Εγκώμια εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, εὐσεβῶν οἱ χοροί, Πατριάρχα Ἱερόαθλε Κύριλλε, ὡς Χριστοῦ σε τοῦ Σωτῆρος μιμητήν.

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα κατ’ Ἀλφάβητον.
Ἀρετῶν τῇ αἴγλῃ, τὴν ψυχὴν ἐλλαμφείς, Ἱεράρχης ἀναδέδειξαι, Κύριλλε, καὶ Ποιμὴν τῆς Ἐκκλησίας ἀληθής.

Βιοτὴν ἀνύσας, ἐπὶ γῆς θαυμαστὴν, τελευτῇ μαρτυρικῇ ἐξεδήμησας, Πάτερ Κύριλλε, πρὸς ἄφθαρτον ζωήν.

Γνώσει καὶ σοφίᾳ, διαλάμπων πολλῇ Ὀρθοδόξων τῷ λαῷ ἐξανέτειλας, Πάτερ Κύριλλε, ὡς ἄδυτος φωστήρ.

Δεῦτε πάντες ὕμνοις, οἱ πιστοὶ εὐσεβῶς τὸν μακάριον ὑμνήσωμεν Κύριλλον, εὐσεβείας μυστηπόλον τὸν σοφόν.

Ἐπί γῆς ὁσίως, ἱερεύσας Θεῷ, ἱερεῖον τῇ ἀθλήσει σου τίμιον, προσηνέχθης, Πάτερ Κύριλλε, Αὐτῷ.

Ζηλωτὴς ὑπάρχων, εὐσεβείας σεπτός, τοῖς ἀγῶσί σου κατῄσχυνας, Κύριλλε, θεομάκαρ τοὺς κομψοὺς τῶν ἀσεβῶν.

Ἥρθης πρὸς τὸ ὕψος, τῆς ἀφθάρτου ζωῆ ἐν Μαρτύρων διαπρέψας τῷ σκάμματι, Πάτερ Κύριλλε, ὁ ὅσιος Ποιμήν.

Θεολόγοις φθόγγοις, κακοδόξων ἀνδρῶν, τὴν ψυχόλεθρον κατέβαλες ἔπαρσιν, Πάτερ Κύριλλε, κρηπὶς Πατριαρχῶν.

Ἱερέων δῆμοι, μοναζόντων χοροί, ἐν τῇ μνήμῃ σου χορεύουσι, Κύριλλε, καὶ ὑμνοῦσί σου τὰ ἆθλα εὐσεβῶς.

Κρήτης χαίροις, Πάτερ, ὁ ὡραῖος βλαστός• Ἀγκαράθου τῆς Μονῆς χαίροις, Κύριλλε, ἐγκαλλώπισμα καὶ κλέος θαυμαστόν.

Λόγος οὐκ ἰσχύει, σὲ ὑμνῆσαι καλῶς, τῆς Παρθένου Ὀρφανῆς, Πάτερ Κύριλλε, τὸν ἐξάκουστον καὶ ἔνδοξον υἱόν.

Μακαρίζομέν σε, Κύριλλε, οἱ πιστοί, τῆς λαμπρᾶς Ἀλεξανδρείας τὸν Πρόεδρον, καὶ Αἰγύπτου τὸν ἀκοίμητον πυρσόν.

Νεῖλος ἄλλος ὤφθης, Κύριλλε, νοητός, οὐ τὴν Αἴγυπτον ἀρδεύων ἀλλ’ ἅπασαν, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν μυστικῶς.

Ξενωθεὶς τοῦ κόσμου, ᾠκειώθης Χριστῷ, ὃς Ποιμένα Κωνσταντίνου τῆς πόλεως, σὲ ἀνέδειξεν, ὦ Κύριλλε, καλόν.

Ὅλος τετρωμένος, τῇ ἀγάπῃ Χριστοῦ, Πάτερ Κύριλλε, Αὐτῷ ἠκολούθησας, καὶ ἐδείχθης χριστομίμητος Ποιμήν.

Πᾶσά σε γεραίρει, κατὰ χρέος πνοή ὅτι, Κύριλλε, Κυρίου τὰ ποίμνια, πρὸς οὐράνιον ἐποίμανας νομήν.

Ῥείθροις θεοσόφων, Κύριλλε, διδαχῶν, πρὸς καλὴν καρποφορίαν κατήρδευσας, Ὀρθοδόξων τὰς καρδίας ἀληθῶς.

