Οκτώηχοι Παρακλητικοί Κανόνες εις τον Ιησού Χριστό

Ποίημα Ἰωάννου μοναχοῦ τὸ ἐπίκλην Μαυρόποδος, οὗ τὸ ὄνομα ἐντέτακται ἑκάστῃ ἐνάτῃ ᾠδῇ.

Κανόνες παρακλητικοὶ εἰς τὸν Κύριον καὶ Θεὸν ἡμῶν ᾿Ιησοῦν Χριστόν.

Ἦχος α΄

Κανὼν πρῶτος

Οὗ ἡ ἀκροστιχὶς αὕτη·
Ἀπάρχομαί σοι τῶν ἐμῶν, Σῶτερ, λόγων. Ὁ τάλας ᾿Ιωάννης.

Ἦχος α΄. ᾨδὴ α΄. Σοῦ ἡ τροπαιοῦχος.
Ἅπας ὁ πιστεύων εἰς ἐμέ, Χριστέ, προέφης, ἡ αὐτοαλήϑεια, ποταμοὶ ἀέναοι ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι· δὸς οὖν κἀμοὶ λόγον ἐν πίστει προσερχομένῳ σοί.

Πέλαγος ὑπάρχων οἰκτιρμῶν καὶ συμπαϑείας ἀπέραντος ἄβυσσος, ξήρανον ἐλέει σου ἁμαρτιῶν μου τὰ πελάγη, Δέσποτα, καὶ τὴν ξηρανϑεῖσαν ψυχήν μου δάκρυσιν ἄρδευσον.

Ἄσωτος νεώτερος υἱός, ἀποσκιρτήσας ἐκ σοῦ, ὑπεράγαϑε, γέγονα ὁ ἄσωτος, καὶ τῆς πατρῴας μακρυνϑεὶς ἐπαύλεως ἀλλοτρίαν χώραν τῆς ἀπωλείας κατείληφα.

Ῥήματα ζωῆς ἀληϑινῆς, τὰ ἱερὰ καὶ σεπτά σου ἐντάλματα, Σῶτερ, παρωσάμενος, ἐνδιαστρόφῳ καὶ φιλαμαρτήμονι γνώμης προαιρέσει βουλαῖς δαιμόνων ὑπέκυψα.

Θεοτοκίον.
Χείμαῤῥοι καὶ ὕδατα παϑῶν ἕως ψυχῆς μου, Παρϑένε, εἰσήλθοσαν ταύτην τε ταράττουσι καὶ ἡδονῶν ἰλύϊ περιφέρουσιν· ἣν τῶν οἰκτιρμῶν σου ῥανίσιν, Ἄχραντε, κάϑαρον.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς.
Ὁ μόνος φιλάνϑρωπος Θεός, μόνος πολυέλεος, ὁ συμπαϑής τε καὶ ἀνεξίκακος, ἐλέησόν με τὸν παροργίσαντα τὴν σὴν ἀγαϑότητα καὶ παρακινήσαντα πρὸς ὀργὴν τὴν πολλήν σου χρηστότητα.

Μερίμναις τοῦ βίου καὶ παϑῶν ἀκάνϑαις συμπνιγόμενος οὐκ ἀνανεύω πρὸς σὲ τὸν εὔσπλαγχνον, ἀλλ ὥσπερ κτῆνος καὶ ζῷον ἄλογον ἐκ πολλῆς πωρώσεως πρὸς γῆν καὶ τὰ γήϊνα κάτω νεύω· μακρόϑυμε, σῶσόν με.

Αἰσχύνη καὶ ὄνειδος, Χριστέ, τοῖς δούλοις σοὺ γεγένημαι ὡς ἀληϑῶς, καὶ τοῖς σεβομένοις σε, αἰσχύνης ἔργα πράττων ἐπάξια· μὴ γοῦν καταισχύνῃς με ἐν τῷ κριτηρίῳ σου, κἂν αἰσχύνης εἰμὶ πάσης ἄξιος.

