Εγκώμια εις τον Όσιο Ιωσήφ τον Ηγιασμένο του επονομαζόμενoυ Σαμάκου του Κρητός
Ψαλλόμενοι ἐν τῇ Καταθέσει τοῦ Ἱεροῦ αὐτοῦ Λειψάνου, τῇ κθ΄ Αὐγούστου.
Στάσις α΄. Ἦχος πλ. α΄ Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, ἱερὲ Ἰωσὴφ καὶ τιμῶμεν τοὺς γενναίους ἀγῶνάς σου, οὒς ὐπέφερες στεῤῥῶς διὰ Χριστόν.
Μακαρίζομέν σε, καθορῶντες τρανῶς, σκῆνός σου τὸ θεῖον ἀλώβητον, ἐξ᾽ οὗ χέονται ἰάσεων πηγαί.
Ἐκ μητρὸς κοιλίας, ἡγιάσθης σοφὲ, καὶ ἐκ βρέφους τῷ Θεῷ ἡκολούθησας, οὗ προθύμως προσηρμόσης, τῷ ζυγῷ.
Ἐν σεμνείῳ Πάτερ, Δερματάνου ἐκὼν, τῶν Οσίων τοῖς χοροῖς συνηρίθμησαι, καὶ ἐδείχθης τούτων ἄριστος κανών.
Τὸν Σταυρὸν ἐπ᾿ ὥμων, θεοφόρε λαβὼν, τῷ Χριστῷ μετὰ σπουδῆς ἠκολούθησας, βδελυξάμενος, ὁρέξεις τῆς σαρκός.
Ἐφθασας τὰ ἄκρα, τῆς Ἀγγέλων ζωῆς, τὸ γὰρ τούτων ἐμιμήσω πολίτευμα, καὶ οὐράνιος ἐδείχθης ἐπὶ γῆς.
Ἐσπευσας τὸ χεῖρον, ἱερὲ Ἰωσὴφ, ὡς ἐχέφρων ὑποτάξαι τῷ κρείττονι, καὶ ἐλάτρευσας ὁσίως τῷ Χριστῷ.
Ὡς οὐδὲν ἡγήσω, κατὰ Παῦλον σοφὲ τὰ ἐν κόσμῳ, ὡς φθαρτά τε καὶ ῥέοντα, πρὸς τὰ ἄφθαρτα, ἐπτέρωσας τὸν νοῦν.
Στρατιαὶ Ἀγγέλων καὶ ἀνθρώπων πληθὺς, τὴν χαρμόσυνον τιμῶσι πανήγυριν, Ἰωσήφ τε, τοῦ κοινοῦ ἡμῶν Πατρός.
Χλεύην παρανόμων, Ἰουδαίων σοφὲ, νουνεχῶς σὺ κατ’ αὐτῶν ἐσφενδόνησας, χειριζόμενος τὸ ὅπλον τοῦ Σταυροῦ.
Οἴνόν σοι προσῆξαν, τοῦ πιεῖν ὦ σοφὲ, φιλικῶς, ἀλλὰ δολίως οἱ ἄφρονες, ὃν ἡγιάσας σφραγίδι τοῦ Χριστοῦ.
Ὅπερ καθορῶντες, κατὰ σοῦ οἱ δεινοὶ, ἐκμανίζουσι κἀλοῦντες σε ἄδικον, τὸν ἁγίως ἀνταμείψαντα αὐτοῖς.
Καὶ εἰς δίκην φέρουν, κατακρῖναι δεινῶς, σὲ τὸν δίκαιον, καὶ ὄντως ἀνεύθυνον, ἀλλ᾽ ἐκρίθηταν κατὰ οἱ δυσμενεὶς,
Στερηθέντες οἴνου, τοῦ ἰδίου εὐθὺς, ὡς ἀνάξιοι καὶ ἄμοιροι χάριτος, ἥν περ ἔλαβε χερσὶ τοῦ Ἰωσήφ.
Τοῦ Δουκὸς προστάξει, ἐλαβον οι πιστοί, ταὸν ευλογημένον οἶνον ὡς ἄξιοι, μεταλείψεως αὐτοῦ καὶ κατοχῆς.
Οἱ πίνοντες μετρίως, μετὰ εὐχαριστίας τὸν Θεὸν, καὶ τὸν τούτου θεράποντα Ἰωσὴφ, ἐδόξαζον πιστῶς.
