Ευχή εις Ασθενούντα Αγίου Λουκά της Κρυμαίας

Ἅγιε Ἱεράρχα, ὁμολογητά, διδάσκαλε τῆς ἀληθείας καὶ ἀνάργυρε ἰατρὲ Λουκᾶ, σοὶ κλίνομεν τὰ γόνατα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ προσπίπτοντες τοῖς τιμίοις καὶ ἰαματικοῖς λειψάνοις σου, σὲ παρακαλοῦμεν, ὡς τὰ τέκνα τοὺς πατέρας αὐτῶν. Εἰσάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν, τίμιε Πάτερ, καὶ προσάγαγε τὴν δέησην ἡμῶν τῷ ἐλεήμονι καὶ φιλανθρώπῳ Θεῶ, ὡς ἑστὼς ἐνώπιον αὐτοῦ μετὰ πάντων τῶν Ἁγίων. Πιστεύομεν ὅτι ἀγαπᾷς ἡμᾶς διὰ τῆς αὐτῆς ἀγάπης ἣν ἠγάπησας τοὺς ἀδελφούς σου κατὰ τὴν ἐν τῷ κόσμῳ βιοτήν σου.
Τὴν τέχνην τῶν ἰατρῶν μετιών, τῶν ἀσθενούντων τὰ ἀῤῥωστήματα, τῇ ἀρωγῇ τῆς χάριτος, πλειστάκις ἐθεράπευσας. Μετὰ δὲ τὴν σεπτήν σου κοίμησιν, τὰ σὰ χαριτόβρυτα λείψανα, ὁ τῶν ὅλων Δεσπότης, πηγὴν ἰατρείας ἀνέδειξεν. Ποικίλας γὰρ ίώνται ἀσθενείας καὶ δύναμιν δωροῦνται τοῖς εὐλαβῶς ταύτα ἀσπαζομένοις τὴν θείαν πρεσβείαν σου.
Διὸ αἰτοῦμέν σε καὶ θερμῶς παρακαλοῦμέν σε, τὸν τὴν χάριν τῆς ἰατρείας κομισάμενον τὸν ἀσθενοῦντα καὶ δεινῶς χειμαζόμενον ἀδελφὸν ἡμῶν (ὄνομα….) ἐπίσκεψαι καὶ θεράπευσον ἐκ τῆς συνεχούσης αὐτὸν ἀσθενείας.
Πάντιμε καὶ ἁγιώτατε πάτερ Λουκᾶ, ἐλπὶς ἀῤῥαγῆς τῶν ἀσθενούντων καὶ κεκμηκότων, μὴ ἐπιλάθου δωρήσασθαι τῷ ἀδελφῷ ἡμῶν (ὄνομα….) τὴν ἴασην καὶ πᾶσιν ἡμῖν τὰ εὐφρόσυνα.
Ἵνα καὶ ἡμεῖς σὺν σοὶ δοξάζωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν μίαν θεότητα τε καὶ βασιλείαν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.