Εγκώμια εις τον Όσιο Βησσαρίωνα τον Αγαθωνίτη
Ποίημα του Μητροπολίτου Εδέσσης Ιωήλ
Στάσις Α΄ Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον
Ἀνυμνεῖ ἡ Φθία, καὶ μονὴ ἡ σεπτή, τοῦ Ἀγάθωνος τὸν βίον σου ὅσιε, Βησσαρίων μοναστῶν ἡ καλλονή.
Βησσαρίων πάτερ, ἐν ἐσχάτοις καιροῖς, ὥσπερ ἥλιος αὐγαῖς σου ἐφώτισας, τοὺς συνόντας σοι ἀτύφως καὶ σεμνῶς.
Γαυριῶντα πάτερ, τὸν ἐχθρὸν καθαιρεῖς, διαλύων συστροφὰς καὶ τὰ σκάνδαλα, καὶ ποικίλας καθ’ ἡμῶν ἐπιβουλάς.
Διδαχαῖς καὶ λόγοις, Βησσαρίων Χριστοῦ, τὸν φιλόθεον λαὸν ἐξεπαίδευυες, ὡς διδάσκαλος τῶν θείων ἀκριβής.
Ἐγκρατείας πόνοις, τῆς σαρκὸς τὴν ὁρμήν, Βησσαρίων ἀνδρικῶς διεκώλυσας, διὰ βίου ταπεινώσεως ἐρῶν.
Ζηλωτὴς τῶν ἄνω, ἐραστὴς δὲ Θεοῦ, ἀνεδείχθης Βησσαρίων μακάριε, καὶ ἐγένου τοῖς ἀνθρώποις ὁ κανών.
Ἡ σῇ Μάνδρᾳ Πάτερ, ὡς πηγὴν δωρεῶν, τὸ σὸν λείψανον κατέχει τὸ ἅγιον, τὸ βλυστάνον μυρισμὸν τὸν θεϊκόν.
Θεωρῶν τὸ κάλλος, τοῦ προσώπου Χριστοῦ, ἐν ἑκάστῳ τῶν συνόντων σοι Ἅγιε, τούτων χρείας ἐθεράπευες καλῶς.
Ἱερεὺς Κυρίου, προσηνὴς καὶ σεμνός, διδαχαῖς σου Βησσαρίων πληρώματα, ὀρθοδόξων ἐκατήχησας σαφῶς.
Καθελὼν τοῦ πλάνου, ἐπινοίας οἰκτράς, διοράσεως τὸ χάρισμα εἴληφας, καὶ ἐξήρπασας πολλοὺς ἐκ τῆς φθορᾶς.
Λελουμένος Πάτερ, τῷ ἀκτίστῳ φωτί, εἰς τὸ ἄκρον ἀρετῶν ἀναβέβηκας, καὶ ἑώρακας τὸ πρόσωπον Χριστοῦ.
Μανικῶς ἠράσθης, τῶν μικρῶν ἀδελφῶν, τοῦ Κυρίου Βησσαρίων δωρούμενος, τούτοις πάτερ τὰ χρειώδη τῆς ζωῆς.
Νῦν αἰνοῦσι πόθῳ, τὰ σημεῖα τὰ σά, Λιβοβίτσιον ἡ φύσασα κώμη σου, ἡ τε Φθία καὶ Ἀγάθωνος Μονή.
Ξενωθεὶς ἐκ πάντων, γεηρῶν τὸν σὸν νοῦν, πρὸς τὰ ἄνω ἐπεστήριξας ὅσιε, τὰ σκηνώματα Ἀγγέλων τῶν λαμπρῶν.
Ὁλοθύμως πάτερ, ὡς πιστὸς λειτουργός, καθ’ ἑκάστην ἐμνημόνευες πάμπολλα, τὰ ὀνόματα πιστῶν χριστιανῶν.
Περατώσας ὄντως, τὴν παροῦσαν ζωήν, διεπέρασας εἰς ὄχθην ἀκύμαντον, σῳζομένων σὺν Χριστῷ τῷ λυτρωτῇ.
Ῥιζωθέντα πάτερ, Βησσαρίων ἐν νῷ, καὶ καρδίᾳ σου Χριστοῦ τὰ ἐντάλματα, πάντα ταῦτα φανεροῖς χριστιανοῖς.
