Εγκώμια εις τους Αγίους Μάρτυρες Μανουήλ Σαβέλ και Ισμαήλ οι εκ Περσίδος Διαλάψαντες Αυτάδελφοι
Στάσις Ἆ’ . Ἦχος πλ. ἆ’. Ἤ ζωή ἔν τάφω.
Ω Τριὰς Ἀγία, καὶ Μονὰς ὁ Θεὸς, ταῖς πρεσβείαις τῶν τριῶν Ἀϑλοφόρων σου τούτους λόγον μοι, δοξάσαι αὐτὸς δός.
Μανουὴλ πολύτλα, Ἰσμαὴλ καὶ Σαβὲλ,, τοὺς ἀγῶνάς ὑμῶν ἄσαι ἐϑέλοντι, γνῶσιν Θείαν μοι παρᾷσχοιτε ταχυ.
Μακαρίζομέν σε, μακαρία τριάς, τὴν κηρύξασαν Τριάδα τὴν Ἀκτιστον, καὶ δοξάζομεν τὴν Ἀϑλησιν τὴν σήν.
Μακαρίζομέν σε, ὦ πολύτλα τριὰς, πρὸς Χριστὸν ἀποτμηϑεῖσαν τρισόλβιε, τὰς σᾶς Κάρας, ἐριτίμους καὶ σεπτας.
ἡ Ἀκροστιχὶς κατὰ Ἀλφφάβητον·
Ανταμείβας πᾶντας, Μανουὴλ. ἐκλεκτὲ, τοὺς τελοῦντας τὴν πανέορτον μνήμην σου, εὐλαβῶς. ταῖς σαῖς πρὸς Κύριον εὐχαίς.
Βέλη πῦρ καὶ ξίφος, καὶ καλάμους, ὀξείς, ὑπομεῖνας δἰ’ ἀγάπην τοῦ Κτίστου σου, τοὺςς στεφάνους νῦν λαμβάνεις πὰρ’ αὐτοῦ.
Γένη Ὀρϑοδόξων, σὺν Ἀγγέλων χοροῖς, πόλος ἂστρα καὶ τσοιχεῖα φωστῆρες τε, ὁμοφώνως νῦν δοξάζουσιν ὑμᾶς.
Δός μοι σῶν χαρίτων, ϑεσπεσία τριὰς, τὰς ψεκάδας ὅπως ἄσω τοὺςς ἄϑλους σου κατ’ ἀξίαν οὒς ὑπέστης ἀνδρικῶς.
Ἐυσεβὴς ἡ μήτηρ, καὶ οἱ ταύτης βλαστοὶ, ὁ δὲ φὺς τῇ ἀσεβείᾳ ἐνέμεινε, ταύτης πᾶντας τοὺς πιστούς ῥῦσαι Χριστὲ.
Ζής τριάς ϑαλάμοις, οὐρανίοις Θεοῦ, βδελυχϑεῖσα γάρ Περσῶν τὰ σεβάσματα, ἐβαπτίσϑης εὐσεβῶς Εὑνοϊκῷ.
Ἣμβλυνας τρισμάμαρ, τῷ Ἰουλιανοῦ, ἐν σταδίῳ ἀδεῶς τὰ ληρήματα, τὴν Τριάδα παραστήσασα σοφῶς.
Θανατοῖς τοὺς πρέσβεις, ὦ Ἰουλιανὲ, παρανόμως παραβάτα καὶ δόλιε, ἀλλ᾽ ἀπείληφας θεόϑεν τὰς ποινάς.
Ἰσμαὴλ γεννοῖε, τῆς Περσίας βλαστὲ, καὶ τῆς Θράκης τὸ ἀκλόνητον ἔρεισμα, σῷσον πᾶντας τοὺς προστρέχοντας πρὸς σὲ.
Κάτω νενευκῆα. ἡ γενναία τριάς, παραβάτου τοῖς ἐδώλοις λατρεύοντος, τῷ Θεῷ ἐπεκαλεῖτο τὴν ἰσχύν.
