, ἐν χάριτί σου Νέστορ.

Ῥῦσαι ἐκ κινδύνων ἡμᾶς τοὺς σὲ τιμῶντας, γόνε Θεσσαλονίκης.

Σὺ τῶν ἀθλουμένων, στηρίζεις τὰς καρδίας, λιταῖς σου Μάρτυς Νέστορ.

Τάχυνον τοῦ σῶσαι ταῖς σαῖς πρεσβείαις Νέστορ, τοὺς σὲ λαμπρῶς τιμῶντας.

Ὕμνοις θεοδέκτοις, τιμῶμέν σου τὴν μνήμην, καὶ ἄθλησίν σου Νέστορ.

Φώτισον καρδίας, τῶν πόθῳ γεραιρόντων, μαρτύριόν σου Νέστορ.

Χριστὸν καὶ Ἐκκλησίαν, προβάλλεις ἐν τῷ κόσμῳ, τῇ σῇ ἀθλήσει Νέστορ.

Δόξα. Τριαδικόν.
Ψάλλομεν Τριάδος τὸ ὄνομα τὸ θεῖον, ἐν πίστει καὶ ἀγάπῃ.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ Παρθενομῆτορ τοὺς Νέστορα τιμῶντας, περίσῳζε ἐν βίῳ.

Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε, ὦ Νέστορ Χριστομάρτυς.

ΕΥΛΟΓΗΤΑΡΙΑ.
Ἦχος πλ. α´. Εὐλογητὸς εἶ Κύριε.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Τῶν Ἀγγέλων αἱ τάξεις, κατεπλάγησαν Νέστορ, ἐκ τοῦ σοῦ μαρτυρίου, ἐν σταδίῳ δὲ πιστοί, κατιδόντες σὴν νίκην, ἔχαιρον θερμῶς, καὶ ἐνθέως ἔλεγον τὴν εἰδώλων πλάνην, ὁ Νέστωρ ἔδειξεν.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Μύρα θεῖα τοὺς ὕμνους, σοὶ προσφέρομεν Νέστορ, οἱ πιστοὶ κατὰ χρέος, κατιδόντες ἐν χαρᾷ, τὴν σὴν τόλμην καὶ θάῤῥος, καὶ τὴν πρὸς Χριστόν, θεϊκὴν ἀγάπην σου, καὶ ὁμολογίαν, καὶ νίκην ἔνδοξον.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Λέγεις Νέστορ ὡς τέκνον, πρὸς Δημήτριον δὸς μοι, εὐλογίαν καὶ χάριν, ταπεινῶσαι ἀσεβεῖς, καὶ νικῆσαι Λυαῖον, καὶ ὑπὲρ Χριστοῦ, τὴν ζωήν μου ἅπασαν, ὡς ἀρνίον θύσαι, ὡς πάντες Μάρτυρες.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὸν Νέστορα ὑμνῆσαι.
Μυροφόροι προσῆλθον, τῶν πιστῶν αἱ χορεῖαι, τοῦ τιμήσαι ἐν ὕμνοις, τὴν τοῦ Μάρτυρος ζωήν, καὶ τὴν μνήμην τὴν θείαν, καὶ τὴν τελευτήν, καὶ τὴν πρὸς βασίλεια, τῆς ἁγίας δόξης, τοῦ Νέστορος εἴσοδον.

Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Τριάδος, τὴν τρισήλιον δόξαν, καὶ σεπτὴν μοναρχίαν· εὐφημοῦμεν δὲ ταύτην, σὺν ἁγίοις Ἀγγέλοις, κράζοντες σεπτῶς, ὕμνον τὸν τρισάγιον Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα, τῶν ἀνθρώπων τὸ γένος, ἐλυτρώσω Παρθένε, Ὃν ἱκέτευε Μῆτερ, ὑπὲρ γένους βροτείου, ὅπως ἐν χαρᾷ, ὡς Θεῷ λατρεύωμεν, καὶ ἐν ἔργοις τιμῶμεν καὶ ᾄσμασιν.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός (ἐκ γ΄).

Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Νέστορα

Χαιρετισμοί εις τον Άγιο Μάρτυρα Νέστορα