Ὅλον σου τὸν πλοῦτον, θεοφόρε πτωχοῖς, διεσκόρπισας τοῦ Κτίστου μιμούμενος, τὴν συμπάθειαν, ἣν ἔσχε δι᾽ ἡμᾶς.
Τῶν καμάτων γέρα, ἐπαξίως λαβὼν, ἐκ χειρὸς τοῦ Ποιητοῦ σου τρισόλβιε, τῶν Ὁσίων ἠριθμήθης τοῖς χοροῖς.
Τῶν Κρητῶν ἡ Νῆσος, αὐχομένη βοᾷ, ἐξ ἐμοῦ τὸ θεῖον κλέος ἐβλάστησεν, Ἰωσὴφ τῶν Μοναζόντων ὁ φωστήρ.
Ζακυνθίων πόλις, ἑορτάζει λαμπρῶς, σοῦ σκήνους κατάϑεσιν, τοῦτο ἔχουσα ἀκέστορα παθῶν.
Ἰερεὶς καὶ ἅπας, Ὀρθοδόξων λαὸς τὴν Ἀγία νῦν κυκλώσατε λάρνακα, ἐν ἡ πρόκειται, ἡμῶν ὁ θησαυρός.
Καὶ μετ᾽ εὐλαβείας, καὶ ψυχῆς καθαρᾶς, τὸ πανσέβαστον ἀσπάσασθε Λείψανον, τὸ προχέον ἱαμάτων τοὺς κρουνούς.
Δόξα.
Τὸν Πατέρα σέβῳ, τὸν Υἱὸν προσκυνῶ, καὶ τὸ Πνεῦμα ἀνυμνῷ τὸ Παράκλητον, Τριὰς σῶσόν με Ἀγία τοῦ παντός.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ συνέχων πάντα, τῇ δρακὶ ὡς Θεὸς, συνεσχέθη ἐν τῇ μήτρᾳ σου Πάναγνε, ἵνα φύσιν ἀναπλάση τῶν βροτῶν.
Καὶ πάλιν τὸ πρῶτον.
Μακαρίζομέν σε, ἱερὲ Ἰωσὴφ καὶ τιμῶμεν τοὺς γενναίους ἀγῶνάς σου, οὒς ὐπέφερες στεῤῥῶς διὰ Χριστόν.
Στάσις β΄. Ἦχος πλ. α΄. Ἀξιόν ἐστίν.
Ἀξιόν ἐστι, μεγαλύνειν σε Κρητῶν τὸν γόνον, Ζακυνθίων ὄντως τὸ ἔρεισμα, καὶ ἀγλάισμα, τῶν θείων Ἀσκητῶν.
Ἀξιόν ἐστι, μακαρίζειν σὲ τὸν θεοφόρον, τῶν πιστῶν τὸ νέο θησαύρισμα, και πανάριστον ποιμένα Μοναστῶν.
Ἀγγέλοι φαιδρῶς, σὺν ἀνθρώποις σήμερον τιμῶσι, τὴν ἁγίαν τοῦ σοῦ σκήνους κατάθεσιν, καὶ δοξάζουσι, τὸν σὲ δοξάσαντα Θεόν.
Λόγου τοῦ Χριστοῦ, σὺ ἀκήκοας Πάτερ ἐπ᾽ ὥμων, ἦρας τὸν Σταυρὸν τὸν σῳτήριον, νουνεχῶς ἰχνηλατήσας τὸν Ἰησοῦν.
Ὓδωρ ζωηρὸν, νηπιόθεν ἐκροφήσας Πάτερ, ἂνθρακας παθῶν ἄρδην κατέσθεσας, καὶ ἐπήγασας κρουνοὺς ζωοποιούς.
Κόσμου τὰ τερπνὰ, ἀργησάμενος ἀνδρειοφρόνως, τὸν Σταυρὸν ἐπ᾿ ὥμων ἀνέλαβες, καὶ ἀνῆλθες εἰς τὸ ὕψος τῶν ἀρετῶν.
Ἒφησε ποτὲ, θείῳ Πνεύματι ὁ Προφητάναξ, Δίκαιως ὡς φοίνιξ ἀνθήσεται, ἐν τῷ οἴκῳ φυτευθεὶς τῷ τοῦ Θεοῦ.
Ξύλον φυτευθὲν, τῶν ὑδάτων ἐκ ταῖς διεξόδοις, σὺ ἐδείχθης Ἰωσὴφ παμμάκαρ, καὶ ἐβλάστησας καρποὺς ἀειθαλεῖς.
