Κανὼν ἱκετήριος εἰς τὸν Ἄγγελον, τὸν φύλακα τῆς τοῦ ἀνθρώπου ζωῆς.

Ποίημα Ἰωάννου Μοναχοῦ τοῦ Μαυρόποδος.

Οὗ ἡ Ἀκροστιχίς.
Τὸν Ἄγγελον μέλπω σε τὸν φύλακά μου. ᾨδὴ Μοναχοῦ Ἰωάννου.

(πρὸ ἑκάστου τροπαρίου ὅλων τῶν ᾠδῶν λέγομεν· «Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἐμοῦ», πλὴν τῶν Δόξα, καὶ νῦν)

 

ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Τὸν ἄγρυπνον φύλακα τῆς ἐμῆς, ψυχῆς καὶ προστάτην, τῆς ζωῆς μου καὶ ὁδηγόν, θεόθεν ὃν ἔλαχον ὑμνῶ σε, Ἄγγελε θεῖε Θεοῦ Παντοκράτορος.

Ο θέλων σωθῆναι πάντας βροτούς, ἁγίους Ἀγγέλους, ὁδηγοὺς καὶ φωταγωγούς, ἐπέστησας Λόγε, τοῖς ἀνθρώποις, χειραγωγοῦντας ἡμᾶς πρὸς τὸν φόβον Σου.

Νυκτὶ συνεχόμενον ζοφερᾷ, καὶ μέλανι γνόφῳ, καλυπτόμενον τῶν παθῶν, φωτὶ μετανοίας αὔγασόν με, ὁ ὁδηγὸς καὶ προστάτης καὶ φύλαξ μου.

Δόξα.
Αἰσχρῶν ἐνθυμήσεων ἐν ἐμοί, πηγάζει πλημμύρα, βορβορώδης καὶ ζοφερά, τοῦ Θεοῦ χωρίζουσα τὸν νοῦν μου· ἣν ἀποξήρανον, ὦ ἀντιλῆπτόρ μου.

Καὶ νῦν. Θεοτοκίον.
Γαλήνη Σύ Δέσποινα καὶ λιμήν, τῶν χειμαζομένων, ἐν πελάγει ἁμαρτιῶν· διό Σου προστρέχω τῷ λιμένι, κλυδωνιζόμενος σάλῳ ποικίλων παθῶν.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Γεηροῦ καὶ πηλίνου, καὶ χοϊκοῦ κράματος, ἔσχηκὼς τὴν ὕπαρξιν, τῇ γῇ προσήλωμαι· ἀλλ᾿ ὦ προστάτα μου, καὶ ὁδηγέ μου καὶ ῥῦστα, τρέψον μου τὴν ἔφεσιν, πρὸς τὰ οὐράνια.

Εν νυκτὶ καὶ ἡμέρᾳ, τοῖς πονηροῖς ἔργοις μου, καὶ παραπικραίνω καὶ θλίβω, καὶ παροξύνω σε, καὶ οὐκ ἐθέλοντα, ἀπὸ μακρόθεν ἑστάναι, τὸν ἐμὸν ὑπέρμαχον, καταναγκάζω σε.

Λύπης καὶ ἀθυμίας, παρεκτικὸς γίνομαι, ὡς ἀμετανόητος μένων, καὶ ἀδιόρθωτος· διό μοι δώρησαι, μετα νοῆσαι γνησίως, καὶ χαροποιῆσαί σε, τὸν ἐμὸν φύλακα.

Δόξα.
Ο ὁρῶν ἀοράτως, τὸ τοῦ Θεοῦ πρόσωπον, τοῦ ἐν οὐρανοῖς καθημένου, καὶ ἐπιβλέποντος, ἐπὶ τὴν γῆν νοερῶς, καὶ τρέμειν ταύτην ποιοῦντος, αἴτησαι σωθῆναί με, Ἅγιε Ἄγγελε.

Καὶ νῦν. Θεοτοκίον.
Νοῦν καὶ φρένα καὶ λόγον, δῶρον Θεοῦ εἴληφα, ὅπως ἐπιγνοὺς τὸν Δεσπότην, ἔργοις τιμήσω καλοῖς· ἐγὼ δὲ πάθεσι, τὴν δωρεὰν ἀτιμάσας, τὸν δοτῆρα ὕβρισα· Δέσποινα, σῶσόν με.

