Εγκώμια εις τον Όσιο Γεώργιο τον Αρσελαίτη ο εν Σιναίου Όρους εν Ιερά Σκήτη Αρσελά ασκήσαντα

Ποίημα Γεωργίου Γαλανοπούλου

Στάσις Ἀ . Ἦχος πλ. α΄ . Ἡ ζωή ἐν τάφῳ.

Ὧν ἡ ἀκροστιχίς· Ἅγιε Γεώργιε, σῷζε πάντας.

Μεγαλύνομέν σε, τῶν Πατέρων χορός, ὦ Γεώργιε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.

Μεγαλύνομέν σου, Ὀρθοδόξων πληθύς, τὸν ἰσάγγελον ἐν γῇ θεῖον βίον σου, ὦ Γεώργιε ἡ δόξα ἀσκητῶν.

Μακαρίζομέν σε, φιλεόρτων πλήθύς, ὦ Γεώργιε Ὁσίων ἐντρύφημα, καὶ τὸ καύχημα Πατέρων τοῦ Σινᾶ.

Μακαρίζομέν σε, μοναστῶν οἱ χοροί, Ραϊθοὺς Σινᾶ Φαρᾶν καὶ τῆς Σκήτης σου, ὦ Γεώργιε τὸ κλέος Αρσελά.

Ἀνυμνοῦμεν Πάτερ, τὰ ἐν σοὶ ἀληθῶς, θαυμαστά σου καὶ παράδοξα θαύματα, καί ὑμνοῦμέν σε ἐν ᾄσμασι πιστῶς.

Γεωργήσας πάσας, τοῦ Χριστοῦ ἐντολάς, ἀρετὴν εἰς ἀρετὴν καὶ εἰς δύναμιν, θείαν ἤνυσας Γεώργιε ὁδόν.

Ἱκετεῦομέν σε, θεοφόρε σεπτέ, τὸν ἐν τόποις Ἀρσελά τὸν Δεσπότην σου, εὐηρέστησας ἀγῶσί σου σκληροῖς.

Ἐξεπλάγη πᾶσα, τῶν περάτων πληθύς, καθορῶσα ἐν Σιὼν θεῖον θέαμα, ἐποχούμενον νεφέλη σε αὐτῇ.

Γέγραπται ἐν βίβλοις, ψαλμικοῖς τοῦ Δαυΐδ, τίνι τρόπῳ ὁ ἀνὴρ ἐστὶ δίκαιος, ὃν Γεώργιε εἰργάσω ἀρεταῖς.

Ἑορτήν Ἀγίου, νῦν τελεῖ ποθητώς, Ἐκκλησία τοῦ Χριστοῦ ὦ Γεώργιε, καὶ τιμᾷ τὴν θείαν μνήμην σου πιστῶς.

Ὦτων σῶν θαυμάτων, ἀνιστὰς μαθητήν, ὃν ὁ ὄφις ἐθανάτωσεν Ὅσιε, καὶ τὴν ἔχιδναν ξεσχίζεις σαῖς χερσί.

Ῥῦσαι πάντας Πάτερ, πειρασμῶν τοῦ σατᾶν, καὶ παθῶν τῶν ψυχοφθόρων δεήσεσι, σαῖς πρὸς Κύριον καὶ νόσων χαλεπῶν.

Γράμμα πρὸ τοῦ τέλους, Πατριάρχῃ σεπτῷ, ἀποστείλας ὦ Γεώργιε Ὅσιε, τὴν συγγνώμην παρ’ αὐτοῦ αἰτεῖς σοφέ.

Ἐπὶ τῆς νεφέλης, πρὸς Σιὼν ὁ Χριστός, κοινωνήσαι τοῦ ποθεῖν ὄντως ἔφερεν, θαῦμα μέγα καταπλῆττον νοῦν βροτῶν.

Σωτηρίαν δίδου, Ὀρθοδόξοις λαοῖς, τοῖς τιμῶσί σου τὴν μνήμην Γεώργιε, ἐξαιρέτως δὲ Πατράσιν ἐν Σινᾶ.

