Εγκώμια εις τον Άγιο Ιερομάρτυρα Ρηγίνο Επίσκοπο Σκοπέλου
Ποίημα Ιωάννου Δρακιώτου Ιεροψάλτου
†Εορτάζεται στις 25 Φεβρουαρίου
Ψαλλόμενα ἐν τῇ περιφορᾷ τῶν ἁγίων λειψάνων αὐτοῦ καὶ ἐν τῇ ἀρχὴ τῆς ἀγρυπνίας τῆς μνήμης αὐτοῦ.
ΣΤΑΣΙΣ Ἀ’. Ἦχος πλ. ἀ’. Ἡ ζωή ἐν τάφῳ.
Μακαρίζομέν σε, ἱεράρχα Χριστοῦ, τῆς Σκοπέλου ὦ Ῥηγἵνε τὸ καύχημα, καὶ ὑμνοῦμεν σου λειψάνων κομιδήν.
Μακαρίζομέν σε, καθορῶντες σαφῶς, τὴν λειψάνων σου ἐξ ἄνωθεν δύναμιν παρεχόντων ῥῶσιν τοῖς πιστοῖς.
Ἡ ἀκροστιχὶς κατ᾽ ἀλφάβητον·
Ἃνοίξον τὸ στόμα, νοερὸν τῆς ψυχῆς, ὅπου ἐπαξίως ὑμνήσω σου, τὰ τρόπαια ἃ ἔστησας κατ᾿ ἐχθρῶν.
Βήματι τοπάρχου, παραστὰς ἀνδρικῶς, ἐμηδένισας Ἀρείου τὰ δόγματα, καὶ ἐστήριξας τὴν πίστιν τοῦ Χριστοῦ.
Γέρας τῶν σῶν πόνων εἰληφώς ἐκ Θεοῦ, θεραπεύεις πᾶσα νόσον τοῖς κάμνουσι τἡ ἐπιψαὖσει σοῦ λειψάνων τῶν σεπτῶν.
Δέομαί σου μάκαρ, φώτισόν μου τὸν νοῦν, ὅπως μέπψω τους αγῶνας τοὺς πόνους σου, ἐγκωμίοις καὶ ὠδαῖς πνευμάτικες.
Ἓρωτι μαρτυρίου, θείῳ σὺ ἐμπνευσθείς, χαίρων ἐν σταδίῳ προσέδραμες δοὺς τὸ σῶμα εἰς ἀντίλυτρον ψυχῆς.
Ζῇς καὶ βασιλεύεις, ἐν Χριστῷ Ἰησοῦ, ὑπὲρ οὔ ὑπέστης μαρτύριον, μετὰ τῶν μακάρων χοροστατῶν.
Ἤρθη ἐκ Σκοπέλου, ἰσχυροῦ τῆ βουλῇ, το σὸν λείψανον εἰς Κύπρον τὴν εὔφορον, ὅπως ἀμφοτἐρας εὐλογῆς.
Θεία σου σοφία, οὐ σοφία φθαρτοῦ, ποῦ παράφρονος Ἀρείου ἀπήλεγξας, φλυαρίας καταισχύνας ὁπαδούς.
Ἴθυνας τὸ βέλος, πρός καρδίαν ἐχθρῶν, καὶ κατέβαλες αὐτοὺς καὶ τὸ Σύμβολον, ἐν συνόδῳ διετράνωσας πιστοῖς.
Κληθεὶς ἐν συνόδῳ, ὦ ‘Ρἡγῖνε σοφέ, διεκήρυξας τὸ πνεῦμα τὸ ἅγιον, ὁμοούσιον Υἱῷ τε καὶ πατρί.
Λύρα. θεοφθόγγος, ἐν συνόδῳ δειχθείς, κατεσίγησας Ἀρείου ληρήματα, καὶ ἐτράνωσας Νικαίας τοὺς θεσμούς.
Μιὰ συνεδρία, οἱ πατέρες σὺν σοί, τὸ τῆς πίστεώς μας σύμβολον ἔδωκαν, τοῦ πιστεύειν τρισυπόσταπον Θεόν.
Νέος ὥφθης Μάκαρ, Ἀβράαμ τῷ Χριστῷ, παραστήσας τὴν σῆν ποίμνην ἀμόλυντον, ἀπὸ δοξασίας αἱρετικῶν.
Ξύλῳ προσηλώθη, ὃ Σωτὴρ ὃ δι ἡμᾶς, δι ἀγάπην του διὸ μολὸν ἣθλησας, παραδοὺς μάκαρ σαυτὸν βασανισταῖς.