 

Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ο τῆς ψυχῆς μου φυλακτὴρ καὶ τοῦ σώματος, ἀφορισθείς μοι ἐκ Θεοῦ θεῖε Ἄγγελε, θεομιμήτως πάριδε πανάγιε, ἅπαντα τὰ πταίσματα, τῆς ἀθλίας ψυχῆς μου· ῥῦσαι τοῦ δολίου με, τῶν ποικίλων παγίδων, καὶ τὸν κοινὸν ἱλέωσαι Θεόν, ἵνα ἐν κρίσει παράσχῃ μοι ἄφεσιν.

 

ᾨδὴ δ’. Σύ μου ἰσχύς Κύριε.
Μὴ ἐννοῶν, τὸ φοβερὸν δικαστή ριον, ἐν ᾧ μέλλω, Σῶτερ παραστήσεσθαι, καὶ δοῦναι λόγον περὶ παντός, ἔργου τε καὶ λόγου, μηδὲ θανάτου τὸ ἄδηλον, εἰς νοῦν λαμβάνων ὅλως, ἀδιόρθωτος μένω. Ὁδηγέ μου μὴ ἐγκαταλίπῃς με.

Επιμελῶς πᾶσαν κακίαν ἐτέλεσα, νηπιόθεν, καὶ οὐκ ἐπαυσάμην σε, τὸν ἀντιλήπτορα τὸν ἐμόν, τοῦ παραπικραίνειν, ἀθέσμοις λόγοις καὶ πράξεσιν· ἀλλ’ οὖν μὴ ἐκκακίσῃς, ἀλλ’ ἐπίμεινον ἔτι, συνετίζων φωτίζων στηρίζων με.

Λόγου Θεοῦ μακροθυμίαν μιμού με νος, τοῦ ἐλθόντος, ὅπως εἰς μετάνοιαν, καλέσῃ πάντας ἁμαρ τωλούς, καὶ ἐκδεχομένου, αὐθαίρετον τὴν διόρθωσιν, καὶ μὴ βιαζομένου, καὶ αὐτός ὁδηγέ μου, ἐπ’ ἐμοὶ μακροθύμως παράμεινον.

Δόξα.
Πόῤῥω Θεοῦ, ἡ ἁμαρτία με ἔβαλε, τὸν ἀχρεῖον, δοῦλον καὶ ἀνάξιον· ἀλλ’ ὁ Δεσπότης μου Ἰησοῦς, προσελάβετό με, εὐσπλάγχνως καὶ ᾠκειώσατο· ἐγὼ δὲ τὴν τοσαύτην, ἀθετῶν Αὐτοῦ χάριν, ἔτι θλίβω καὶ σέ, θεῖε Ἄγγελε.

Καὶ νῦν. Θεοτοκίον.
Ως ἀληθῶς, ὁ Κύριος ἐβασίλευσε, βασιλείαν, τὴν μὴ διαπίπτουσαν· καὶ ἐνεδύσατο ψαλμικῶς, ἐκ Σοῦ Θεομῆτορ, ὡραιοτάτην εὐπρέπειαν, τὴν σάρκα τὴν ἁγίαν, δι’ ἧς θάνατον εἷλε, καὶ καθεῖλεν αὐτοῦ τὰ βασίλεια.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Σὲ φρουρὸν κεκτημένος, σύνοικον, συνόμιλον, ἅγιε Ἄγγελε, συμπαρομαρτοῦντα, συνοδεύοντα, συμπαραμένοντα, τὰ σωτηριώδη, ὑποτιθέμενον ἀεί μοι, ποίαν ἕξω συγγνώμην ἀσύνετος ὤν;

Εν πολλῇ παῤῥησίᾳ, θρόνῳ παριστάμενος τοῦ Παντοκράτορος, καὶ περιχορεύων περὶ τὸν Βασιλέα τῆς κτίσεως, τῶν πολλῶν κακῶν μου, παρασχεθῆναί μοι συγγνώμην, ὁ ὑπερασπιστής μου δεήθητι.