Ὤφθης ἐν Ὁσίοις, τῆς συγγνώμης κανών, τῆς πραότητος εἰκὼν καὶ τῆς πίστεως, στῦλος ἄσειστος ὦ Πάτερ ἀληθῶς.

Ζῆλον θεῖον ἔσχες, παιδιόθεν θερμόν, καὶ ὡς ἄσαρκος ἐρήμῳ ἐβίωσας, ἐγκρατείᾳ δοὺς σαυτὸν ὕδωρ πιεῖν.

Ἐπὶ τῶν ὑδάτων, τὰς πηγὰς ὡς δορκάς, τοὺς πιστοὺς διψῶντας Πάτερ κατεύθυνον, ἀναψύχων νουθεσίαις σου ὀρθαῖς.

Παννυχί ἀγρύπνως, ἐν νηστείαις σκληραῖς, προσευχαῖς ἐνδιαιτώμενος Ὅσιε, ταπεινώσει Πνεῦμα εἵλκυσας Θεοῦ.

Ἀρεταῖς σὸν βίον, πολιστὰ τοῦ Σινᾶ, κατεκόσμησας Γεώργιε πάνσοφε, ὧν τὸν πλοῦτον πρὸς ζωὴν ἀγήρω δὸς ἡμῖν.

Νέμεις τοῖς αἰτοῦσι, δαψιλώς χάριν σήν, ἰατρείαν νοσημάτων ἀδάπανον, καὶ θαυμάτων σου πλουτεῖς Πάτερ πιστούς.

Τίς σοῦ τὰ σημεία, παραδόξως φρικτά; διηγήσεται θαυμάσια ἔνδοξε, ὦ Γεώργιε τὸ κλέος Αρσελά.

Δόξα. Τριαδικόν.
Ἀληθῶς ἐδείχθης, ἀσκητής καὶ σεπτή, εξιλέωσας Τριάδι αγῶσί σου, ὦ Γεώργιε πιστῶς προσκυνητή.

Καὶ νῦν. Θεοτοκίον.
Σπεῦσον Θεοτόκε, βοηθήσαι ἡμᾶς, καὶ κολλάσεως μελλούσης ἐκλύτρωσαι, πρὸς Υἱόν σου παρακλήσεσι θερμαῖς.

Στάσις Β . Ἦχος πλ. α΄ . Ἄξιόν ἐστι.

Ὤν ἡ ἀκροστιχίς· Γεώργιε, πιστοὺς σῶσον.

Ἄξιόν ἐστι, μεγαλύνειν σε ᾠδαῖς καὶ ὕμνοις, τὸν ἐν ἀρεταῖς καὶ ἐν θαύμασι, περιβόητον Γεώργιον Σινᾶ.

Ἄξιόν ἐστι, μακαρίζειν σε Αρσελαΐτα, ὦ ποιμήν ποιμένων ἀγλάισμα, πανσεβάσμιε Γεώργιε σοφέ.

Ἄξιόν ἐστι, ὁ χορὸς Σιναϊτών Πατέρων, μέλεσι τερπνοῖς μεγαλύνωμεν, τὸν Γεώργιον τῆς Λαύρας Αρσελά.

ᾌσμα τὸ ἡδύ, ἀναπέμψωμεν μετ’ εὐλαβείας, τῷ Αρσελαΐτη θεόφρονι, Γεωργίῳ τῷ Ὁσίῳ τοῦ Θεοῦ.

Ὄμματα καὶ νοῦν, πρὸς Χριστὸν ἀεὶ ἔχειν σε Πάτερ, πάσας ἀρετὰς ἐκατόρθωσας, ἐξαιρέτως δὲ ταπείνωσιν πολλήν.

Σὲ Σιναϊτών, αἱ χορεῖαι μάκαρ ἀνυμνοῦσι, καὶ πιστῶν συστήματα μέλπουσιν, ὦ Γεώργιε ἡ δόξα Αρσελά.

