Οι Τρείς Ευχές του Εσπερινού της Γονυκλισίας της Αγίας Πεντηκοστής και σε Μετάφραση

 Ευχή Πρώτη

Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων. Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου, καὶ ἐνδόξου, Θεοτόκου.

ὃς πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν, ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν, Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν δεξιᾷ σοῦ τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ ἅγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, ὃ καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάριτος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ προεφήτευσαν.

Νῦν οὖν δεομένων ἐπάκουσον ἡμῶν, καὶ μνήσθητι ἡμῶν τῶν ταπεινῶν, καὶ κατακρίτων, καὶ ἐπίστρεψον τὴν αἰχμαλωσίαν τῶν ψυχῶν ἡμῶν, τὴν οἰκείαν συμπάθειαν ἔχων ὑπὲρ ἡμῶν πρεσβεύουσαν. Δέξαι ἡμᾶς προσπίπτοντάς σοι, καὶ βοῶντας τό, Ἡμάρτομεν.

Ἐπὶ σὲ ἐπεῤῥίφημεν ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρὸς ἡμῶν, Θεὸς ἡμῶν σὺ εἶ, ἀλλ’ ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν, γεγυμνώμεθα τῆς σῆς βοηθείας, ἐστερήμεθα ἀπὸ πάσης ἀπολογίας.

Ἀλλὰ θαῤῥοῦντες τοῖς οἰκτιρμοῖς σου, κράζομεν. Ἁμαρτίας νεότητος ἡμῶν, καὶ ἀγνοίας μὴ μνησθῇς, καὶ ἐκ τῶν κρυφίων ἡμῶν καθάρισον ἡμᾶς. Μὴ ἀποῤῥίψῃς ἡμᾶς εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς, πρίν ἡμᾶς εἰς τὴν γῆν ἀποστρέψαι, ἀξίωσον πρὸς σὲ ἐπιστρέψαι, καὶ πρόσχες ἡμῖν ἐν εὐμενείᾳ καὶ χάριτι.

Ἐπιμέτρησον τὰς ἀνομίας ἡμῶν τοῖς οἰκτιρμοῖς σου, ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου, τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν.

Ἐπίβλεψον ἐξ ὕψους ἁγίου σου, Κύριε, ἐπὶ τὸν λαόν σου τὸν περιεστῶτα, καὶ ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος, ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου, ῥῦσαι ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ Διαβόλου, ἀσφάλισαι τὴν ζωὴν ἡμῶν τοῖς ἁγίοις καὶ ἱεροῖς νόμοις σου, Ἀγγέλῳ πιστῷ φύλακι παρακατάθου τὸν λαόν σου, πάντας ἡμᾶς συνάγαγε εἰς τὴν Βασιλείαν σου, δὸς συγγνώμην τοῖς ἐλπίζουσιν ἐπὶ σέ, ἄφες αὐτοῖς καὶ ὑμῖν τὰ ἁμαρτήματα, καθάρισον ἡμᾶς τῇ ἐνεργείᾳ τοῦ ἁγίου σου Πνεύματος, διάλυσον τὰς καθ’ἡμῶν μηχανὰς τοῦ ἐχθροῦ.

Εὐλογητὸς εἶ, Κύριε, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ, καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός, ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας, καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν, καὶ παντὸς τοῦ λαοῦ σου, καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας, καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου.

Τείχισον ἡμᾶς ἁγίοις Ἀγγέλοις σου ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνοις σου, περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου, φρούρησον ἡμᾶς τῇ δυνάμει σου, ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως, καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου.

Παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν, σὺν τῇ ἐπερχομένῃ νυκτί, τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων.

 

 

Ευχή Πρώτη  Μετάφραση

Ἀκηλίδωτε, ἄφθαρτε, ἄναρχε, ἀόρατε, ἀπρόσιτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε· Ἐσύ ποὺ εἶσαι ὁ μόνος ἀθάνατος, τὸ ἀπλησίαστο φῶς, ποὺ ἔφτιαξες τὸν οὐρανό, τὴ γῆ, τὴ θάλασσα καὶ ὅλα τὰ δημιουργήματα μέσα τους, Ἐσὺ ποὺ πρίν ἀκόμα σοῦ ζητήσουμε ὁτιδήποτε, μᾶς τὸ δίνεις: σὲ παρακαλοῦμε καὶ σὲ ἱκετεύουμε, Δέσποτα φιλάνθρωπε, Πατέρα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ· Αὐτὸς ποὺ γιὰ μᾶς τοὺς ἀνθρώπους καὶ γιὰ τὴ δική μας σωτηρία κατέβηκε ἀπό τὸν οὐρανό, ὅταν μὲ ἐπενέργεια τοῦ Ἁγίου Πνεύματος ἔλαβε σάρκα ἀπὸ τὴν ἔνδοξη Ἀειπάρθενο καὶ Θεοτόκο Μαρία.

Αὐτός, λοιπόν, τότε ποὺ βάδιζε πρὸς τὸ σωτήριο Πάθος, ἐμᾶς τοὺς ταπεινούς, τοὺς ἁμαρτωλοὺς καὶ ἀνάξιους δούλους σου, μᾶς δίδαξε πρῶτα μὲ λόγια καὶ ἔπειτα μᾶς ὑπέδειξε μὲ ἔργα πώς, ὅταν θέλουμε νὰ σὲ παρακαλέσουμε γιὰ κάτι, πρέπει νὰ σκύβουμε τὸ κεφάλι καὶ νὰ λυγίζουμε τὰ γόνατα, προκειμένου νὰ συγχωρήσεις σὲ μᾶς τὶς ἁμαρτίες μας καὶ στὸ λαό σου, ὅσα λαθεύει ἀπὸ ἄγνοια.

Ἐσύ, λοιπόν, πολυεύσπλαχνε καὶ φιλάνθρωπε, Θεὲ καὶ Πατέρα μας, ἄκουγέ μας, ὁποτεδήποτε σὲ ἐπικαλούμαστε, μά, ἰδιαίτερα ἄκουσέ μας σήμερα, ποὺ ἑορτάζουμε τὴν μεγάλη αὐτὴ ἑορτὴ τῆς Πεντηκοστῆς, κατὰ τὴν ὁποία ὁ Κύριός μας Ἰησοῦς Χριστός, ἀφοῦ ἀναλήφθηκε στοὺς οὐρανοὺς καὶ κάθισε στὰ δεξιά σου, ἔστειλε τὸ Ἅγιο Πνεῦμα στοὺς Ἁγίους Μαθητὲς καὶ Ἀποστόλους του κι Ἐκεῖνο, κάθησε ἐπάνω στὸν καθένα τους καὶ πλημμύρισαν ὅλοι ἀπὸ τὴν ἀστείρευτη χάρη του καὶ διαλάλησαν τὰ μεγαλεῖα σου σὲ ἄγνωστες μέχρι τότε σ’ ἐκείνους γλῶσσες καὶ προφήτευσαν.

Τώρα, λοιπόν, ποὺ σὲ παρακαλοῦμε ἄκουσε τὶς δεήσεις μας, ἔχε μας στὸ νοῦ σου ἐμᾶς τοὺς τιποτένιους καὶ ἀξιοκατάκριτους καὶ ἐλευθέρωσε τὶς αἰχμάλωτες ψυχές μας, ἀφοῦ ἡ στοργή σου γίνεται συνήγορός μας. Δέξου μας, ποὺ πέφτουμε μπροστά σου καὶ ὁμολογοῦμε: Ναί, ἁμαρτήσαμε!

