Ικετήριος Κανών εις τον Κύριον ημών Ιησούν Χριστόν

Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου

ᾨδὴ α΄. ΄Ηχος β΄. Ἐν βυθῶ κατέστρωσε.
Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μακρόθυμε, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα, Ἰησοῦ καὶ γλύκανον, τὴν καρδίαν μου πολυέλεε δέομαι, Ἰησοῦ σωτήρ μου, ἵνα μεγαλύνω σε σῳζόμενος.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ διάνοιξον, τῆς μετανοίας μοι πύλας φιλάνθρωπε, Ἰησοῦ καὶ δέξαι με, σοὶ προσπίπτοντα καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ σωτήρ μου, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ ἐξάρπασον, ἐκ τῆς χειρὸς τοῦ δολίου βελίαρ με, Ἰησοῦ καὶ ποίησον, δεξιόν κἀμὲ παραστάτην τῆς δόξης σου, Ἰησοῦ Χριστέ μου, μοίρας εὐωνύμου λυτρωσάμενος.

Θεοτοκίον
Ἰησοῦ γεννήσασα Θεόν, Δέσποινα δυσώπησον, ὑπὲρ ἀχρείων ἱκετῶν Πανάχραντε, ὅπως τῆς κολάσεως, ταῖς πρεσβείαις σου λυτρωθῶμεν ἀμόλυντε, οἱ μεμολυσμένοι, δόξης ἀϊδίου ἀπολαύσαντες.

ᾨδὴ γ΄. Ἐν πέτρα με τῆς πίστεως.
Εἰσάκουσον φιλάνθρωπε Ἰησοῦ μου, τοῦ δούλου σου βοῶντος ἐν κατανύξει, καὶ ῥῦσαι Ἰησοῦ μου τῆς καταδίκης, καὶ τῆς κολάσεως, μόνε μακρόθυμε, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Υπόδειξε τὸν δοῦλόν σου Ἰησοῦ μου, προσπίπτοντα σὺν δάκρυσιν Ἰησοῦ μου, καὶ σῶσον Ἰησοῦ μου μετανοοῦντα, καὶ τῆς γεέννης με, Δέσποτα λύτρωσαι, Ἰησοῦ γλυκύτατε πολυέλεε.

Τὸν χρόνον Ἰησοῦ μου ὃν δέδωκάς μοι, εἰς πάθη ἐδαπάνησα Ἰησοῦ μου, διό με Ἰησοῦ μου μὴ ἀποῤῥίψῃς, ἀλλ’ ἀνακάλεσαι, δέομαι Δέσποτα, Ἰησοῦ γλυκύτατε καὶ διάσωσον.

Θεοτοκίον.
Παρθένε ἡ τεκοῦσα τὸν Ἰησοῦν μου, ἱκέτευε ῥυσθῆναι με τῆς γεέννης, ἡ μόνη προστασία τῶν θλιβομένων, Θεοχαρίτωτε, καὶ καταξίωσον, τῆς ζωῆς Πανάμωμε τῆς ἀγήρω με.

Κάθισμα. Ἦχος α΄. Τόν τάφον σου Σωτήρ.
Σωτήρ μου Ἰησοῦ, ὁ τὸν ἄσωτον σώσας, σωτήρ μου Ἰησοῦ, ὁ δεξάμενος πόρνην, κἀμὲ νῦν ἐλέησον, Ἰησοῦ πολυέλεε. Σῶσον οἴκτειρον, ὦ Ἰησοῦ εὐεργέτα, ὤσπερ ᾤκτειρας, τὸν Μανασσὴν Ἰησοῦ μου, ὡς μόνος φιλάνθρωπος.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ παρθένου.
Θεράπευσον, Ἰησοῦ μου ψυχῆς μου τὰ τραύματα, Ἰησοῦ μου δέομαι, καὶ τῆς χεῖρός με ἐξάρπασον, Ἰησοῦ μου εὔσπλαχνε, τοῦ ψυχοφθόρου βελίαρ καὶ διάσωσον.

