Κανών Παρακλητικός εις τους Αγίους Μάρτυρας Ίσαυρον τον Διάκονον και τους συν αυτώ Βασίλειο Ιννοκέντιο Φήλικα Ερμεία και Περεγρίνο
†Εορτάζονται 17 Ιουνίου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Μάρτυς τὸν εὐμενῆ, Θεὸν καὶ Σωτῆρα, ἐλεήσαί με καὶ δεινῆς, ἐπηρείας Μάκαρ ῥύσασθαί με, τὸν προσφυγόντα πιστῶς ἐν τῇ σκέπη σου.
Στενούμενος πταίσμασι χαλεποῖς, καὶ πλήϑει κινδύνων, πιεζόμενος ἐκβοῶ, Ἵσαυρε Θεόφρον πρόστϑί μοι, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.
Ἀϑλήσας νομίμως ὑπὲρ Χριστοῦ, ἀνύστακτος φύλαξ, ἐχαρίσϑης πόλει τῇ σῇ, γενήθητι σκέπη καὶ προστάτης, τῶν προσφυγόντων σοι ἔνδοξε Ἵσαυρε.
Θεοτοκίον.
Γυμνὸν ἀρετῶν με καταστολαῖς, εὑρὼν ὁ βελίαρ, βέλει ἔτρωσεν ἡδονῶν, ἡ τὸν ἰατρὸν Θεὸν τεκοῦσα, τὰ τῆς ψυχῆς μὲ ϑεράπευσον τραύματα.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἀνωϑεν τοῖς δούλοις σου, τὴν σὴν βοήϑειαν δώρησαι, σῴζων ἡμᾶς; πάσης ἐπηρείας, καὶ κινδύνων καὶ Θλίψεων.
Ῥεῖϑρα τῶν ἰάσεων, ἡ σῇ σορὸς ἀναβρύουσα, παντοδαπά, παύει τῶν ἀνθρώπων, ἀῤῥωστήματα Ἵσαυρε.
Τίμιος γεγένησαι, τὸ τοῦ Χριστοῦ τιμῶν ὄνομα, διὸ βοῶ, λύτρωσαί με πάσης, ἀτιμίας πρεσβείαις σου.
Θεοτοκίον.
Ήνωται ὁ Κτίστης μου, ὑπερφυῶς ἐν σοὶ Δέσποινα, ὅλον ἐμέ, ϑέλων ἀναπλάσαι, διὰ σοῦ ὡς ηὐδόκησεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑψωϑεὶς ἀπονοίᾳ μου, ὀλισϑήσας πάθεσι κατενήνεγμαι, ἔγειρόν με κατακείμενον, ἐν βυϑῷ Θεόφρον ἀπογνώσεως.
Σὲ πανένδοξε κέκτημαι, ἀσφαλῆ Φρουρόν μου καὶ καταφύγιον, πρόστηϑί μοι μὴ παρίδῃς με, ἐν ἡμέρᾳ ϑλίψεώς μου καὶ σῶσόν με.
Ἐν ὀδύνη καρδίας μου, τὸν ἐμὸν προστάτην σὲ τὸν θερμότατον, δυσωπῶ μὴ καταλίπῃς με ἐχϑρῶν ἐπηρείας, ἀπολλύμενον.
Θεοτοκίον.
Γηγενῶν ἀκαταίσχυντε, σκέπη καὶ βοήϑεια σύ μοι πρόστηθι καὶ παντοίας με ἐξάρπασον, συμφορᾶς Παρϑένε τὸν οἰκέτην σου.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Υἱὸς ὤφϑης ἡμέρας, ἔχων ἐν καρδίᾳ σου λάμπον Φῶς ἄδυτον, δἰ οὗ σκοτομήνη, τῆς ἀπάτης μειοῦται καὶ ἅπασι, δᾳδουχεῖται γνῶσις, θείου Φωτὸς διὸ βοῶ σοι, Φώτισόν με τὸν γνώμῃ τυφλώττοντα.
Μὴ παρίδῃς με Μάρτυς, πίστει σοι προστρέχοντα μηδὲ ἀπώσῃ με, γλώσσῃ γὰρ δολίᾳ, κατ’ ἐμοῦ οἱ μισοῦντές με φϑέγγονται, πολεμοῦντες μάτην, τοῦ ἀπολέσαι τὸν σὸν δοῦλον, ἀλλὰ πρόφϑασον σῶσον Ἅγιε.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου ἐν παντὶ με τόπῳ, καὶ καιρῷ διαφύλαξον Ἅγιε, ἀπὸ πάσης βλάβης καὶ ἐπηρείας ἐναντίων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου ϑέμενον.
Θεοτοκίον.
Ὅλον ἐμὲ μορφοῦται, ἐκ σοῦ Ἀπειρόγαμε Θεὸς ὁ πλάστης μου ὃν ἀεὶ δυσώπει, οἰκτειρῆσαι λαὸν ἁμαρτάνοντα, διασώσαι κόσμον, δαιμονικῆς ἀπᾴσῃς βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Νοός μου, τὰς ἐκτροπὰς θεραπεύσας, καὶ καρδίας μου τὰ πάϑη ϑεόφρον, σωματικῶν ἀλγηδόνων με ῥῦσαι, καὶ ἐπηρείας ἀπᾴσῃς καὶ θλίψεως, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τοῦ ἐχϑροῦ τῶν παγίδων ὑπέρτερον.