Σὲ σένα ἀνήκουμε ἀπὸ τότε ποὺ γεννηθήκαμε, ἀπὸ τὴν κοιλιὰ τῆς μάννας μας ἐσὲνα ἔχουμε Θεό, ἀλλὰ ἐπειδὴ οἱ ἡμέρες μας δαπανήθηκαν μάταια μακρυά σου, μείναμε χωρὶς τὴ βοήθειά σου καὶ στερηθήκαμε ἀπὸ κάθε ὑπεράσπιση.

Ὅμως, παίρνοντας θάρρος ἀπὸ τὴν καλοσύνη σου, σοῦ φωνάζουμε: ἁμαρτίες ποὺ κάναμε στὰ νειάτα μας καὶ ἁμαρτίες ποὺ διαπράξαμε ἀπὸ ἄγνοια μὴν τὶς θυμᾶσαι καὶ ἀπ’ ὅσα κάναμε στὰ κρυφά, καθάρισέ μας. Μὴ μᾶς παραπετάξεις στὰ γεράματα καὶ ὅταν ἀρχίσει νὰ σβήνει ἡ ζωή μας, μὴ μᾶς ἐγκαταλείψεις. Πρὶν ἐπανέλθουμε στὸ χῶμα, ἀξίωσε μας νὰ ἐπιστρέψουμε σὲ σένα. Καὶ δέξου μας μὲ ἐπιείκεια καὶ χάρη.

Ζύγισε τὶς ἁμαρτίες μας μὲ μέτρο τὴν εὐσπλαχνία σου. Ἀπέναντι στὸ πλῆθος τῶν πλημμελημάτων μας βάλε τὴν ἄβυσσο τῆς εὐσπλαχνίας σου.

Κύριε, ἀπὸ τὸ ὕψος τοῦ ἁγίου κατοικητηρίου σου κοίταξε τὸ λαό σου, ποὺ γονατιστὸς τριγύρω περιμένει ἀπό σένα τὸ πλούσιο ἔλεός σου. Ἐπισκέψου μας μὲ τὴν καλοσύνη σου, ἐλευθέρωσέ μας ἀπὸ τὴν τυραννία τοῦ διαβόλου, ἀσφάλισε τὴ ζωή μας μὲ τοὺς ἁγίους καὶ ἱεροὺς νόμους σου. Βάλε τὸ λαό σου κάτω ἀπὸ τὴν προστασία τῶν Ἀγγέλων σου. Συγκέντρωσέ μας ὅλους στὴ Βασιλεία σου. Συγχώρεσέ μας ὅλους ποὺ ἐλπίζουμε σὲ σένα. Τοὺς ἱερεῖς καὶ τὸ λαό σου, ἀπάλλαξέ μας ἀπὸ τὰ ἁμαρτήματά μας. Καθάρισέ μας μὲ τὴν ἐπενέργεια τοῦ Ἁγίου σου Πνεύματος καὶ διάλυσε τὶς ἐναντίον μας μηχανορραφίες τοῦ ἐχθροῦ.

Εὐλογημένος νὰ εἶσαι Κύριε, Δέσποτα Παντοκράτορα, ἐσὺ ποὺ φώτισες τὴν ἡμέρα μὲ τὸ φῶς τὸ ἡλιακὸ καὶ ποὺ ὀμόρφυνες τὴ νύχτα μὲ τίς πύρινες ἀνταύγειες, ἐσὺ ποὺ μᾶς ἀξίωσες νὰ περάσουμε τὸ μῆκος τῆς ἡμέρας καὶ νὰ φτάσουμε στὴν ἀρχὴ τῆς νύχτας, ἄκουσε τὴ δέηση μας καὶ ὅλου τοῦ λαοῦ σου καὶ συγχώρεσε σὲ ὅλους μας τὰ θελημένα καὶ ἀθέλητα ἁμαρτήματα. Δέξου τὶς παρακλήσεις μας καὶ στεῖλε τὸ πλῆθος τῆς συμπόνιας σου σὲ μᾶς τοὺς κληρονόμους σου.

Προφύλαξέ μας μὲ τοὺς ἁγίους Ἀγγέλους σου, ὅπλισέ μας μὲ τὰ ὅπλα τῆς δικαιοσύνης σου, περιχαράκωσέ μας μὲ τὴν ἀλήθειά σου, φρούρησέ μας μὲ τὴ δύναμή σου, ἐλευθέρωσέ μας ἀπὸ κάθε κακὴ περίσταση καὶ ἀπὸ κάθε ἐπίθεση τοῦ ἐχθροῦ.

Χάρισέ μας, αὐτὸ τὸ ἀπόγευμα καὶ ἡ νύχτα ποὺ ἔρχεται νὰ εἶναι τέλεια, ἅγια, εἰρηνική, ἀναμάρτητη, ἀσκανδάλιστη, ἀπονήρευτη καὶ τέτοιες νὰ εἶναι ὅλες οἱ ἡμέρες τῆς ζωῆς μας μὲ τὶς μεσιτείες τῆς ἁγίας Θεοτόκου καὶ ὅλων τῶν ἁγίων ποὺ σὲ εὐαρέστησαν στοὺς αἰῶνες.

Ευχή Δεύτερη

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν σὴν εἰρήνην δεδωκὼς τοῖς ἀνθρώποις, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν, ἔτι τῷ βίῳ καὶ ἡμῖν συμπαρών, εἰς κληρονομίαν ἀναφαίρετον τοῖς πιστοῖς ἀεὶ παρέχων, ἐμφανέστερον δὲ ταύτην τὴν χάριν τοῖς σοῖς μαθηταῖς καὶ Ἀποστόλοις σήμερον καταπέμψας, καὶ τὰ τούτων χείλη πυρίναις στομώσας γλώσσαις, δι’ ὧν πᾶν γένος ἀνθρώπων τὴν θεογνωσίαν, ἰδίᾳ διαλέκτῳ, εἰς ἀκοὴν ὠτίου δεξάμενοι, φωτὶ τοῦ Πνεύματος ἐφωτίσθημεν, καὶ τῆς πλάνης ὡς ἐκ σκότους ἀπηλλάγημεν, καὶ τῇ τῶν αἰσθητῶν καὶ πυρίνων γλωσσῶν διανομῇ, καὶ ὑπερφυεῖ ἐνεργείᾳ, τὴν εἰς σὲ πίστιν ἐμαθητεύθημεν, καὶ σὲ θεολογεῖν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ἐν μιᾷ θεότητι, καὶ δυνάμει, καὶ ἐξουσίᾳ κατηυγάσθημεν.

Σὺ οὖν τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ τῆς οὐσίας καὶ τῆς φύσεως αὐτοῦ ἀπαράλλακτος, καὶ ἀμετακίνητος χαρακτήρ, ἡ πηγὴ τῆς σωτηρίας καὶ τῆς χάριτος, διάνοιξον κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὰ χείλη, καὶ δίδαξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προσεύχεσθαι. Σὺ γὰρ εἶ, ὁ γινώσκων τὸ πολὺ τῶν ἁμαρτιῶν μου πλῆθος, ἀλλ’ ἡ σὴ εὐσπλαγχνία νικήσει τούτων τὸ ἄμετρον, ἰδοὺ γὰρ φόβῳ παρίσταμαί σοι, εἰς τὸ πέλαγος τοῦ ἐλέους σου τὴν ἀπόγνωσιν ἀποῤῥίψας τῆς ψυχῆς μου. Κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν ῥήματι τὴν κτίσιν ἀῤῥήτῳ σοφίας δυνάμει κυβερνῶν, ὁ εὔδιος τῶν χειμαζομένων λιμήν, καὶ γνώρισόν μοι ὁδόν, ἐν ᾗ πορεύσομαι.