Τὰς βασάνους προβλέπων, καὶ τὰς τιμωρίας τὰς ἀναμενούσας με, καὶ τὴν πώρωσίν μου, καὶ τὴν ἀναλγησίαν καὶ τύφλωσιν, ἐλεῶν στενάζεις καὶ σκυθρωπάζεις, καὶ στυγνάζεις κατηφείας πληρούμενος, ῥῦστά μου.

Δόξα.
Οὐδὲ μίαν πρὸς ὥραν, ἀλλ’ οὐδὲ στιγμήν, ἢ καὶ ταύτης βραχύτερον, συνεχώρησά σοι, τῷ ἐμῷ εὐεργέτῃ καὶ φύλακι, ἐπ’ἐμοὶ χαρῆναι, καὶ εὐφρανθῆναι, καὶ σκιρτῆσαι, ἁμαρτίαις ἀεὶ συμφθειρόμενος.

Καὶ νῦν. Θεοτοκίον.
Νέον βρέφος ὡράθη, ὁ ἀπερινόητος ἐκ Σοῦ πανάμωμε· ὁ σταθμῷ τὰς νάπας, καὶ τὰ ὄρη ζυγῷ στήσας γνώσεως· ὁ χορὸν ἀστέρων διαριθμῶν, καὶ βῶλον δρόσου, καὶ ἀνέμων πνοὴν μεταθέμενος.

 

ᾨδὴ Ϛ’. Τὴν δέησιν.
Φυλάσσων καὶ παρεμβάλλων κύκλῳ μου, καὶ ὁρμὰς ἀναχαιτίζων δαιμόνων, καὶ τὰς αὐτῶν θηριώδεις ἐφόδους, τὰς κατ’ἐμοῦ ἀναστέλλων ἑκάστοτε, μὴ λίπῃς, ὁ φύλαξ ὁ ἐμός· σὲ γὰρ ἔχω θερμὸν ἀντιλήπτορα.

Υπέρτιμον καὶ εὐῶδες ὢν μύρον, μὴ βδελύξῃ τὴν ἐμὴν δυσωδίαν, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ μέχρι τέλους, ἀλλ’ ἀδιάστατος ἔσο μοι φύλαξ ἀεί· καὶ ἥλιος τόπους ῥυπαροὺς διερχόμενος γὰρ οὐ μολύνεται.

Λιβάδας δακρυομβρύτους ὀμβρί ζειν, τὸν στεγάζοντα ἐν ὕδασι λόγῳ, τὰ Ἑαυτοῦ ὑψηλὰ ὑπερῷα, χάριν μοι δοῦναι δυσώπει, προστάτα μου· ὡς ἂν δι’ ἐκείνων καθαρθῇ ἡ καρδία μου, καὶ καθορᾷ τὸν Θεόν.

Αΰλως ὡς καθαρὸς καὶ ἄϋλος, παρεστὼς τῷ καθαρῷ καὶ ἀΰλῳ, καὶ πρὸς Αὐτὸν κεκτημένος πλουσίαν τὴν παῤῥησίαν καὶ τὴν οἰκειότητα, δυσώπησον Τοῦτον ἐκτενῶς, τὴν ψυχήν μου σωθεῖσαν χαρίσαι μοι.

Δόξα.
Καλύψειεν ἐντροπὴ καὶ αἰσχύνη, τὰς αἰσχρὰς καὶ δυσειδεῖς καὶ ζοφώδεις, ὄψεις ἐχθρῶν, ὁπηνίκα τοῦ σκήνους, ἡ ταπεινή μου ψυχὴ διαζεύγνυται· αὐτὴν δὲ σκεπάσαις, ὁδηγέ, σαῖς λαμπραῖς πανιέροις τε πτέρυξι.

Καὶ νῦν. Θεοτοκίον.
Αγίων ἁγιωτέρα Ἀγγέλων, Χερου βὶμ καὶ Σεραφὶμ ὑπερτέρα, τὸν χαμερπῆ καὶ χαμαίζηλον νοῦν μου, τῆς γεηρᾶς καὶ προσύλου ἐφέσεως, ὑπέρ τερον δεῖξον ἀπὸ γῆς, πρὸς οὐράνιον πόθον ὑψώσασα.