Ἰλύος παϑῶν ἀπὸ πηλοῦ καὶ λάκκου με ἀνάγαγε ταλαιπωρίας τῶν παραπτώσεων, καὶ ἐπὶ πέτραν τοὺς ἔνδον πόδας μου μετανοίας ἕδρασον, ὁ ἑδράσας ἄσχετον ἐφ᾽ ὑδάτων τὴν γῆν, πολυέλεε.

Θεοτοκίον.
Στειρεύειν ἀκάρπων λογισμῶν τὸν νοῦν μου καταξίωσον, καρποφορεῖν δὲ ϑεῖα νοήματα καὶ ἐνϑυμήσεις σωτηριώδεις γεννᾶν ἀγαϑὰς ἐννοίας τε, Θεοτόκε, Δέσποινα, ὁ τῆς στείρας καρπὸς ὁ πανάγιος.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι τῇ ϑείᾳ.
Ὅτε σου, κριτὰ δικαιοκρίτα, τῷ βήματι τῷ ἀδεκάστῳ καὶ φρικτῷ γεγυμνωμένος ὡς κριτὸς ὁ αὐτοκατάκριτος περιδεὴς καὶ ἔντρομος παραστήσομαι, μὴ τῷ ϑυμῷ σου, οἰκτίρμον, ἐλέγξῃς με.

Ἴασαι ψυχῆς μου τὰς πληγὰς καὶ τοὺς μώλωπας τῷ ϑείῳ μώλωπι τῆς σῆς ἀναμαρτήτου, ᾿Ιησοῦ, σαρκὸς καὶ τοῖς τραύμασιν οἷς δι ἐμὲ ἑκὼν αὐτὸς τετραυμάτισαι, ὁ ἀπαϑὴς ὡς Θεὸς ὑπερούσιος.

Τρέμω σου, Χριστέ, τὸ φοβερὸν δικαστήριον, ἐν ᾧ καϑίσεις ὡς κριτὴς ἐν ἀπροσίτῳ καὶ πολλῇ δόξῃ τῆς ϑεότητος καὶ φανερῶς τὰ ἐν κρυφῇ πεπραγμένα μοι δημοσιεύσεις· διό με ἐλέησον.

Ὥρισας μετάνοιαν, Χριστέ, πλημμελήσασιν· ὡς γὰρ φιλάνϑρωπος Θεὸς ἁμαρτωλῶν ἐπιστροφῇ χαίρεις, τὴν διόρϑωσιν ϑέλων ἡμῶν· δὸς οὖν κἀμοὶ πλημμελήσαντι ἐπιστροφῆς λογισμὸν εἰς μετάνοιαν.

Θεοτοκίον.
Νέκρωσον σαρκός μου τὰς κινήσεις, Πανύμνητε, ζώωσον δέ μου τὴν ψυχὴν νενεκρωμένην ἡδοναῖς, ζωὴν ἐνυπόστατον σωματικῶς, Χριστόν, τεκοῦσα, ζωώσαντα τοὺς νεκρωϑέντας πολλοῖς ἁμαρτήμασιν.

ᾨδὴ ε΄. Ὁ φωτίσας.
Ἐν ἱλέῳ καὶ εὐσπλάγχνῳ σου ὄμματι πρόσχες μοι, τοῦ ἐλέους ὁ Θεὸς καὶ πατὴρ τῆς χρηστότητος, καὶ κεκακωμένον με καὶ σφόδρα τεταπεινωμένον πλήϑει πταισμάτων ἐλέησον.

Μογιλάλου ὥσπερ ἤνοιξας ὦτα κωφεύοντα καὶ ψυχῆς μου βεβυσμένα τὰ ὦτα διάνοιξον, καὶ τῶν ἐνταλμάτων σου ἐπιμελῶς, Σῶτερ, ἀκούειν καὶ ταῦτα πράττειν παράσχου μοι.