Πνεῦμα σοφίας σου, τοῖς ἐμοῖς παράσχου διαλογισμοῖς, Πνεῦμα συνέσεως τῇ ἀφροσύνῃ μου δωρούμενος. Πνεῦμα φόβου σου τοῖς ἐμοῖς ἐπισκίασον ἔργοις καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ Πνεύματι ἡγεμονικῷ τὸ τῆς διανοίας μου στήριξον ὀλισθηρόν, ἵνα καθ’ ἑκάστην ἡμέραν, τῷ Πνεύματί σου τῷ ἀγαθῷ, πρὸς τὸ συμφέρον ὁδηγούμενος, καταξιωθῶ ποιεῖν τὰς ἐντολάς σου, καὶ τῆς σῆς ἀεὶ μνημονεύειν ἐνδόξου, καὶ ἐρευνητικῆς τῶν πεπραγμένων ἡμῖν παρουσίας, καὶ μὴ παρίδῃς με τοῖς φθειρομένοις τοῦ κόσμου ἐναπατᾶσθαι τερπνοῖς, ἀλλὰ τῶν μελλόντων ὀρέγεσθαι τῆς ἀπολαύσεως ἐνίσχυσον θησαυρῶν.

Σὺ γὰρ εἶπας, Δέσποτα, ὅτι περ, ὅσα ἂν τις αἰτήσηται ἐν τῷ ὀνόματί σου, ἀκωλύτως παρὰ τοῦ σοῦ λαμβάνει συναϊδίου Θεοῦ καὶ Πατρός, διὸ κᾀγὼ ὁ ἁμαρτωλός, ἐν τῇ ἐπιφοιτήσει τοῦ ἁγίου σου Πνεύματος, τὴν σὴν ἱκετεύω ἀγαθότητα. Ὅσα ηὐξάμην, ἀπόδος μοι εἰς σωτηρίαν. Ναί, Κύριε, ὁ πάσης εὐεργεσίας πλουσιοπάροχος δοτὴρ ἀγαθός, ὅτι σὺ εἶ ὁ διδοὺς ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα.

Σὺ εἶ ὁ συμπαθής, ὁ ἐλεήμων, ὁ ἀναμαρτήτως γεγονὼς τῆς σαρκὸς ἡμῶν κοινωνός, καὶ τοῖς κάμπτουσι πρὸς σὲ γόνυ, ἐπικαμπτόμενος φιλευσπλάγχνως, ἱλασμός τε γενόμενος τῶν ἁμαρτιῶν ἡμῶν. Δὸς δή, Κύριε, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου, ἐπάκουσον ἡμῶν ἐξ οὐρανοῦ ἁγίου σου, ἁγίασον αὐτοὺς τῇ δυνάμει τῆς σωτηρίου δεξιᾶς σου, σκέπασον αὐτοὺς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μὴ παρίδῃς τὰ ἔργα τῶν χειρῶν σου.

Σοὶ μόνῳ ἁμαρτάνομεν, ἀλλὰ καὶ σοὶ μόνῳ λατρεύομεν, οὐκ οἴδαμεν προσκυνεῖν Θεῷ ἀλλοτρίῳ, οὐδὲ διαπετάζειν πρὸς ἕτερον Θεὸν τὰς ἑαυτῶν, Δέσποτα, χεῖρας.

Ἄφες ἡμῖν τὰ παραπτώματα, καὶ προσδεχόμενος ἡμῶν τὰς γονυπετεῖς δεήσεις, ἔκτεινον πᾶσιν ἡμῖν χεῖρα βοηθείας, πρόσδεξαι τὴν εὐχὴν πάντων, ὡς θυμίαμα δεκτόν, ἀναλαμβανόμενον ἐνώπιον τῆς σῆς ὑπεραγάθου βασιλείας.

Κύριε, Κύριε, ὁ ῥυσάμενος ἡμᾶς ἀπὸ παντὸς βέλους πετομένου ἡμέρας, ῥῦσαι ἡμᾶς καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου. Πρόσδεξαι θυσίαν ἑσπερινήν, τὰς τῶν χειρῶν ἡμῶν ἐπάρσεις. Καταξίωσον δὲ ἡμᾶς καὶ τὸ νυκτερινὸν στάδιον ἀμέμπτως διελθεῖν, ἀπειράστους κακῶν, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ταραχῆς καὶ δειλίας, τῆς ἐκ τοῦ Διαβόλου ἡμῖν προσγινομένης. Χάρισαι ταῖς ψυχαῖς ἡμῶν κατάνυξιν, καὶ τοῖς λογισμοῖς ἡμῶν μέριμναν, τῆς ἐν τῇ φοβερᾷ καὶ δικαίᾳ σου κρίσει ἐξετάσεως. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ νέκρωσον τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα, καὶ ἐν τῇ καθ’ ὓπνον ἡσυχίᾳ, ἐμφαιδρυνώμεθα τῇ θεωρίᾳ τῶν κριμάτων σου. Ἀπόστησον δὲ ἀφ’ ἡμῶν πᾶσαν φαντασίαν ἀπρεπῆ, καὶ ἐπιθυμίαν βλαβεράν. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν τῇ πίστει, καὶ προκόπτοντας ἐν τοῖς παραγγέλμασί σου.

Ευχή Δεύτερη Μετάφραση

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μας, ἐσὺ εἶσαι ποὺ μᾶς ἔδωσες, τὴ δική σου εἰρήνη καὶ τὴ δωρεὰ τοῦ Ἁγίου Πνεύματος. Ἡ παρουσία σου στὸ βίο μας εἶναι ἀναφαίρετη κληρονομιὰ ποὺ προσφέρεις στοὺς πιστούς. Αὐτὴν τὴ χάρη ἐμφανέστερα τὴν ἡμέρα ἐκείνη τῆς Πεντηκοστῆς, σὰν σήμερα, τὴν ἔστειλες μὲ τὴ μορφὴ πυρίνων γλωσσῶν στοὺς Μαθητὲς καὶ Ἀποστόλους σου καὶ γέμισες τὰ χείλη τους. Ἔπειτα, ὅλοι ἐμεῖς, ἄνθρωποι ἀπὸ διαφορετικὰ ἔθνη, ἀκούσαμε ἀπὸ τὸ στόμα τους μὲ τὰ ἴδια τὰ ἀφτιά μας καὶ στὴ δική μας γλῶσσα ποιὸς εἶναι ὁ ἀληθινὸς Θεός. Ἀπὸ τότε, φωτίσθηκε ἡ ζωή μας ἀπὸ τὸ φῶς τοῦ Ἁγίου Πνεύματος καὶ ἀπαλλαχθήκαμε ἀπὸ τὸ νοητὸ σκοτάδι τῆς πλάνης στὴν ὁποία ζούσαμε. Ἀπὸ τότε, μάθαμε νὰ πιστεύουμε σὲ σένα καὶ νὰ κηρύττουμε τὸ ὄνομά σου, ἀπὸ τὴ στιγμὴ ποὺ εἴδαμε μὲ τὰ μάτια μας τὴ θεϊκὴ ἐνέργεια τῶν πυρίνων γλωσσῶν καὶ γνωρίσαμε τὴ λάμψη τῆς θεότητος, τῆς δυνάμεως καὶ τῆς ἐξουσίας σου, μαζὶ μὲ τοῦ Πατέρα καὶ τοῦ Ἁγίου Πνεύματος.

