Εγκώμια εις τον Όσιο Αμφιλόχιο τον εν Πάτμω
Ποίημα Ιωάννου Γ. Παναγοπούλου
Ἔχοντα ἀκροστοιχίδα κατὰ τὰς τρεῖς στάσεις·
«Μουσικῇ κινύρᾳ ἐγκωμίων, Ἀμφιλόχιε πάτερ, ἀνακρούων αἰδέσιμον τιμῶ
σου μνήμην. Ἰω.»
Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, ἐγκωμίων ᾠδαῖς, μυστολέκτα τοῦ Χριστοῦ, Ἀμφιλόχιε, ἀρεταῖς σου ἐκπληττόμενοι πολλαῖς.
Ὄμβρησον εὐχαῖς σου ὑετὸν ἐξ Ἐδὲμ ξηρανθέντα με ποτίζοντα, ὅσιε, ὅπως μέλψω ἐγκωμίων σε μολπαῖς.
Ὕπερθεν ἡ χάρις ἐκ παιδὸς σὴν ψυχὴν κατεστόλισε χαρίσμασι κρείττοσι, ἃ ἐπηύξησας ὡς τάλαντα Θεοῦ.
Σήμερον ἡ Πάτμος, ἡ πατρίς σου φαιδρῶς ἐγκαυχᾶται τῇ σεπτῇ ἀντιλήψει σου, Ἀμφιλόχιε Πατμίων καλλονή.
Ἱερόχθων πέλεις, ὅτι Πάτμον ποτὲ Θεολόγου τὰ δεσμὰ καθηγίασαν καὶ οἱ ἔμπονοι ἀγῶνες Λατρηνοῦ.
Κρίκος τῷ τραχήλῳ προσετέθης χρυσοῦς, Ἀμφιλόχιε, τῆς Πάτμου γενέθλης σου, ἣν κυκλοῦμεν ἑορτίως οἱ πιστοί.
Hὔγασας, θεόφρον, ἐν δουλείας καιρῷ φαεσφόροις ἀστραπαῖς τοῦ κηρύγματος
Δωδεκάνησον τὴν πᾶσι προσφιλῆ.
Κόσμου τὰ ἡδέα καὶ τῆς γῆς τὰ τερπνά, ὥσπερ σκύβαλα σοφῶς ἡγησάμενος τὴν ἰσάγγελον ᾑρέτισας ὁδόν.
Ἱλασμὸν καὶ χάριν ὑπὲρ τέκνων τῶν σῶν, Ἀμφιλόχιε ἐξαίτει πρεσβείαις σου τῆς Τριάδος θείῳ θρόνῳ παρεστώς.
Nέμεις οὐρανόθεν ὥσπερ πάλαι ἐν γῇ τὰ χρειώδη τοῖς αἰτοῦσι ἀντίληψιν, θεοφόρε, ὡς φιλόστοργος πατήρ.
Ὑψιπέτης, πάτερ, ἀετὸς γεγονὼς ἐργασίᾳ τῆς εὐχῆς, Ἀμφιλόχιε, κατεσκεύασας ἐν πόλῳ καλλιάν.
Ῥῦσαι πάσης βλάβης καὶ δεινῶν ἀναγκῶν τοὺς σεπτήν σου ἑορτήν, Ἀμφιλόχιε, ἐκτελοῦντας ἐν ἀσμάτων ταῖς ᾠδαῖς.
Ἀγαπᾶν τὴν φύσιν ὡς δακτύλων Θεοῦ ἐργασίαν σὺ ἐδίδασκες τέκνα σου, Ἀμφιλόχιε, ὁσίων καλλονή.
Ἔφθασεν ὁ φθόγγος ἕως ἄκρου τῆς γῆς, Ἀμφιλόχιε, σεμνῆς πολιτείας σου διεγείρων βιοτῆς σου μιμητάς.
Γηθοσύνως Πάτμος σε τιμᾷ ὡς υἱὸν καὶ μονὴ τοῦ Θεολόγου σεμνύνεται, ὅτι ἴθυνας τοὺς οἴακας αὐτῆς.
Κάλυμνος καὶ Ρόδος, Ἰκαρίᾳ ὁμοῦ, σὺν Αἰγίνῃ καὶ Χανίοις ἐδέχθησαν τὴν φερέσβιον τῶν ἔργων σου σποράν.
Ὡραΐζεις βίον τῶν φωνούντων πιστῶς ἐν ἀνάγκαις καὶ δεινοῖς, Ἀμφιλόχιε, τῶν θαυμάτων φεγγοβόλοις ἀστραπαῖς.
