Εγκώμια εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Ἀκροστιχὶς ἡ ἑξῆς:
«Ἰακώβου, δοχείου χαρίτων καὶ Εὐβοίας
κοσμήτορος, Χαραλάμπης μέλπει πόνους.»

Στάσις α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μἐγαλύνομέν σε, ἀσκητὰ νευαγὲς τῆς Μονῆς Δαβὶδ ὁσίου, Ἰάκωβε, ἀγαλλίαμα καὶ ὄλβε τιμαλφές.

Μἐγαλύνομέν σε, συμπαϑείας εἰκὼν καὶ ἀγάπης τῆς διπλῆς τόμε πάγχρυσε, πνευματέμφορε, Ἰάκωβε σοφέ.

Καὶ τὰ ἑπόμενα φέροντα τήνδε τὴν ἀκροστιχίδα:
«Ἰακώβου, δοχείου χαρίτων»

Ἰϑυντὴρ ὑπάρχων τῶν προσφύγων τῶν σῶν πρὸς ζωὴν τὴν αἰωνίαν, Ἰάκωβε, προσβολῶν ἐχϑρῶν ἐκλύτρωσαι ἡμᾶς.

Ἀπαϑείας σέλας παμφαές, ἀσκητά, καταλάμπεις ἀρετῶν σου, Ἰάκωβε, τοῖς πυρσεύμασιν ὁμήγυριν πιστῶν.

Κόσμος Ἐκκλησίας καὶ μονῆς ϑησαυρὸς τοῦ Δαβὶδ τοῦ ϑεοφόρου, Ἰάκωβε, ἀνεδείχϑης ἐν ἐσχάτοις τοῖς καιροῖς.

Ὢφϑης μέγας ῥύστης ἢ ἐκ παντοίων δεινῶν τῶν φωνούντων σου τὴν κλῆσιν, Ἰάκωβε, καὶ σπευδόντων τῇ ϑερμῇ σου ἀρωγῇ.

Βρύσις ἰαμάτων, ϑαυμασίων κρουνὸς πολυχεύμων καὶ χειμάῤῥους ἀστείρευτος ξένων πέφανσαι, Ἰάκωβε σεμνέ.

Ο ὑρανόϑεν ἴδε καὶ ἱκέτας τοὺς σοὺς ἐπισκίασον ταχέως, Ἰάκωβε, καὶ ὁδήγησον εἰς τρίβους σωστικάς.

“Υπερόπτης πέλων τῶν φϑαρτῶν καὶ ῥευστῶν τῶν αὕλων ἀνεδείχϑης, Ἰάκωβε τρισμακάριστε, ἀρτίως ἐραστής.

Δεδεγμένος χάριν τοῦ Θεοῦ ἀφ᾽ ἡμῶν ἐκδιώκεις σκοτομίνην, Ἰάκωβε, ἄχϑους, πόνων καὶ παϑῶν φϑοροποιῶν.

Ο σεπτός σου τάφος ἀνεδείχϑη κρουνὸς ἰαμάτων ἀκεσώδυνος, ὅσιε, ϑαυματόβρυτε Ἰάκωβε, κλεινέ.

Χαἷρε σοι, βοῶμεν, Λιβισίου βλαστὲ καὶ ἀπάνϑισμα Εὐβοίας, Ἰάκωβε, τὸ εὐφραῖνον ἀρετῶν ὀδμαῖς πιστούς.

Ἒν σπηλαίῳ πάτερ, ἰ τοῦ ὁσίου Δαβὶδ ὅ προσευχόμενος, Ἰάκωβε, δαίμονος κατεπάτησας ἰσχὺν τοῦ μιαροῦ.

Ἰκετεύομέν σε ἢ προσευχῆς ἐραστά· ῥαθυμίας ἀφ᾽ ἡμῶν ζόφον δίωξον τῶν τιμώντων σε, Ἰάκωβε, πιστῶς.

Ο φωστὴρ Εὐβοίας, ὁ φωτίζων φαιδρῶς  τὰς χορείας εὐσεβούντων, Ἰάκωβε, τὴν ἡμῶν ἀχλὺν ἀπέλασον παϑῶν.

Ὓμνοις ἐγκωμίων στέφομέν σε ἀεὶ τὸν γευσάμενον πτωχείαν, Ἰάκωβε, παιδιόϑεν καὶ τὴν σπάνιν ἀγαϑῶν.

Χαῖρε, ἀκτησίας καὶ ἠϑῶν λαμπηδὼν ἀρετῆς τε ψυχοτρόφου ἀπαύγασμα, σοὶ κραυγάζομεν, Ἰάκωβε λαμπρέ.

Ἀρχαγγέλου φίλε, Μιχαήλ, ϑαυμαστῶς εἶδες τοῦτον σοὶ δεικνύοντα ὅρια τῆς δομήσεως ναοῦ αὐτοῦ, σεπτέ.