 

Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Θεοῦ λειτουργέ, καὶ φύλαξ μου πανάριστε, τῷ ἁμαρτωλῷ, ἀεί μοι συμπαράμενε, κακουργίας πάσης με τῶν δαιμόνων ἐκλυτρούμενος, καὶ πρὸς θείας τρίβους ὁδηγῶν, ζωὴν προξενούσας τὴν ἀκήρατον.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μυριάδας τῶν κύκλῳ, συνεπιτιθεμένων ἐμοὶ λῃστῶν ἀφανῶν, ζητούντων τὴν ψυχήν μου, ἁρπάσαι καὶ σπαράξαι, τῇ πυρίνῃ ῥομφαίᾳ σου, ἀποσοβῶν κραταιῶς, μὴ λίπῃς βοηθέ μου.

Ὃταν μέλλῃ με κρῖναι, ὁ Κριτὴς καὶ Θεός μου καὶ κατακρῖναί με, τὸν κατακεκριμένον, ὑπὸ τοῦ συνειδότος, πρὸ ἐκείνης τῆς κρίσεως, μὴ ἐπιλάθῃ τοῦ σοῦ δούλου, χειραγωγέ μου.

Ὓλην σχὼν τὴν μητέρα, καὶ πηλὸν τὸν πατέρα, καὶ τὸν προπάτορα χοῦν, τῇ τούτων συγγενείᾳ, εἰς γῆν διόλου βλέπω· ἀδεῶς δός προστάτα μου, καὶ ἄνω βλέψαι ποτὲ, πρὸς οὐρανοῦ τὸ κάλλος.

Ὡς ὡραῖος τῷ κάλλει, καὶ γλυκὺς καὶ χαρίεις, ὁ ἡλιόμορφος νοῦς, φαιδρῶς παράστηθί μοι, προσώπῳ μειδιῶντι, ἱλαρῷ τε προσβλέμματι, ἡνίκα μέλλω τῆς γῆς, ἀπαίρειν ὁδηγέ μου.

Δόξα.
Διὰ σπλάγχνα ἐλέους, διὰ φιλανθρωπίας περιουσίαν πολλήν, τῶν σῶν πτερύγων σκέπῃ, φρουρέ μου σκέπασόν με, ἐκδημοῦντα τοῦ σώματος, ὡς μὴ ἰδεῖν δυσειδῆ, πρόσωπα τῶν δαιμόνων.

Καὶ νῦν. Θεοτοκίον.
Ἡ οὐράνιος πύλη, ἡ σωτήριος θύρα, ἡ κλῖμαξ ἡ νοητή, δι’ ἧς Θεὸς κατέβη, καὶ ἄνθρωπος ἀνέβη, οὐρανῶν Βασιλείας με, τοῖς οἰκτιρμοῖς σου Σεμνή, ἀξίωσον Σὸν δοῦλον.

 

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Μετὰ Θεὸν σὲ ἔλαβον, ἐκ Θεοῦ ἀντιλήπτορα, καὶ χειραγωγόν, καὶ βοηθὸν καὶ πρόμαχον, πανάγιε Ἄγγελε· διὸ μὴ παύσῃ δέομαι, καὶ παιδαγωγῶν, καὶ νουθετῶν, καὶ διδάσκων τὰ δέοντά με πράττειν, καὶ φωτίζων τὸν νοῦν μου, ἕως με παραστήσῃς τῷ Χριστῷ σεσωσμένον.

Ὃταν οἱ θρόνοι τίθωνται, καὶ αἱ βίβλοι ἀνοίγωνται, καὶ ὁ παλαιὸς τῶν ἡμερῶν καθέζηται, καὶ κρίνωνται ἄνθρωποι, καὶ Ἄγγελοι παρίστανται, καὶ κλονῆται γῆ, καὶ πάντα φρίσσῃ καὶ τρέμῃ, τὴν σὴν φιλαν θρω πίαν, ἐπ’ ἐμοὶ δεῖξον τότε, καὶ ῥῦσαί με γεέννης, Χριστὸν καθικετεύων.

Νῦν ὡς κηρίον μέλισσαι, ἀοράτως κυκλοῦσί με, οἱ θεοστυγεῖς καὶ λυμεῶνες δαίμονες, ὡς ἅρπαγες ὄρνιθες, ὡς δολεραὶ ἀλώπεκες, καὶ ὡς αἱμοφάγα, πετεινὰ σαρκοβόρα, κυκλόθεν ἵπτανταί μου. Σκέπασόν με φρουρέ μου, ὡς ἀετὸς σκεπάζει τὰ ἑαυτοῦ νοσσία.