Μὴ ἐλλίπῃς, μάκαρ, ἐποπτεύειν ἀεὶ φερωνύμως τὴν μονή, ἣν ἐπύργωσας θείῳ ἔρωτι νυττόμενος Χριστοῦ.
Ἱκανῶς οὐ σθένω ἀρετῶν σου πληθὺν ἐγκωμίων ταῖς ᾠδαῖς διηγήσασθαι, ἀλλὰ δέχου ἐμὴν πρόθεσιν καλῶς.
Δόξα.
Ὦ Τριάς, Θεέ μου, τοῦ ὁσίου λιταῖς πρὸς τὸ θέλημά σου βίον μου ἴθυνον, ὅπως, εὖ, ἀκούσω· δοῦλε ἀγαθέ.
Καὶ νῦν.
Θεοτοκίον.
Nεύσει Παρακλήτου ἡ εἰκών σου, Ἁγνή, Διασῴζουσα πηγάζει θαυμάσια, ὥσπερ πάλαι καλυμβήθρα Σιλωάμ.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον·
Μακαρίζομέν σε, ἐγκωμίων ᾠδαῖς, μυσταλέκτα τοῦ Χριστοῦ Ἀμφιλόχιε, ἀρεταῖς σου ἐκπληττόμενοι πολλαῖς.
Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, Ἀμφιλόχιε, σε μακαρίζειν τὸν διττῆς ἀγάπης ἔνθεον κήρυκα καὶ δοξάσαντα ὁσίως τὸν Χριστόν.
Μέγα σε φρουρὸν κεκτημένη γεραρὰ μονή σου τῇ σῇ ἀντιλήψει σπεύδει κραυγάζουσα τὰ σκηνώματα περίσῳζε τὰ σά.
Φίλος ἱερὸς Νεκταρίου τοῦ θαυματοβρύτου ὤφθης ἐν τῇ γῇ, σεπτὲ Ἀμφιλόχιε, ὅθεν ἄνω συνοικεῖς νῦν μετ᾽αὐτοῦ.
Ἴθυνον λιταῖς, πρὸς τὸ θέλημα, πάτερ, τὸ θεῖον τοὺς μελωδικῶς ὑμνοῦντας τὴν μνήμην σου διαλύων ἀπιστίας τὴν ἀχλύν.
Ὄρχημα σεπτὸν Ἐκκλησία πᾶσα νῦν ἐξάδει ἀντὶ Μαριὰμ Μωσέως τὸ τύμπανον κρουομένη ταῖς χερσὶ μοναζουσῶν.
Χαίρει εὐλαβῶς, ὡς καλλίτεκνος μήτηρ ἡ Πάτμος, ὥσπερ κόχλος μαργαρίτην φυλάττουσα τὰ σὰ σπάργανα καὶ λίκνον ἐν τῇ γῇ.
Ἵλεων Θεὸν νῦν ἀπέργασαι ταῖς σαῖς πρεσβείαις, ὥσπερ παρεστὼς τῷ θρόνῳ Παντάνακτος, Ἀμφιλόχιε, ὦ πρέσβυ ταχινέ.
Ἔχει μοναστῶν ὁσιόλεκτος, μάκαρ, χορεία τὴν σὴν βιοτήν, ὡς ἄριστον πρότυπον, ἣν πρὸς μίμησιν προβάλλει τοῖς πιστοῖς.
Ἅπας ὁ ἐσμός, Ἀμφιλόχιε, τῶν ἱερέων ὁδοδείκτην σε κατέχει δεικνύοντα εὐσεβοῦς διακονίας τὴν ὁδόν.
Tλήμοσι χαρά, παραμύθιον ὀλιγοψύχοις πλοῦτος τοῖς πτωχοῖς καὶ χήραις ἀντίληψις διὰ βίου σου κατέστης θαυμαστῶς.
Ἔχει σε φρουρόν, ἡ περίπυστος, πάτερ, μονή σου ἡ ἀσματικῶς τιμῶσα τὴν μνήμην σου, ὥσπερ κτίτορα καὶ πάτρωνα αὐτῆς.
Ῥήμασι πυκνοῖς, ἠρτυμένοις ἅλατι τῷ θείῳ, τὰ τεκνία σου πολλάκις ἐστήριζες, Ἀμφιλόχιε, ὡς εὔστοργος πατήρ.
Ἄνωθεν ὀσμή τῶν λειψάνων σου προχέει θήκη, πάτερ, θαυμαστῶς αἰσθήσεις εὐφραίνουσα καὶ ἐκπλήττουσα τοὺς νόας τῶν πιστῶν.
