Ευχή εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας

Γεροντίσσης Ἰσιδώρας Ἁγιεροθεϊτίσσης

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, τὸ φῶς τὸ ἀληθινὸν καὶ ἀΐδιον καὶ ἀναλλοίωτον, ὁ ἐκ τοῦ σκότους τῆς ἀβύσσου, τῷ λόγῳ Σου μόνῳ, ἐν ἀρχῇ τὸ φῶς ποιήσας καὶ τοῦτο διαχέων πάσῃ τῇ κτίσει Ἀγαθέ.
Ὁ διαχωρίσας ἀνάμεσον τοῦ φωτὸς καὶ ἀνάμεσον τοῦ σκότους καὶ τὸν μὲν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας θέμενος, τὴν δὲ σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτὸς.
Ὁ τῶν αἰώνων Βασιλεὺς καὶ τῆς ζωῆς ἀρχηγός τε καὶ Κύριος, ὁ τοὺς πύρινους μὲν Ἀγγέλους Σου ἐν οὐρανῷ Λειτουργοὺς φωτὸς καταστήσας, τοὺς δὲ Ἁγίους Σου ἐπὶ τῆς γῆς φωστῆρας φωτεινοὺς ἀναδείξας, ἵνα δι᾿ αὐτῶν οἱ πιστοὶ πρὸς πολιτείαν καθαρὰν καὶ ἔργα φωτὸς ὁδηγούμενοι.
Δοξάζομεν Σὲ ἀεί, τὴν πηγὴν τοῦ φωτὸς καὶ παντὸς ἀγαθοῦ αἴτιον, ὁ τὸν λαόν Σου πάλαι Ἰσραὴλ ἐν στύλῳ πυρίνου φωτὸς ἐκ δουλείας Φαραώ, διὰ Μωϋσεέως τοῦ Προφήτου Σου, εἰς γῆν ἐπαγγελίας ὁδηγήσας Ἀγαθὲ καὶ ζωὴν δοὺς αὐτοῖς ἐλευθέραν·
Ὁ τοῦ ἐκ γενετῆς τυφλοῦ, διὸ τοῦ πηλοῦ ἰδίαις χερσὶν τὰ ὄμματα διανοίξας καὶ τὸ φῶς αὐτῷ χαρισάμενος·
Ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἐν σκότει τῶν παθῶν εἰς ζωὴν ἐπανάγων μόνε Μακρόθυμε·
Ὁ τοὺς πεπλανημένους εἰς ὁδὸν εὐθεῖαν συμπαθῶς ἐπανάγων, τοὺς δὲ τυφλοὺς σοφίζων καὶ εἰς φωτὸς ἀπόλαυσιν κατευθύνων μόνε Ὑπεράγαθε·
Ὁ τῆς ψυχῆς τὰ ὄμματα διανοίγων παντὶ τῷ εἰς Σὲ πιστεύοντι καὶ Σοί προστρέχοντι Φιλάνθρωπε·
Ὁ ἐν Ἁγίοις Σου ἀεὶ ἐπαναπαυόμενος καὶ ἐν αὐτοῖς ἐνδοξαζόμενος, μόνε Ὑπερένδοξε·
Ὁ τῇ ἀμετρήτῳ Σου δυνάμει μεγάλα καὶ ἐξαίσια ποιῶν καὶ ταῦτα διὰ τῶν Ἁγίων Σου θαυμαστώνων ἡμῖν Παντοκράτωρ Κύριε·
Ὁ κρίμασιν ἰδίοις, τῶν τυφλῶν τὰ ἔργα ἐναργέστερα φωτὸς ἐργασάμενος, ἀνερμήνευτε Κύριε·