Ἀπὸ βλεφάρων δάκρυα, ἀστακτὶ καταῤῥέοντα, μετὰ δαψιλοῦς τῆς προχοῆς παράσχου μοι, δι’ ὅλου με πλύνοντα, ἐκ κορυφῆς μέχρι ποδῶν, ὡς ὑπὲρ χιόνα, λευκανθέντα χιτῶνα, φορέσας μετανοίας, εἰς νυμφῶνα τὸν θεῖον, εἰσέλθω σε γεραίρων τὸν ὑπερασπιστήν μου.

Χριστοῦ ναὸν ὑπάρχουσαν, τὴν καρδίαν μου πάθεσι, χοίρων νοητῶν, διατριβὴν ἐτέλεσα· ἀλλά με  δυνάμωσον, ὁ τῆς ἐμῆς ψυχῆς βοηθός, ταύτην καθαρίσαι, θυμιάσαι, ῥαντίσαι, ἀρώμασι καὶ μύροις, προσευχῶν καὶ ἁγνείας, ὡς ἂν ὑπάρξῃ πάλιν, ναὸς Χριστοῦ εὐώδης.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.

Ὁ ὁδηγὸς καὶ φύλαξ μου, καὶ προστάτης καὶ ῥύστης μου, τῆς ἀπεγνωσμένης μου ψυχῆς ὁ ἔφορος, ἡνίκα τῆς σάλπιγγος, τὸ φοβερὸν ἀπήχημα, μέλλῃ με τῆς γῆς, ἐξαναστῆσαι εἰς κρίσιν, ἐγγύς μου στῆθι τότε, ἱλαρὸς καὶ χαρίεις, ἐλπίδι σωτηρίας, ἐξαίρων μου τὸν φόβον.

Καὶ νῦν. Θεοτοκίον.
Ὑπερβολῇ χρηστότητος, δωρεάν με ἐλέησον, ἡ τῆς εὐσπλαγχνίας τὴν πηγὴν κυήσασα· ἐλέους γὰρ ἄξιον, οὐκ ἔχω τί προσάξω σοι· τῶν γὰρ ἀγαθῶν μου, οὐδαμῶς χρείαν ἔχεις, ὡς τὸν ἀγαθοδότην, καὶ Σωτῆρα τοῦ κόσμου, ἀῤῥήτως συλλαβοῦσα, ἡ Κεχαριτωμένη.

 

ᾨδὴ θ’. Ἔφριξε πᾶσα ἀκοή.
Ἳδοιμί σε ἐκ δεξιῶν, τῆς ἀθλίας μου ψυχῆς παριστάμενον, φαιδρὸν καὶ ἥμερον, τὸν ἀντιλήπτορα καὶ προστάτην μου, ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ, βιαίως τὸ πνεῦμά μου, καὶ τοὺς ζητοῦντάς με, συλλαβεῖν πικροὺς ἐχθροὺς φυγαδεύοντα.

Ὡς Θεοῦ θεῖος λειτουργός, ποιῶν Αὐτοῦ τὰ θεῖα θελήματα, πολλὴν πλουτεῖς πρὸς Αὐτὸν τὴν παῤῥησίαν, ἅγιε Ἄγγελε· διὸ θερμῶς ὑπὲρ ἐμοῦ, Αὐτὸν παρακάλεσον, ὡς ἂν σωθεὶς διὰ σοῦ ἀνυμνῶ τὴν προστασίαν καὶ σκέπην σου.

Ἃπασαν τὴν ἐμὴν ζωήν, ἐν πολλῇ διαδραμὼν ματαιότητι, τῷ τέλει ἤγγισα, καὶ δυσωπῶ σε τὸν ἐμὸν φύλακα· Γενοῦ μοι ὑπερασπιστής, καὶ πρόμαχος ἄμαχος, ὅταν διέρχωμαι τοὺς τελώνας τοῦ δεινοῦ κοσμοκράτορος.