‘Ρείϑροις σῆς ἀγάπης ξηρανϑείσας ψυχὰς κατεπίανας, τρισμάκαρ Ἰάκωβε, γεωργὲ μεταμελείας καὶ χαρᾶς.

Ἰϑυνόν με, πάτερ, πρὸς νομὰς οὐρανῶν, ὧν τῆς δρόσου ἀπολαύεις, Ἰάκωβε, σὺν ἀγγέλων ἀγαλλόμενος χοροῖς.

Τῆς μονῆς προΐστωρ τοῦ ὁσίου Δαβὶδ ἐνθεώτατος, Ἰάκωβε, πέφηνας, ἀπλανέστατε λαοῦ χειραγωγέ.

Δόξα. Τριαδικόν.
Ὠ Τριὰς ἁγία, Ἰακώβου λιταῖς, τοῦ λαμπρῶς ἡμῖν ἀρτίως ἐκλάμψαντος, σῶσον πάντας ἐξ ἐχϑροῦ ἐπιόουλῆς.

Καὶ νῦν. Θεοτοκίον.
Νἔου, Ἰακώβου, ϑαυμαστοῦ ἀσκητοῦ, Θεοτόκε, ἀγαλλίαμα, πρόσδεξαι τὰς ἡμῶν ἱκετηρίους προσευχάς.

Στάσις β΄. Ἦχος πλ. α΄. “Αξιόν ἐστι.

Ἀξιόν ἐστι μεγαλύνειν σε τὸν ϑεοφόρον ἀσκητὴν τερπνοῖς μελῳδήμασι, πνευματέμφορον Ἰάκωβον, ἀεί.

Ἀξιόν ἐστι τὸν Ἰάκωβον, τὸν ἐν Εὐβοίᾳ ἐν ἐσχάτοις χρόνοις ἀσκήσαντα, καταστρέφειν ἐφυμνίοις μελιχροῖς.

Καὶ τὰ ἑπόμενα φέροντα τήνδε τὴν ἀκροστιχίδα:
«Καὶ Εὐβοίας κοσμήτορος»

Κλέος ἱερὸν τοῦ ὁσίου τοῦ Δαβὶδ σεμνείου καὶ πιστῶν, ϑεόφρον Ἰάκωβε, ἀνυμνοῦμέν σε, ἰϑύντορα σοφόν.

Ἂ πονον ζωὴν ἐπιβράβευσον τοῖς σὲ τιμῶσιν, προεστώς, Ἰάκωβε ὅσιε, τῆς μονῆς τοῦ οὐρανόφρονος Δαβίδ.

Ἲασαι ἡμῶν τῶν ψυχῶν καὶ τῶν σωμάτων νόσους, ἰατρέ, Ἰάκωβε, ἄριστε καὶ ταχύτατε πιστῶν ϑεραπευτά.

Ἓλαμψας ἡμῖν ὡς νεόφωτος ἀστὴρ σοφίας ὦ καὶ ϑαυμάτων πλείστων, Ἰάκωβε, ἀγγελόμορφε Εὐβοίας ἀσκητά.

Ὓμνοις καὶ ᾧδαῖς  καταστέφομεν σὴν ϑείαν μνήμην, ἔμψυχον, Ἰάκωβε ὅσιε, ἐκμαγεῖον ἐν Χριστῷ καινῆς ζωῆς.

Βλάβης τοῦ ἐχϑροῦ ῥῦσαι πάντας τοὺς ἀνευφημοῦντας χάριν, ἥν, Ἰάκωδε, εἴληφας ἐκδιώκειν δαιμονίων τὸν ἑσμόν.

Ὀμβρισον ἡμῖν ὑετὸν τῆς ϑείας εὐσπλαγχνίας, φωτεινὴ νεφέλη, Ἰάκωβε, συμπαϑείας καὶ ἀγάπης πατρικῆς.

Ἵνα πρὸς Θεὸν τὸν σὸν νοῦν, Ἰάκωβε, πτερώσης φρόνημα σαρκός σου ἐνέκρωσας, ἰσουράνιε καὶ ἄσπιλε βροτέ.

Ἂγαλμα εὐχῆς, τῷ Παντάνακτι καὶ τοῖς ᾿Αγίοις προσωμίλεις, ϑεῖε Ἰάκωβε, ὥσπερ φίλοις σου οἰκείοις, ἀσκητά.

Στῦλος ἀκλινὴς προσφορᾶς, Ἰάκωβε, πρὸς πάντας ὥφϑης τοὺς πιστῶς σοι προσφεύγοντας καὶ ζητοῦντας τὴν ϑερμήν σου ἀρωγήν.

