Εγκώμια εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Ιωάννη τον Ερημίτη
Ποίημα Ιερέως Αντωνίου
Ψαλλόμενα εις την κοίμησιν του Οσίου
ΣΤΑΣΙΣ Ἀ’. Ἦχος πλ. ἀ’. Ἡ ζωή ἐν τάφῳ.
Μακαρίζομέν σε Ἰωαννη σοφὲ, καὶ τιμῶμεν τὴν σορὸν τῶν Λειψάνων σου, ὡς ἀντίτυπον τῆς θείας σου μορφῆς.
Μακαρίζομιέν σε Ἰωάννη φωστῆρ, καὶ τὴν κόνιν τῶν Λειψάνων σου σέβομεν, καὶ τὴν ἔνδοξον δοξάζομεν ταφῆν.
Τὧν ναμάτων θείων, ἀναβλύζει κρουνοὺς, ἣ σορὸς ἢ τῶν Λειψάνων σου Ὅσιε, καὶ δωρεῖται τοῖς προστρέχουσι πιστώς.
Λὕων πάντα πάθη, τῆς καρδίας μου νῦν, ὅπως Ἂσωμεν ῳδὴν ἐπιτάφιον, τοῦ τὴν Κρήτην ὡραΐσαντος σαφῶς.
Τὧν Ἀγγέλων δῆμος, καὶ βροτῶν ἣ πληθὺς, τὴν Αγίαν σου καὶ Θείαν Μετάστασιν, συναφθέντες ἑορταζουσι φαιδρῶς.
Η Σορὸς ἢ θεία, τῶν Λειψάνων σου νῦν, ἁγιαζει τοὺς πιστῶς ἐκτελοῦντας σου, τὴν σεβάσμιιον καὶ θείαν ἐορτήν.
Τῆν στενὴν βαδίσας, ἀπὸ βρέφους ὀδὸν, καὶ Ἀγγέλων ὁμοδίαιτος γέγονας, τοῖς δὲ δαίμοσιν ἀντέστης καρτερῶς.
Μακαρίζομέν σε, Ἰωάννη φωστὴρ, ὅτι τὰς ἐρήμους ἦγάπησας, καὶ κατέλιπες τοῦ βίου τὰ τερπνά.
Η Ζωή σου Πάτερ, ἔνθεος ἐν Χριστῷ, καὶ τὸ τέλος σου πανίερον Ὅσιε, διὰ τοῦτο ἐδοξάσθης ἐκ Θεοῦ.
Τὧν δαιμόνων πᾶσαν ἀμαυροῖ τὴν πληθὺν, ἐκδημοῦσα πρὸς Θεὸν ἣ Πανίερος, καὶ Ἀγίω σου Μακάρια ψυχή.
Τὧν Ἀγγέλων πλήθη, συνὰχθέντες φαιδρῶς, ἐν τῇ Μεταστάσει σου Ὅσιε, ἀνυμνοῦντες τῶν Λειψάνων τὴν σορόν.
Μοναστῶν τὸ κλέος, Ἰωάννη σοφὲ, μὴ ἐκλεἰπης τοῦ πρεσβεύειν πρὸς Κύριον, τοὺς τὴν μινήμνην ἐορτάζοντας τήν σήν.
Οἲ πόθῳ σὴν Θείαν, καὶ Ἀγίων σου νῦν, ἐορτάζοντες μετάστασιν Ὅσιε, ἐν ὑψίστοις σὲ πλουτοῦσι πρεσβευτήν.
Συνταχθεῖσα πᾶσα, τῶν πιστῶν ἣ πληθὺς, ἄπνουν σὲ ὁρῶσα ἐκραύγαζον, τελευταῖον λόγον δὸς ἡμῖν σοφέ.
Νοερῶν ῤημάτων, καὶ δακρύων πηγὰς, ἀναπέμπουσι πρὸς σὲ ἐκβοῶντές σοι, ἐπιλέλησαι τῶν τέκνων σου σοφέ.
Ὢς Πατὴρ ὑπάρχων, συμπαθὴς πρὸς ἡμᾶς, καὶ φιλόστορς τὰ τέκνα σου οἴκτειρον, νουθετῶν τε καὶ διδάσχων ἀληθῶς.