Ἡμάρτηκα, Ἰησοῦ μου γλυκύτατε εὔσπλαχνε, Ἰησοῦ μου σῶσόν με, τὸν προσφυγόντα τῇ σκέπῃ σου, Ἰησοῦ μακρόθυμε, καὶ τῆς βασιλείας τῆς σῆς με καταξίωσον.

Οὐχ ἥμαρτεν, Ἰησοῦ μου οὐδεὶς ὤσπερ ἥμαρτον, ἐγὼ ὁ ταλαίπωρος, νῦν δὲ προσπίπτω δεόμενος, Ἰησοῦ μου σῶσόν με, καὶ τὴν ζωὴν Ἰησοῦ μου κληροδότησον.

Θεοτοκίον.
Πανύμνητε, Ἰησοῦν ἡ γεννήσασα Κύριον, αὑτὸν καθικέτευε, τοῦ λυτρωθῆναι κολάσεως, πάντας τοὺς ὑμνοῦντὰς σε, καὶ Θεοτόκον κυρίως ὀνομάζοντας.

ᾨδὴ ε΄. Ὁ φωτισμός τῶν ἐν σκότει.
Σὺ φωτισμός, Ἰησοῦ μου νοός μου, σὺ σωτηρία, τῆς ἀπεγνωσμένης ψυχῆς μου Σῶτερ, σὺ Ἰησοῦ μου τῆς κολάσεως ῥῦσαι, καὶ γεέννης ἐμὲ κραυγάζοντα, σῶσον Ἰησοῦ μου, Χριστέ με τὸν ἄθλιον.

Ὁλοσχερῶς, Ἰησοῦ μου πρὸς πάθη τῆς ἀτιμίας, καταβεβλημένος ἤδη κραυγάζω· σὺ Ἰησοῦ μου, βοηθείας μοι χεῖρα, καταπέμψας ἔκσπασον κράζοντα, σῶσον Ἰησοῦ μου Χριστέ με τὸν ἄθλιον.

Βέβηλον νοῦν, Ἰησοῦ περιφέρων ἀναβοῶ σοι· κάθαρον τοῦ ῥύπου με τῶν πταισμάτων, καὶ λύτρωσαί με τὸν εἰς βάθη κακίας, ἐξ ἀγνωσίας κατολισθήσαντα, σῶτερ Ἰησοῦ μου, καὶ σῶσόν με δέομαι.

Θεοτοκίον.
Τὸν Ἰησοῦ, ἡ γεννήσασα κόρη Θεοκυήτορ, τοῦτον ἐκδυσώπει σωθῆναι πάντας τοὺς Ὀρθοδόξους, μοναστὰς καὶ μιγάδας, καὶ γεέννης ῥυσθῆναι κράζοντας· πλήν σου προστασίαν, βεβαίαν οὐκ ἔγνωμεν.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἰησοῦ μου Χριστὲ πολυέλεε, ἐξομολογούμενον δέξαι με Δέσποτα, ὦ Ἰησοῦ καὶ σῶσόν με, καὶ φθορᾶς Ἰησοῦ με ἐξάρπασον.

Ἰησοῦ μου οὐ γέγονεν ἕτερος, ἄσωτος οὐδείς, ὡς ἐγὼ ὁ ταλαίπωρος, ὦ Ἰησοῦ φιλάνθρωπε ἀλλά σὺ Ἰησοῦ με διάσωσον.

Ἰησοῦ μου καὶ πόρνην καὶ ἄσωτον, καὶ τὸν Μανασσὴν καὶ τελώνην νενίκηκα, ὦ Ἰησοῦ μου πάθεσι, καὶ ληστὴν Ἰησοῦ Νινευίτας τε.