Σωτηρίαν αἴτει, Κύριλλε θαυμαστέ, τοῖς τιμῶσί σου τὰ τίμια λείψανα, ἃ τοῖς θαύμασι δοξάζει ὁ Θεός.

Τὴν τιμίαν θήκην, σῶν λειψάνων ἡμεῖς, ἀσπαζόμεθα ἐξ ἧς ῥεῖθρα χάριτος, ἀναβλύζουσιν, ὦ Κύριλλε, ἀεί.

Ὕμνοις σε τιμῶμεν, εὐσεβῶν οἱ χοροὶ, τὸν φωτίσαντα λαὸν τὸν χριστώνυμον, Πάτερ Κύριλλε, ἐν χρόνοις ζοφεροῖς.

Φωτισμὸν ἐξαίτει, καὶ εἰρήνην ἡμῖν, ὡς ἂν βίον διανύσωμεν, Κύριλλε, οἱ τιμῶντές σε εὐάρεστον Θεῷ.

Χαίροις Βυζαντίου, ὁ Ποιμὴν ὁ καλός, Ἐκκλησίας κυβερνήτης ὁ ἄριστος, Πάτερ Κύριλλε, καὶ δόξα τῶν πιστῶν.

Ψάλλομέν σοι ὕμνους, οἱ πιστοὶ εὐσεβῶς, Ὀρθοδόξων τοῦ λαοῦ ὅτι γέγονας, ἐν ἡμέραις τῆς δουλείας στηριγμός.

Τριαδικόν.
Ὦ Τριὰς Ἁγία, ἀγαθῶν ἡ πηγή, ταῖς δεήσεσι Κυρίλλου τοῦ μάκαρος, τῆς εἰρήνης δὸς τὸ πλήρωμα ἡμῖν.

Θεοτοκίον.
Ὦ Παρθενομῆτορ, Θεοτόκε Ἁγνή, τῷ ἐκ Σοῦ ἐνανθρωπήσαντι πρέσβευε, δωρηθῆναι χάριν ἄφθονον ἡμῖν.

Καὶ πάλιν τὸ πρῶτον.
Μακαρίζομέν σε, εὐσεβῶν οἱ χοροί, Πατριάρχα Ἱερόαθλε Κύριλλε, ὡς Χριστοῦ σε τοῦ Σωτῆρος μιμητήν.

Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸν Πατριάρχην, Κύριλλον τὸ κλέος τῆς πίστεως, καὶ προστάτην Ὀρθοδόξων τὸν καλόν.

Καὶ τὰ ἑπόμενα, φέροντα ἀκροστιχίδα κατ’ Ἀλφάβητον ἀντιστρόφως.
Ὤφθης ἀληθῶς, στῦλος ἄῤῥηκτος τῶν Ὀρθοδόξων, Κύριλλε παμμάκαρ τὸ φρύαγμα, καταισχύνας κακοδόξων ἀσεβῶν.

Ψάλλομεν πιστῶς, ὑμνῳδίας σοι Κύριλλε Πάτερ, ὅτι τοῖς Πατράσιν ἑπόμενος, τὸν χριστώνυμον ἐστήριξας λαόν.

Χαίροις ὁ Ποιμήν, Πάτερ Κύριλλε Ἀλεξανδρείας, χαίροις Βυζαντίου ὁ Πρόεδρος, Ἐκκλησίας τε προστάτης ὁ καλός.

Φάρος τηλαυγής, ἄλλος ὤφθης ἐν Ἀλεξανδρείᾳ, Κύριλλε ἐκεῖθεν τῆς πίστεως, διαχέων πανταχοῦ τὸν φωτισμόν.

Ὕμνοις καὶ ᾠδαῖς, εὐφημοῦμέν σε Κύριλλε Πάτερ,  ὅτι ὡς Μωσῆς ἄλλος δεύτερος, ἀπεστάλης Ὀρθοδόξων τῷ λαῷ.

Τίς σε πρεπωδῶς, ἀνυμνήσει Κύριλλε παμμάκαρ; Σὺ γὰρ τὸν Χριστὸν μιμησάμενος, ὑπὲρ ποίμνης σου προείλου τὸ θανεῖν.

Στόμα ἱερόν, ἀναδέδειξαι τοῦ Παρακλήτου καὶ Εὐαγγελίου ἐτράνωσας, Πάτερ Κύριλλε, τὸν λόγον τοῖς πιστοῖς.