Ὡς οἰκτίρμων μὴ εἰσέλθῃς εἰς κρίσιν καὶ ἔλεγχον, ὁ Θεός μου, μετ᾽ ἐμοῦ τοῦ σοῦ δούλου, μακρόϑυμε· οὐ δικαιωϑήσεται καὶ γὰρ ἐνώπιόν σου ἅπας ὁ ζῶν σαρκὶ καὶ τοῖς πάϑεσιν.

Νενυγμένος ἡδονῆς τῇ ῥομφαίᾳ προσπίπτω σοι τῷ νυγέντι δι’ ἐμὲ τὴν πλευράν σου τὴν ἄχραντον ἵνα ἀναπλάσῃς με τῷ ἀποῤῥεύσαντι ἐκεῖϑεν αἵματι ϑείῳ καὶ ὕδατι.

Θεοτοκίον.
Σύμμαχόν τε καὶ ὑπέρμαχον ἄμαχον κέκτημαι ἐν ταῖς μάχαις τῶν ἀσάρκων ἐχϑρῶν σε καὶ πρόμαχον ἐν ταῖς περιστάσεσι καὶ ὑπερασπιστήν, Παρϑένε, καὶ σωτηρίαν ἐν ϑλίψεσιν.

ᾨδὴ ς΄. Ἐκύκλωσεν ἡμᾶς.
Ὡς πλάστης μου καὶ κτίστης καὶ Δεσπότης μου γινώσκεις τὴν ἀσϑένειαν ἣν ἐφόρεσας βουλήσει σαρκωϑείς, οἶδας τῆς σαρκὸς ἡμῶν τὸ φρόνημα ἀντιδικοῦν ἀεὶ τῷ πνεύματι· διὸ σῶσόν με.

Τὸ ἔμφοβον τοῦ βήματος σου, Κύριε, καὶ δίκαιον τοῦ κράτους σου ἐνϑυμούμενος ταράττομαι σφοδρῶς· ὅϑεν ἀγωνίᾳ συνεχόμενος ἐπιῤῥίπτω εἰς τὰ ἐλέη σου τὴν ἐλπίδα μου.

Ἐν δάκρυσι καὶ ϑρήνοις, Ὑπεράγαθε, προσπίπτω σοι δεόμενος· τὰς πολλάς μου ἀνομίας καὶ δεινὰς μὴ παρατηρήσῃς ἐν τῷ κρίνειν με· εἰ γὰρ ἐμοὶ συνάρῃς λόγον, πῶς ὑποστήσομαι;

Ῥηγνύμεναι τῷ πάϑει σου, μακρόϑυμε, αἱ πέτραι διαῤῥήγνυσϑαι τὸ χειρόγραφον ἐδήλουν τοῦ Ἀδάμ· ὅθεν ἱκετεύω σε, διάῤῥηξον καὶ τῶν ἐμῶν πλημμελημάτων δεινὰ χειρόγραφα.

Θεοτοκίον.
Λικμήσασα, Παρϑένε, τῆς πρεσβείας σου τῷ πτύῳ καὶ τῷ πνεύματι ϑημωνίας τῶν ἐμῶν ἁμαρτιῶν, κάϑαρον καρδίας μου τὴν ἅλωνα, μακρὰν αὐτῆς πᾶν ἀχυρῶδες ποιοῦσα νόημα.

ᾨδὴ ζ΄. Σὲ νοητήν, Θεοτόκε, κάμινον.
Ὅταν ἐκ γῆς ὁ δημιουργήσας με ἐκ γῆς λαμβάνῃς με, Χριστέ, τὴν ψυχήν μου τὴν ταπεινὴν καὶ πολυαμάρτητον λύτρωσαι, φιλάνϑρωπε, ἐκ χειρὸς ᾅδου, καὶ ῥῦσαί με τῶν σκοτεινῶν σκηνωμάτων αὐτοῦ καὶ καταδύσεων.