Ἡγίασε, σὲ ἀϑλήσαντα Μάρτυς, ὁ Πανάγιος Θεὸς ὃν δυσώπει, ἁγιασμὸν τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν, προστάτης γὰρ παρὰ Θεῷ, ἐχαρίσϑης ἡμῖν ἀκαταίσχυντος.
Συνεῖναί με, τὸν πολλὰ σὲ ποϑοῦντα, πολυπόϑητε εὐδόκησον Μάρτυς, σὲ δυσωπῶ τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοι ἅγιε Ἵσαυρε, γενήθητι μοι βοηϑός, καὶ παντοίας ἀνάγκης μὲ λύτρωσαι.
Θεοτοκίον.
Ῥανίσι, τῆς σωστικῆς σου πρεσβείας, κατασβέσασα παϑῶν με τὴν φλόγα, τὰς τοῦ νοός, ἐκτροπαῖς σαῖς πρεσβείαις, Ὑπεραγία Παρϑένε ϑεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παϑῶν μου κλυδώνιον Πάναγνε.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυῤῥαχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται καρτερόψυχοι· Ἀπολλωνίου τὸ ϑράσος καϑείλετε, καὶ Τριποντίου τὸ σέβας ᾐσχύνατε· νίκης ἔπαϑλα, φαιδρῶς ἐκ Θεοῦ δεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παϑῶν ἰάματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Θεία γέγονας, Σκηνή τοῦ Λόγου, μόνη Πάναγνε, Παρθενομῆτορ, ἡ καϑαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ πλημμελήσαντα, ἀπόκάϑαρον πρεσβείαις σου, τοῖς ἐνθέοις νάμασι, παρέχουσα Σεμνή τὸ μέγα ἔλεος.
ᾨδὴ ζ΄. Θεῷ συγκατάβασιν.
Φωτὶ ἀστραπτόμενος, τῷ Τρισηλίῳ ἔνδοξε Ἵσαυρε, Ἱννοκέντιε Θεῖε, Φῆλιξ Ἑρμεῖα καὶ Περεγρῖνε σοφέ, σὺν Βασιλείῳ ϑαυμάτων λαμπρότησι, καταφωτίσατε τοὺς εὐφημοῦντας ὑμᾶς.
Ἀστέρες πολύφωτοι, ζόφον τῆς πλάνης μειοῦντες ὥφϑητε, Ἀϑλοφόροι Κυρίου, διὸ ψυχὴν μὲ γνώμῃ τυφλώττουσαν, ϑεογνωσίας φωτὶ καταλάμψατε, τῆς ἀγνωσίας ἀχλὺν ὠποδιῴκοντες.
Νοσοῦσαν ἀνίατα, τὴν ταπεινήν μου ψυχὴν ἰάσασϑε, τὰ τοῦ σώματος πάϑη, Μάρτυρες Θεῖοι ἐξαφανίσατε, ὦ Περεγρῖνε Ἵσαυρε Βασίλειε, Φῆλιξ Ἑρμεῖα κλεινὲ καὶ Ἰννοκέντιε.
Θεοτοκίον.
Ἰσχύς μου καὶ ὕμνησις, καὶ σωτηρία Χριστὸς ὁ Κύριος, ὁ ἐκ σοῦ ἀνατείλας, Παρϑενομῆτορ διὰ χρηστότητα, ἐκ τῆς ἀρχαίας ἡμᾶς λυτρωσάμενος, προγονικῆς ἀπειλῆς καὶ ἀποφάσεως.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἡγλαϊσμένος κάλλεσι, μαρτυρίου Θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄϑλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ ἱερωσύνης, καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ.
Θανατωϑείς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔῤῥιμμαι εἰς γῆν, ϑέαμα ϑρήνων ἄξιον, πανένδοξε, Ἵσαυρε, νῦν ἐπὶ ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν ϑαυμάτων σοῦ χάριν· βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προστάτης, καὶ σῴζεις ἐκ ϑανάτου, τοὺς σοὺς ἀχρείους δούλους.
Ἱερωσύνῃ πρότερον, κοσμηθές ἱερώτατε, καὶ διακονήσας., εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηϑείς, Χριστῷ διὰ μαρτυρίου· διὸ κᾀμοῦ τὸν ὕμνον, ὡς ϑυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσόν με λιταῖς σου.
Θεοτοκίον.