Ἐσύ, λοιπόν, τὸ ἀπαύγασμα τοῦ Πατέρα, ποὺ εἶσαι ὁλόιδιος καὶ ἀπαράλλακτος μὲ τὴν οὐσία καὶ τὴ φύση Του, ἡ πηγὴ τῆς σωτηρίας καὶ τῆς χάριτος, ἄνοιξε τὰ ἁμαρτωλά μου χείλη καὶ δίδαξέ με, πῶς πρέπει νὰ προσεύχομαι καὶ γιὰ ποιὰ πράγματα. Ἐσὺ εἶσαι ποὺ γνωρίζεις τὸ μεγάλο πλῆθος τῶν ἁμαρτιῶν μου, ἀλλὰ ἡ καλοσύνη σου θὰ τὶς νικήσει κι ἄς εἶναι καὶ ἀμέτρητες. Γεμᾶτος φόβο στέκομαι μπροστά σου ἔχοντας ρίξει τὴν ἀπόγνωση τῆς ψυχῆς μου μέσα στὸ πέλαγος τοῦ ἐλέους σου. Κυβέρνησε τὴ ζωή μου ἐσύ, ποὺ μὲ ἀνείπωτη σοφία καὶ δύναμη κυβερνᾶς μὲ ἕνα σου λόγο τὴν κτίση. Ἐσύ, τὸ ἀπάνεμο λιμάνι στὴν τρικυμία τῆς ζωῆς, δίδαξέ με ποιὸ δρόμο νὰ ἀκολουθήσω.

Δῶσε στὶς σκέψεις μου τὸ Πνεῦμα τῆς δικῆς σου σοφίας. Δώρισε στὴν ἀπερισκεψία μου Πνεῦμα συνέσεως. Σκέπασε τὰ ἔργα μου μὲ Πνεῦμα φόβου σὲ σένα. Ἀνακαίνισε τὰ ἔγκατα τῆς ψυχῆς μου μὲ Πνεῦμα εὐθύτητος. Στήριξε τὴν ὀλισθηρή μου σκέψη μὲ Πνεῦμα θαρρετό, ὥστε κάθε μέρα μὲ τὸ ἀγαθό σου Πνεῦμα νὰ ὁδηγοῦμαι στὸ συμφέρον μου καὶ νὰ ἀξιωθῶ νὰ ἐφαρμόζω τὶς ἐντολές σου καὶ νὰ θυμᾶμαι πάντοτε τὴν ἔνδοξη παρουσία σου, ὁπότε καὶ θὰ ἐρευνήσεις τὶς πράξεις μας. Καὶ μὴ με ἐγκαταλείψεις καὶ ἐξαπατηθῶ στὶς φθαρτὲς ἡδονὲς αὐτοῦ τοῦ κόσμου· ἀλλὰ ἐνίσχυσέ με, ὥστε νὰ ἐπιθυμῶ νὰ ἀπολαύσω τοὺς μελλούμενους θησαυρούς.

Ἐπειδή, ἐσὺ εἶπες Δέσποτα, ὅτι ὅσα καὶ ἄν ζητήσει κάποιος στὸ ὄνομά Σου, χωρὶς δυσκολία θὰ τὰ λάβει ἀπὸ τὸ Θεὸ Πατέρα, ποὺ εἶναι τὸ ἴδιο αἰώνιος μὲ Ἐσένα. Γι’ αὐτό, καὶ ἐγὼ ὁ ἁμαρτωλός, κατὰ τὴ σημερινὴ ἡμέρα τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος, τὴν ἀγαθότητά σου παρακαλῶ: Ὅσα μὲ προσευχὴ σοῦ ζήτησα, ἀπόδωσέ τα μου γιὰ νὰ σωθῶ. Ναί, Κύριε, ἐσὺ ποὺ δίνεις πλουσιοπάροχα κάθε εὐεργεσία, ἐσὺ εἶσαι καὶ ποὺ δίνεις πολὺ περισσότερα ἀπ’ ὅσα σοῦ ζητᾶμε.

Ἐσὺ εἶσαι ποὺ πάσχεις μαζί μας, ἐσὺ ποὺ μᾶς ἐλεεῖς, ἐσὺ ποὺ πῆρες τὴν σάρκα μας, χωρὶς ὅμως ἁμαρτία, ἐσὺ εἶσαι ποὺ λυγίζεις φιλεύσπλαχνα τὴν καρδιά σου σὲ ὅσους λυγίζουν σὲ σένα τὰ γόνατα, ἐσὺ ποὺ ἔγινες ἡ λύτρωση τῶν ἁμαρτιῶν μας. Λυπήσου τὸν κόσμο σου, Κύριε. Ἄκουσέ μας ἀπὸ τὸν ἅγιο οὐρανό σου, ἁγίασε τὸ λαό σου μὲ τὴ σωτηριώδη δύναμή σου, σκέπασέ τους μὲ τὴ σκέπη τῶν πτερύγων σου. Μὴν μᾶς παραβλέψεις· ἔργα τῶν χεριῶν σου εἴμαστε.

Μόνο ἀπέναντι σου ἁμαρτάνουμε ἀλλὰ καὶ μόνο ἐσένα λατρεύουμε. Δέσποτα, ἄλλο Θεὸ δὲν ξέρουμε νὰ προσκυνοῦμε, οὔτε σὲ ἄλλο Θεὸ ὑψώνουμε τὰ χέρια μας.

Ξέχνα τὶς ἁμαρτίες μας καὶ δέξου τὶς γονατιστὲς δεήσεις μας, ἅπλωσε σὲ ὅλους χέρι βοηθείας καὶ δέξου τὴν προσευχή μας αὐτή, σὰν καλοδεχούμενο θυμίαμα ποὺ ἀνεβαίνει μπροστὰ στὴν ὑπεράγαθη Βασιλεία σου.

Κύριε, ἐσύ, ποὺ κατὰ τὴ διάρκεια τῆς ἡμέρας ποὺ πέρασε μᾶς γλίτωσες ἀπὸ κάθε βέλος ποὺ πετοῦσε, ἐλευθέρωσέ μας καὶ ἀπὸ κάθε κακὸ ποὺ κινεῖται στὸ σκοτάδι. Δέξου τὴν ἑσπερινὴ αὐτὴ προσφορά μας καὶ τὴν ὕψωση τῶν χεριῶν μας. Ἀξίωσέ μας, νὰ περάσουμε τὴ διάρκεια τῆς νύχτας χωρὶς ἀμαρτίες καὶ κακοὺς πειρασμούς. Λύτρωσέ μας ἀπὸ κάθε ταραχὴ καὶ δειλία ποὺ μπορεῖ νὰ μᾶς προξενήσει ὁ διάβολος. Χάρισε στὶς ψυχές μας κατάνυξη καὶ στὶς σκέψεις μας φροντίδα γιὰ τὴ φοβερὴ καὶ δίκαιη ἐξεταστικὴ κρίση σου. Ἠρέμησε μὲ τὸ φόβο σου τὶς σάρκες μας καὶ νέκρωσε τὰ μέλη μας, ποὺ μᾶς κρατοῦν στὴν γῆ, ὥστε, στὴν ἡσυχία τοῦ ὕπνου νὰ ἀποκτήσουμε τὴ λαμπρὴ ἐμπειρία τῆς κρίσεώς σου. Διῶξε ἀπὸ μᾶς κάθε ἀπρεπῆ φαντασίωση καὶ βλαβερὴ ἐπιθυμία. Καὶ σήκωσέ μας, ὅταν ἔρθει ἡ ὥρα γιὰ νὰ προσευχηθοῦμε, στηριγμένους στὴν πίστη καὶ μὲ προκοπὴ στὰ παραγγέλματά σου.

Ευχή Tρίτη

Ἡ ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν. Ὁ θανάτου δεσμοὺς ἀλύτους, καὶ κλεῖθρα ᾍδου διαῤῥήξας, πονηρῶν δὲ πνευμάτων πλήθη καταπατήσας, ὁ προσαγαγὼν σεαυτὸν ἄμωμον ὑπὲρ ἡμῶν ἱερεῖον, τὸ σῶμα δοὺς τὸ ἄχραντον εἰς θυσίαν, τὸ πάσης ἁμαρτίας ἂψαυστόν τε καὶ ἄβατον, καὶ διὰ τῆς φρικτῆς ταύτης, καὶ ἀνεκδιηγήτου ἱερουργίας, ζωὴν ἡμῖν αἰώνιον χαρισάμενος, ὁ εἰς ᾍδου καταβάς, καὶ μοχλοὺς αἰωνίους συντρίψας, καὶ τοῖς κάτω καθημένοις ἄνοδον ὑποδείξας, τὸν δὲ ἀρχέκακον καὶ βύθιον δράκοντα, θεοσόφῳ δελεάσματι ἀγκιστρεύσας, καὶ σειραῖς ζόφου δεσμεύσας ἐν ταρτάρῳ, καὶ πυρὶ ἀσβέστῳ, καὶ σκότει ἐξωτέρῳ, διὰ τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος, ἡ μεγαλώνυμος σοφία τοῦ Πατρός, ὁ τοῖς ἐπηρεαζομένοις μέγας ἐπίκουρος φανείς, καὶ φωτίσας τοὺς ἐν σκότει, καὶ σκιᾷ θανάτου καθημένους. Σύ, δόξης ἀενάου Κύριε, καὶ Πατρὸς ὑψίστου Υἱὲ ἀγαπητέ, ἀΐδιον φῶς, ἐξ ἀϊδίου φωτός, Ἣλιε δικαιοσύνης, ἐπάκουσον ἡμῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, τῶν προκεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, καὶ τῶν λοιπῶν συγγενῶν κατὰ σάρκα, καὶ πάντων τῶν οἰκείων τῆς πίστεως, περὶ ὧν καὶ τὴν μνήμην ποιούμεθα νῦν, ὅτι ἐν σοὶ πάντων τὸ κράτος, καὶ ἐν τῇ χειρί σου κατέχεις πάντα τὰ πέρατα τῆς γῆς.

Δέσποτα παντοκράτορ, Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, γένους θνητοῦ τε καὶ ἀθανάτου, καὶ πάσης φύσεως ἀνθρωπίνης δημιουργέ, συνισταμένης τε καὶ πάλιν λυομένης, ζωῆς τε καὶ τελευτῆς, τῆς ἐνταῦθα διαγωγῆς, καὶ τῆς ἐκεῖθεν μεταστάσεως, ὁ χρόνους μετρῶν τοῖς ζῶσι, καὶ καιροὺς θανάτου ἱστῶν, κατάγων εἰς ᾍδου καὶ ἀνάγων, δεσμεύων ἐν ἀσθενείᾳ, καὶ ἀπολύων ἐν δυναστείᾳ, ὁ τὰ παρόντα χρησίμως οἰκονομῶν, καὶ τὰ μέλλοντα λυσιτελῶς διοικῶν, ὁ τοὺς θανάτου κέντρῳ πληγέντας, ἀναστάσεως ἐλπίσι ζωογονῶν. Αὐτὸς Δέσποτα τῶν ἁπάντων, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὁ καὶ ἐν ταύτῃ τῇ ἐσχάτῃ, καὶ μεγάλῃ καὶ σωτηρίῳ ἡμέρᾳ τῆς Πεντηκοστῆς, τὸ μυστήριον τῆς ἁγίας, καὶ Ὁμοουσίου, καὶ συναϊδίου, καὶ ἀδιαιρέτου, καὶ ἀσυγχύτου Τριάδος ὑποδείξας ἡμῖν, καὶ τὴν ἐπιφοίτησιν καὶ παρουσίαν τοῦ ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἐν εἴδει πυρίνων γλωσσῶν, ἐπὶ τοὺς ἁγίους σου Ἀποστόλους ἐκχέας, καὶ εὐαγγελιστὰς αὐτοὺς θέμενος τῆς εὐσεβοῦς ἡμῶν πίστεως, καὶ Ὁμολογητάς καὶ κήρυκας τῆς ἀληθοῦς ἀναδείξας θεολογίας, ὁ καὶ ἐν αὐτῇ τῇ παντελείῳ Ἑορτῇ καὶ σωτηριώδει, ἱλασμοὺς ἱκεσίους, ὑπὲρ τῶν κατεχομένων ἐν ᾍδῃ, καταξιώσας δέχεσθαι, μεγάλας τε παρέχων ἡμῖν ἐλπίδας, ἄνεσιν τοῖς κατοιχομένοις τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν, καὶ παραψυχὴν παρὰ σοῦ καταπέμπεσθαι. Ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, οἰκτρῶν δεομένων σου, καὶ ἀνάπαυσον τὰς καὶ ψυχὰς τῶν δούλων σου τῶν προκεκοιμημένων, ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν ἐν σκηναῖς Δικαίων, καὶ εἰρήνης καὶ ἀνέσεως ἀξίωσον αὐτούς, ὅτι οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ οἱ ἐν ᾍδη ἐξομολόγησιν παῤῥησιάζονται προσφέρειν σοι, ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογοῦμέν σε καὶ ἱκετεύομεν, καὶ τὰς ἱλαστηρίους εὐχὰς καὶ θυσίας προσάγομέν σοι ὑπὲρ τῶν ψυχῶν αὐτῶν.

Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι ἐνώπιον τῆς ἀπροσίτου σου δόξης, εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις δούλοις σου, καὶ παράσχου χάριν, τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν, καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν, ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς. Μνήσθητι, Κύριε, τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα, τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ μετὰ παῤῥησίας δοξάσωμεν ἐπὶ πᾶσι, σὲ τὸν μόνον ἀληθινόν καὶ φιλάνθρωπον Θεόν.

Σὸν γὰρ ὡς ἀληθῶς, καὶ μέγα ὄντως μυστήριον, Δέσποτα τῶν ἁπάντων καὶ ποιητά, ἣ τε πρόσκαιρος λύσις τῶν σῶν κτισμάτων, καὶ ἡ μετὰ ταῦτα συνάφεια, καὶ ἀνάπαυσις ἡ εἰς αἰῶνας. Σοὶ χάριν ἐπὶ πᾶσιν ὁμολογοῦμεν, ἐπὶ ταῖς εἰσόδοις ἡμῶν ταῖς εἰς τὸν κόσμον τοῦτον, καὶ ταῖς ἐξόδοις, αἱ τάς ἐλπίδας ἡμῶν τῆς ἀναστάσεως, καὶ τῆς ἀκηράτου ζωῆς, διὰ τῆς σῆς ἀψευδοῦς ἐπαγγελίας προμνηστεύονται, ἧς ἀπολαύσαιμεν ἐν τῇ δευτέρᾳ μελλούσῃ παρουσίᾳ σου.

Σὺ γὰρ εἶ καὶ τῆς ἀναστάσεως ἡμῶν ἀρχηγός, καὶ τῶν βεβιωμένων ἀδέκαστος, καὶ φιλάνθρωπος κριτής, καὶ τῆς μισθαποδοσίας Δεσπότης καὶ Κύριος, ὁ καὶ κοινωνήσας ἡμῖν παραπλησίως σαρκὸς καὶ αἵματος, διὰ συγκατάβασιν ἄκραν, καὶ τῶν ἡμετέρων ἀδιαβλήτων παθῶν, ἐν τῷ ἑκουσίως εἰς πεῖραν καταστῆναι, προσλαβόμενος σπλάγχνα οἰκτιρμῶν, καὶ ἐν ᾧ πέπονθας πειρασθεὶς αὐτός, τοῖς πειραζομένοις ἡμῖν γενόμενος αὐτεπάγγελτος βοηθός, διὸ καὶ συνήγαγες ἡμᾶς εἰς τὴν σὴν ἀπάθειαν.