Κῆπος εὐανϑὴς ταπεινώσεως καὶ ἀκτησίας ἐποφϑείς, Ἰάκωβε, ἥδυνας ἀσκητῶν ἀρτίως πάντας τοὺς χορούς.

Ὃσιε Χριστοῦ εὐσυμπάϑητε καὶ ἐλεῆμον, πλοῦτον σῆς καρδίας, Ἰάκωβε, τὸν ἀσύλητον κατέδειξας πιστοῖς.

Σκέπε τῇ ϑερμῇ καὶ ἀγρύπνῳ σου ἐπιστασίᾳ τοὺς προστάτην σχόντας πανίσχυρον σέ, Ἰάκωβε, πιστῶν καταφυγή.

Μέμνησο ἡμῶν τῶν ὑμνούντων σε ὡς ϑεοφόρον ἀσκητὴν καὶ βρύσιν ϑεόβρυτον ϑαυμασίων ἀνεξάντλητον, σοφέ.

Ἣσχυνας ἐχϑρὸν ταῖς παννύχοις σου εὐχαῖς καὶ πόνοις νυχϑημέροις, πάτερ Ἰάκωβε, μάνδρᾳ τοῦ παμμάκαρος Δαβίδ.

Τείχισον ἡμᾶς σαῖς πρὸς Κύριον ϑερμαῖς πρεσβείαις, ἵνα τὸν ἐχϑρὸν τὸν μισόκαλον ἀντικρούσωμεν, Ἰάκωβε, καλῶς.

Ὂρος ὑψηλὸν καὶ περίβλεπτον ἀρτίως ὥφϑης, ἀσκητὰ Εὐβοίας, Ἰάκωβε, διοράσεως, ἀγάπης καὶ εὐχῆς.

‘Ρἀβδῳ σῶν εὐχῶν ἐπιστήριξον τοὺς ὑμνητάς σου, ἵνα βίου πάντες, Ἰάκωβε, διανύσωμεν καλῶς τὴν ἀτραπόν.

Δόξα. Τριαδικόν.
Ὂλος Σῷ φωτὶ ῃ λαμπρυνόμενος, Τριὰς ἁγία, Πάτερ σὺν Υἱῷ καὶ τῷ Πνεύματι, ὁ Ἰάκωβος ἀνύμνει Σε λαμπρῶς.

Καὶ νῦν. Θεοτοκίον.
Σῶσον ἐκ φϑορᾶς τοὺς ὑμνοῦντας σε, Παρϑενομῆτορ, ταῖς τοῦ Ἰακώβου ἐντεύξεσι,τοῦ ἐκλάμψαντος ἀρτίως ἀσκητοῦ.

Στάσις γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἰ γενεαὶ πᾶσαι μακαρίζομέν σε, Ἰάκωβε ϑεόφρον,

Αἰ γενεαὶ πᾶσαι Ἰάκωβον τιμῶμεν τὸ τῆς Εὐβοίας κλέος.

Καὶ τὰ ἑπόμενα φέροντα τήνδε τὴν ἀκροστιχίδα:
«Χαραλάμπης μέλπει πόνους.»

Χαρᾶς ἀφάτου πλῆσον τοὺς σὲ ὑμνολογοῦντας, Ἰάκωβε παμμάκαρ.

Ἀγίων κατ᾽ ἀξίαν ἡ χοροῖς συνηριϑμήϑης, Ἰάκωβε, ἀρτίως.

‘Ραἰνομέν σε, πάτερ Ἰάκωβε, ἀσμάτων τοῖς ἡδυπνεύστοις μύροις

Ἀπλότητος πυξίον, Ἰάκωβε, σοφίας Θεοῦ ταμεῖον ὥφϑης.

Λαμπὰς χρηστοηϑείας Ἰάκωβε, τὸν κόσμον ἐφώτισας σῷ φέγγει.

Ἀρτίως ἐδοξάσϑης παρὰ Θεοῦ ὡς βάϑρον, Ἰάκωβε, ἀγάπης.

Μὴ παύσῃ οὐρανόϑεν, Ἰάκωβε, παρέχειν ψυχῆς εἰρήνην πᾶσι.

Παντοίων ἰαμάτων, Ἰάκωβε, ὁ τάφος ὁ σὸς ἐπώφϑη κρήνη.

Η πάντιμός σου μνήμη, Ἰάκωβε, τὰ πλήϑη χαρᾶς πληροῖ ἀῤῥήτου.

Σὠμάτων ἀλγηδόνας, Ἰάκωβε, διώκεις, τῇ ϑείᾳ χάριτί σου.

Μονῆς Δαβίδ ὁσίου, Ἰάκωδε, προΐστορ, ἀζύγων σκέπε τάξεις.

Ἐπίσταζε κατ᾽ ἄμφω,Ἰάκωβε, ὑψόϑεν τοῖς ὑμνηταῖς σου ῥῶσιν.