Nέμεις σαῖς εύχαῖς κατὰ τὴν ἑκάστου, πάτερ, χρείαν τοῖς εὐλαβικῶς καλοῦσι τὴν κλῆσιν σου τὰ δωρήματα τὰ θεῖα δαψιλῶς.
Ἄλγη νοσηρὰ δυναστεύοντα ἡμῶν σαρκίον καὶ τὰς ψυχικὰς στενώσεις, ἀοίδιμε, διαλύεις τῇ ἰσχύϊ πρεσβειῶν.
Κέκτηται τανῦν Θεολόγου ἡ μονή σε νέον ἀντιλήπτορα καὶ μέγα προπύργιον ὑπὲρ τεῖχος τὸ κυκλοῦν αὐτῆς αὐλάς.
Ῥέει ἀφειδῶς τῶν λειψάνων σου, πάτερ, ἡ θήκη ὥσπερ ὁ κρουνὸς ζωήρρυτα νάματα, τὰ θαυμάσια εὐφραίνοντα πιστούς.
Ὄλβος τιμαλφὴς ὑπὲρ σμάραγδον τὸ λείψανόν σου, τὴν σεπτὴν μονὴν πλουτίζει, ἣν ἔδειμας, Ἀμφιλόχιε, ἱδρῶσι σου πολλοῖς.
Ὕβριν τῶν ἐχθρῶν καὶ τὸ γαύρωμα τῶν ἀντιπάλων τῶν κυκλούντων σὴν πατρίδα ἐπίγειον νῦν κατάβαλε ὡς ἔφορος αὐτῆς.
Δόξα.
Τριαδικόν.
ᾬκησεν Τριὰς καὶ μονὴν ἐποίησεν ἐντός σου, ὅπως δαιτυμόνας πάλαι ὁ Κύριος ὑπεσχέθη, ἥν δυσώπει ἐκτενῶς.
Καὶ νῦν.
Θεοτοκίον.
Nύττει με σφοδρῶς, Διασῴζουσα, μορφῆς σου κάλλος ὅταν τῇ σεπτῇ εἰκόνι σου, Ἄχραντε, προσεγγίζω, σου δεόμενος συχνῶς.
Καὶ πάλιν τὸ πρῶτο Τροπάριον·
Ἄξιόν έστι, Ἀμφιλόχιε, σὲ μακαρίζειν τὸν διττῆς ἀγάπης ἔνθεον κήρυκα καὶ δοξάσαντα ὁσίως τὸν Χριστόν.
Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, τοῦ Ἀμφιλοχίου τιμῶμεν θείαν μνήμην.
Ἴθυνον τὸν νοῦν μου, μέλη ἐγκωμίων προσφέρειν σοι ἀξίως.
Δεῦτε θείοις ὕμνοις, μνήμην ἑορτίως τιμήσωμεν ὁσίου.
Ἔχουσα ἡ Πάτμος γόνον σοι καυχᾶται ὡς μήτηρ γηθοσύνως.
Σφόδρα ἣν ἠγάπας, ὕμνους σοι ἐξάδει μονὴ τοῦ Θεολόγου.
Ἴφθιμος ἐφάνης θράσος τοῦ τυράννου αἰσχύνας κατὰ κράτος.
Μάνδραν σου ἐν Πάτμῳ, φρούρει, ὥσπερ πάτρων ἐντεύξεσί σου θείαις.
Ὅρμος Κουβαρίου χαίρει λιμενίτην σὲ πρῶτον, πάτερ, σχόντα.
Nῆσοι, ὥσπερ ἔφη, πάλαι Ἠσαΐας εὐφραίνεσθε νῦν σφόδρα.
Tόπους, ὅπου ἔστης, λόγων σου ἀρότρῳ ἐμπόνως ἐγεώργεις.
Ἰκαρία χαίρει, Κάλυμνος, ἡ Ρόδος, ἡ Κρήτη σύν Αἰγίνῃ.
Μέλπει εὐγνωμόνως πόλις τῶν Χανίων ἀντιδωροῦσα, μάκαρ.
Ὦσον ἐξ Ἑλλάδος, πάτερ, ταῖς εὐχαῖς σου βουλὰς ἐχθρῶν ἀφρόνων.
Ὄμβρους οὐρανόθεν στάλαξον εὐχαῖς σου τοῖς σὲ προστάτην σχοῦσι.
Ὕμνους ἐγκωμίων μέλπομεν, ὡς πρέπει σοφῷ Ἀμφιλοχίῳ.
Μέλπουσα μονή σου νῦν διερωτᾶται· τί πρῶτον σὲ καλέσει;
Nοσημάτων ἄλγη παύεις σαῖς πρεσβείαις, θαυματοβρῦτα Πάτερ.