Ῥώμῃ θεϊκῇ, δυναμούμενος, Κύριλλε Πάτερ, θράσος ψευδαδέλφων κατῄσχυνας,  καὶ διέλυσας αὐτῶν τὰς μηχανάς.

Πόνους χαλεπούς, ἐξορίας Κύριλλε καὶ θλίψεις, ἐν ἀγαλλιάσει ὑπέμεινας, προϊστάμενος τῆς ποίμνης σου καλῶς.

Οἷάπερ φωστήρ, καταλάμπων Κύριλλε παμμάκαρ, νεύσει θεϊκῇ ἐξανέτειλας, καὶ ἐφώτισας Κυρίου τὸν λαόν.

Ξύλῳ τῆς ζωῆς, θεῖε Κύριλλε ἀποκατέστης, ἀρχιερωσύνης τὸ ἔνδυμα, τῇ ἀθλήσει σου φαιδρύνας ἱερῶς.

Νόμον συντηρῶν, μάκαρ Κύριλλε τῆς εὐσεβείας, ἀσεβείας ἄνδρας διήλεγξας, καὶ ἀντέστης τοῖς ἀνόμοις εὐθαρσῶς.

Μένει ἀληθῶς, εἰς αἰῶνας τὸ μνημόσυνόν σου• ἐν δικαιοσύνης γὰρ Κύριλλε, ἐπερίσσευσας τοῖς ἔργοις ἐπὶ γῆς.

Λύκους τοὺς βαρεῖς, τῇ τῶν λόγων σου σφενδόνῃ πόῤῥω, σὺ τῆς Ἐκκλησίας ἐδίωξας, Πάτερ Κύριλλε ὡς κάλλιστος Ποιμήν.

Καύχημα λαοῦ, καὶ στερέωμα Κύριλλε ὤφθης, τούτου Πατριάρχης γενόμενος, ἐν δουλείας δυσχειμέρου τῷ καιρῷ.

Ἵνα Ἰησοῦν, τὸν Δεσπότην Κύριλλε κερδήσῃς, σκύβαλα ἡγήσω ὡς πάνσοφος, τοῦ παρόντος βίου πάντα τὰ τερπνά.

Θρόνον ἐπιβάς, Πάτερ Κύριλλε τῆς οἰκουμένης, μέν αὐτῷ ὡς ἥλιος ἔλαμψας, ἀρετῶν σου μυστικῇ ἀνατολῇ.

Ἤρθης πρὸς ζωήν, Πάτερ Κύριλλε τὴν αἰωνίαν, ἐν μαρτυρικῇ γενναιότητι, ἐκτελέσας σου τὸν δρόμον ἐπὶ γῆς.

Ζήσας ἱερῶς, καὶ ποιμάνας εὐσεβῶς τὴν ποίμνην, ἄθλοις μαρτυρίου ἀνέδραμες, Πάτερ Κύριλλε πρὸς ὕψος οὐρανῶν.

Ἔλεος ἡμῖν, Πάτερ Κύριλλε θερμῶς ἐξαίτει, τοῖς προσπίπτουσι τοῖς θείοις λειψάνοις σου, καὶ τιμῶσί σου τὴν μνήμην εὐλαβῶς.

Δῶρον τῷ Θεῷ, ἀξιόθεον σαυτὸν προσῆξας, ὑπὲρ τοῦ ποιμνίου σου Κύριλλε, μαρτυρίου τὸν ἀγῶνα ὑπελθών.

Γῆθεν μεταστάς, δι’ ἀθλήσεως ἐν τοῖς ὑψίστοις, νῦν χοροβατεῖς Πάτερ Κύριλλε, ἱκετεύων τὸν Θεὸν ὑπὲρ ἡμῶν.

Βλέψον ἐφ’ ἡμᾶς, τοὺς καλοῦντάς σε θερμὸν προστάτην, Κύριλλε παμμάκαρ λυτρούμενος, τὴν ζωὴν ἡμῶν ἐκ πάσης συμφορᾶς.

Τριαδικόν.
Ἄξιόν ἐστι, προσκυνεῖν Σε ὦ Τριὰς Ἁγία, Πάτερ καὶ Υἱὲ σὺν τῷ Πνεύματι, τὸν ὑπέρχρονον καὶ ἅγιον Θεόν.

Θεοτοκίον.
Ἄξιόν ἐστι, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἁγιωτέραν τῆς κτίσεως, τὴν τεκοῦσαν ἀπειράνδρως τὸν Θεόν.