Λιὰν ἀπτοήτως, ὡμολόγεις. σαφῶς, ὦ τριας γενναιοτάτη ἐνώπιον, τοῦ τυράννου ἐν Τριάδι τὸν Θεόν.
Μανουὴλ δοχείον, τῆς Τριάδος κλεινὸν, τοῦ Πατρὸς καὶ τοῦ Ὑιοῦ καὶ τοῦ Πνεύματος, ταύτην ἵλεων ἀπέργάσαι ἡμῖν.
Ναζωραίου νύμφη, μακαρία τριὰς, τριφεγγής τε καϑαρεὰ καὶ ἀμόλυντος, ἀνεδείχϑης οὒ τὸ κάλλος καϑορᾷς.
Ξύλῳ προσεπάγης, καὶ τοῖς ἥλοις ὠμῶς, προσεπάρης καὶ τὰς χεῖρας καὶ πόδας τε, καὶ τοῖς ὄνυξιν ἐξέσϑης φεῦ δεινῶς.
Ὂρασις Ἀγγέλου, τὰς ὀδύνας εὐθὺς, τῶν Μαρτύρων τὰς πολλᾶς ἐπεκούφισε, καὶ τὰ σώματα διέϑηχε καλῶς
Παραβάτου νεύσει, καὶ ἀνόμῳ βουλῇ, ἱταμῶς παρὰ τεσσάρων αἰκίζεται, βαβαὶ ἕκαστος τῶν Θείων Ἀϑλητῶν.
Ῥἥτωρ οὒκ ἰσχύει, οὒ δὲ γένος βροτῶν, εὐφημῆσαι ἐπαξίως τους ἄϑλους σου οὒς ὑπέστης ὦ τριὰς ὑπὲρ Χριστοῦ.
Σαβὲλ, γενναιόφρον, ἐπιβλέψας ἰδὲ, τοὺςς τελοῦντας τὸ σεπτόν σου μνημόσυνον, ὧν καὶ πρόσδεξαι δεήσεις εὐμενῶς.
Τρέμω φεῦ τὴν ὥραν, Ἀ ϑλοφόροι Χριστοῦ, τῆς ἐξόδου μου ἀσώτως διώγόντος, τότε γένοισιϑε προστάται μου Θερμοὶ.
Ὑπὲρ πάντας φρίττω, Ἀδεκάστου Κριτοῦ, τὴν Ημέραν τῆς τῶν ἔργων ἐτάσεως, τότε ἕνδοξοι προσδράμοῖτε. ταχῦ.
Φρίττει ἅπαν γένος, Ἰσμαὴ καὶ Σαβὲλ, πῶς τυραννου μηχανάς διελύσατε κωμῳδήσαντες τὰ εἲδωλα αὐτοῦ.
Χαίροντες γενναίοί, ταῖς λαμπάσι πυρὸς τας μασχάλας καὶ πλευρὰς κατεφλέχϑητε , προτιμήσαντες τὴν δόξαν τοῦ Θεοῦ.
Ψάλλομεν ἐκ πόϑου, ὦ πολύτλα τριὰς, τοὺς σοὺς ἄϑλους καὶ ἀγῶνας καὶ σκάμματα,, καὶ ϑαυμάζωμεν τὴν Ἀθλησιν τὴν σὴν.
Δόξα.
Ὠδὴν ἀναξίαν, ἣν προσνέμω ὑμῖν, τοῦ Χριστοῦ τοῖς Ἀϑληταῖς καὶ προστάταις μου, εὐμενῶς αὐτὴν προσδέξασϑε σοφοὶ.
Ἀνυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεὸν, σὺν Πατρὶ καὶ τῷ Ἀγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τοὺς τρεῖς σου Ἀϑλητας.
Καὶ νῦν Θεοτοκίον.
Μαριάμ ἐλπίς μου, μετὰ τοῦ Μανουὴλ,, σὸν Ὑιὸν Ἐμμανουὴλ καϑικέτευε, ὅπως λύσιν ἀποδῷ μοι τῶν παϑῶν.