Ὁ λαός σοῦ πάτερ, ὃ θεόθεν λαχών, τῆς σῆς ποίμνης προσκομίζει τα λείψανα, ἐν ὠδαῖς πνευματικαῖς τῷ σῷ ναῷ.
Πῶς δυνήσεταί τις , ἀναμνῆσαι τρανῶς, τῶν λειψάνων σου πλήθη ἰάσεων, ἃς ἐδώρησαν τῇ μόνῃ ἐπαφῇ.
Ῥῦσαι τοὺς σοὺς δούλους, ᾧ ‘Ρηγίνε σοφέ, τοὺς τιμῶντάς σοὺ τὴν μνήμην τὴν πάνσεπτον, ἀπὸ πάσης τοῦ Βελίαρ προσβολῆς.
Σὲ παρακαλοῦμεν, ἱκετεῦσαι Θεῷ, λητρωθῆναι τοὺς σοὺς δούλους κολάσεως, καὶ τυχείν τῆς βασιλείας Οὐρανῶν.
Τεῖχος χαὶ προστάτης, τῆς Σκοπέλου ταχθείς, κατεπόντισας Ῥηγῖνε τὸν δράκοντα, μόνῳ λόγῳ τῇ δυνάμει τοῦ Σταυροῦ.
Ὑπὲρ τῶν τιμώντων, τὴν σὴν μνήμην σεπτέ, Ἱεράργα τῆς Σκοπέλου καὶ πρόμαχε, μἡ παύσῃ ἱκετεύων τὸν Θεόν.
Φώτισον τὸν νοῦν μου, ὅπως ἄσω τὰ σά, κατὰ τοῦ Ἀρείου παλαίσματα, καὶ ἀθλήσεις καὶ κακώσεις τὰς φρικτάς.
Χαῖρε καὶ εὐφραίνου, ποἰμενάρχα Χρὶστοῦ, καθορῶν πανεὐλαβῶς τὸ σὸν ποίμνιον, ἐορτάζον σοῦ τὴν μνήμην ἐν ὠδαῖς.
Ψάλλομεν ἐν πίστει, ἀσιγήτοις φωναῖς, καὶ ταχέως τὰς ἰάσεις λαμβάνομεν, τῶν θαυμάτων γᾶρ ὑπάρχεις ἡ πηγη.
Ὦ Ῥηγίνε μάκαρ, ἄγγελος ἐπὶ γῆς, ζήσας νῦν Ουρανοίς εὐφραινόμενος, σὺν Ἀγγέλοις καὶ Ἀγίοις κατοικεῖς.
Δόξα.
Προσκυνῷ Πατέρα, ἀνυμνῷ τὸν ΥἹόν, σέβω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν οὐσίᾳ καὶ θεότητι μιᾷ.
Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ καὶ παρθένε, προστασία. πιστῶν, τὸν θεάνθρωπον υἱόν σοὺ ἰκέτευσον, ὅπως λύσιν ἀποδῷ μοι τῶν παθῶν.
Καὶ αὖϑις τὸ πρῶτον.
Μακαρίζομέν σε, ἱεράρχα Χριστοῦ, τῆς Σχοπέλου ὦ Ῥηγἵνε τὸ καύχημα, καὶ ὑμνοῦμεν σου λειψάνων κομιδήν.
ΣΤΑΣΙΣ Β’. Ἦχος πλ. ἀ’. Άξιόν ἐστίν.
Ἂξιόν ἐστι μακαρίζειν σε θεῖε Ῥηγῖνε, νήσου τῆς Σκοπέλου τὸν πρόμαχον, καὶ τῆς πόλεως τὸν ἄγρυπνον φρουρόν.
Ἃξιόν ἐστι, τὸν Ῥηγῖνον ἀνυμνολογῆσαι, τὸν ἐν τῇ συνόδῳ κηρύξαντα, ὀμοούσιον τὸ πνεῦμα τῷ πατρὶ καὶ τῷ υἱῷ.
Ἡ ἀκροστιχὶς κατ᾽ ἀλφάβητον·
Ἀπαντες πιστοί, προσενέγκωμεν τῷ Ἰεράρχῃ, ὕμνους καὶ ὠδὰς νῦν χρεωστικῶς, τὰ παράδοξα κηρύττοντες αὐτοῦ.
Βλέποντες τὸ σόν, ἀξιάγαστε θεῖε ‘Ρηγῖνε, μέρος τῶν λειψάνων σου προφανῶς, ὥσπερ ζῶντά σε ὁρῶμεν ἐν ἡμῖν.
