Εγκώμια εις τον Όσιον Θεοφόρον Πατέρα Στυλιανόν τον εκ Παφλαγονίας τον Θαυματουργόν
ΣΤΑ͂ΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἢς βρύει τῶν θαυμάτων ἡ πληθῦς.
Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας, ὅπως ἂσω τὰ θαύματα, κατ΄ ἀξίαν ἃ ἐποίεις, καὶ ποιεῖς Στυλιανέ.
Εξοδἴους ὕμνους, εὐφροσύνῃ ψυχῆς καὶ καρδίας Θεοφόρε ἐπ ἲδομεν, καὶ δοξάζομεν τὰ θαύματα πιστῶς.
Ἔλαβέ σε μάκαρ, ἐν σκηναῖς ὁ Χριστός, κατοικεῖν ἐν οὐρανῷ σὐν Ἀγγέλοις τε, καὶ Ἁγίοις εὐφραινόμενον αεί.
Ἐν τοῖς πανολβίοις, νῦν θαλάμοι; σκηνῶν, οὐρανίων. μασί σας μακάριε, συνευφραίνῃ τῶν Ὁσίον τοῖς γοροῖς.
Τους προσερχομένους, τῷ σεπτῷ σου ναῷ. ταῖς εὐχαίς σου προς Θεόν Στυλιανέ ἔνδοξε, σκέπε, φρούρει ἐκ παντοίων πειρασμῶν.
Ῥῦσαι σαῖς εὐχαῖς, τοὺς προστρέχοντας τῆ σῆ πανηγύρει, και παρά τῆς θείας εἰκόνος σου, αἰτουμένους τὰ ἰάματα πιστῶς.
Σῶσον ἱεροῖς, καὶ ἐλέησόν σε μεσιτείαις, τὸν πιστὸν λαὸν τὸν προστρέχοντα, τῇ σῇ πανηγύρει τῇ σεπτῇ.
Τεῖχος βοηθόν, καταφύγιον καὶ προστασίαν, πόντες οἱ γονεῖς σὲ ἔχουσι, καὶ ἐν σοὶ προστρέχουσιν ἐν θλίψεσι δεινῶν.
Φάνηθι κἀμοί, ταχινὸς Στυλιανέ προστάτης, καὶ κακῶν παντοίων μ΄ ἐλευθέρωσον, ψυχοφθόρων καὶ δολίων τῶν χειρῶν.
Ὗμνον τὸν ἐμόν, Θεοφόρε δέχου ἐτησίως, τοῦ ἁμαρτωλοῦ πάντων τε πιστῶν, προστρεχόντων τῷ ναῷ σον τῷ σεττῷ.
Ὂπως τῶν παθῶν απολαύσομεν ἐλευθερίαν, τῇ εἰκόνι τῇ σεπτῇ σου προστρέχομεν, παμμακάριστε θεόφρον οἱ πιστοί.
Πᾶσιν εὐμενῶς, ἐξαπόστειλον Στυλιανὲ θεόφρον, τάς αἰτήσεις τῶν σῶν δούλων, γεραίρουσι, τὴν πανέορτόν σὸν μνήμην καὶ σεπτῆν.
Δόξα.
Σὲ Τριὰς Ἀγνή, καὶ ὑπέρθεε δοξολογοῦμεν, ῥῦσαι τοῖς πρεσβείαις Στυλιανοῦ, τοὺς πιστεύοντας εἰς σὲ πανευσεβῶς,
Καὶ νῦν.
Πάνσεμνε Θεόν, ἡ κυήσασα Παρθενομήτορ, ὑπὲρ τῶν σῶν δοῦλον ἱκέτευε, σὲ
Τιμώντων καὶ ὂν ἒτεκες Υἰόν.
ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἀξιον ἔστι, μακαρίζειν σε τὸν Θεοφόρον, Παφλαγόνα θεῖον Στυλιονόν καὶ τῶν παίδων ἀντιλήπτορα θερμόν.
Δεῦτε νῦν πιστοί, προσενέγκομεν τῷ Θεοφόρῳ, ὕμνους καὶ ᾧδάς νῦν χρεωστικῶς, τῷ πρεσβεύοντι Κυρίῳ δ΄ ἡμᾶς.
Ὓπνωνοσας ποτέ, ὕπνος γὰρ ὁ θάνατος Ὁσίων, ἀλλὰ καὶ τὸ σὸν ὄμμα ἀνύστακτον, ἔχων περιέπει σοὺς τοὺς ὑμνητάς.
Ὅσιε Χριστοῦ, Στυλιανὲ μακόριε μὴ παύσῃς. ὑπὲρ τῶν σῶν δούλων δεόμενος, τοὺς τιμῶντάς σου πιστῶς τὴν ἑορτήν.