Καὶ πάλιν τὸ πρῶτον.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸν Πατριάρχην, Κύριλλον τὸ κλέος τῆς πίστεως, καὶ προστάτην Ὀρθοδόξων τὸν καλόν.

Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν μέγαν Πατριάρχην.

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα τήνδε• Μακαριζέσθω Κύριλλος ὁ θεόφρων.
Μύρῳ Παρακλήτου, Ἀρχιερεὺς ἐχρίσθης, Κύριλλε Ἐκκλησίας.

Ἄνθος σε εὐῶδες, Χριστοῦ τῇ Ἐκκλησίᾳ, ἐξήνθησεν ἡ Κρήτη.

Κύριλλε τὸν βίον, σφραγίσας μαρτυρίῳ, ἐν οὐρανοῖς ἀγάλλῃ.

Αἴγυπτος χορεύει, τὸν πάγκαλον Ποιμένα, σὲ Κύριλλε τιμῶσα.

Ῥώμῃ οὐρανίῳ, κατὰ τῶν κακοδόξων, Κύριλλε ἠγωνίσω.

Ἵλεων τὸν Κτίστην, ἀπέργασαι τοῖς πόθῳ, σὲ Κύριλλε ὑμνοῦσι.

Ζήλῳ ἀληθείας, τῆς Ἐκκλησίας στῦλος, Κύριλλε ἀνεδείχθης.

Ἔδραμες ὀπίσω, Χριστοῦ ταῖς ἀρεταῖς σου, Κύριλλε θεομάκαρ.

Σθένει οὐρανίῳ, ἐπάταξας τὸ θράσος, Κύριλλε τῶν τυράννων.

Θράσος τῶν Λατίνων, ἐν λόγοις ἀληθείας, σὺ Κύριλλε καθεῖλες.

Ὤ τῶν σῶν ἀγώνων, δι’ ὧν Πάτερ ἐγένου, προστάτης Ὀρθοδόξων.

Κλέος τῆς Μεγάλης, ὑπάρχεις Ἐκκλησίας, Κύριλλε εἰς αἰῶνας.

Ὕμνοις σε τιμῶμεν, τὸν ἐν Ἀρχιερεῦσι, Κύριλλε Ἀθλοφόρον.

Ῥῶσιν καὶ ὑγείαν, χορήγει τοῖς καλοῦσι,  σὲ Κύριλλε προστάτην.

Ἴαμα ἐκβλύζει, λειψάνων σου ἡ θήκη, τοῖς προσιοῦσι Πάτερ.

Λύχνος ἐν λυχνίᾳ, ἐτέθης Ἐκκλησίας, λαοὺς φωτίζων Πάτερ.

Λόγων σου τῇ αἴγλῃ, διέλυσας τὸ σκότος, Κύριλλε τῆς κακίας.

Ὁ Ἀλεξανδρείας, Πρόεδρος νῦν τιμάσθω, Κύριλλος ἐγκωμίοις.

Στήλη σὺ ἡδράσθης, ἐν Κωνσταντινουπόλει, Κύριλλε εὐσεβείας.

Ὁ τῆς οἰκουμένης, Ποιμὴν καὶ Πατριάρχης, Κύριλλος γεραιρέσθω.

Θρόνου οἰκουμένης, σὺ Κύριλλε κοσμήτωρ, οὐράνιος ὑπάρχεις.

Ἔχοντές σε μέγαν, ὦ Κύριλλε προστάτην, τὰ ἆθλά σου ὑμνοῦμεν.

Ὄμβρησον ὑψόθεν, ὦ Κύριλλε τὸ ὕδωρ, ἡμῖν τῆς χάριτός σου.

Φύλαττε καὶ σκέπε, ὦ Κύριλλε εὐχαῖς σου, τοὺς μακαρίζοντάς σε.

Ῥῦσαι ἐκ κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας, Κύριλλε πολυτρόπων.

Τριαδικόν.
Ὦ Τριὰς Ἁγία, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, εἰρήνην δὸς τῷ κόσμῳ.

Θεοτοκίον.
Νόσων τῶν κατ’ἄμφω, ἀπάλλαξον Παρθένε, τοὺς μεγαλύνοντάς Σε.

Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν μέγαν Πατριάρχην.


Δίστιχον.
Κύριλλος Ῥόδου ὁ τάχα Ποιμενάρχης,
Κύριλλε Πάτερ, πιστῶς σε μακαρίζει.