Γεῦσιν ἣν τρυφᾶς, ἱερώτατε ἐν οὐρανίοις, νῦν χοροστασίαις πάντας ἡμᾶς, ἀπολαῦσαι σαῖς ἀξίωσον εὐχαῖς.
Δίκαιος ὀφθείς, θεαρέστῳ σου τῇ πολιτεία, ἤνθισας ὡς φοῖνιξ τῇ ποίμνῃ σου, ὡς φησὶν ὃ προφητάναξ ἐν ψαλμοῖς.
Ἓσβεσας τὸ πῦρ, τῆς δυσώδους τοῦ Ἀρείου πλάνης, καὶ τοὺς ὀπαδοὺς ταύτης ἤλεγξας τας, ὡς βλασφήμους τὴ οὐσίᾳ τοῦ Θεοῦ.
Ζέον ὥς τι πῦρ, ἔφλεξας ἐν τῇ συνόδῳ, τοὺς ἀρειανίζοντας πάνσοφε, ὀμοούσιον τὸ πνεῦμα προσειπῶν.
Ἣμβλυνας αἱχμήν, τῶν δεινῶν Ἀρείου σοφισμάτων, τρανῶς κηρύξας πνεῦμα τὸ ἅγιον, ὁμοούσιον πατρί τε καὶ υἱῷ.
Θέλων ἤθλησας, ὑπὲρ πίστεως Χριστοῦ παμάκαρ, διὸ παρ αὐτῷ νῦν παρίστασαι, μαρτυρίου στέφανον λαμπρὸν φορῶν.
Ἴθυνον ἡμᾶς, εἰς τῶν θείων ἐντολῶν τὰς τρίβους, ὅπως τὸ λοιπὸν διανύσωμεν, στάδιον τοῦ βίου εὐσεβές.
Κάθαρον ἡμᾶς, τὴν διάνοιαν θεῖε Ῥηγῖνε, ὅπως ἐπαξίως ὑμνήσωμεν, τὸν ἰσάγγελόν σου βίον τὸν ἐπὶ γῆς.
Λύων τῶν παθῶν, ἀσθενήματα ἱερομἄρτυς, πᾶσιν ἀπόνέμεις τὴν ἴασιν, μόνῃ τῶν λειψάνων σου ἐπαφῇ.
Μιμητής Χριστοῦ, τοῖς παθήμασιν αὐτοῦ ἐγένου, τιθείς ὑπὲρ ποίμνης σου τὴν ψυχήν, ἔδωκας τὸ σῶμα βασανισταῖς.
Νέμοις τοις πιστοῖς, τοῖς πρὸστρέχουσι τῷ σῷ λειψάνω, πιστῶς αἰτοῦσι τὴν ἴασιν, μόνῳ τοῦ λειψάνου ἀσπασμῷ.
Ξένον θέαμα, καὶ αἰδέσιμον Ἀγγέλοις, ὥφθης ὄνυξε τῆ σάρκα ξεόμενος, καὶ ὑπέμεινας βασάνους ἐν χαρᾷ.
Ομοούσιον, τῷ πατρὶ σὺν τῷ υἱῷ κηρύξας, πνεῦμα τὸ πανάγιον ἤλεγξας, τοὺς Ἀρειανοὺς ὡς ἀσεβεῖς.
Πάντων εὐμενῶς, τὰ αἰτήματα πλήρωσον μάκαρ, κὰκ παντοίας, βλάβης περίσῳζε, τοὺς τιμῶντάς σου τὴν μνήμην τὴν σεπτήν.
Ῥῦσαι σαῖςς εὐχαῖς, τοῦς πρὸστρέχοντας τῷ σῷ τεμένει, καὶ τῇ τοῦ λευψάνου σου χάριτι, αἱτουμένους τὰ ἰάματα πιστῶς.
Σῶμα καὶ ψυχήν, ἀφιέρωσας θεῷ παμμάκαρ, τὸ μὲν σῶμα δοὺς τοῖς βασανισταῖς, τὴν ψυχὴν δὲ ἐν χερσὶ τῷ πλαστουργῷ.
Τείχισον ἡμᾶς, ταῖς πρεσβείαις σου θεῖε Ῥηγῖνε, ὅπως ἐν δεινοῖς καταφεύγωμεν, τῷ τεμένει σου αἰτοῦντες ἀρωγήν.