Καί αὖθις τό πρῶτον·
Ω Τριὰς Ἀγία, καὶ Μονὰς ὁ Θεὸς, ταῖς πρεσβείαις τῶν τριῶν Ἀϑλοφόρων σου τούτους λόγον μοι, δοξάσαι αὐτὸς δός.
Στάσις Β’. Ἦχος πλ. α’. Ἀξιόν ἔστι.
Ἀξιόν ἐστὶ, μεγαλύνειν σε τὸν ἐν Τριάδι, εὐσεβῶς Θεὸν λατρευόμενον., ὃν ἐκήρυξε Μαρτύρων ἡ τριὰς.
Ἁξιόν ἐστι, μακαρίζειν σε τὴν τῶν γενναίων, Ἀϑλητῶν τριάδα τὴν ἔνϑεον, καὶ ἰσάριϑμον Τριάδι τῇ σεπτῇ.
Ἀξιόν ἐστιν, Ἀϑλοφόρους τρείς ἐγκωμιάζεν, Μανουὴλ τὸν ὄντως μακάριον, καὶ Σαβὲλ σὺν τῷ πανσόφῳ Ἰσμαὴλ.
Ἁξιόν ἐστι, τοὺς τρεῖς Μάρτυρας καὶ Αὐταδέλφους, εὐλαβῶς ὑμνεῖν ἀνατείλαντας ἐκ Περσίδος ὡς ἀστέρας φαεινούς.
ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον·
Ἄπαντες πιστοὶ, προσενέγκωμεν τοῖς Άϑλοφόροις, τοῦ Χριστοῦ ἐτήσια ἄσματα, τὰ παλαίσματα κηρύττοντες αὐτῶν.
Βλὰξ τύραννος ὧν, τοὺς τρεῖς Μάρτυρας. φουρᾷ ἐγκλείει, ἀλλ᾽ αὐτοὶ συμφώνως ἐκραύγαζον, τῷ Κυρίῳ ἀλαλάξωμεν ψαλμοῖς.
Γέλωτα τρισὶν, Ἀϑληταῖς ὥφλησας ὦ παραβάτα, ὡς στρουϑίον γὰρ κατεπάτησαν, σὲ τὸν πάσης πονηρίας σοφιστῆν.
Δεῦτε Ἀδελφοὶ, ἑορτάσωμεν ἔργοις ἐνθέοις, τοὺς Ἀγίους Μάρτυρας σήμερον, ὅπως λάβωμεν τὴν λύσιν τῶν κακῶν.
Ἒφραξας σοφώς, Μανουὴλ τὰ παραβάτου χείλη, παριστῶν Τριάδα τὴν Ἀκτισον, καὶ ἐδείχϑης ϑεολόγος ἀληϑῶς.
Ζήλῳ ϑεϊκῷ, τῶν Μαρτύρων ἡ τριὰς τοὺς ἥλους, Κεφαλαῖς καὶ νώτοις ὑφίσταται, καὶ τοῖς ὄνυξι καλάμους τοὺς ὀξεῖς.
Ἣκουσας φωνῆς, Οὐρανόϑέν τῆς Ἐυκταιοτάτης, τῷ Θεῷ εὐχὴν ἀναπέμψασα, ἐκκαλούσης πρὸς ἀϑάνατον Ζωήν.
Θύονται οἱ τρεῖς, ὑπὲρ τοῦ τυϑέντος Θεοῦ Λόγου, ἡ γῇ δὲ φρικτῶς ἐκολπώσατο, τὰ Σκηνώματα τῶν Θείων Ἀϑλητῶν.
Ἰωλιανὲ, τῷ πυρὶ ῥιψῆναι ἐσοφίσω, μάτην τῶν Μαρτύρων τὰ Λείψανα, ὃ Θεὸς γὰρ διετήρησεν αὐτὰ.
Κρῖνα οἱονεὶ, ἀνεβλάστησεν ἡ γῇ τὰ Σκήνη, Ἀθλητῶν καινῶς πως καμπτόμενα, τῇ δεήσει τοῦ πιστεύσαντος λαοῦ.
Λείψανα σεπτὰ, τῶν Μαῤτύρων ὁ λαὸς κηδεύει, πολλῆς εὐωδίας πληρούμενα, καὶ δωρούμενα ἰάσεις τῶν παϑῶν.