Χαίρων ὁ Σωτὴρ, οὐρανοῦ πολίτην σε δεικνύει, καὶ Ὁσίων θείων ὁμόσκηνον, ὡς τὸ τάλαντον ἐπηύξησο καλῶς.
Ζῶσι τῷ Χριστῷ, ὄντως δίκαιοι εἰς τὸν αἰῶνα, ζῆς καὶ σὺ Ἰωσὴφ ἀοίδιμε, αὐλιζόμενος ὲν Δικαίων τοῖς χοροῖς.
Ὅλον σὲ αὐτὸν, ὡς ἀνέθηκας τῷ Ποιητῇ σου, οὔτω καὶ αὐτὸς μεγάλως σὲ ἐδόξασε, καὶ ἐτίμησέ σε, Ἰωσὴφ λαμπρῶς.
Γέρα πρὸς Θεοῦ, ὄντως εἴληφας ὅσιε Πάτερ, πάντων θεραπεύειν νοσήματα, τῶν τιμώντων σου κατάθεσιν σεπτήν.
Νόων ἡ πληθὺς, χαίρουσα ψυχήν σου τὴν ἁγίαν, ὡς εὐῶδες θύμα προσέφερεν, ἔνθα τέρπονται ἀγέλαι Ἀσκητῶν.
ᾌδει σὺν ἡμῖν, καὶ γεραίρει σου τὴν μνήμην Μάκαρ, στίφη νοερῶν στρατιῶν εὐφημοῦντά σε, καὶ δοξάζοντα τὸν Κύριον φαιδρῶς.
Μάκαρ Ἰωσὴφ τὸ σεπτόν σου σκῆνος ἀφθαρτίσας οὐρανοῦ ὁ Κτίστης δεικνύει σε, κληρονόμον αἰωνίων ἀγαθῶν.
Δεῦτε οἱ πιστοὶ, εὐφημήσωμεν ᾅσμασι θείοις, μνῆμην Ἰωσὴφ τοῦ τρισμάκαρος, ἵνα σχῶμεν ἄφεσιν πρὸς Θεοῦ.
Δεῦτε εὐλαβῶς ἀσπασώμεθα τὸ θεῖον σκῆνος, τοῦ θερμοῦ ἡμῶν ἀντιλήπτορος, καὶ ἀμίσθου τῶν καμνόντῶν ἰατροῦ.
Ἄπασα πληθὺς, Ζακυνθίων νῦν Ἰωσὴφ μάκαρ, λάρνακα κυκλοῦντες δέει πολλῷ, ἀσπαζόμεθα σὸν σκήνος τὸ Ἰερόν.
Μέμνησο ἡμῶν, τῶν τιμώντων σε Πατέρων κλέος, καὶ δαιμονικῶν ἐλευθέροσον, κεντημάτων ταῖς πρεσβείαις σου σοφέ.
Λύτρωσαι ἡμᾶς, ἐκ κυνδύνων Ἰωσὴφ τρισμάκαρ, καὶ τῆν Νῆσον ταύτην περίζωσε, ἀπὸ πάσης ἐναντίας προσβολής.
Ῥῦσαι πειρασμῶν ἐκ παντοίων με τὸν σὸν οἰκέτην, καὶ ψυχῆς μου πάθη τὰ χρόνια, ἀποκάθαρον παμμάκαρ Ἰωσήφ.
Ἀξιόν ἐστιν, ὦ θεόληπτε ὑμνολογεῖν σε, τῆς Ζακύνθου ὄντως τὸ φρούρημα, φιλανθρώπως ἐκ Θεοῦ αὐτῇ δοθέν.
Δόξα.
Ἄναρχε Θεὲ, συναίδιε Λόγε καὶ Πνεῦμα, εἰρήνην τῷ Κόσμῳ κατάπεμψον, ὁμοδύναμε καὶ ὁμόδοξε Τριάς.
Καὶ νῦν. Θεοτοκίον.
Ὅνπερ οὐρανοὶ, οὐκ ἐχώρησαν ἡ τῆς Παρθένου, μῆτρα παραδόξως ἐχώρησε, καὶ ἐδείχθη Πλατυτέρα οὐρανῶν.
Καὶ πάλιν τὸ πρῶτον.
Ἀξιόν ἐστι, μεγαλύνειν σε Κρητῶν τὸν γόνον, Ζακυνθίων ὄντως τὸ ἔρεισμα, καὶ ἀγλάισμα, τῶν θείων Ἀσκητῶν.