Ἴθυνον Χριστέ, εὐσεβῶν πρός σε νοῦν καὶ καρδίας, ἵνα εὐφημήσωσιν ᾄσμασι, τὸν Γεώργιον τὸ καύχημα Σινᾶ.

Ἔρχου θαυμαστώς, καὶ χαρίτωσον πιστοὺς ὦ Πάτερ, οὓς καὶ ῥῦσαι πάσης φθοροποιοῦ, ἀλγηδόνος νοσημάτων καὶ δεινῶν.

Γέγραπται ἐν σοι, ἀληθῶς ὁ ζῆλος τοῦ σου οἴκου, ὅλον με κατέφαγεν Ἅγιε, διὸ θείου ζήλου ἔμπλησον ἡμᾶς.

Ἔρχει Αρσελά, σε οἰκήτορα ἡ Λαύρα μακάρ, καὶ Μονὴ Σινᾶ ἀντιλήπτορα, ἡμεῖς πρέσβυν δὲ πρὸς Ἰησοῦν θερμόν.

Ὤσπερ προσφορά, καὶ θυσία Πάτερ εὐωδίας, τῷ Χριστῷ καμάτους προσήγαγες, σὺν ἱδρῶσι δακρυῤῥόοις τε εὐχαῖς.

Ῥήματα Θεοῦ, καθ’ ἑκάστην μελετῶν καὶ νήφων, τὸν σὸν Λυτρωτὴν εὐηρέστησας, ἐν παλαίσμασι Γεώργιε σκληροῖς.

Γῆ ἐρημικῆ, οὐδὲν ἔχων πως ἔθρεψε Πάτερ, ἐπὶ ἑβδομήκοντα ἔτεσιν, ἃ διέτριψας ὁρίοις τοῦ Σινᾶ;

Ἵνα τῆς φθοράς, τοῦ θανάτου πάντας ἀφαρπάσῃ, πρέσβυν τοῖς πιστοῖς ἐχαρίσατο, σὲ ἀοίδιμε Γεώργιε Θεός.

Ἔχιδναν χερσί, ἐθανάτωσας ζωοποιήσας, τὸν σὸν μαθητὴν Πάτερ ὅσιε, καὶ ἐπηύξησας ἀγῶνας προσευχαῖς.

Πύλαι οὐρανῶν, ὑπεδέξαντο σε θεῖε Πάτερ, ὅτε πρὸς Θεὸν ἐξεδήμησας, ἐπεί ἔζησας ὡς Ἄγγελος ἐν γῇ.

Ἵλαθι Χριστῷ, ὑπὲρ δούλων σου σεπτώς τιμώντων, μνήμην σου πανίερον Ἅγιε, καρδιῶν τὸν πόθον τούτων ἐκπληρῶν.

Σκεῦος ἐκλεκτόν, μυροθήκης Πνεύματος Ἀγίου, πέλεις ὦ Γεώργιε ἔνδοξε, ἀρεταῖς κεκοσμημένος ἀληθῶς.

Τήρει ἀβλαβεῖς, τοὺς πιστοὺς ἐκ τῶν κινδύνων Πάτερ, νόσους ἐκδιώκων καὶ συμφοράς, πειρασμοὺς τοὺς ψυχολέθρους ἐκποδών.

Ὄλβιος ὡς σέ, ὦ Γεώργιε ἐπικαλεῖτε, ἔχων ὡς φρουρὸν ἀξιάγαστε, ἐν τῷ βίῳ τῶν ποικίλλων ἀναγκῶν.

Ὕψει θεϊκῷ, τὴν ταπείνωσιν καλλιεργήσας, ἔφθασας καὶ δίκαιος γέγονας, ὑπομείνας Πάτερ θλίψεις καρτερώς.

Στῶμεν εὐλαβῶς, μετὰ φόβου πίστεως ἀγάπης, ἐν ταῖς Ἐκκλησίαις θεόφρονες, τὸν Γεώργιον ὑμνοῦντες ἐν ᾠδαῖς.