Δέξαι οὖν, Δέσποτα, δεήσεις καὶ ἱκεσίας ἡμετέρας, καὶ ἀνάπαυσον πάντας τοὺς πατέρας ἑκάστου, καὶ μητέρας, καὶ ἀδελφούς, καὶ ἀδελφὰς καὶ τέκνα, καὶ εἲ τι ἄλλο ὁμογενὲς καὶ ὁμόφυλον, καὶ πάσας τὰς προαναπαυσαμένας ψυχὰς ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, καὶ κατάταξον τὰ πνεύματα αὐτῶν καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἐν κόλποις Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ἐν χώρᾳ ζώντων, εἰς βασιλείαν οὐρανῶν, ἐν Παραδείσῳ τρυφῆς, διὰ τῶν φωτεινῶν Ἀγγέλων σου εἰσάγων ἅπαντας εἰς τάς ἁγίας σου μονάς, συνέγειρον καὶ τὰ σώματα ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ὥρισας, κατὰ τὰς ἁγίας σου καὶ ἀψευδεῖς ἐπαγγελίας.

Οὐκ ἔστιν οὖν, Κύριε, τοῖς δούλοις σου θάνατος, ἐκδημούντων ἡμῶν ἀπὸ τοῦ σώματος, καὶ πρὸς σὲ τὸν Θεὸν ἐνδημούντων, ἀλλὰ μετάστασις ἀπὸ τῶν λυπηροτέρων ἐπὶ τὰ χρηστότερα καὶ θυμηδέστερα, καὶ ἀνάπαυσις καὶ χαρά. Εἰ δὲ καὶ τὶ ἡμάρτομεν εἰς σέ, ἵλεως γενοῦ ἡμῖν τε καὶ αὐτοῖς, διότι οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου ἐνώπιόν σου, οὐδ’ ἂν μία ἡμέρα ᾖ ἡ ζωὴ αὐτοῦ, εἰμὴ μόνος σύ, ὁ ἐπὶ γῆς φανεὶς ἀναμάρτητος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, δι’ οὗ πάντες ἐλπίζομεν ἐλέους τυχεῖν, καὶ ἀφέσεως ἁμαρτιῶν.

Διὰ τοῦτο ἡμῖν τε καὶ αὐτοῖς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἄνες, ἄφες, συγχώρησον τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ πρόδηλα, τὰ λανθάνοντα, τὰ ἐν πράξει, ἐν διανοίᾳ, τὰ ἐν λόγῳ, τὰ ἐν πάσαις ἡμῶν ταῖς ἀναστροφαῖς, καὶ τοῖς κινήμασι, καὶ τοῖς μὲν προλαβοῦσιν ἐλευθερίαν καὶ ἄνεσιν δώρησαι, ἡμᾶς δὲ τοὺς περιεστῶτας εὐλόγησον, τέλος ἀγαθὸν καὶ εἰρηνικὸν παρεχόμενος ἡμῖν τε, καὶ παντὶ τῷ λαῷ σου, καὶ ἐλέους σπλάγχνα καὶ φιλανθρωπίας διανοίγων ἡμῖν, ἐν τῇ φρικτῇ καὶ φοβερᾷ σου παρουσίᾳ, καὶ τῆς βασιλείας σου ἀξίους ἡμᾶς ποίησον.

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀναμέσον τοῦ σκότους, καὶ τὸν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλούς, καὶ ἐπὶ τῆς παρούσης ἡμέρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι λατρείαν προσαγαγεῖν. Αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου, καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας.

Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν, ἔνδυσον ἡμᾶς ὅπλα φωτός, ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου, καὶ δώρησαι ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον.

Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ, ἵνα, καὶ ἐν ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν καὶ ἐν νυκτὶ τοῦ παναγίου ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες, ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν, καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.

Ευχή Τρίτη Μετάφραση

Πηγὴ ἀστείρευτη, ποὺ μᾶς φέρνεις ζωὴ καὶ φῶς, δύναμη δημιουργικὴ ἴδια μὲ τοῦ Πατέρα, Χριστὲ καὶ Θεέ μας. Ἐσὺ ποὺ ὁλοκλήρωσες μὲ ὄμορφο καὶ σωτηριώδη τρόπο τὴν σωτηρία μας. Ἐσὺ ποὺ ἔσπασες τὰ ἄλυτα δεσμὰ τοῦ θανάτου καὶ τὶς κλειδαριὲς τοῦ Ἅδη. Ἐσὺ ποὺ καταπάτησες τὰ πλήθη τῶν πονηρῶν πνευμάτων. Ἐσὺ ποὺ τὸν ἴδιο σου τὸν ἑαυτὸ προσέφερες γιὰ χάρη μας. Ἐσὺ ποὺ θυσίασες τὸ ἴδιο σου τὸ σῶμα, τὸ ἄχραντο, τὸ ἄμωμο καὶ ἀμόλυντο ἀπὸ κάθε ἁμαρτία καὶ μὲ αὐτὴν τὴν φρικτὴ καὶ ἀνέκφραστη ἱερὴ πράξη, μᾶς χάρισες αἰώνια ζωή. Ἐσὺ ποὺ κατέβηκες στὸν Ἅδη καὶ συνέτριψες τοὺς αἰωνίους μοχλούς του καὶ ἔδειξες τὴν ἄνοδο σὲ ὅσους κατοικοῦσαν ἐκεῖ κάτω. Ἐσὺ ποὺ ἀγκίστρωσες τὸν ἀρχικάκιστο σκοτεινὸ δράκοντα μὲ δόλωμα θεϊκῆς σοφίας, τὸν ἔδεσες μὲ βαριὲς ἀλυσίδες καὶ μὲ τὴν ἀπειροδύναμη ἰσχύ σου τὸν ἔρριξες στὰ τάρταρα τοῦ Ἅδη, στὸ ἄσβεστο πῦρ καὶ στὸ ἐξώτερο σκότος. Ἐσύ, ἡ μεγαλώνυμη σοφία τοῦ Θεοῦ Πατέρα, ὁ συμπαραστάτης κάθε ἀνθρώπου ποὺ περνάει πειρασμούς. Ἐσὺ ποὺ ρίχνεις τὸ φῶς σου ἀκόμα καὶ σ’ ἐκείνους ποὺ ζοῦν σὲ χώρα καὶ σκιὰ θανάτου. Ἐσὺ Κύριε τῆς αἰώνιας δόξας. Ἐσὺ Υἱὲ ἀγαπητὲ τοῦ Ὑψίστου Πατέρα, φῶς ἀπὸ ἀΐδιο φῶς, ἥλιε τῆς δικαιοσύνης, ἄκουσέ μας ποὺ σὲ παρακαλοῦμε καὶ ἀνάπαυσε τὶς ψυχὲς τῶν δούλων σου, ὅλων ὅσοι μέχρι τώρα κοιμήθηκαν, πατέρων μας, ἀδελφῶν μας καὶ λοιπῶν συγγενῶν μας κατὰ σάρκα καὶ ὅλων τῶν ὀρθοδόξων ἀδελφῶν μας. Σοῦ τοὺς θυμίζουμε, Κύριε, ἐπειδὴ Ἐσὺ ἔχεις ἐξουσία σὲ ὅλα καὶ στὰ χέρια σου κρατᾶς τὰ πέρατα τῆς γῆς.