Στάσις γ΄. Ἦχος γ΄. Αἱ γενεαί πάσαι.
Αἱ γενεαί πᾶσαι, μακαρίζομέν σε, τὸν Ὀσιον Κυρίου.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σέ, ὦ Ἰωσὴφ θεόφρον.
Τῶν Κρητῶν τὸν γόνον, καὶ Ζυκύνθου κλέος, ὑμνήσωμεν συμφώνως,
Τὸν Κύριον ἐκ βρέφους, ἠγάπησας Θεόφρον, ἐν ὅλη τῇ ψυχῆ σου.
Τὴν στενὴν Τρισμάκαρ, ὁδὸν καὶ τεθλιμμένην διόδευσας Κυρίου.
Ἐσκόρπισας ἀφθόνως, πάντα σου τὸν πλούτον, Μάκαρ τοῖς δεομένοις.
Ἄντίληψις πενήτων, καὶ ὀρφανῶν ἡ σκέπη, ἐδείχθης Θεοφόρε.
Μελχισεδὲκ ὡς πάλαι ἀνέπεμψας θυσίας, Κυρίῳ τῷ Θεῷ σου.
Εἰς οὐρανοὺς τὰ γέρα, ἀπέλαβες ἀξίως, παρὰ τοῦ Ἐὐεργέτου.
Καὶ χαίρων ἐντυγχάνεις, ἔνθα ἀνατἐλων, Τριάδος αἱ ἀκτῖνες.
Νέος ἀνεδείχθης, ἀστὴρ καταφωτίζων, πιστῶν τὰς διανοίας.
Ὦ ὀ ὀμωνυμός σοι, ῶ Ἰωσὴφ ἐδείχθεις, πτωχών ὀ σιτοδότης.
Ἐν οὐρανῷ ὀ Κτίστης, καὶ τῇ γῆ ἀξίως, Μάκαρ ἐδόξασέ σε.
Καὶ τὸ σεπτόν σου σκῆνος, ἐνδόξως ἀφθαρτίσας, παρέχει τὰς ἰάσεις.
Ὑπὲρ τῶν σὲ ὑμνούντων, ὦ Ἰωσὴφ μὴ παύση, πρὸς Κύριον πρεσβεύειν.
Ἔχοντές σε πρέσβυν, πρὸς τὸν Θεὸν Παμμάκαρ, λυτρούμεθα κινδύνων,
Περίσωζε τοὺς πίστει, καὶ πόθῳ σὲ ὑμνοῦντας, ὦ Ἰωσὴφ τρισμάκαρ.
Εἱρήνην δωρηθῆναι, τοῖς σὲ ἀνευφημοῦσι, ὦ Ἰωσὴφ δυσώπει.
Δεῦτε πιστοὶ ἐν ὕμνοις, ἀσπάσασθε τὸ σκῆνος, πατρὸς συμπαθεστάτου.
Τίς ἐξείπη Μάκαρ, σοὺς σεπτοὺς ἀγῶνας, οἷς ἔτλης ἐν τῷ βίῳ.
Ἡμᾶς τοὺς σοὺς οἰκέτας, συντήρησον ἀτρώτους, βελῶν τῶν τοῦ βελίαρ.
Σπεῦσον ἡμᾶς σῶσαι, ὧ Ἰωσὴφ σοὺς δοὐλους ἀνάγκης ἐνεστώσης.
Τοὺς τόν δε σοῦ τὸν ὕμνον, δαπάνη τύποις δόντας, γράψων ἐν Βίβλῳ Ζώντων.
Καὶ ἐν σκηναῖς Ἁγίων ἀξίωσον εὐχαῖς σου αὐτοὺς καὶ πιστοὺς πάντας.
Δέξαι κἀμοῦ τὸ δῶρον, ὠς ὀ Χριστός εδέχθη, χηρᾶς λεπτὰ τὰ δύο.
Δόξα.
Τρισάγιε Θεότης, προσδέχου τὰς δεήσεις, τῶν σε ὑμνολογούντων.
Καὶ νῦν. Θεοτοκίον.
Παρθενομῆτορ Κόρη, ὃν ἕτεκες δυσώπει, ὑπὲρ τοῦ σοῦ ποιμνίου.
Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαί πᾶσαι, μακαρίζομέν σε, τὸν Ὀσιον Κυρίου.