Στῦλος ἀρετῶν, καὶ τῆς πίστεως κανὼν ἐδείχθης, ἐν διδασκαλίαις Γεώργιε, ποδηγέτης μοναζόντων νουνεχής.

Ὤφθης μοναστῶν, ἀκροθίνιον Αρσελαΐτα, καὶ Πατέρων κλέος Γεώργιε, ὁ τὴν ἔρημον πολίσας τοῦ Σινᾶ.

Σῶσον τοὺς πιστούς, ὦ Γεώργιε Ὁσίων δόξα, ἐκ τῶν πειρασμῶν ἱκεσίαις σου, πρὸς Φιλάνθρωπον Σωτῆρα Ἰησοῦν.

Δόξα. Τριαδικόν.
Ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν Τριὰς Ἁγία πέλεις, διὸ νῦν λαοί προσκυνήσωμεν, τὸν Πατέρα καὶ Υἱὸν Πνεῦμα τῷ ζῷν.

Καὶ νῦν. Θεοτοκίον.
Νίκας τοῖς πιστοῖς, ἀρχομένοις τ’ ἄρχουσι παράσχου, Μῆτερ πρὸς Θεὸν μεσιτείαις σου, σὺν θερμαῖς Αρσελαΐτα προσευχαῖς.

Στάσις Γ . Ἦχος γ΄ . Αἱ γενεαί πᾶσαι.

Ὧν ἡ ἀκροστιχίς· Ὅσιε, λιταῖς σου ῥῦσαι δεινῶν ἡμᾶς.

Αἱ γενεαί πάσαι, ὕμνους θεία μέλη, πέμπουσί σε παμμάκαρ.

Αἱ γενεαί πίστει, ᾄδουσι τὸν ὕμνον, πανσέπτῳ Γεωργίῳ.

Ἀρσελά τὴν δόξαν, τῆς ἐρήμου θρέμμα, Γεώργιον ὑμνοῦμεν.

Μοναστῶν χορεῖαι, ὕμνοις θεοτέρποις, τιμὴν Ὁσίῳ δότε.

Ὄμβρους σῶν χαρίτων, ῥᾶνον τοῖς τιμῶσιν, Ἅγιε τὴν σὴν μνήμην.

Σκεῦος Παναγίου, Πνεύματος ἐγένου, ὦ Γεώργιε μάκαρ.

Ἴθυνον πρὸς τρίβους, τῆς μετανοίας Πάτερ, ἡμῶν ἀεὶ τὸν βίον.

Ἔρχου θεῖε Πάτερ, ἀντίληψις ταχείᾳ, ἡμῶν τῶν δεομένων.

Λῦσον τὰς ἐνέδρας, Χριστὲ τοῦ βροτοκτόνου, σατᾶν καὶ σῶσον πάντας.

Ἱκέτευε τὸν Πλάστην, σωθῆναι τοὺς ὑμνοῦντας, Γεώργιε σὴν μνήμην.

Τάξεις Ὀρθοδόξων, μέλουσί σε ὕμνοις, Γεώργιε παμμάκαρ.

Ἀρσελά ἡ Σκήτη, καὶ Σινᾶ ἡ Μάνδρα, ἐν σοὶ καυχῶνται Πάτερ.

Ἰσοστάσιος τε, Ἁγίων σὺ Ὁσίων, ἐν πόλῳ συναυλίζει.

Σπεῦσον ἵνα ῥυσῆς, Πάτερ ἐκ κινδύνων, τούς σε ὑμνολογοῦντας.

Στήλη ἐγκρατείας, νηστείας σωφροσύνης, Γεώργιε ἐδείχθης.

Ὅπως ἀπαλλάξῃς, ἡμᾶς ἐκ νοσημάτων, παρακαλοῦμεν Πάτερ.

Ὑποπιάσας σῶμα, ἐδούλωσας τὴν σάρκα, σκληροῖς ἀγῶσι μάκαρ.

Ῥάνατε τοῖς μύροις, Πατέρες Σιναΐται, εἰκόναν τοῦ Ὁσίου.