Σῴζεις ἐκ θανάτου, ἀῤῥωστοῦντας βροτούς, ἱκετεύων Βησσαρίων ἀρχίατρον, Ἰησοῦν τὸν θεραπεύσαντα Ἀδάμ.
Τὸ σεπτόν σου σκῆνος, τῶν βροτῶν ἡ χαρά, καὶ ἀγγέλων ἀγαλλίαμα γέγονε, καὶ ὀδύνη τῶν δαιμόνων τῶν στυγνῶν.
Ὕμνοις Πάτερ στέφει, μοναστῶν ἡ πληθύς, τῆς Ἑλλάδος τὸ ἀλώβητον σκῆνός σου, ἀποκείμενον ἐν μάνδρᾳ σου σεμνέ.
Φώτισον αὐγαῖς σου, Βησσαρίων ἡμᾶς, διαλύων τῆς ἀγνοίας τὴν σκότωσιν, καὶ καθαίρων τὴν καρδίαν καὶ τὸν νοῦν.
Χριστοφόρος ὅλως, ὑπεράνω φανείς, γεηρῶν καὶ ὑλικῶν ἀξιότιμε, τύπος γέγονας πιστῶν ὁ θαυμαστός.
Ψάλλομέν σοι κύκλῳ, τῆς ἁγίας σοροῦ, τοῦ λειψάνου σου ὑμνοῦντες τὸ χάρισμα, τῆς ἀγάπης σου πρὸς πάντας τοὺς πτωχούς.
Ὦ τῆς ἀρετῆς σου, Βησσαρίων σεμνέ, δι’ ἧς ἔλαμψας ἐν κόσμῳ ὡς Ἄγγελος, καὶ κατηύγασας τὸν νοῦν τῶν γηγενῶν.
Δόξα.
Προσκυνῶ Πατέρα, καὶ τὸ Πνεῦμα ὑμνῶ, καὶ τὸν Λόγον τοῦ Πατρὸς τὸν Συνάναρχον, τὴν Τριάδα τὴν ἁγίαν καὶ σεπτήν.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν Θεοτόκον, τὴν Παρθένον ἁγνήν, τὴν τεκοῦσαν ὑπὲρ φύσιν τὸν Κύριον, τὸν λυτρώσαντα ἡμᾶς ἐκ τῆς φθορᾶς.
Μικρὰ συναπτὴ καὶ ἐκφώνησις· Ὅτι πρέπει σοι πᾶσα δόξα.
Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστιν, τὸν μονότροπον ὁμοῦ καὶ θύτην, τῆς Μονῆς Ἀγάθωνος κόσμημα, Βησσαρίωνα αἰνέσαι μανικῶς.
Βλάστημα τερπνόν, τῶν τοκέων σου ἱερομύστα, ἐπ’ ἐσχάτων χρόνων εὐφόρησας, τοὺς καρποὺς τῆς ἁγιότητος σεμνέ.
Γῇ ἡ ἀγαθή, ἡ δεχθεῖσα τοῦ Χριστοῦ τὸν σπόρον, Ἅγιε ἐφάνης καὶ ἔθρεψας, πενομένων πολυάριθμον λαόν.
Δόξα τῷ Θεῷ, ἡ Μητρόπολις τῆς Φθίας ψάλλει, ὅτι ἐν τοῖς κόλποις σου κέκτηται, Βησσαρίωνα τὸν μάργαρον Χριστοῦ.
Ἔλυσας εὐχαῖς, ἀῤῥωστίαν τῶν ὀμμάτων πάτερ, τοῦ Κορυδαλλίας ἀνδρὸς τοῦ σπεύσαντος, τὴν σὴν χάριν ἐκζητῆσαι ταπεινῶς.
Ζῆλον ἀληθῆ, ἐν τῷ βίῳ σου θεόφρον δείξας, εἴληφας χαρίσματα πάμπολλα, προοράσεως καὶ ἄλλων συναφῶν.
Ἤκουες πιστῶν, ἐξαγόρευσιν ἀδιακρίτως, καὶ ἐδίδους λύσιν τὴν εὔκαιρον, Βησσαρίων ὡς ἀνὴρ πνευματικός.
Θύτης ὡς Χριστοῦ, καὶ χορείας μοναζόντων φίλος, Βησσαρίων πάτερ διέπρεψας, καὶ κατέστης ἀσκητῶν ὑπογραμμός.