Μέει Μανουὴλ, τὸ σὸν ὄνομα εἰς τοὺς αἰῶνας, αἶνετὸν μετ᾽ ἤχου δὶ᾽ ἀπώλετο, τὸ τυράννου ὡς φησι Θεῖος Δαβίδ.
Νέμεσις Θεοῦ, σὲ κατέλαβεν ὅτε τοὺς πρέσβεις, παραβάτα φεῦ ἐθανάτωσας, πληγωθέντα ἀοράτως τὴν πλευράν.
Ξόανα κωφὰ, καὶ τὰ εἲδωλα τοῦ ἀποστάτου, Μανουῆλ σοφῶς ἐκωμῴδηδας, καὶ ἐκήρυξας Τριαδα τὴν σεπτῆν.
Ὂπως τῶν παϑῶν, ἀπολαύσωμεν ἐλευϑερίας, τῇ σῇ νῦν προστρέχομεν Λάρνακι, καὶ τὴν λύσιν Μανουὴλ.
Πᾶσιν εὐμενῶς , Μανουὴλ ἀπόστειλον ταχέως, τᾶς αἰτήσεις τοῖς ἑορτάζουσι, σὴν ἐτήσιον καὶ Θείαν ἐορτήν.
Ῥῦσαι σαῖς εὐχαῖς, τοὺςς προσφεύγοντας τῷ σῷ Τεμένει, καὶ παρὰ τοῦ θείου Λειψάνου σου, αἰτουμενους τὰ ἰάματα πίστῶς,
Σέλας τὸ τριττὸν, τῆς Θεότητος τῆς ἀπροσίτου, σὺ τριὰς Μαρτύρων ἡ ἔνϑεος, ἐποπτεύεις εἰς αἰῶνας καϑαρῶς.
Τεῖχος ἀῤῥαγὲς, οἱ ὀμόνυμοι καὶ προστασίαν, Μανουὴλ καὶ πρέσβυν εὐπρόσδεκτον, σὲ κεκτήμεϑα προστρέχοντες πιστῶς.
Ὓπερϑὲν ἡμάς, ἐποπτεύοντες, τοὺς ἐκτελοῦντας, τὴν ὑμῶν πανήγυριν ἔνδοξοι, ἱκετεύετε Θεὸν ὑπὲρ ἡμῶν.
Φάνειτε πρᾳεῖς, Μανουὴλ, Σαβὲλ, Ἰσμαὴλ Θεῖοι, ἐν τῷ τὴν ψυχήν μου χωῤίζεσθαι, ἣν λυτρώσατε χειρῶν τοῦ πονηροῦ.
Χεῖρας πρὸς Χριστὸν, ἐπὶ τῇ φρικτῇ ἐκένῃ ὥρᾳ, οἴμοι τῆς τῶν ἔργων ἐτάσεως, συνεκτείνατε ταχὺ ὑπὲρ ἐμοῦ.
Ὣκησας αὐλὰς, Οὐρανῶν τριὰς Θεία Μαρτύρων, καὶ τῶν Ἀθλητῶν Θεῖος ὅμιλος, σὲ προσδέχεται χορῷ τῷ ἑαυτοῦ.
Δόξα.
Ἃκτστε Τριὰς, σὲ Ὑπέρϑεε δοξολογοῦμεν, ῥῦσαι ταῖς λιταῖς τῶν Μαρτύρων σου, τοὺς πιστεύοντας εἰς σε τοῦ πονηροῦ.
Καὶ νῦν Θεοτονίον.
Ἃναρχον Θεὸν, ἥ κυήσασα ἀῤῥήτῳ λόγῳ, σὺν τοῖς Ἀϑλοφόροις ἱκέτευε, αὐτὸν ἵλεων γενέσϑαι ἐφ᾽ ἡμῖν.
Καί αὖθις τό πρῶτον·
Ἀξιόν ἐστὶ, μεγαλύνειν σε τὸν ἐν Τριάδι, εὐσεβῶς Θεὸν λατρευόμενον., ὃν ἐκήρυξε Μαρτύρων ἡ τριὰς.