Ἄνωθεν πληθύς, τῶν Ὁσίων συνδραμοῦσα πᾶσα δόξῃ, ἐν τιμῇ παρέλαβον σὲ τὸν θεόφρονα, ὡς ἠγαπημένον. φίλον τοῦ Χριστοῦ.
Χαίρουσι βροτῶν, τὰ συστήμστα καὶ τῶν Ἀγγέλων, ἐν τῇ σῇ πανηγύρει ϑεόφρονα, καὶ δοξάζουσι Δεσπότην τὸν Χριστόν.
Αἴτησαι ἡμῖν, ἐκ Θεοῦ τὴν ἄφεσιν πταισμάτων, τοῖς μετ΄ εὐλαβείας κηδεύουσί σου εἰκόνα, καὶ πανηγυρίζουσιν ἐν γῇ.
Χαίρουσι τὰ στίφη, τῶν Αγγέλων σοφέ, καὶ Ἁγίων καὶ Μαρτύρων δικαίον τε, συνοικοῦντά σε, νῦν ἔχοντας αὐτοῖς,
Ψάλλομεν ἐν πίστει, ἀσιγήτοις φωναῖς, καὶ ταχέως τᾶς αἰτήσεις λαμβάνομεν, τῶν θαυμάτων γάρ ὐπάρχεις ἡ πηγή.
Δόξα.
Ἂναρχε Θεέ, Πάτερ λόγε καὶ τὸ Θείον Πνεῦμα, θείαις ἰκεσίαις τοῦ μάκαρος σῶσον πάντας τοῦς πιστεύοντας εἰς σέ.
Καὶ νῦν.
Ἀξιόν ἔστι, μεγαλύνειν σε τὴν Θεοτόκον, τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν τῶν Σεραφείμ.
ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ. Αἱ γενεαὶ πᾶσαι
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Στυλιανὸν τὸν θεῖον.
Πῶς οὖν ἀνυμνήσο, Στυλιανὸν τὸν θεῖον, ὃν Ἄγγελοι ὑμνοῦσι;
Φίλος ὧν Κυρίου, φύλαττε καὶ σκέπε, ἡμᾶς τοὺς σὲ τιμῶντας.
Χάριν σοι τρισμάκαρ, κἀγὼ ἐσώϑην ὅλος, ἐκ τῶν πυλῶν τοῦ Ἄδου.
Ψάλλω οὖν προθύμως, τᾶς εὐγαριστηρίους, ὠδάς σοι ϑεοφόρε.
Ὠφθης θερμὸς ῥύστης, ἐμοῦ ἐκ πάσης βλάβης, σώματος καὶ ψυχῆς τε.
Διό πάντες τιμῶμεν, ἐν ὒμνοις ἐν Κυρίω, σε Στυλιανέ θεόφρον.
Πανεύσημος ἡμέρα, ἐνδόξως ἐορτάζει, σοῦ Ὂσιε τῆν μνήμην.
Στυλιανὲ παμμάκαρ, περίσῳζε καὶ φρούρει, ἡμᾷς τοὺς σὲ τιμῶντας.
Διέσωζε κινδύνων, τὰ νεογνά παιδία, Στυλιανέ θεόφρον.
Εἰς τὴν σεπτὴν σου εἰκόνα, προσπίπτομεν βοῶντες, πᾶσαν κακίαν λῦσον.
Τοὺς ἐκτελοῦντας Πάτερ, τὴν σὴν ἀγίάν μνήμην, διάσῳζε κινδύνων.
Γῆ σε οὐ κατέχει, ἀλλά πόλος θεῖε Στυλιανέ τρισμάκαρ.
Νεμεὶς τᾶς ἰάσεις παντοδαπαῖσι νόσοις, Στυλιανὲ θεόφρον.
Ἀπὸ τῶν πολλῶν μου, ἀμάρτιων προστρέχω,τῇ σκέπῃ σου τῇ θείᾳ.
Πάντας τοὺς σὲ τιμῶντας, διάσῳζε κινδύνων καὶ πάσης επηρείας.
Ἀγάλλου είς αἰῶνας, σῦν ταῖς χοροῖς Οσίων, Ὂσιε Χριστοῦ θεράπων.
Μεσίτης τε καὶ πρέσβυς, καὶ πρὸς τὸν Θεὸν τῶν ὅλων, γενοῦ τοῖς σὲ τιμῶσι.
Περίζωσε ἐκ πάντων, τῶν ἐναντίων μάκαρ, τὴν σὲ τιμῶσαν πόλιν.
Τῶν καταξιωθέντων, ἐν γῇ σε λειτουργῆσαι, Πάτερ μὴ ἐπιλάθου.
Δόξα.
Τρισήλιε Θεέ μου, διὰ τοῦ σοῦ Ὁσίου, δός μοι πταισμάτων λύσιν.
Καὶ νῦν.
Παρθένε Θεοτόκε, πρεσβεύουσα με παύση, ὐπέρ ειρήνης κόσμου.