Γόνυ πρὸς γῆν φανερῶς τοῦ σώματος κλίνω, συγκάμπτων ἀφανῶς καὶ τὸ γόνυ τὸ τῆς ψυχῆς ἔμπροσθεν τοῦ κράτους σου, οὗ ἐν τῷ ὀνόματι πᾶν γόνυ κάμπτει, μακρόϑυμε· ὁ δι ἐμὲ κλίνας γόνυ σεπτῷ νιπτῆρι, σῶσόν με.

Ὥσπερ λῃσταῖς ὠμησταῖς τοῖς πάϑεσι περιτυχὼν καὶ ὡς ϑηρσὶν ἀνημέροις περιπεσὼν ταῖς ἐπιϑυμίαις μου, ὅλος τετραυμάτισμαι τὸν λογισμὸν καὶ κατέστιγμαι· ὁ δι ἐμὲ μαστιχϑεὶς τῇ σαρκί, Κύριε, σῶσόν με.

Νέος Ἀδὰμ τοῦ Ἀδὰμ γενόμενος ὁ ποιητής, τοὺς ἐξ Ἀδὰμ, ἠλευϑέρωσας, Ἰησοῦ, αἵματι τιμίῳ σου, πλάνῳ κοσμοκράτορι δεδουλωμένους, καὶ ἔσωσας· διὸ κἀμὲ τῆς δουλείας αὐτοῦ ῥῦσαι, φιλάνϑρωπε.

Θεοτοκίον.
Ὃν οὐ χωρεῖ οὐρανὸς ἐχώρησας ὡς πλατυτέρα οὐρανῶν, Θεοτόκε, ὁ λογικὸς οὐρανὸς καὶ ἔμψυχος, τοῦ κατασκευάσαντος τοὺς οὐρανοὺς τῷ βουλήματι μόνου Θεοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐγκαλλώπισμα.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Τῶν κακῶν μοὺ πάριδε, Χριστέ, τὰ πλήϑη διὰ πλῆϑος ἐλέους, καὶ συμπαϑείας διὰ ἄβυσσον πολλὴν τὴν ἄβυσσον ξήρανον τῶν παϑῶν μου, κῦμα ϑαλάσσης ὁ πρὶν ἀναξηράνας καὶ ἐκ πέτρας ὕδωρ πηγάσας ἐν ἐρήμῳ.

Ἀναλγήτως ὅλην τὴν ζωὴν ἀνάλωσα, μηδόλως φροντίδα τῆς ταλαιπώρου καὶ ἀϑλίας μου ψυχῆς ποτὲ ποιησάμενος· ἀλλ᾽ ὁ ϑεῖον ἄλγος ἀλγήσας ὑπὲρ ἡμῶν, οἰκτίρμον, τῆς ἀναλγησίας τὸν λίϑον μάλαξόν μου.

Λύτρωσαί με πάσης ταραχῆς δαιμόνων καὶ δειλίας ἐμοὶ τῆς ἐγγινομένης ἐκ βουλῆς σατανικῇς καὶ δός μοι τὸν φόβον σου τοῦ φοβεῖσθαι, εὔλογον φόβον, καὶ τρέμειν σὲ καὶ μόνον, Λόγε, τὸν κρατοῦντα ζωῆς καὶ τοῦ ϑανάτου.

Ἄνω ἦρα ἐν τῷ οὐρανῷ πρὸς σὲ τὸν κατοικοῦντα, φιλάνϑρωπε, τῆς ψυχῆς μου νοερῶς τοὺς ὀφθαλμούς, καὶ ὄμματα σώματος καὶ τὰς χεῖρας τείνας εἰς ὕψος τὴν σὴν ἐπικαλοῦμαι, Σῶτερ, εὐσπλαγχνίαν καὶ ἐλεημοσύνην σου.

