Εγκώμια εις τους Αγίους Μεγαλομάρτυρας του Χριστού Φώτιον και Ανίκητον

Ποίημα Ιερέως Βασιλείου

Ψαλλόμενα ἀντί Κοινωνικοῦ

Ἦχος γ΄. Ἀκροστιχίς: Ἀθλητῶν δυάδα τοῖς ἐγκωμίοις στέφω. Βασίλειος Ἱερεύς.

Αἱ γενεαὶ αἱ πᾶσαι, τὸν μεταμορφωθέντα, δοξάσωμεν Σωτῆρα.

Ἀνίκητον τὸν μέγαν, καὶ Φώτιον τὸν θεῖον, αἰνέσωμεν ἀξίως.

Θυμὸν τοῦ βασιλέως, καὶ λύσσαν τῶν λεόντων, οὐδόλως ἐπτοήθης.

Λιθοβοληθέντες, ἐν μέσῳ τοῦ θεάτρου, Χριστὸν ἐπικαλεῖσθε.

Ἠθλήσατε νομίμως, ἐστέφθητε δικαίως, ὑπὸ τοῦ Στεφοδότου.

Τρωθέντες τῇ ἀγάπῃ, Χριστοῦ οἱ Ἀθλοφόροι, κατήσχυναν τὴν πλάνην.

Ὦ Φώτιε τρισμάκαρ, μετὰ τοῦ Ἀνικήτου, ἡμᾶς περιφρουρεῖτε.

Νάματα ἰαμάτων, προχέει τοῖς νοσοῦσιν, εἰκὼν ὑμῶν ἡ θεία.

Δῶρον τὴν ὑγείαν, λαμβάνει ὁ προστρέχων, ἐν τούτῳ τῷ τεμένει.

Ὑπὸ ἀγρίων ἵππων, συρόμενοι οἱ θεῖοι, ἐβόων Ἀθλοφόροι.

Ἀθάνατε παράσχου, ἡμῖν τοῖς Σὲ ποθοῦσιν, ὑπομονὴν καὶ σθένος.

Δρόσον οὐρανίαν, ἐδέξασθε ἐν μέσῳ, λουτροῦ τοῦ Ἀντωνίνου.

Ἀπὸ παντοίας νόσου, καὶ βλάβης ἐκλυτροῦσθε ἡμᾶς, Μάρτυρες θεῖοι.

Τῶν ὀφθαλμῶν τὰς νόσους, ἰᾶσθε Ἀθλοφόροι, εὐχαῖς ὑμῶν ἁγίαις.

Οὐράνιαι δυνάμεις, ἐξέστησαν ὁρῶσαι, τοὺς ἄθλους τῶν Μαρτύρων.

Ἵνα Χριστὸν κερδίση, ὑπέστη τὰς βασάνους, δυὰς ἡ μακαρία.

Σατὰν ὁ δολιόφρων, ἡττήθη καὶ ἐῤῥάγη, ὡς ἀσθενὲς στρουθίον.

Εἱρκτῇ κατακλεισθέντες, σιδήροις τε δεθέντες, ἐτύπτεσθε βουνεύροις.

Γεραίρομεν τοὺς ἄθλους, τιμῶμεν τοὺς ἀγῶνας, τῶν θείων Ἀθλοφόρων.

Κομπάζει καὶ χορεύει, Χριστοῦ ἡ Ἐκκλησία, τιμῶσα τοὺς Ἁγίους.

Ὦ θεῖοι Ἀθλοφόροι, ποιήσασθε πρεσβείαν, ὑπὲρ τῶν Ὀρθοδόξων.

Μάχαιραι καὶ ξίφη, καὶ πῦρ τοὺς Ἀθλοφόρους, ἐπτόησαν οὐδόλως.

Ἵπποις προσδεθέντες, ἐσύρεσθε ἀσπλάγχνως, διὰ Χριστοῦ τὴν πίστιν.

Ὅπου ἐπισκιάσει, ἡ χάρις τῶν Μαρτύρων, διώκονται αἱ νόσοι.

Σπεῦσον Πανοικτίρμον, σῶσον τοὺς Σοὺς δούλους, ὡς ἔσωσας τοὺς παίδας.

Σπεῦσον Χριστὲ Σῶτερ, ἐβόον οἱ ὁπλίται, κατάσβεσον τὴν φλόγα.

Τροχὸν καὶ τὰς ἀλύσεις, τῶν θείων Ἀθλοφόρων, ἀσπάζομαι προθύμως.

Ἔχοντες παῤῥησίαν, πρὸς τὸν Χριστὸν ὁπλῖται, μέμνησθε ἡμῶν πάντων.

Φώτιε παμμάκαρ, Ἀνίκητε θεόφρων, μέμνησθε τῶν βοώντων.

Ὦ Ἀθληταὶ Κυρίου, Χριστὸν ἐκδυσωπεῖτε, ὑπὲρ εἰρήνης κόσμου.

Βραβεῖα καὶ στεφάνους, ἐδέξασθε τυχόντες, λήξεως μακαρίας.

Ἀπτόητοι εἰσῆλθον, εἰς κάμινον πυρφόρον, Χριστοῦ οἱ Ἀθλοφόροι.

Στησώμεθα χορείαν πνευματικὴν, τιμῶντες Χριστοῦ τοὺς Ἀθλοφόρους.

Ἱδρύματα τῆς πλάνης, εἴδωλον Ἡρακλέους, καθείλετε τῇ πίστει.

Λιτὰς καὶ ἱκεσίας, προσάγομέν Σοι Λόγε, τιμῶντες τοὺς Ἁγίους.

Ἐν μέσῳ τῆς καμίνου, παρέθεσθε τὸ πνεῦμα, Πατρὶ τῷ οὐρανίῳ.

Ἴδωμεν ξένον θαῦμα, πῶς σῷα ἐφυλάχθη, τὰ λείψανα τὰ θεῖα.

Οὐράνιοι πυλῶνες, ἠνοίγησαν Φωτίῳ, καὶ θείῳ Ἀνικήτῳ.

Σὺν πᾶσι τοῖς Ἁγίοις, ἐσκήνωσαν καὶ οὕτοι, εἰς θείας καταπαύσεις.

Ἰδεῖν κατηξιώθης, Ἀνίκητε τρισμάκαρ, τοῦ οὐρανοῦ τὰ κάλλη.

Ἐδὲμ εἰς φωτοφόρα, Φώτιε Ἀθλοφόρε, ἐσκήνωσας τοπεῖα.

Ῥείθροις ἰαμάτων, ῥάνατε οὐρανόθεν, πάντας τοὺς φιλεόρτους.

Εὐφραίνου καὶ ἀγάλλου, Χριστοῦ ἡ Ἐκκλησία, τιμῶσα τοὺς Ἁγίους.

Δόξα Πατρί.
Ὕψιστε Θεέ μου, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἐλέησον τὸν κόσμον.

Καὶ νῦν. Θεοτοκίον.
Σωτῆρα ἡ τεκοῦσα, εὐλογημένη Κόρη, ἐλέησον Σοὺς δούλους.

Αὖθις τό πρῶτον.
Αἱ γενεαὶ αἱ πᾶσαι, τὸν μεταμορφωθέντα, δοξάσωμεν Σωτῆρα.

 

Παρακλητικός Κανών εις τους Αγίους Μεγαλομάρτυρας του Χριστού Φώτιον και Ανίκητον

 

 

Πηγή