Δέσποτα Παντοκράτορα, Θεὲ τῶν Πατέρων μας καὶ Κύριε τοῦ ἐλέους, δημιουργὲ τῶν θνητῶν καὶ τῶν ἀθανάτων ὄντων ἀλλὰ καὶ κάθε ἀνθρώπινης φύσεως, ποὺ συναρμολογεῖται καὶ πάλι διαλύεται. Κύριε τῆς ζωῆς καὶ τοῦ τέλους, τῆς ἐδῶ βιοτῆς μας καὶ τοῦ ἐκεῖ ἐρχομοῦ μας. Ἐσὺ ποὺ μετρᾶς τὰ χρόνια τῆς ζωῆς μας καὶ ὁρίζεις τὸν καιρὸ τοῦ θανάτου μας. Ἐσὺ ποὺ κατεβάζεις στὸν Ἅδη καὶ ἀνεβάζεις ἀπὸ αὐτόν, ποὺ μᾶς εὐεργετεῖς μὲ τὶς ἀρρώστιες καὶ μᾶς ἀπελευθερώνεις ἀπὸ αὐτές. Ἐσὺ ποὺ τὰ παρόντα χρήσιμα φροντίζεις καὶ τὰ μέλλοντα ἀκριβοδίκαια διοικεῖς. Ἐσὺ ποὺ ὅσους χτυπήθηκαν μὲ τὸ κεντρὶ τοῦ θανάτου πάλι τοὺς ζωογονεῖς μὲ τὴν ἐλπίδα τῆς Ἀναστάσεως. Ἐσὺ λοιπόν, Δέσποτα τῶν πάντων, ὁ Θεός μας, ὁ Σωτῆρας μας, ἡ ἐλπίδα ὅλων ὅσοι βρίσκονται στὰ πέρατα τῆς γῆς καὶ ὅσοι βρίσκονται στὶς μακρινὲς θάλασσες. Ἐσὺ ποὺ κατὰ τὴν τελευταία, μεγάλη καὶ σωτήρια ἡμέρα τῆς Πεντηκοστῆς μᾶς ἔδειξες τὸ Μυστήριο τῆς ἁγίας καὶ ὁμοούσιας καὶ συναΐδιας καὶ ἀδιαίρετης καὶ ἀσύγχυτης Τριάδος. Ἐσὺ ποὺ μὲ τὴ μορφὴ πυρίνων γλωσσῶν μᾶς ἔδειξες τὴν ἐπιφοίτηση καὶ τὴν παρουσία τοῦ Ἁγίου καὶ ζωοποιοῦ σου Πνεύματος, τὸ ὁποῖο ἁπλώθηκε ἐπάνω στοὺς ἁγίους σου Ἀποστόλους καὶ ἔτσι τοὺς ἀνέδειξες δασκάλους τοῦ Εὐαγγελίου σου, ὁμολογητὲς καὶ κήρυκες τῆς ἀληθινῆς Θεολογίας. Ἐσὺ ποὺ μᾶς ἀξιώνεις καὶ κατ’ αὐτὴν τὴν τέλεια καὶ σωτήρια ἑορτὴ νὰ σὲ παρακαλοῦμε ἱκετευτικὰ γιὰ ὅσους κρατοῦνται στὸν Ἅδη. Ἐσὺ ποὺ μᾶς δίνεις μεγάλες ἐλπίδες γιὰ τὴν ἀνακούφιση καὶ τὴ διευκόλυνση αὐτῶν ποὺ ζοῦν σὲ δυσκολία ἐκεῖ. Ἄκουσέ μας, ποὺ σὲ παρακαλοῦμε οἱ ταπεινοὶ καὶ ἄθλιοι. Τὶς ψυχὲς τῶν δούλων σου ποὺ ἔχουν κοιμηθεῖ, ἀνάπαυσέ τες σὲ τόπο φωτεινό, σὲ τόπο χλοερό, σὲ τόπο ἀναψυχῆς, ἐκεῖ ὅπου δὲν ὑπάρχει κανένας πόνος, καμμία λύπη, κανένας στεναγμός. Κατάταξε τὰ πνεύματά τους μαζὶ μὲ τοὺς δικαίους καὶ κάνε τους ἄξιους εἰρήνης καὶ ἀνέσεως, διότι οἱ νεκροὶ δὲν μποροῦν νὰ σὲ δοξολογήσουν, Κύριε, οὔτε τολμοῦν νὰ ὁμολογήσουν τὸ ὄνομά σου ὅσοι κατοικοῦν στὸν Ἅδη, ἀλλὰ ἐμεῖς οἱ ζωντανοὶ σὲ εὐλογοῦμε, σὲ παρακαλοῦμε καὶ σοῦ προσφέρουμε ἐξιλαστήριες θυσίες καὶ προσευχὲς γιὰ τὶς ψυχὲς ἐκείνων.

Ὁ μεγάλος, ὁ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος Θεός, Ἐσὺ ποὺ μᾶς ἀξιώνεις τούτη τὴν ὥρα νὰ στεκόμαστε μπροστὰ στὴν ἀπλησίαστη δόξα σου γιὰ νὰ ὑμνοῦμε καὶ νὰ δοξάζουμε τὰ θαυμαστά σου ἔργα, λυπήσου μας τοὺς ἀνάξιους δούλους σου καὶ δῶσε μας τὴ χάρη νὰ σοῦ προσφέρουμε μὲ συντριβὴ καρδιᾶς, μὲ ταπείνωση ἀλλὰ καὶ βεβαιότητα τὸν τρισάγιο ὕμνο μας καὶ τὴν εὐχαριστία γιὰ τὶς μεγάλες σου δωρεὲς ποὺ ἔκανες καὶ συνεχίζεις νὰ κάνεις σὲ ἐμᾶς. Θυμήσου Κύριε ὅτι εἴμαστε ἀδύναμοι ἄνθρωποι καὶ μὴ μᾶς ἐξαλείψεις μαζί μὲ τὶς ἁμαρτίες μας, ἀλλὰ δεῖξε μεγάλο ἔλεος στὴν ταπείνωσή μας, ὥστε ἀποφεύγοντας τὸ σκοτάδι τῆς ἁμαρτίας νὰ ζήσουμε τὴν ὑπόλοιπη ζωή μας στὸ φῶς τῆς δικαιοσύνης σου καὶ προφυλαγμένοι ἀπὸ κάθε ἐπιβουλὴ τοῦ πονηροῦ νὰ δοξάζουμε παντοῦ καὶ μὲ τόλμη ἐσένα, τὸν μόνο ἀληθινὸ καὶ φιλάνθρωπο Θεό.

Ἀλήθεια, Δέσποτα καὶ Δημιουργὲ τῶν ὅλων, εἶναι δικό σου τὸ πραγματικὰ μεγάλο μυστήριο τῆς πρόσκαιρης διαλύσεως τῶν σωμάτων μας καὶ ἡ μετέπειτα συναρμολόγησή τους γιὰ τὴν ἀνάπαυσή μας στοὺς αἰῶνες.

Πάνω ἀπ’ ὅλα, σοῦ χρωστᾶμε χάρη γιὰ τὸν ἐρχομό μας σ’ αὐτὸν τὸν κόσμο καὶ γιὰ τὴν ἔξοδό μας ἀπ’ αὐτόν, σημάδια τῆς ἐλπίδος μας στὴν ἀδιάψευστη ὑπόσχεσή σου γιὰ ἀνάσταση καὶ ἀτελείωτη ζωή, τὴν ὁποία θὰ ἀπολαύσουμε στὴν μελλούμενη Δεύτερη Παρουσία σου.

Ἐσὺ εἶσαι ὁ ἀρχηγὸς τῆς ἀναστάσεώς μας καὶ τῶν ὅσων ἔχουμε ζήσει ἀδέκαστος καὶ φιλάνθρωπος κριτής καὶ τῆς μισθαποδοσίας μας ὁ Δεσπότης καὶ Κύριος. Συγκαταβαίνοντας πῆρες παρόμοια μὲ μᾶς σάρκα καὶ αἷμα καὶ ἀπέκτησες θεληματικὰ τὴν πείρα τῆς δικῆς μας ἀνθρωπίνης φύσεως, ὥστε νὰ μᾶς κρίνεις μὲ εὐσπλαχνία καὶ συμπόνια. Καὶ ἐνῶ ἐσὺ ὁ ἴδιος ὑπέφερες καὶ δοκιμαζόσουν, ἦρθες καὶ ἔγινες αὐτεπάγγελτος βοηθὸς στὶς δικές μας δοκιμασίες καὶ ἔτσι μᾶς προσκάλεσες δίπλα σου, προκειμένου νὰ φθάσουμε ἀνεπηρέαστοι στὴ δική σου ἀπάθεια.