Ὓφαλον δεινήν, καὶ παράνομον κακοδοξίαν, θείᾳ σου σοφίᾳ εδίωξας, τοῦ Ἀρείου Ἰεράρχα θαυμαστέ.
Φάνὴθι ἡμῖν, ταχινὸς θεσπέσιε προστάτης, καὶ πυρὸς παθῶν ἡμᾶς λύτρωσαι, Ψυχοφθόρων ἀφαρπάζων τῶν χειρῶν.
Ψάλλοντες ᾧδάς, προσερχόμεθα τῷ σῷ τεμένει, καὶ τὰ λείψανά σου κομίζοντες, ἀσπαζόμεθα αὐτά πανευλαβῶς.
Ὡς ἀρχιερεύς, τοῦ Χριστοῦ καὶ μάρτυς πέλων, πρόσδεξαι τοὺς ὕμνους καὶ πρέσβευε, βασιλείας Οὐρανῶν ἡμᾶς τυχεῖν.
Δόξα.
Τὴν πανσθενουργόν, ἀναμνήσωμεν πιστοὶ Τριάδα, ἄναρχον Πατέρα καὶ τὸν Υιόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον ὁμοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Πάνσεμνε Θεόν, ἡ κυήσασα Παρθενομῆτορ, ὑπὲρ τῶν σῶν δούλων ἱκέτευε, σὲ τιμώντων καὶ ὃν ἔτεχες υἱόν.
Καὶ αὖϑις τὸ πρῶτον.
Ἂξιόν ἐστι μακαρίζειν σε θεῖε Ῥηγῖνε, νήσου τῆς Σκοπέλου τὸν πρόμαχον, καὶ τῆς πόλεως τὸν ἄγρυπνον φρουρόν.
ΣΤΑΣΙΣ Γ’. Ἦχος Γ’. Αἱ γενεαί πάσαι.
Ἂι γένεαι πᾶσαι, ὕμνοις σε τιμῶσι, τὸν θεῖον Ιεράρχην.
Ἠ πλειάς τῶν νήσων, Σποράδων και Κυκλάδων, σε ευφημούσι Μάκαρ.
Η ακροστηχίς κατ’αλφάβητον·
Ἀνοίξόν μοὺ στόμα, ὅπως σοῦ ὑμνήσω, τὰ ἄθλα, ᾧ ‘Ῥηγῖνε.
Βεβήλων τῶν Ἀρείων, ἐσίγησας τᾶ χείλη, τῆ θεῖα σου σοφία.
Γέρας ταῶν σῶν πόνων, εἲληφας παμμάκαρ, στεφάνον μαρτυρίου.
Δός ἡμῖν ὑγείαν, τοῖς πίστει προσκυνοῦσι, τῶ θείον λείψανών σου.
Ἓθλασας παμμάχαρ, τὴν κάραν τοῦ βελίαρ, ἀθλῶν ἐν τῷ σταδίῳ.
Ζῆς μετά μακκάρων, μαρτύρων Ἰεράρχα, σκηναῖς ἐν οὐρανίαις.
Ἣθλησας γεναίως, ὐπέρ τῆς εὐσεβείας, διό σε εὐφημούμεν.
Θρόνῳ τοῦ Ὓψίστου, παρεστηκὼς ὀμίλει, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἰλέωσον τὸ θείον ἐπί τῆς ἀμαρτίας, ταῶν σε ὐμνολογούντων.
Κλέος τῶν μαρτύρων, και τῶν Ἀρχιερέων, πἔφυκας ὦ Ῥηγῖνε.
Λάμψας τῇ σοφία, ἐδίωξας τοῦ σκότους, αἱρέσεις ἐν συνόδῳ.
Μῦρα ἀντὶ ὕμνων, προσφέρομέν σοι μάκαρ, κυκλοῦντές σου τὸν τάφον.
Νεῦσον οὐρανόθεν, ἐπὶ τοῖς δεομένοις, ἐκλιπαρῶν τὸ θεῖον.
Ξενίζεταί τις νόσους, παντοίας θεραπεύων, ὀρῶν τὸ λείψανόν σου.
Ὅλως ἐπεδόθης, ταῖς θείαις σοὺ μελέταις, διὸ καὶ ἐδοξάσθης.
Πῶς σοῦ ἐξυμνήσω, τοὺς πόνους ὦ Ρηγῖνε, οὺς ἐναθλῶν ὑπέστης.
Ῥαίνομεν τὸν τάφον, καὶ τὸ λείψανόν σου, ὕμνοις εὐχαριστίας.