Ὕβριν τῶν δαιμόνων, κόπασον ὦ Πάτερ, καὶ πάθη ψυχοφθόρα.

Συγγνώμην δὸς πταισμάτων, ἡμῶν Θεῶ λυπούντων, καθάπερ Πατριάρχῃ.

Ἀντίδος τοῖς ὑμνοῦσι, σὴν μνήμην θεῖε Πάτερ, κατ’ ἄμφω ἰατρείαν.

Ἰσάγγελον βίον, ἐν Ἀρσελά τοῖς τόποις, διήνυσας τρισμάκαρ.

Δεῦτε φιλεόρτων, πληθὺς καὶ μοναζόντων, δῶμεν τιμὴν Ὁσίῳ.

Ἔχομέν σε πρέσβυν, καὶ πρὸς Χριστὸν μεσίτην, θερμὸν Αρσερλαΐτα.

Ἵνα λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου, παρακαλοῦμεν Πάτερ.

Νέμεις τοῖς αἰτοῦσι, τὴν χάριν σῶν θαυμάτων, Γεώργιε καὶ κρείττω.

Ὦ Σινα τὸ κλέος, τῶν μοναστῶν ἡ δόξα, Γεώργιε θεόφρον.

Νίκας Ὀρθοδόξοις, κατ’ ἐχθρῶν παράσχου, εἰρήνην τ’ Ἐκκλησίαν.

Ἥλιον δυσώπει, τῆς Δικαιοσύνης, ἡμῶν φωτίσαι σκότη.

Μήποτε αφήσης, ὦ Πάτερ Σιναΐτας, ἄνευ σὴς βοηθείας.

Δόξα. Τριαδικόν.
Ἄκτιστον Τριάδα, Πατέρα Λόγον Πνεῦμα, ἐν πίστει προσκυνοῦμεν.

Καί νῦν. Θεοτοκίον.
Σῶσον Θεοτόκε, πρεσβείαις πρὸς Υἱόν σου, ἡμᾶς ἀκατακρίτους.

Εὐλογητάρια. Ἦχος πλ. α΄ .

Στίχος. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Αρσελαΐτην ἄσαι.

Τῶν Ἀγγέλων αἱ τάξεις, μοναστῶν αἱ χορεῖαι, κατεπλάγησαν ὅτι, ὡς ἰσάγγελος Πάτερ, ἑβδομήκοντα ἔτη, ἐν Σινᾶ Κυρίῳ εὐηρέστησας· ὅθεν σὺν Ἁγίοις, Θεὸς ἡρίθμησον.

Στίχος. Εὐλογητός εἶ Κύριε, δίδαξόν με, τὸν Γεώργιον μέλψαι.

Τίνα μύρα εὐσεβεῖς καὶ δάκρυα, τῷ Αρσελαΐτῃ δῶτε; Τοῦ Σιναίου τῶν Πατέρων ἄθροισμα, προσεφθέγγετο ἐν κατανύξει, ἴδετε πιστοὶ ποιμένα καὶ ᾔσθητε· πρὸς Σιὼν ποθῶν, νῦν νεφέλη φέρεται.

Στίχος. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, θεοφόρον ὑμνήσαι.

Λίαν πιστῶς, Σιναΐται μέλψωμεν, τὸν Γεώργιον ἐνθέοις ὕμνοις, Ὀρθοδόξων μοναστῶν συστήματα, εὐσεβῶς ὀρθοφρονούντες, ἑορτὴν τελέσωμεν, τοῦ Ὁσίου ἀγαλλόμενοι τῷ Πνεύματι.

Στίχος. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Γεωργίῳ τιμήσαι.

Μυροβόλοις τε κρίνοις, σὺν ἰάσμοις καὶ ῥόδοις, καταστέψωμεν Αρσελαΐτου, εἰκόναν πιστοί, ἐγκρατεύοντες πάθη, ἵνα ὡς αὐτὸς Θεῷ ἐξιλεώσωμεν· δι’ ἡμᾶς γάρ, ἱκετεύει τὸν Κύριον.

Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν ἐν πίστει, τὸν Πατέρα καὶ Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἀγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσία, σὺν τοῖς Σεραφεὶμ λέγοντες τὸ Ἅγιος, Ἅγιος Ἅγιος εἶ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, Θεοτόκε παρθένε, σὸν Υἱὸν ἐλυτρώσω, τὸν Ἀδὰμ σὺν τῇ Εὔα, τῆς ἀρχαίας κατάρας, καὶ πᾶσι βροτοῖς ἔδειξας Παράδεισον· μετανοίας γὰρ ὁδούς, προκρίνειν σῴζεσθε.

Ἀπόστιχα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε τὸ μακάριον σοφέ, πνεῦμά σου ἐν πόλῳ ἀνῆλθε, τάφος ἐκάλυψεν, σῶμά το πολύαθλον, ἐν γῇ Γεώργιε. Τότε δὲ οἱ Ἀσώματοι, οὐράνιοι Νόες, σὺν Ἁγίοις ἅπασιν, ἡγαλλιάσαντο. Νῦν δέ, φιλεόρτων τὰ πλήθη, καὶ Σιναϊτών αἱ χορεῖαι, ὕμνοις σε ἐνθέοις μεγαλύνομεν.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὅτε τῇ νεφέλῃ ἐπιβάς, κούφως ὑπερβέβηκας Πάτερ, γῆν τε καὶ θάλασσαν, πόθον σου τὸν ἅγιον, Χριστὸς εκπλήρωσεν. Εἰς Σιών σε ὁδήγησε, Ναῷ κοινωνήσαι, Σῶμα τοῦ καὶ Αἷμα τοῦ, καὶ πάλιν ἤγαγεν, τόπον Αρσελά τῷ ἀνύδρῳ, ἔνθα τοῦ σατᾶν τὰς παγίδας, ἔθραυσας αγῶσί σου Γεώργιε.

Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.

Ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, δῶμεν φιλεόρτων χορεῖαι, τῷ Γεωργίῳ πιστῶς, τούτου λιτανεύοντες, εἰκόνα πάνσεπτον, ἣν τῷ πόθῳ ἐκόσμησαν, Σινᾶ οἱ Πατέρες, ἄνθεσιν ἀρώμασιν, δακρύοις νήφοντες. Νῦν δὲ ἱκετῶν σου αἰτήσεις, πλήρωσον προσείπωμεν τούτῳ, ὅτι παῤῥησίαν Θεῷ κέκτησαι.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄ .
Σέ, ὅνπερ ἐχαρίτωσε Χριστός, μάκαρ Γεώργιε, καθορῶντες πιστῶς, ἐν τῇ πανσέπτῳ θείᾳ Εἰκόνι, κεκοσμημένον πνευματικαῖς χάρισιν, εὐκατάνυκτον ὕμνον, πανευλαβῶς ἀγαλλόμενοι λέγομεν· Θρέμμα ἐρήμου Αρσελά, ὃν ὁ ἀνέσπερος Ἥλιος, ἀληθῶς ἐφώτισεν ἐκ νεότητος, σκότη ἀπομακρύνων σου, βιοτὴν ἰσάγγελον ἑλόμενος, καὶ ἐθαυμάστωσεν Θεός, ζῶντα πανεύφημε· ἀλλ’ ἰδοῦ νῦν οἴδαμεν, δι’ ἡμᾶς μεσιτεύειν, παῤῥησίαν ἔχοντα. Πῶς σε τιμήσωμεν Πάτερ; Ἢ πως δοξάσωμεν ἆθλα; Ποία προσοίσωμεν γέρα, σῶν ἀρετῶν ἐπαξίως; Ἢ ποίους μέλψωμεν ὕμνους, τῇ πανενδόξῳ σου μνήμη; Μεγαλύνομέν σε Ἅγιε, ὑμνολογοῦμεν τοὺς σοὺς πόνους, σὺν τοῖς θαύμασι σου, βοῶντες· Κύριε δόξα σοι.