Στάσις Γ’. Ἦχος γ’. Αἵ γενεαί πᾶσαι.
Ὣ Θεὲ τῶν ὅλων, σὺ δίδαξόν με ἂσαι, Μαρτύρων τὴν τριάδα.
Ὣ Μάρτυρες Κυρίου, φωτίσατέ μὲ ὅπως, ὑμᾶς ανευφημήσω.
Αἲ, γενεαῖ πᾶσαι Μανουῆλ. τὸν μέγαν, δοξόλουσι πόϑῳ.
ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον·
Ἃνω συνευφραίνη, χοροῖς τῶν Ἀϑλοφόρων, ὦ τριὰς Ἀϑληφόρε.
Βέλεσιν ἐτρώϑης, ὦ Μανουὴλ. πολύτλα, ὑπὲρ τῆς εὐσεβείας.
Γένος πιστῶν ἅπαν, αἰνεῖ σε ὁλοψύχως, ὦ Σαβὲλ γενναιόφρον”
Δύναμις τυράννου, οὐδόλως ἠδυνήϑη, σὲ Ἰσμαὴλ νικῆσαι.
Ἓπαρον τὰς χεῖρας, πρὸς τὸν Θεὸν πολύτλα, ὑπὲρτῶν σὲ τιμώντων.
Ζῷσιν ἐν Κυρίῳ, οἱ Δίκαιοι εἰκότως, κατὰ τὸν Σολομῶντα.
Ἣσχυνε τὸν λάλον, ἐν μέσῳ τοῦ σταδίου, ἡ τριὰς, Αὐταδέλφων.
Θράκῃ ἐγκαυχᾶται, ἔχουσα ἐν κόλποις, τᾶς τῆς τριάδος Σκήνη.
Ἰκρίῳ προσεπάγης, καὶ ἥλοις προσεπάρης, τὰς χεῖρας͵ καὶ τοὺς πόδας.
Κρύπτα γῆ πρεπόντως, τὰ Σκήνη τῶν Μαρτύρων, ἐφ᾽ ᾧ λαὸς πιστεύει.
Λείψανα Μαρτύρων, εὐχαῖς τῶν Ὀρθοδόξων, ἡ γῆ ὀσμῇ ἐκβάλλει.
Μανουὴλ Τρισμάκαρ, τῇ τοῦ ϑανάτου ὥρᾳ, σύ μοι γενοῦ προστάτης.
Νεῦσον τριάς Μάρτυς, πρὸς τὰς ἡμῶν δεήσεις, ὡς χρυσὸς τῆς χήρας.
Ξιφος πῦρ καὶ ἥλους, οὐδαμῶς ἐπτοήϑης, αἰκισμούς καὶ καλάμους.
Ὃρασις Ἀγγέλου, τοὺς Μάρτυρας ϑαῤῥύνει, πρὸς τὰ λοιπᾶ τῶν πόνων.
Ῥήσεσιν ἐνθέοις, ἠμβλύνατε τρεῖς Παῖδες, τοὺς λήρῥους τοῦ τυραᾶννου.
Σαβέλ Μανουήλ τε, καὶ Ἰσμαήλ οἱ Θεῖοι, χαίρετε ἐν Κυρίω.
Τοὺς Μάρτυρας Κυρίου, τιμήσωμεν ἐνθέως, ἐν τῷ αὐτῶν Τεμένει.
Ὑπὸ τῶν πολλῶν μου, ἁμαρτιῶν προσφεύγω, τῇ σκέπῃ τῶν Μαρτύρων.
Φάνηϑί μοι πρέσβυς, τριὰς ἡ Ἀϑληφόρος, ἐν ὥρᾳ συντελείας.
Χαίρουσα ἐξέσϑης, τὰς σάρκας Μακαρία, βαβαὶ τῆς σῆς ἀνδρίας!
Ψάλλομεν προθύμως, τους σους Φρικτούς ἀγῶνας, ὠ τριάς ετησίως.