Σῶζε τοὺς ὑμνοῦντας, καὶ πίστει προσκυνοῦντας, τὸ θεῖον
λείψανόν σου.
Τεῖχος καὶ προστάτης, γενοῦ τῶν θλιβομένων, καὶ σὲ ἀνευφημούντων.
Ὓψωσον οἰκτίρμον, χριστιανῶν τὸ κέρας, πρεσβείαις, τοῦ Ῥηγίνου.
Φωτὶ τῆς τρισηλίου, καταυγασθεὶς τὸν ζόφον, διέλυσας Ἀρείου.
Χαίροις ὦ Ῥηγῖνε, Ἵεραρχῶν τὸ κλέος, καὶ καύχημα μαρτύρων.
Ψάλλομέν σοι ὕμνους, καὶ πίστει προσκυγοῦμεν τὸ θεῖον λείψανόν σου.
Ὦ θεῖε Ῥηγῖνε, τοὺς σὲ ὑμνολογοῦντας, φρούρει ταῖς σοῖς πρεσβείαις.
Δόξα.
Ὦ Τριὰς ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τοὺς δούλους.
Καὶ νῦν Θεστοκίον.
Ὦ Παρθενομῆτορ, οἴκτιρον τοὺς πίστει, ὑμνοῦντας τὸν σὸν τόκον.
Καὶ αὖϑις τὸ πρῶτον.
Ἂι γένεαι πᾶσαι, ὕμνοις σε τιμῶσι, τὸν θεῖον Ιεράρχην.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἰ Κύριε,δίδαξόν με ὐμνείν τὸν Ἰεράρχην.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγει, ὁρῶν σε, ἐν σταδίῳ ἀθλοῦντα τοῦ θανάτου γἀρ, κατεφρονήσας μάκαρ, καὶ τὴν σὴν ψυχήν, τῇ χειρὶ πἀρέδωκας, τοῦ Θεοῦ σε δοξάσαντος.
Εὐλογητὸς εἰ Κύριε,δίδαξόν με ὐμνείν τὸν Ἰεράρχην.
Τῶν μαρτύρων τὸ πλήθος, χαῖρον εἲδε σε μάρτυς, ἐν αὐτοίς λογησθέντα· τῶν εἰδώλων γάρ, την λατρείαν ἒλεγξας, λίαν εὐθαρσῶς, εἲληφας τον στέφανον, τοῦ κλεινοῦ μαρτυρίου σου.
Εὐλογητὸς εἰ Κύριε,δίδαξόν με ὐμνείν τὸν Ἰεράρχην.
Λίαν θὲρμῶς ἐν Συνόδω ἒδραμες, τῇ ἐν Σαρδικῆ συγκροτηθείση, στᾶς δ’΄εν μέσω τους Ἀρειον ἢλεγξας καὶ είπες· Πλάνης ὸ καιρός πέπαυται και κράζετε· Πατήρ υἱὸς καὶ πνεῦμα, τριὰς ἔστιν ἀχώριδσος.
Εὐλογητὸς εἰ Κύριε,δίδαξόν με ὐμνείν τὸν Ἰεράρχην.
Μισθοφόροι τυράννου, τὸ σὸν σῶμα ὡς θῆρος, κατεσπάραξαν ταῖς βασάνοις, ἐντρυφῶντες· σὺ δὲ τρανώς, πρὸς αὐτοὺς ἔφης χαίρων. Εὶ ὦ ἀσεβεῖς,σῶμά μου νεκρώσετε ἠ ψυχή μου ἐν Οὐρανοῖς βιώσεται.
Δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι.
Προσκυνοῦμεν Πατέρα καὶ τὸν ἄχρονον Λόγον, ἐξ αὐτοῦ γεννηθέντα, καὶ Παράκλητον θεῖον, ἐκ Πατρὸς πρὀελθόντα, καὶ σὺν τοῖς Ἀγγέλοις βοήσωμεν, Ἃγιος, Ἃγιος εἶ Κύριε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἷς τοὺς αἰῶνας τῶν αἰώνων.
Ζωοδότην γαστρί σου, Ἀειπάρθενε Κόρη , τὸν Υἱὸν καὶ Θεόν σου, συλλαβοῦσα. ἀφράστως, καὶ κυήσασα μόνη, ῥεύσαντος ἡμᾶς, ἴθυνον πρὸς τὴν ζωήν, μεσιτείαις τοῖς σαῖς πρὸς Θεὸν καὶ ἂνθρωπον.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοὶ ὀ Θεός. (ἐκ γ΄)
ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΔΟΞΑ.