Έτερος Κανών Του Οσίου και Θεοφόρου Πατρὸς ημών Ιωακείμ του Βατοπαιδινού του επιλεγομένου Παπουλάκη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 2 Μαρτίου
Ἕτερος Κανών, ψαλλόμενος καὶ ὧς Παρακλητικός οὗ ἣ ἀκροστιχίς·
ΙΩΑΚΕΙΜ ΑΝΤΙΛΗΠΤΩΡ ΓΕΝΟΥ. ΧΑΡΑΛΑΜΠΟΥΣ.
Ἦχος πλ. δ’`. ᾨδῇ ἀ`. Ὑγράν διοδεύσας.
Ἰδοὺ νῦν προσφεύγω Ἰωακείμ, τῇ σῇ προστασίᾳ, ἀνακράζων Γενοῦ ταχύς, κἀμοῦ ἀντιλήπτωρ θεοφόρε, Βατοπαιδίου περίβλεπτον καύχημα.
Ὠράϊσμα πάνσεπτον τῆς Μονῆς, τοῦ Βατοπαιδίου, καὶ ἀγάπης τερπνὲ λειμών, χριστομιμήτῳ πολιτείᾳ, ὡράϊσον με, τὸν πόθῳ τιμῶντά σε.
Ἀγγέλων μιμούμενος βιοτήν, θαυμάτων ποικίλων ἠξιώθης, παρὰ Θεοῦ, διὸ δυσωποῦμεν σοὺς ἱκέτας, σεμνοπρεπῶς πολιτεύεσθαι δίδαξον.
Κυρίῳ πρεσβεύειν ὑπὲρ ἡμῶν, μὴ παύσῃ θαυμάτων, ξένων πάγχρυσε ποταμέ, ὁ λόγοις τιμίοις σου ἀρδεύσας, τῶν ὑποδούλων Ἕ λλήνων τὸ φρόνημα.
Θεοτοκίον.
Ἐπώφθης λοχείᾳ σου τῇ σεπτῇ, Θεοῦ θεῖον σκῆνος, θεοχώρητός τε σκηνή, καὶ σκεῦος ἁγνότητος εὐῶδες, διό σε πάντες ἀεὶ μακαρίζομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ιαμάτων χείμάῤῥουν, παντοδαπῶν ἔγνωμεν, σέ Ἰωακεὶμ θεοφόρε, καὶ πολυχεύμονα, κρουνὸν Θεοῦ δωρεῶν, διὸ προστρέχοντες πόθῳ, πάντες τῇ σῇ χάριτι, ῥῶσιν λαμβάνομεν.
Μολυνθεὶς οἴμοι! ρύπου, χαμαιτυπῶν πράξεων, καὶ πολυειδῶν ἁμαρτάδων, σπεύδω ταῖς θείαις σου, Ἰωακεὶμ ἀσκητά, πρὸς τὸν Σωτῆρα πρεσβείαις, ὅπως καθαρθήσωμαι ὁ πολυδύστηνος.
Ἀγρυπνῶν, γυμνητεύων, Ἰωακεὶμ πάνσοφε, καὶ νηστεύων πᾶν τοῦ σαρκίου, ἔπαυσας φρόνημα, καὶ τοῦ ἀστέκτου φωτός, ναὸς γεγένησαι οὗπερ, Πάτερ ἐμφορούμενος, ἅπαντας λάμπρυνον.
Θεοτοκίον.
Νικητὴν τὸν σὸν δοῦλον, κατὰ παθῶν, Δέσποινα, ἐν τοῖς καθ᾽ ἡμέραν ἀγῶσι δεῖξον ἀήττητον, ἵνα ὑμνῶ σε ἀεί, καὶ μεγαλύνω τὸ κράτος, Στρατηγὲ ὑπέρμαχε, Τόκου τοῦ θείου οου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ἀγάπης ἀπάνθισμα, γεγονὼς πρὸς Κύριον καὶ τὸν ἔγγιστα, ἀγαπήσεως ἀνάδειξον, καὶ τοὺς σὲ ὑμνοῦντας σκεύη πάνσοφε.
Ιαμάτων ἀκένωτα, ῥεῖθρα ἐκπηγάζεις τοῖς προσιοῦσί, σοι, καὶ αἰτοῦσι τὴν πρεσβείαν σου, ὦ Ἰωακείμ, πιστῶν κραταίωμα.
Λόγοις θείοις σου ἔθρεψας, τοὺς Ἰθακησίους, αὐτῶν τὸ φρόνημα, ἐνισχύσας ἱερώτατε, τοὺς σὲ ὡς προστάτην μακκαρίζοντας.
Θεοτοκίον.
Ηλιόφωτε Δέσποινα, σκότος ἁμαρτίας μου ζοφερώτατον, φωταγώγησον ἀκτῖσί, σου, καὶ πρὸς φῶς με ἴθυνον τὸ ἄδυτον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ποίησον ταῖς σαῖς, ἐνεργείαις τὴν καρδίαν μου, εὐσεβείας κιβωτὸν Ἰωακείμ, ἀρετῶν θεοειδῶν σεπτὸν ἐκσφράγισμα.
Τεῖχος ἀρραγές, Ὀρθοδόξων καὶ διόρθωσις, πλανωμένων ἐποφθεὶς Ἰωακείμ, καθοδήγει νῦν ἡμᾶς πρὸς τὴν ἀλήθειαν.
Ὢσπερ μιμητής, Ἀποστόλων καὶ ὁμότροπος, Διδασκάλων εὐδιάλλακτον ἡμῖν, τὸν Χριστὸν Ἰωακεὶμ τρισμάκαρ, ποίησον.
Θεοτοκίον.
‘Ρῦσαι λογισμῶν, ἁμαρτίας τοὺς οἰκέτας σου, εἰρηναίαν χορηγοῦσα βιοτήν, Μητροπόρθενε, αὐτοῖς ταῖς ἱκεσίαις σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Γαλήνιον, πρὸς λιμένα ἴθυνον, βιοτῆς συμπνιγομένους τῷ σάλῳ, καὶ καταφεύγοντας σαῖς ἱκεσίαις, ὡς κιβωτὸν ἄλλην Νῶε σωτήριον, πανσέβαστε Ἰωακείμ, Ὄρους Ἄθω λαμπρὸν σεμνολόγημα.
Ἐκάθηρας, τὴν ψυχήν σου χεύμασι τῶν δακρύων καὶ κλαυθμοῖς ἀλαλήτοις, Ἰθακησίων περίβλεπτον εὖχος, Ἰωακείμ διὸ πάντες γεραίροντες, τοὺς σοὺς καμάτους πρὸς Θεόν, τὰς λιτάς σου ἀεὶ ἐξαιτούμεθα.
Θεόφωτε, Ἐκκλησίας ἥλιε, κατεφώτισας ρημάτων βολαῖς σου, καὶ θαυμασίων ἀκτῖσί σου πάντας, Ἰωακείμ, τοὺς ἐν σκότει διάγοντας, καὶ νῦν πυρσεύμασι τοῖς σοῖς, καταυγάζεις τὸν νοῦν τῶν τιμώντων σε.
Θεοτοκίον.
Ὁρόσημον, σωτηρίας γέγονας, τῶν μερόπων Παναγία Παρθένε, σὺ γὰρ ἀρρεύστως τεκοῦσα τὸν Κτίστην, τοὺς γηγενεῖς ἐκ θανάτου ἐλύτρωσας, αὐτοῖς ἀθάνατον ζωήν, δωρουμένη τοῖς πίστει τιμῶσί σε.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὓψωσον χεῖράς σου τιμίας, πρὸς Θεὸν Ἰωακεὶμ αὐτῷ πρεσβεύων, ὑπὲρ πάντων ἡμῶν, τῶν σὲ ὁμολογούντων, ὡς Ἀποστόλων σύσκηνον, καὶ ὁμότροπον Ὁσίων.
Χάριν κατάπεμψον ὑψόθεν, ἐφ ἡμᾶς Ἰωαχκεὶμ τοὺς σὲ τιμῶντας, ὡς ἀζύγων πυρσόν, καὶ φάρον σωφροσύνης, τὸν ἐν ἐσχάτοις λάμψαντα, τοῖς καιροῖς ἐν τῇ Ἰθάκῃ.
Ἂδοντες ὕμνους σοι ἐκθύμως, τὰς λιτάς σου πρὸς Θεὸν ἐλλιπαροῦμεν, ὁ ψυχὰς εὐσεβῶν ἐκ τῆς ἀπίστων σπάθης, Ἰωακεὶμ φρονήματι, σῷ λυτρώσας στεῤῥοτάτῳ.
Θεοτοκίον.
‘Ρῶσίν μοι πάρεχε κατ᾽ ἄμφω, τῆς ψυχῆς καὶ τοῦ σαρκίου μου Παρθένε, χαρμονὴ εὐσεβῶν, Ἰωακεὶμ τοῦ θείου ἀγλάϊσμα καὶ καύχημα ἱερώτατον μερόπων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀζύγων κλέος, Βατοπαιδίου τῆς Μάνδρας, ταπεινόφρονα δίδου μοι γνώμην, τοῦ εὐαρεστῆσαι, Ἰωακεὶμ τῷ Κτίστῃ.
Λαμπτὴρ σοφίας, καὶ εὐποιΐας λυχνία, σωτηρίας μοι ἄναψον πόθον, ἵνα εἰς αἰῶνα, Ἰωακεὶμ ὑμνῶ σε.
Ἀνάγαγέ με, τὸν ἐν ἰλύϊ παθῶν μου, ἐμπαγέντα λιταῖς σου πρὸς ὕψος, μετανοίας θεῖον, Ἰωακεὶμ θεόφρον.
Θεοτοκίον.
Μὴ μοῦ παρίδῃς, τὰς ἐκτενεῖς ἱκεσίας, Μαριὰμ ἀγλαή, ἀλλὰ ταύτας, δέομαί, σου τάχος, προσάγαγε τῷ Κτίστῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Προστάτης πενομένων, καὶ τῶν ἀσθενούνων, Ἰωακεὶμ ἣ ταχεῖα ἀνάῤῥωσις, ἄρτι ἐπώφθης διό σε, Πάτερ γεραίρομεν.
Οὐ παύω ἀνυμνεῖν σου, τὰς εὐεργεσίας, Ἰωακεὶμ πρὸς ἐμὲ τὰς ἀπείρους σου, καὶ ἀρωγήν σου τὴν θείαν, θεοφορούμενε.
Ὑφάπλωσον τῶν θείων, οἰκτιομῶν σου νέφη, Ἰωακεὶμ ἐφ᾽ ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ σωτηρίας πρὸς τρίβους, πάντας ὁδήγησον.
Θεοτοκίον.
Σὺ πέλεις βοηθός μου, ῥύστις ἐν κινδύνοις, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ ἀμυντήριον, ὦ Παμμακάριστε Μήτερ, ὅθεν δοξάζω σε.