Τῶν Κρητῶν ὑπάρχεις, πρεσβευτὴς πρὸς Θεὸν, καὶ ἡμῶν τῶν ἀνυμινούντων σε μέμνησο, ἐν ἡμέρᾳ τῆς ἐτάσεως σοφέ.
Δεδωκὼς Τρισμάκαρ, τῇ ἀσκήσει σαυτὸν, καθυπέταξας τὸ χεῖρον τῷ κρείττονη καὶ τῷ Πνεύματι τὴν σάρκα δουλαγωγῶν.
Πὕργος θεῖος ὥφθης, τεῖχος τε τῶν πιστῶν, καὶ καταφυγὴ ὑπάρχεις γὰρ Ὅσιε, διὰ τοῦτο σὲ γεραίρωμεν πιστῶς.
Δόξα.
Ὠ Τριὰς Ἀγία ὦ μονὰς τῇ μορφῇ, τῇ πρεσβεία τοῦ Ὁσίε ϑεράποντος, η λύσιν λάβωμεν πολλῶν ἀμπλακιῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μαριὰμ, Παρθένε, Θεοτόκε Ἀγνὴ, στάμνε Θρόνε τράπεζα ἔνδοξε, τόπε καὶ Παράδεισε νοητέ.
ΣΤΑΣΙΣ Β’. Ἦχος πλ. ἀ’. Άξιόν ἐστίν.
Ἀξιόν ἐστιν μακαρίζειν σε τὸν Θεοφόρον Ἃγγελον ὑπάρχοντα ἐπὶ γῆς, ἄνθρωπον ὑπάρχοντα ἀληθῶς.
Ἀξιόν ἐστιν μακαρίζειν σε τὸν Ἰωάννην, τὸν ἐν Σπηλαίῳ ἀσκήσαντα, καὶ δουλώσαντο, τὴν σάρκα καρτερῶς.
Ναμάτων κρουνοὺς, καὶ ἰάσεων ῥεῖθρα προχέει, ἡ σορός ἢ τῶν Λειψάνων σου Ὅσιε, προχοαῖς ὡς ᾿Ιορδάνου ποταμοῦ.
Ὣσπερ τῶν Περσῶν, προσεκύνησαν ἄνακτα Μάγοι οὐτως οἱ πιστοὶ προσκυνήσωμεν τοῦ Ὅσίου τῶν Λειψάνῶν σοῦ τὴν σορὸν.
Τοὖς Συνασκητὰς, ὁμοψύχους τε τοῦ Ἰωάννοῦ δεῦτε οἱ πιστοὶ εὐφημήσωμεν, ὡς μεγάλους ἀντιλήπτορας ἡμῶν.
Νίκην κατ ἐχθρῶν, πολεμούντων με μάτην τρισμάκαρ, δώρησοι καὶ τούτων τὰς μηχανὰς, ταχέως κατάβαλε παντελῶς.
Στρέψον Πάτερ νῦν, Θεοφόρε εἰς χαρὰν τὸ πενθος, τῶν ἁμαρτιῶν καὶ τὸν κλύδωνα, σὺ γὰρ ἒχεις παῤῥησία πρὸς Θεόν.
Ἳασαι Χριστὲ, τὰ ἀνίατα πάθη καὶ νόσους, ταῖς τοῦ Ἰωάννου ἐντεύξεσι, Κυδωνίας τε καὶ ῥῦσαι τοῦ λοιμοῦ.
‘Ρεἴθρα τῶν ἐμῶν, νῦν δακρύων καὶ ἱδρώτων Πάτερ, κόπασον καὶ τάχος ὁδήγησον, πρὸς λιμένα εὔδιον τὸν σὸν.
Ὓμνον ἱερῶν, τῇ κοιμήσει Ἰωάννου τότε, μοναζόντων ἔφερον τῷ Θεῷ, καὶ ἡμεῖς τῇ τούτου σήμερον ϑεία ταφῇ.
Παὔλου ἀλήθῶς, τοῦ Θηβαίου μιμητὴς ἐγένου, ἅπαντα τὸν βίον σου πρὸς Θεὸν, ἐκτελέσας Ὅσιε ἐν αὐτῷ.
Βίον τοῦ σοφοῦ, Ἀντωνίου ἠρετήσω Μακαρ, Ὅσιε, ἐν ὄρεσι διαιτῶν, καὶ ἐρήμους ᾧκεις πανευλαβῶς.
Πἀντων τῶν πιστῶς, ἀνυμνούντων σε μέμνησο μάχαρ τῇ Τριάδι πάντοτε πρὸς Θεὸν, καὶ ἐξάδων ὕμνον Ἀγγελικόν.
Θἔλγει τῶν ἐθνῶν, καὶ ἀπίστων τὰς αἰσχρὰς καρδίας, τῶν μὴ πιστευόντων τὴν ἔνδοξον, καὶ στεῤῥάν σου μάκαρ ὐπομιονήν.
Δῆμος ἀσκητῶν, καὶ ὁμιήγυρις Πατέρων Θείων, σὺν τῷ Ἰωάννη πρεσβεύσατε ὅπως ῥύσηται ἡμᾶς ἔκ πειρασμῶν.
Ὓψωσον Πιστῶν, κέρας ἄναξ τῶν ἀνάκτων λόγε, τοῦ Ιωάννου δεήσεσι, καὶ παντοίων λύτρωσαι πειρασμῶν.
Δόξα.
Ἃναρχε Τριὰς, ὑπερούσιε μονὰς Ἀγία Πάτερ λόγε Πνεῦμα ᾿Ισοσθενὲς, φρούρει τὴν σοὶ ποίμινην πάσης φθοράς.
Καὶ νῦν. Θεοτοκίον.
Ἃχραντε Ἀγνὴ, Παναγία Θεοτόκε Κόρη, τῷ Ὑἱῷ σου πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν ὑμινούντων σε εὐσεβῶς.
ΣΤΑΣΙΣ Γ’. Ἦχος Γ’. Αἱ γενεαί πάσαι.
Αἰ γεναιαί πᾶσαι, μαλκαρίζομέν σε τὸν Μέγαν Ἰωάννην.
Ναόν τὸν σὸν Τρισμάκαρ, μέμνησο Ἰωάννη τῶν πίστοι δομησάντων.
Τείχισον τὰς φρένας, Πάτερ Ἰωάννη τῶν σὲ ὑμνολογούντων.
Ὡς ς ἒχων παῤῥησίαν, πρὸς Χριστὸν παμμάκαρ, ὑπὲρ ἡμῶν δυσώπει.
Νυκτός τε καὶ ἡμέρας μέμνησο Τρισμάκαρ τῶν σὲ ὑμνολογούντων.
Ίσάγγελέ τὸν βίον, καὶ ἄῦλε τὸν τρόπον, ὑπέρ ἡμῶν δυσώπει.
Ὂντως θαῦμα ξένον, ἑώρα ἐν Σπηλαίω φονεὺς ὃ σὸς Τρισμάκαρ.
Στῆσον τῶν παθῶν μου, τῆν ζάλην Θεοφόρε, Τρισμάκαρ Ἰωάννη.
Ἰνά ζωὴν παρέχῃς, ἔδειξας Χριστέ μου, ὑπομονὴν καὶ πόνους.
Εἶχες ἀεὶ τὸ ὄμμα, εἰς Οὐρανοὺς Παμμάκαρ, ὡς Ἀγγελος ἐν βίῳ.
Ῥεῖθρα ἰαμάτων κατάρδευσον τρισμάκαρ, τῶν σὲ ὑμνολογούντων.
Ἐν σαρκὶ ὑπάρχων, ὡς Ἀγγελος ἐν βίῳ Παμμάκαρ Ιωάννη.
Ὕπὲρ τῶν ἔκ πόθου, τελούντων σον τὴν μνήμην, μὴ ἐλλείπῃς πρεσβεύων.
Σῶσον πανοικτίρμων, τοὺς δοξολογοῦντας τὸν θεῖον ᾿Ιωάννην.
Γλῶσσαι τῶν ἐν Κρήτῃ μακαρίζομέν σὲ, τὸν ἀσκητὴν Κυρίου.
Ῥὕσαι τῆς ἐνεστώσης, ἀνάγκης, τὸν λαό σου Παμμάκαρ Ἰωάννη.
Αὶ γενεαὶ πᾶσαι, δοξολογοῦσι Πάτερ, σορόν τῶν σῶν λυψάνῳν.
Δεὖτε μοναζόντων τὸ στίφος καὶ Ὁσίων, ὑμνήσωμεν συμφώνως.
Ὡς ἔχων πάῤῥησίαν, πρὸς τὸν Χριστὸν Παμμάκαρ,ὑπὲρ ἡμῶν δυσώπει.