Ὢ Μανουὴλ πολύτλα, ὑπὲρ σῶν ὁμωνύμων, Ἐμμανουήλ δυσώπει.
Δόξᾳ.
Τρησίλιε Θεέ μου, διὰ τῶν Ἀϑλοφόρων, δός μοι πταισμάτων λύσιν.
Καὶ νῦν Θἑοτοκίον.
Ἡ Θεοτόκος Κόρη, Ἐμμανουὴλ ἡ Μήτερ, τὸν Μανουήλ σε στέφει
Καί αὖθις τό πρῶτον·
Ὣ Θεὲ τῶν ὅλων, σὺ δίδαξόν με ἂσαι, Μαρτύρων τὴν τριάδα.
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με σους Μάρτυρας δοξάσαι.
Τὧν Ἀγγέλων τὰ πλήϑη, κατεπλάγησαν ἅμᾶ, τοῖς χοροῖς τῶν Ἀνθρώπων, τῶν Μαρτύρων γὰρ, Χριστοῦ διὰ ξίφους τμηϑέντων, παραυτίκα γῆ, σώματα ἐνέκρυψε, καὶ ὡς κρῖνα, αὖϑις ξένως ἀνέδωκεν.
Εὐλογητὸς εἰ Κύριε, δίδαξόν με, σους κήρυκας τιμῆσαι.
Τὶ ἰκρίῳ, ἱταμῶς τοὺς Μάρτυρας, παραβάτα πρόσπηγνύεις; οὒχ ὁρᾷς δὲ ἐπ’ αὐτοῖς τὸν Ἃγγελον, κουφισάμενον τὰς ἀλγηδόνας; ἴδε κᾷν αὐτὰ, τὰ ἔϑνη πιστεύσαντα, ὅτι Κύριος ἐνεργεῖ τὼ ϑαυμάσια.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τρεῖς Ἀϑλοφόρους ἃσαι.
Λίαν ϑερμῶς, οἱ τρεῖς Πρέσβεις ἔδραμον, πρὸς τὸν Ἃνακτα συμβάσεις πράξαι, ἀλλ᾽ ἐκεῖνος, πρὸς αὐτοῦς παράνομα ἐλάλει, παῖδες τῶν Περσῶν, ϑύσατε θεοῖς ἐμοῖς, οἱ δὲ τρεῖς Ἀϑληταὶ, τούτους ἐκωμῷδησαν.
Εὐλογητὸς εἴ Κύριε, δίδαξόν με, τὸν Μανουὴλ αἰνέσαι.
Μυροϑήκη Λειψάνου, Μανουὴλ τὰς ἰάσεις, προσερχόμενοι πίστει ἀπαντλοῦμεν, κέκτηται γὰρ, τὴν πηγὴν τῶν ϑαυμάτων, μὴ οὒν ὡς νεκρὸν, τὸν ζῶντα νομίζομεν· ἐνεργεῖ γάρ ὀσημέραι τεράστια.
Δόξα Τριαδικόν.
Προσκυνοῦντες σὺν τρόμῳ λατρευτῶς ἀνυμνοῦμεν, τὴν Ἀγίαν Τριάδα, μετά Θείων Μαρτύρων, ἐν μια τῆ ουσία, σῦν τοῖς Σεραφείμ, κράζοντες το Ἂγιος Ἂγιος Ἂγιος εἲ Κύριε.
Καὶ νῦν Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, Μαριάμ, τῆς γεέννης, τοὺς πιστούς ἐλυτρώσω· Ἀϑληταῖς δὲ τὴν Θείαν, ἀῤωγὴν σὺ παρέσχες, πάντων παρορᾷν, ἅπασι κηρύττειν δὲ, τὸν ἐκ Σοῦ σαρκωθέντα Θεάνϑρωπον.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα Σοι, ὁ Θεός. (ἐκ γ’)
Παρακλητικός Κανών εις τους Αγίους ενδόξους Μεγαλομάρτυρας Μανουήλ Σαβέλ και Ισμαήλ
Χαιρετισμοί εις τους Αγίους ενδόξους Μεγαλομάρτυρας Μανουήλ Σαβέλ και Ισμαήλ