Νοός μου τὰς παρεκτροπάς, ῥεμβασμοὺς αἰχμαλωσίας, φαυλότητας, καὶ τὴν αἰσχρόνοιαν τῶν ἀκαθάρτων καὶ ῥυπαρῶν λογισμῶν, τρέπειν ἐννοίας εἰς καλάς, μὴ λίπῃς προστάτα μου, καὶ ἀγαθοὺς λογισμούς, κατανύξεως ἐμπύρου γεννήτορας.

Νίκησον τῶν ἐμῶν κακῶν, Ἰησοῦ μονογενὲς ὑπεράγαθε, τῇ εὐσπλαγχνίᾳ Σου, τὴν ἀμετρίαν καὶ πολυπλήθειαν, τοῦ Σοῦ ἀΰλου λειτουργοῦ, θείαις παρακλήσεσιν, ὅν μοι ἐπέστησας νηπιόθεν, ὡς φιλάνθρωπος φύλακα.

Δόξα.
Ὃλην μου σοὶ μετὰ Θεόν, σωτηρίας τὴν ἐλπίδα ἀνέθηκα, τῷ ἐμῷ φύλακι, καὶ κηδεμόνι καὶ ἀντιλήπτορι· κοινὴν πρεσβείαν πρὸς Θεόν, ὑπὲρ ἐμοῦ ποίησον, συμπρεσβευτὰς προσλαβών, τῶν Ἀγγέλων τοὺς χοροὺς καὶ συλλήπτορας.

Καὶ νῦν. Θεοτοκίον.
Ὓψωσον κέρας εὐσεβῶν, καὶ κατάβαλε βαρβάρων φρυάγματα, Θεογεννήτρια, ἀπολιόρκητον διασῴζουσα ταύτην τὴν ποίμνην Σου, ἐν ᾗ τὸ μέγα Σου ὄνομα, καὶ πολυδόξαστον, μεγαλύνεται πιστῶς καὶ δοξάζεται.

 

Στιχηρὰ προσόμοια.
Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὣ Ἄγγελε Θεοῦ, ὁ παρεστὼς ἀμέ σως, τῇ ἁγίᾳ Τριάδι, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ ἐμοῦ τοῦ δούλου σου.

Ὡς ἔλαβες ἰσχύν, φυλάττειν τὴν ψυχήν μου, παρὰ Θεοῦ μὴ παύσῃ, σκέπῃ τῶν σῶν πτερύγων, αὐτὴν σκέπων ἑκάστοτε.

Χάρις τῷ Ἰησοῦ, τῷ δόντι μοί σε μέγαν, φύλακα τῆς ψυχῆς μου, καὶ ὅπλον κατ’ ἐχθρῶν μου, Ἄγγελε θεοτίμητε.

Ἀξίωσον κἀμέ, τυχεῖν τῆς Βασι λεί ας, τοῦ Θεοῦ τοῦ Ὑψί στου, ἵνα σὺν σοὶ κραυγάζω, τὸν ὕμνον τὸν Τρισάγιον.

Δόξα. Τριαδικόν.
Φῶς δεύτερον σὺ εἶ, μετὰ Θεόν φρουρέ μου· μὴ παύσῃ προστατεύων, ἰδεῖν κἀμὲ τὸ σέλας, τῆς Τριλαμποῦς Θεότητος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀγγέλων καὶ βροτῶν, Δέσποινα Θεοτόκε, μὴ παύσῃ ἱκετεύειν, Παρθένε τὸν Υἱόν Σου, ὑπὲρ ἐμοῦ τοῦ δούλου Σου.

 

ΕΥΧΗ εἰς τὸν Ἄγγελον φύλακα τῆς τοῦ ἀνθρώπου ζωῆς.
Ἃγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς, καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπῃς με τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου· μὴ δῴης χώραν τῷ πονηρῷ δαίμονι, κατακυριεῦσαί μου τῇ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος· κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησόν με εἰς ὁδὸν σωτηρίας. Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστὴς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ εἴ τι ἥμαρτον τὴν σήμερον ἡμέραν· σκέπασόν με ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξόν με ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μὴ ἔν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν· καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι με ἐν τῷ φόβῳ Αὐτοῦ, καὶ ἄξιον ἀναδεῖξαί με δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. Ἀμήν.