Ὁ τῶν φωστήρων κάλλεσιν, Οὐρανὸν καλλωπίσας Θεός, ἄλλον Οὐρανὸν σε Θεοτόκε ἔδειξεν· ἐκ σοῦ γὰρ ὡς ἥλιος, ἐξανατείλας πᾶσαν τὴν γῆν, τῆς ϑεογνωσίας, κατελάμπρυνε φέγγει· διὸ οὐδεὶς προστρέχων, ἐν σοὶ κατῃσχυμμένος, πορεύεται τῶν ϑείων, μὴ τυχὼν δωρεῶν σοῦ.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
Μεγάλων χαρισμάτων ἀξιωθείς, ἐκ Θεοῦ παναοίδιμε Ἵσαυρε, ἀποσοβεῖς, δαίμονας καὶ νόσους παντοδαπάς, καὶ περασμοὺς καὶ ϑάνατον, πᾶσι τὰ αἰτήματα χορηγῶν· διὸ κᾀμοὶ παράσχου, εἰρήνην καὶ ὑγιείαν, καὶ τῶν πταισμάτων ἀπολύτρωσιν.
Ὁ Θεῖος καὶ σεβάσμιός σου Ναός, τὸ πολύτιμον Ἅγιον σῶμά σου, ὡς ϑησαυρόν, ἔχων ἀναφαίρετον τοὺς πιστούς, καταπλουτίζει πάντοτε, ταῖς τῶν χαρισμάτων διανομαῖς· διὸ κᾀγὼ τῶν Θείων, τύχοιμι δωρεῶν σου, ὁ προσφυγῶν τῷ Θείω τάφῳ σου.
Ἰδοῦ Μάρτυς Κυρίου καλῶς κᾀμών, τὸν μισϑόν ἐκομίσω τῶν πόνων σου· πρόστηϑι οὖν, πάντοτε Θεόφρον τοῦ σοῦ λαοῦ, τὴν σὴν πατρίδα φύλαττε· σῷζε τοὺς προστρέχοντας σοὶ πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ οἰκουμένη, κᾀμοῦ τοῦ σοῦ οἰκέτου μέμνησο.
Ὑπέρφωτε νεφέλη Μῆτερ Θεοῦ, τοὺς ἡμᾶς πολεμοῦντας πολέμησον, τῇ κραταιᾷ, καὶ παντοδυνάμῳ σοῦ δεξιᾷ, τοῖς ἐν ἀνάγκαις πρόστηϑι, τῶν ἀδικαμένων ἀντιλαβοῦ, πταισμάτων λυτρουμένη, ταῖς σαῖς ἱκετηρίαις· ὅσα γὰρ ϑέλεις πάντα δύνασαι.
Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πόνοις συντριβόμενοι, καὶ κακουχίας στενούμενοι, καὶ εἱρκτῇ συγκλειόμενοι, ξίφεσι κοπτόμενοι, καὶ βιαιοτάτῳ, ϑνήσκοντες θανάτῳ, οὐκ ἀπηρνήσασϑε Χριστόν, οὗ τοῖς ξοάνοις σέβας ἐνείματε· διὸ καὶ ἠξιώϑητε, τῆς Οὐρανίου λαμπρότητος, δυσωποῦντες τὸν Κύριον, ὑπὲρ πάντων Μακάριοι.
Ἵσαυρος ὁ ἔνδοξος, καὶ ὁ στερρὸς Ἰννοκέντιος, καὶ ὁ θείος Βασίλειος, Φῆλιξ ὁ θαυμάσιος, ὁ κλεινὸς Ἑρμείας, καὶ ὁ Περεγρῖνος, οἱ οὐρανώσαντες τὴν γῆν, ταῖς τῶν ϑαυμάτων Θείαις λαμπρότησι, πιστῶς μακαριζέσϑωσαν, ὡς τοῦ Κυρίου ϑεράποντες, καὶ τὰ πάϑη διώκοντες, τῶν ψυχῶν ἡμῶν πάντοτε.
Κρήνη ἐκβλύζουσα, τῶν ἰαμάτων χαρίσματα, ἡ Σορός ὑμῶν δέδεικται· ἐξῇς ἀρυόμεϑα, τῶν παϑῶν ὑγιείαν, καὶ τῶν νοσημάτων, τὴν παντελῆ ἀπαλλαγήν, ἀνευφυμοῦντες ὑμᾶς ἑκάστοτε, σεπτοὶ Μεγαλομάρτυρες, τῶν Ἀσωμάτων ἐφάμιλλοι, τοῦ Κυρίου ϑεράποντες, πρεσβευταί τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Πᾶσαν τὴν ἐλπίδα μου, ὁ δυστυχὴς καὶ πανάϑλιος, ἐπὶ σὲ ἀνατίϑημι, Πανάχραντε Δέσποινα, ὅλοψύχῳ νεύσει· μὴ μὲ ἀποῤῥίψῃς, ἀπὸ προσώπου σου Ἁγνή, μηδὲ βδελύξῃ με τὸν ἀνάξιον· μὴ σπλάγχνα σου Φιλάϑρωπε, κλείσῃς μοι Μῆτερ Ἀπείρανδρε· ὅτι ἄλλην οὐ κέκτημαι, προστασίαν ὁ δούλός σου.
Εἶτα, τὸ Τρισάγιον.
Καὶ τὰ μετὰ τῇ Ἕκτήν ᾠδὴν δύο Κοντάκια τῶν Τριῶν Ἁγίων Αὐταδέλφων· τὰ λοιπὰ τοῦ Ἀποδείπνου, καὶ Ἀπόλυσις.