Ἴσχυσας ποτέ, τοῦ ἀρχαίου πτερνιστοῦ καὶ πλάνου, λύσας τῷ σταυρῷ δαιμονόπληκτον, ἐν Λαμίᾳ ἐξ ὀδύνων τῆς ψυχῆς.
Κίρρωσιν ἀνδρός, βαρυτάτην Βησσαρίων ἦρας, καὶ ἐξ ἀγκαλῶν τοῦτον ἥρπασας, τοῦ θανάτου καὶ ἀκαίρου τελευτῆς.
Λύσιν δεδωκώς, ἀπαιδείας εὐσεβῶν συζύγων, Βησσαρίων πάτερ καὶ ἔπλησας, θυμηδίας τὰς καρδίας ἑαυτῶν.
Μνήσθητι ἀεί, τῆς νεότητος ἐν ταῖς εὐχαῖς σου, κατευθύνων ταύτην πρὸς κρείττονα, Βησσαρίων βιοτὴν κατὰ Χριστόν.
Νέμεις ἀφειδῶς, πρὸς τοὺς πάσχοντας καὶ ἀνιάτους, χρήματα τὰ σὰ ὡς φιλάνθρωπος, Βησσαρίων πενομένων πλουτιστά.
Ξένα ἀληθῶς, τὰ σημεῖα καὶ τὰ θαύματά σου, ὤφθησαν ἐν γῇ ἀξιάγαστε, Βησσαρίων ἱερέων καλλονή.
Ὅ,τι τὸ σεμνόν, καὶ φιλόθεον ἐν τῇ ψυχῇ σου, ἔθηκας μονίμως πανόσιε, Βησσαρίων Παρακλήτου ὁ καρπός.
Πάτερ ὡς πατήρ, ἱερέα τὸν δεινῶς παγέντα, ὑπὸ τοῦ σατὰν τοῦ ἀλάστορος, ἠλευθέρωσας λιταῖς σου καὶ εὐχαῖς.
Ῥῶσιν ἐκ Θεοῦ, κεκτημένος θεραπεύεις πάτερ, ὄγκον τῆς χειρὸς τὸν ἀνίατον, Παναγιώτου εὐλαβοῦς προσκυνητοῦ.
Σῴζεις θαυμαστῶς, τὸν Γεώργιον ἐκ τοῦ θανάτου, ἐν Εὐρυτανίᾳ τοῦ ἥπατος, τὸ ἐξόγκωμα σκεδάζων παντελῶς.
Τεῖχος ἀσφαλές, τοῦ Ἀγάθωνος ἡ θεία μάνδρα, ἔχουσα τὸ πάντιμον σκῆνός σου, ἀποκρούει τοῦ ἐχθροῦ τὰς προσβολάς.
Ὕψιστε Θεέ, Βησσαρίωνος μὴ ἀποῤῥίψῃς, δέησιν θερμὴν καὶ παράκλησιν, ὑπὲρ πάντων τῶν ἐν βίῳ ἐνδεῶν.
Φῶς τοῖς μοναχοῖς, καὶ ὁ λύχνος τῶν σῶν τέκνων πάτερ, καὶ λαοῦ πιστοῦ μέγας ἥλιος, ἐγενήθης Βησσαρίων ἱερέ.
Χαίρει καὶ σκιρτᾷ, ἡ ἐν Φθίᾳ Ἐκκλησία πάτερ, ἄγουσα κατ’ ἔτος τῆς μνήμης σου, Βησσαρίων ἑορτὴν περιφανῆ.
Ψάλλομεν φαιδρῶς, ἑορτῆς σου Βησσαρίων ὕμνους, καὶ δοξολογοῦμεν τὸν Κύριον, τὸν τιμήσαντα τὴν κλῆσίν σου ἐν γῇ.
Ὦ τῆς θαυμαστῆς, ἐπ’ ἐσχάτων Βησσαρίων πάτερ, ῥήμασιν ὁμοῦ καὶ τοῖς θαύμασι, ἐπιδράσεως ἐν Φθίᾳ τοῖς πιστοῖς.
Δόξα.
Πάτερ καὶ Υἱέ, σὺν τῷ Πνεύματι τῷ Παναγίῳ, σῶσον ταῖς λιταῖς Βησσαρίωνος, τὸν λατρεύοντα ἐν πίστει σε λαόν.
Καὶ νῦν.
Μῆτερ Μαριάμ, τὴν Ἑλλάδα ταῖς λιταῖς σου φρούρει, ἐξ ἐχθρῶν πολλῶν Ἀειπάρθενε, τῶν ζητούντων τὴν ἀφάνειαν αὐτῆς.
Μικρὰ συναπτὴ καὶ ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος.
Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἶνον κατὰ χρέος, ὦ Βησσαρίων πάτερ, προσφέρομέν σοι πάντες.
Βίου τῶν ἀγγέλων, ἠράσθης θεοφόρε, ἐν λόγοις τε καὶ ἔργοις.
Γάννυται ἡ Μάνδρα, Ἀγαθωνίτου πάτερ, τιμῶσα τὴν σὴν μνήμην.
Δέχου ὡς τῆς χήρας, λεπτὰ τὰ δύο μάκαρ, τοὺς ὕμνους ἐγκωμίων.
Ἔχει ἡ Μονή σου, τὸ σκῆνός σου ὡς μέγα, θησαύρισμα θεόφρον.
Ζήσας Βησσαρίων, ἀσκητικῶς ἐν βίῳ, ἐκτήσω τοὺς στεφάνους.
Ἤρθης πρὸς τὰ ἄνω, σκηνώματα ἀξίως, παμμάκαρ Βησσαρίων.
Θύτης τοῦ Κυρίου, καὶ μοναστὴς ἐχέφρων, ἐδείχθης Βησσαρίων.
Ἴσχυσας τοῦ πλάνου, ταῖς προσευχαῖς σου πάτερ, σὺν ταῖς νηστείαις πάσαις.
Κράτει τοῦ Κυρίου, τὸν πονηρὸν συντρίβεις, ἐν ὅλῃ τῇ ζωῇ σου.
Λάμπεις ὥσπερ ἄστρον, ἐν οὐρανίοις δόμοις, μετὰ τῶν ἀσωμάτων.
Μέμνησο πενήτων, τῶν σῶν ἠγαπημένων, παμμάκαρ Βησσαρίων.
Νῦν πάντες ἐπαινοῦσι, τὸν ζῆλόν σου τὸν θεῖον, ὦ Βησσαρίων πάτερ.
Ξένος ἐκ καρδίας, τῶν ὑλικῶν ὑπάρχων, συνδράμεις πενομένοις.
Ὁ τάφος σου ὑπάρχει, ταμεῖον ἰατρείας, νενοσηκότων πάτερ.
Παρέχεις ἐλεῆμον, τὰ σὰ τοῖς ἀλγουμένοις, μετὰ χαρᾶς μεγάλης.
Ῥαίνουσι τοῖς μύροις, τὴν λάρνακά σου πάτερ, τῶν μοναστῶν τὰ πλήθη.
Σωφρόνως Βησσαρίων, ἐβίωσας ἐν κόσμῳ, ὡς ἄγγελος Κυρίου.
Τανῦν ἐν Φθίᾳ πάσῃ, ἡ κλῆσίς σου τιμᾶται, ἐν ὕμνοις Βησσαρίων.
Ὑπὸ τῶν μοναζόντων, μονῆς Ἀγαθωνίτου, τιμᾶσαι ὡς προστάτης.
Φωτίζεις τοὺς ἱκέτας, τοὺς πίστει προσκυνοῦντας, τὴν λάρνακά σου πάτερ.
Χρημάτων ὑπεράνω, τοῦ σκήνους σου ἡ χάρις, τυγχάνει Βησσαρίων.
Ψαλμοῖς καὶ μύροις μάκαρ, οἱ μέροπες τὸ σκῆνος, τὸ σὸν περικυκλοῦσι.
Ὦ τῆς φιλανθρωπίας, Θεοῦ τοῦ Τρισαγίου, τοῦ ἁγιάσαντός σε.
Δόξα.
Τριὰς ἡ Παναγία, ἐλεήσον τὸν κόσμον, εὐχαῖς τῶν σῶν ἁγίων.
Καὶ νῦν.
Παρθένε Θεοτόκε, ἱκέτευε Υἱόν σου, ὑπὲρ ἡμῶν σῶν δούλων.
Μικρὰ συναπτὴ καὶ ἐκφώνησις· Ὅτι ηὐλόγηται καὶ δεδόξασται.