Δέξου, λοιπόν, Δέσποτα, τὶς προσευχὲς καὶ τὶς παρακλήσεις μας, ἀνάπαυσε τὸν πατέρα τοῦ καθ’ ἑνὸς καὶ τὴ μητέρα, τὰ ἀδέλφια καὶ τὶς ἀδελφὲς καὶ τὰ τέκνα καὶ κάθε ἄλλο συγγενῆ καὶ ὁμογενῆ μας καὶ ὅλες ἀνεξαιρέτως τὶς ψυχὲς ποὺ ἀναπαύθηκαν στὴν αἰώνια ζωή μὲ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Καὶ κατάταξε τὰ πνεύματα καὶ τὰ ὀνόματά τους στὸ βιβλίο τῆς ζωῆς, στοὺς κόλπους τοῦ Ἀβραάμ, τοῦ Ἰσαάκ καὶ τοῦ Ἰακώβ, στὴ χώρα τῶν ζώντων, στὴ Βασιλεία τῶν Οὐρανῶν, στὸν Παράδεισο τῆς τρυφῆς. Ὅλους καθοδήγησέ μας μὲ τοὺς φωτεινούς Ἀγγέλους στοὺς τόπους τοὺς ἁγίους σου καὶ ὅταν ἔρθει ἡ ἡμέρα ποὺ καθόρισες, ἀνάστησε καὶ τὰ σώματά μας σύμφωνα μὲ τὶς ἀδιάψευστες ὑποσχέσεις σου.

Δὲν ὑπάρχει θάνατος γιὰ μᾶς τοὺς δούλους σου, Κύριε. Δὲν εἶναι θάνατος γιὰ μᾶς, ὅταν ἀποχωριζόμαστε ἀπὸ τὸ σῶμα μας καὶ ἐρχόμαστε κοντὰ σὲ σένα τὸ Θεό. Μετάβαση εἶναι ἀπὸ τὰ πιὸ λυπηρὰ στὰ πιὸ καλά, στὰ πιὸ εὐχάριστα, στὴν ἀνάπαυση καὶ στὴ χαρά. Ἐὰν σὲ κάτι ἁμαρτήσαμε ἀπέναντί σου, νὰ μᾶς λυπηθεῖς ὅλους, ἀφοῦ κανένας δὲν εἶναι καθαρὸς καὶ ἀκηλίδωτος μπροστά σου, ἀκόμα κι ἄν ζήσει μόνο μία ἡμέρα. Μόνο ἐσύ, Κὐριε Ἰησοῦ Χριστέ μας, ὑπῆρξες ἀναμάρτητος πάνω στὴ γῆ καὶ ἀπὸ σένα ὅλοι προσδοκοῦμε τὸ ἔλεος καὶ τὴ συγχώρηση τῶν ἁμαρτιῶν μας.

Γι’ αὐτό, σὰν ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὅλων μας, παράβλεψε τὰ παραπτώματά μας, ἄφησέ τα, συγχώρησέ τα, τὰ θελημένα καὶ τὰ ἀθέλητα, τὰ συνειδητὰ καὶ τὰ ἀσυνείδητα, τὰ φανερὰ καὶ τὰ κρυφά, ὅσα ἔγιναν πράξεις κι ὅσα ἔμειναν σκέψεις, ὅσα ἔγιναν μὲ λόγια κι ὅσα μὲ τὴ συμπεριφορὰ καὶ τὶς κινήσεις μας. Καὶ ὅσους ἤρθαν ἐκεῖ νωρίτερα, ἐλευθέρωσέ τους ἀπὸ κάθε κρῖμα καὶ δῶσε τους ἄνεση. Ἐμᾶς ποὺ στέκουμε γονατιστοὶ μπροστά σου εὐλόγησέ μας καὶ δῶσε μας τέλος καλὸ καὶ εἰρηνικό. Καὶ κατὰ τὴ φρικτὴ καὶ φοβερὴ ἡμέρα τῆς Δεύτερης Παρουσίας σου δεῖξε μας σπλάχνα γεμᾶτα ἔλεος καὶ φιλανθρωπία καὶ κάνε μας ἄξιους τῆς Βασιλείας σου.

Ὁ Θεὸς ὁ μεγάλος καὶ ὑψηλός, ὁ μόνος ἀθάνατος, Ἐσὺ ποὺ κατοικεῖς στὸ ἀπλησίαστο φῶς, ποὺ δημιούργησες μὲ σοφία ὅλη τὴν κτίση, ποὺ διαχώρισες τὸ φῶς ἀπὸ τὸ σκοτάδι κι ἔβαλες τὸν ἥλιο νὰ ἐξουσιάζει τὴν ἡμέρα καὶ τὴ σελήνη μὲ τὰ ἀστέρια νὰ ἐξουσιάζουν τὴ νύχτα, ἐσὺ ποὺ ἀξίωσες ἐμᾶς τοὺς ἁμαρτωλούς, νὰ φτάσουμε σ’ αὐτὴν ἐδῶ τὴν ἡμέρα γιὰ νὰ δοῦμε τὸ πρόσωπό σου καὶ ἐξομολογητικὰ νὰ σοῦ στείλουμε αὐτὴν ἐδῶ τὴν ἑσπερινὴ λατρεία μας, Ἐσὺ, φιλάνθρωπε Κύριε, ὁδήγησε τὴν προσευχή μας σὰν θυμίαμα μπροστά σου καὶ δέξου την σὰν εὐωδιαστὴ μοσχοβολιά.

Χάρισέ μας εἰρηνικὸ αὐτὸ τὸ ἀπόγευμα καὶ τὴν ἐρχόμενη νύχτα, ντύσε μας μὲ ὅπλα φωτεινά, λύτρωσέ μας ἀπὸ τὸ νυχτερινὸ φόβο καὶ ἀπὸ κάθε τι ποὺ κινεῖται στὸ σκοτάδι καὶ δῶσε μας τὸν ὕπνο ποὺ μᾶς τὸν χάρισες γιὰ ἀνάπαυση τῆς θνητῆς μας φύσης, ἀπαλλαγμένο ἀπὸ κάθε διαβολική φαντασία.

Ναί, Δέσποτα τῶν ὅλων, χορηγὲ κάθε ἀγαθοῦ, ὥστε καὶ στὰ κρεβάτια μας τὴ νύχτα νὰ μνημονεύουμε μὲ κατάνυξη τὸ πανάγιο ὄνομά σου καὶ τὴν αὐγὴ νὰ ἀνοίγουμε τὰ μάτια μας μὲ τὴν μελέτη τῶν ἐντολῶν σου. Ἔπειτα νὰ σηκωνόμαστε μὲ ψυχικὴ ἀγαλλίαση γιὰ νὰ δοξολογήσουμε τὴ δική σου ἀγαθότητα, προσκομίζοντας στὴν εὐσπλαχνία σου προσευχὲς καὶ ἱκεσίες γιὰ τὶς δικές μας ἁμαρτίες καὶ γιὰ ὅλου τοῦ λαοῦ σου, τὸν ὁποῖο μὲ τὶς πρεσβεῖες τῆς ἁγίας Θεοτόκου νὰ ἐπισκεφθεῖς μὲ ἔλεος, Κύριε.