Νοὖν τε καὶ καρδίαν, φώτισον τρισμιάκαρ, τῶν σὲ ὑμινολογούντων.
Ἳνα καὶ σὲ ὡς πάλαι, Χριστὸς τὸν κορυφαῖον, ἔν Θαλάσσῃ κελεύει.
Γαίας τῆς Κλαυδίου, πρὸς σπήλαιον τῆς Πέτρας, διείλεις ῳ τρισμάκαρ.
Ὃτε δε σε εἶδον, οἱ μέμωνες οἱ θεῖοι, ἐθαύμαζον τὸν κτίστην.
Σὲ προσκαλοῦμεν Πάτερ, δυσώπησον τὸν Κτίστην, ῥῦσαί με τῶν κινδύνων.
Τὃν ἑορταστήν σου, Παμμάκαρ Ἰωάννη, φύλαττε εἰς αἰῶνας.
Δόξά.
ῼ Τριὰς Ἀγία, Πάτερ Υἱὲ καὶ Πνεῦμα, φύλαττε τῆν σῆν ποίμνην.
Καὶ νῦν. Θεοτοκίον.
Δἐσποινα Παρθένε, τοὺς δοξολογοῦντας, φύλαττε εἰς αἰῶνας.
ΤΑ ΕΥΛΟΓΗΤΑΡΙΑ.
Εὐλογητὸς εἶ Ἀγιε, δίδαξόν με τὰ δικαιώμωτά σου.
Τὧν Ὁσίων ὃ δῆμος, κατεπλάγη ὀρῶν σε ἐν νεκροῖς ἐν Σπηλαίῳ πρὸς τοὺς νόους ἄνω ἐπαγόμενος Μάκαρ, πόλιν κραταιὰν κτησάμιενος Ὅσιε, καὶ νικήσαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Εὐλογητὸς εἶ Ἀγιε, σκέπε φρούρει τοὺς σὲ ὑμνολογούντας.
Λίαν δεινῶς, πηρωθεὶς τὰ ὄμματα, τῆς ψυχῆς ὁ φόνευτῆς σοι Μάκαρ καὶ τὸ βέλος ἀφιεὶς, ῳς ἀμνόν σε φονεύσει, ῤίψαντα ἐν γῇ τὸ σὸν δέμας Ὅσιε, ἀνυμνοῦντός σοὺ τὸν Κτίστην καὶ Θεόν.
Εὐλογητὸς εἶ Ἀγιε,
Ταὶ τὸ ξένον ὃ ὃρῷ μυστήριον, ὁ φονεύς σοι Πάτερ προσἐφώνει ἐν Σπηλαίῳ νοερῶς ἐφθέγγετο, οἴμοι τὸν δέινῶς τοξεύσαντα, Ὅσιον, ὡς ὃ Κάιν πάλαι ὃ πρώην φονευτής.
Εὐλογητὸς εἶ Ἀγιε,
Μύρα βρύων ὃ τάφος, ὃ σὺὸς Θεῖε Ἰωάννη, ἀναδέδεικτε βρύσιν ἰαμάτων, σοῦ γὰρ Σοφὲ, μυροθήκην βρύοὐσαν ἡμῖν ὃ σοφὸς ἣ τῶν Λειψάνων, μῦρον τὸ ἀκένωτον καὶ πηγάζεις μυριπνόους τὰς χάριτας.
Δοξα.
Προσκυνοῦμεν σε Πίστει, Θεὲ τρίφωτε πάντες σὺν Ἀγγέλοις βοῶντες τὸν Τρισάγιον ὕμνον, χεῖλος ἕν γεγονότες, καὶ μιᾷ φωνῇ μέλποντες, τὸ Ἀγιος Ἀγιος, Ἀγιος, εἶ ὕψιστε.
Καὶ νῦν. Θεοτοκίον.
Ζωηφόρον πηγὴν σε, ἐγνωκότες Παρθένε, τῆς ζωῆς σε Μητέρα, ἐκβοῶμεν ἐκ πόθου, ζώωσον νεκρωθέντας πταίσμασιν ἡμᾶς, καὶ χαρᾶς ἀξίωσον αἰωνίου, Ἀγνὴ Θεοχαρίτωτε.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δὀξα σοι ὁ Θεός.