Λἀμπρύνεις τῶν ὁσίων, Ἰάκωβε, τοὺς δήμους ἐν δόμοις οὐρανίοις.

Πανευσϑενὴς ὑπάρχεις, Ἰάκωβε, προστάτης σὲ ἐπικαλουμένων.

Εὑπρόσδεκτον ὡς δῶρον, Ἰάκωβε, σὸν βίον παρέϑηκας Κυρίῳ.

Ἰκάνωσόν με πόνους, Ἰάκωβε, σοὺς ϑείους μιμήσασϑαι ἐν βίῳ.

Παγίδων τοῦ Βελίαρ, Ἰάκωβε, τοῦ πλάνου, τοὺς σοὺς ἱκέτας ῥῦσαι.

Οδοὺς μεταμελείας καὶ σωτηρίας δεῖξον τοῖς καταφεύγουσί σοι.

Νῦν πάντες σε τιμῶμεν ὡς συμπαϑείας κόσμου, Ἰάκωβε, ἀγκάλην.

Οὑράνωσον τὸν νοῦν μου καὶ νέκρωσον σαρκός μου, Ἰάκωβε, κινήσεις.

Δόξα. Τριαδικόν.
Ὓνοῦμέν σε ἀπαύστως, Τριὰς ὑπεραγία, τῶν γηγενῶν χορεῖαι.

Καὶ νῦν. Θεοτοκίον.
Σαρκὸς ἐπαναστάσεις κατάστειλόν μου, Μῆτερ, λιταῖς τοῦ Ἰακώβου.

 

ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰάκωβον ὑμνῆσαι.

Τῶν ἀγγέλων οἱ δῆμοι ἐν κατεπλάγησαν βίον διαυγῆ σου ὁρῶντες, ἀσκητὰ νεολαμπές, τοῦ σεμνείου προΐστορ τοῦ σεπτοῦ Δαβίδ, ὅσιε Ἰάκωβε, καὶ Εὐβοίας πυρσὲ ἀειφεγγέστατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰάκωβον ὑμνῆσαι.

Ὓμνων μύροις τὴν σὴν μνήμην στέφομεν τὴν πανίερον καὶ πόϑῳ τάφον εὐλαβῶς σὸν ἀσπαζόμενοι, τὸν ἰάσεις βλύζοντα, βοῶμεν· νέων ἀσκητῶν, Ἰάκωβε, καύχημα, ἴσϑι πάντων ἡμῶν ἀκέστωρ ἔνϑεος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰάκωβον ὑμνῆσαι.

Λίαν στεῤῥῶς ἠγωνίσω, ἔνϑεε, καὶ ὀφρὺν ἐπάταξας τοῦ πλάνου· ὅϑεν χάριν δαψιλῆ ἀπείληφας ϑεόϑεν σκέπειν τοὺς πιστῶς σπεύδοντας σῇ χάριτι, ἀρετῆς ἐραστὰ ἔνϑερμε, Ἰάκωβε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με Ἰάκωδον ὑμνῆσαι.

Μυροφόροι ὡς ἄλλοι ἀναμέλποντες ὕμνους τὸν σὸν τάφον, Ἰάκωβε, κυκλοῦμεν καὶ αὐτὸν εὐλαβῶς προσκυνοῦντες βοώμεν· ἴϑυνον ἡμᾶς τοὺς σοὶ καταφεύγοντας πρὸς σκηνὰς οὐρανῶν σὺν σοὶ ἀγάλλεσθαι.

Δόξα. Τριαδικόν.
Τῆν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ εὐλαβῶς προσκυνοῦντες τὸν Αὐτῆς ὑπηρέτην μεγαλύνομεν πόϑῳ ὥσπερ ἀρετῆς σύνοικον, Ἰάκωβον, ϑεοφόρων ἀνδρῶν φανὸν νεόφωτον.

Καὶ νῦν. Θεοτοκίον.
Φωτοδότην τεκοῦσαν, τὴν πανύμνητον Κόρην, ἀπελάσασαν ζόφον τῆς βροτῶν ἁμαρτίας παραστάτην ἐν βίῳ ἔχων, ϑαυμαστὲ ἀσκητά, Ἰάκωβε, ὡδηγήϑης πρὸς τὸ Φῶς τὸ ἄδυτον.

᾿Αλληλούΐα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα Σοι, ὁ Θεός (ἐκ. γ᾽)

Δίστιχον.
Σκέπε, Ἰάκωβε, τὸν φερώνυμόν σου
υἱὸν ἀεὶ σοῦ ὑμνητοῦ Χαραλάμπους.

Παρακλητικός Κανών εις τον Πνευματοφόρον Πατέρα ημών Ιακωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα

Χαιρετισμοί εις τον Πνευματοφόρον Πατέρα ημών Ιάκωβον τον Αρτίως εν Ευβοία Εκλάψαντα