Θεοτοκίον.
Ἰησοῦν τὸν Χριστόν μου κυήσασα, ἄχραντε Παρθένε, ἡ μόνη ἀμόλυντος, μεμολυσμένον ὄντά με πρεσβειῶν σου ὑσσώπῳ νῦν κάθαρον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἰησοῦ γλυκύτατε, τὸ φῶς τοῦ κόσμου, τῆς ψυχῆς μου φώτισον, τοὺς ὀφθαλμούς Υἱὲ Θεοῦ, τῆ θεαυγεί σου λαμπρότητι, ἵνα ὑμνῶ σε τὸ φῶς τὸ ἀνέσπερον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Χριστὲ Ἰησοῦ, οὐδεὶς ἥμαρτεν ἐν γῇ ἐκ τοῦ αἰῶνος, ὦ Ἰησοῦ μου ὤσπερ ἥμαρτον, ἐγὼ ὁ τάλας καὶ ἄσωτος· ὅθεν Ἰησοῦ μου βοῶ σοι· μελῳδοῦντά με οἴκτειρον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Χριστὲ Ἰησοῦ, ἐν τῷ φόβῳ σου βοῷ· καθήλωσον με, ὦ Ἰησοῦ μου καὶ κυβέρνησον, νῦν πρὸς λιμένα τὸν εὔδιον, ὅπως Ἰησοῦ μου οἰκτῖρμον, μελῳδῶ σοι σῳζόμενος· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Χριστὲ Ἰησοῦ, μυριάκις ὑπεσχέθην σοι ὁ τάλας, ὦ Ἰησοῦ μου τὴν μετάνοιαν, ἀλλ’ ἐψευσάμην ὁ ἄθλιος· ὅθεν Ἰησοῦ μου βοῶ σοι· τὴν ἀναίσθητον μένουσαν, ψυχή μου φώτισον Χριστέ, ὁ τῶν πατέρων Θεός.

Θεοτοκίον.
Χριστὸν Ἰησοῦν, ἡ γεννήσασα φρικτῶς καὶ ὑπὲρ φύσιν, αὐτὸν δυσώπει Παναμώμητε, τὰ παρὰ φύσιν μου πταίσματα, πάντα συγχωρήσαι μοι Κόρη, ἵνα κράζω σῳζόμενος· εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Σὲ Ἰησοῦ μου δυσωπῶ ὡς τὴν πόρνην Ἰησοῦ μου ἐλυτρώσω, τῶν πολλῶν ἐγκλημάτων, οὕτω κἀμὲ Ἰησοῦ, Χριστέ μου λύτρωσαι καὶ κάθαρον, τὴν ῥερυπωμένην ψυχήν μου Ἰησοῦ μου.

Καθυποκύψας Ἰησοῦ, ταῖς ἀλόγοις ἡδοναῖς ἄλογος ὤφθην, καὶ τοῖς κτήνεσιν ὄντως, ὦ Ἰησοῦ μου οἰκτρῶς, ὁ τάλας Σῶτερ ἀφωμοίωμαι, ὅθεν Ἰησοῦ με τῆς ἀλογίας ῥῦσαι.

Περιπεσῶν ὦ Ἰησοῦ, ψυχοφθόροις ἐν λῃσταῖς ἀπεγυμνώθην, τὴν στολὴν Ἰησοῦ μου, τὴν θεούφαντον νῦν, καὶ κεῖμαι μώλωψι κατάστικτος, ἔλαιον Χριστέ μου ἐπίχεε καὶ οἶνον.

Θεοτοκίον.
Τὸν Ἰησοῦ μου καὶ Θεόν, ἡ βαστάσασα Χριστὸν ἀνερμηνεύτως, Θεοτόκε Μαρία, τοῦτον δυσώπει ἀεί, κινδύνων σῴζεσθαι τοὺς δούλους σου, καὶ τοὺς ὑμνητάς σου ἀπείρανδρε Παρθένε.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Τὸν Μανασσὴν Ἰησοῦ μου, τὸν τελώνην τὴν πόρνην, τὸν ἄσωτον οἰκτῖρμον Ἰησοῦ, καὶ τὸν λῃστὴν ὑπερβέβηκα, Ἰησοῦ μου ἐν ἔργοις, αἰσχίστοις καὶ ἀτόποις Ἰησοῦ, ἀλλὰ σὺ Ἰησοῦ μου, προφθᾶσάς με διάσωσον.