Ἤνυσας ὁσίως δόλιχον τοῦ βίου πρὸς πόλον ὁδηγοῦντα.
Μυροφόρου τάξιν νῦν ἀναλαβοῦσα ὀστᾶ σου ῥαίνει Πάτμος. (ἐκ γ´)
Ἤνεγκας Κυρίῳ, πάτερ, τὴν φερνήν σου ἐξ ἀρετῶν πλουσίαν.
Nεῦσον πρὸς τοὺς ὕμνοις μέλψαντας ἐκ πόθου ἐκ βλάβης τούτους σῴζων.
Δόξα.
Τριαδικόν.
Ἵστασαι, τρισμάκαρ, τῷ θρόνῳ τῆς Τριάδος πρεσβεύων ὑπὲρ πάντων.
Καὶ νῦν.
Θεοτοκίον.
Ὤλβισας τὴν Πάτμον θείᾳ σου εἰκόνι Διασῳζούσης, Μῆτερ.
Καὶ πάλιν τὸ πρῶτο Τροπάριον·
Αἱ γενεαὶ πᾶσαι, τοῦ Ἀμφιλοχίου τιμῶμεν θείαν μνήμην.
EΥΛOΓΗΤΑΡΙΑ
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Ἀμφιλόχιον ὑμνῆσαι.
Τῶν ἀγγέλων χορεῖαι, ὧν τὸν βίον, θεόφρον, ἡμιλλήθης ὁσίως, τὴν ἁγίαν σου ψυχὴν εἰς μονὰς αἰωνίους, τὰς ἡτοιμασμένας δικαίοις ἤγαγον σὺν αὐτοῖς ἀλήκτως, μάκαρ, εὐφραίνεσθαι.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Ἀμφιλόχιον τιμῆσαι.
Τί τὸ πλῆθος τὰς αὐλὰς ἐκύκλωσεν, ὦ Μονάστριαι, σεμνείου; Τῆς μονῆς ἡμῶν ὁ κτίτωρ σήμερον τοῖς ἁγίοις συνηριθμήθη. Ὅθεν καὶ ὑμᾶς καλοῦμεν ἐν ᾅσμασι ἑορτᾶσαι τὸν σεπτὸν Ἀμφιλόχιον.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Ἀμφιλόχιον αἰνέσαι.
Λίαν θερμῶς πρὸς τὴν Πάτμον ἔδραμε Δωδεκάνησος εὐγνωμονοῦσα, ὅτι χρόνοις σκιεροῖς ὁρμώμενος ἐκ Πάτμου νήσους ταῖς αὐγαῖς χάριτος ἐφώτισεν, Ἀμφιλόχιος, ὃν τιμῶμεν ἄσμασι.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με Ἀμφιλόχιον μελίσαι.
Μυροφόρων τὴν τάξιν μετὰ πόθου λαβοῦσαι, αἱ μονάστριαι σου τελειωθέντος δακρύων ῥοὰς προσεκόμιζον πάλαι· νῦν ἀσματικῶς τιμῶσι τὴν μνήμην σου, ὁ Θεὸς γὰρ σε ἀνέδειξεν ὅσιον.
Δόξα.
Τριαδικόν.
Προσκυνοῦμεν Πατέρα καὶ τοῦτον Υἱὀν τε καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα τὴν ποιήσασαν, μάκαρ, οἴκημα ἐν σοι, ὅπως ἐπηγγείλατο δαιτυμόναις πάλαι ὁ Κύριος.
Καὶ νῦν.
Θεοτοκίον.
Σὲ Δεσπότην κρατοῦσαν ταῖς ὡραίαις ὠλέναις ἐν εἰκόνι ἐθάμβει ὁ σεπτὸς ὑπηρέτης τοῦ σεμνείου σου πάλαι χεῖρας εὐλαβῶς τείνας, Διασῴζουσα, ὅθεν μετ᾽αὐτοῦ σὸν Υἱὸν ἱκέτευε.
Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια, δόξα σοι ὁ Θεός. (ἐκ γ΄)
Δίστιχα·
Τῇ μνήμῃ δικαίων ἐγκώμια πρέπει·
Ὅθεν τοιαῦτα Ἰωάννης σοι μέλπει.
Τὸ θάλπος εὐχῶν σου κἀμὲ εἵλιξε ὅλον,
διὸ προστάτην φωνῶ σε, πάτερ, τοῦ βίου.
Διττῶς λοχῶν σὺ φερωνύμως
ἐφόρα Χερουβεὶμ προτρέψαντα σὺν Ἰωάννῃ μέλψαντι.