Ὁ βουλή Σου ἀῤῥήτῳ τὸν τυφλὸν Σού θεράποντα Ἄνθιμον, τὸν ἐκ Κεφαλληνίας, ἐπ᾿ ἐσχάτων φωτὸς λύχνον ἀναδείξας τῷ ὑποδούλῳ γένει ἡμῶν· ὁ τοῦτον καταξιώσας Ὑπεράγαθε τοῦ δόξασαι Σὲ ἐν ἔργοις ὁσίοις καὶ ἰσαγγέλῳ βιοτῇ καὶ μεγαλῦναί σε ἐν κηρύγματι σοφῷ καὶ ὑπερυψώσαι Σὲ ἐν τρόποις θαυμαστοῖς· ὁ τοῦτον δομήτορα πολλῶν Μονῶν ἀξιώσας γενέσθαι, τῶν δὲ Μοναστῶν χειραγωγόν τε καὶ διδάσκαλον, καὶ τῶν πιστῶν ὁδηγὸν ἀσφαλῆ καὶ εὐθύτατον· ὁ τὴν φωνὴν αὐτοῦ τρανώσας τοῦ διδάξαι Σου τὰ μεγαλεία τοῖς πολλοῖς, τὰ δὲ ὄμματα τῆς καρδίας αὐτοῦ διανοίξας εἰς τὸ ὁρᾶν τοῦ ἀκτίστου Σου φωτὸς τὴν πλησμονὴν μόνε φωτοπάροχε Δημιουργέ· ὁ δι᾿ αὐτοῦ ὁδηγῶν ἡμᾶς εἰς ἐπίγνωσιν τῆς Σῆς ἀληθείας καὶ δεικνύων ἡμῖν τὴν ὁδὸν τῶν ἐντολῶν Σου, τοῦ πορεύεσθαι ἐν τῇ ὁδῷ τῆς πίστεως· ὁ τὰς ἱκεσίας τῶν Ἁγίων Σου ὡς θυμίαμα προσδεχόμενος Δέσποτα καὶ τούτων συμπαθῶς ἐπακούων πρὸς τὸ συμφέρον πάντων, μόνε Εὔσπλαγχνε.
Αὐτὸς καὶ νῦν Κύριε, ταῖς τοῦ τυφλοῦ Σου Ὁσιοκήρυκος Ἀνθίμου πρεσβείαις εὐπροσδέκτοις δυσωπούμενος, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς τοὺς τιμῶντας τὴν αὐτοῦ πανίερον μνήμην καὶ ὑμνοῦντας τὴν αὐτοῦ ἔνδοξον ἐπὶ γῆς πολιτείαν καὶ πρέσβυν ὑπὲρ ἡμῶν πρὸς Σὲ εὐμενῆ αὐτὸν προβαλλομένους καὶ διάνοιξον τοὺς τῆς καρδίας ὀφθαλμοὺς ἡμῶν, τοῦ ὁρᾶν τὸ φῶς τῶν προσταγμάτων Σου καὶ πορεύεσθαι ἐν αὐτῷ ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς ἡμῶν, κάθαρον ἡμῶν τὴν διάνοιαν καὶ φώτισον τὰς κόρας τῆς ψυχῆς ἡμῶν, τοῦ ἐπιγνῶναι τὸ θέλημά Σου τὸ ἅγιον καὶ φυλάττειν αὐτὸ ἐξ ὅλης ἰσχύος ἡμῶν καὶ δουλεύειν Σοι διαπαντὸς ἐν εὐθύτητι καρδίας ἡμῶν, ἔργα φωτὸς τοῦ ποιεῖν ἀξίωσον ἡμᾶς καὶ προσάγειν Σοι πράξεις ἀγαθὰς υἱοὺς ἡμέρας, ἀνάδειξον ἡμᾶς καὶ κληρονόμους τοῦ φωτὸς τῆς Βασιλείας Σου, ἐργάτας πιστοὺς τοῦ μυστικοῦ Σου ἀμπελῶνος, γενέσθαι ἰκάνωσον ἡμᾶς καὶ δούλους Σου ἀγαθούς, τοῦ αὐξάνειν τὸ παρὰ Σοῦ δοθὲν ἡμῖν τάλαντον Δέσποτα, ἵνα τὸν μισθὸν τῆς φιλανθρώπου καὶ ἀμέτρητου Σου ἀγαθότητος κομισάμενοι, τὴν λαμπρότητα τῆς δόξης Σου ἐνδυσώμεθα καὶ τὴν ἀνεξιχνίαστόν Σου χρηστότητα δοξολογῶμεν, σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων καὶ τοῖς τάγμασιν τῶν ἀπ᾿ αἰώνων εὐαρεστησάντων Σοι Ἁγίων, ὅτι Σοι μόνῳ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ζωοποιῷ Σου Πνεύματι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΜΗΝ.

 

Παρακλητικός Κανών εις τον Όσιο Άνθιμο ο εκ Κεφαλληνίας