Τοὺς ἐξ Ἀδὰμ Ἰησοῦ μου, ἀμαρτήσαντες πάντας, πρὸ νόμου καὶ ἐν νόμῳ Ἰησοῦ, καὶ μετὰ νόμον ὁ ἄθλιος, Ἰησοῦ μου καὶ χάριν, νενίκηκα τοῖς πάθεσιν οἰκτρῶς, ἀλλὰ σὺ Ἰησοῦ μου, τοῖς κρίμασι σου σῶσόν με.

Μὴ χωρισθῶ Ἰησοῦ μου, τῆς ἀφράστου σου δόξης, μὴ τύχω τῆς μερίδος Ἰησοῦ, τῆς εὐωνύμου γλυκύτατε, Ἰησοῦ ἀλλὰ σύ με, τοῖς δεξιοῖς προβάτοις σου Χριστέ, Ἰησοῦ μου συντάξας, ἀνάπαυσον ὡς εύσπλαχνος.

Θεοτοκίον.
Τὸν Ἰησοῦ Θεοτόκε, ὃν ἐβάστασας μόνη, ἀπείρανδρε Παρθένε Μαριάμ, τοῦτον ἀγνὴ ἐξιλεώσαι, ὡς Υἱόν σου καὶ Κτίστην, ῥυσθῆναι τοὺς προστρέχοντας εἰς σέ, πειρασμῶν καὶ κινδύνων, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος.

Ἦχος πλ. δ΄. Ὅλην ἀποθέμενοι.
Ἰησοῦ γλυκύτατε, ψυχῆς ἐμῆς θυμηδία, Ἰησοῦ ἡ κάθαρσις, τοῦ νοός μου Δέσποτα πολυέλεε, Ἰησοῦ σῶσόν με, Ἰησοῦ σωτήρ μου, Ἰησοῦ με ἐλέησον, καὶ λύτρωσαι κολάσεως, πάσης Ἰησοῦ καὶ ἀξίωσον, τῆς τῶν σῳζομένων, μερίδος Ἰησοῦ καὶ τῷ χορῷ, τῶν ἐκλεκτῶν σου με σύναξον, Ἰησοῦ φιλάνθρωπε.

Ἰησοῦ γλυκύτατε, τῶν Ἀποστόλων ἡ δόξα, Ἰησοῦ μου καύχημα, τῶν μαρτύρων Δέσποτα παντοδύναμε, Ἰησοῦ σῶσόν με, Ἰησοῦ σωτήρ μου, Ἰησοῦ μου ὡραιότατε, τὸν σοὶ προστρέχοντα, σῶτερ Ἰησοῦ μου ἐλέησον, πρεσβείαις τῆς τεκούσης σε, πάντων Ἰησοῦ τῶν Ἁγίων σου, προφητῶν τε πάντων, Σωτήρ μου Ἰησοῦ καὶ τῆς τρυφῆς, τοῦ παραδείσου ἀξίωσον, Ἰησοῦ πανάγαθε.

Δόξα.
Ἰησοῦ γλυκύτατε, τῶν μοναζόντων τὸ κλέος, Ἰησοῦ μακρόθυμε, ἀσκητῶν ἐντρύφημα καὶ καλλώπισμα, Ἰησοῦ σῶσόν με, Ἰησοῦ Σωτήρ μου, Ἰησοῦ μου ὑπεράγαθε, χειρὸς ἐξάρπασον, Σῶτερ Ἰησοῦ μου τοῦ δράκοντος, καὶ τούτου τῶν παγίδων νῦν, Σῶτερ Ἰησοῦ ἐλευθέρωσον, λάκκου κατωτάτου, Σωτήρ μου Ἰησοῦ ἀναγαγών, καὶ δεξιοῖς συναρίθμησον, Ἰησοῦ προβάτοις με.

Καὶ νῦν.
Θεοτοκίον.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.