Θεοτοκίον.
Σκέπασόν με ἀπὸ συστροφῆς τῶν πονηρευομένων καὶ πλήϑους ἐργαζομένων ἀδικίαν, τὰς αὐτῶν οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν γλώσσας καὶ τόξον ἐνέτειναν, Παρϑένε, τοῦ κατατοξεῦσαι πτωχὸν ἐν ἀποκρύφῳ.

ᾨδὴ ϑ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Ἴδε τὴν ἐμὴν ἀσϑένειαν, ἴδε τὴν θλῖψιν, Σῶτερ, ἴδε τὴν κάκωσιν, ἴδε τὴν πολλήν μου συντριβὴν καὶ ταπείνωσιν ἣν μοι πλῆθος κακῶν προεξένησε, καὶ ποίησον, οἰκτίρμον,
μετ᾽ ἐμοῦ συνήϑως ἔλεος.

Ὥσπερ ὁ λῃστὴς τὸ «μνήσϑητι», ὡς ὁ τελώνης κράζω σοι τὸ «ἱλάσϑητι», ὡς ὁ Μανασσῆς, Χριστέ, βοῶ σοι τὸ «ἥμαρτον», ὡς ὁ μέγας Δαυῒδ τὸ «ἐλέησον», ὡς νέα Χαναναία ψυχῆς ἐμῆς αἰτῶ τὴν ἴασιν.

Ἄφρων ἀπεφάνϑην ἔμπορος, πλοῦτον καλῶν σκορπίσας καὶ συλλεξάμενος πλοῦτον ἐγκλημάτων, καὶ χοὸς ἀλλαξάμενος ἀρετῆς τὸν χρῦσον τὸν πολύτιμον· ὁ δι’ ἐμὲ πτωχεύσας, ἐνϑέοις πράξεσί με πλούτισον.

Νόσῳ ἁμαρτίας, Κύριε, κατεργασϑεὶς εἰς τέλος τὴν ψυχὴν τέϑνηκα, καὶ νῦν ἀπογνώσεως ἐν μνήματι κείμενος ἐπικείμενον ἔχω βαρύτατον λίϑον ἀναισϑησίας· ὅνπερ διάρας κἀμὲ ζώωσον.

Νόμους ἱεροὺς ὁ ἄνομος καὶ τὰ εὐθέα, Λόγε, σοῦ δικαιώματα παρωσάμενος, διακενῆς παρηνόμησα, καὶ πολλαῖς ἀνομίαις συνέζησα ἀνόμως βιοτεύων· μὴ οὖν ἐννόμως κατακρίνῃς με.

Ἥλοις τὰς ἀχράντους χεῖράς σου προσηλωϑῆναι ὁ μὴ ἀπανηνάμενος, ἐξηλώσας μου τὸν λογισμὸν ἡλωμένον τῇ γῇ τῷ σῷ φόβῳ καὶ πόϑῳ καϑήλωσον, καὶ σύνδησον ἀλύτως
δεσμῷ τῆς σῆς ἀγάπης Δέσποτα.

Θεοτοκίον.
Στόμα ἐπ᾽ ἐμὲ πλατύναντες εἶπον μοι «Εὖγε, εὖγε» οἱ ἀντικείμενοι, «εἶδον ὡς ἰδεῖν οἱ ὀφθαλμοὶ ἡμῶν ἤϑελον, εἰς τὰς χεῖρας ἡμῶν μέλλεις ἔρχεσϑαι ζῶν ἀμελῶς» Παρϑένε,
σὺ τὰς βουλὰς αὐτῶν ματαίωσον.

Ἦχος β΄.

Κανὼν Δεύτερος

Οὗ ἡ ἀκροστιχὶς αὕτη·
ᾨδὴν ᾄδω σοι δευτέραν, Θεοῦ Λόγε. Ἁμαρτωλὸς Ἰωάννης.

ᾨδὴ α΄. ᾿Εν βυϑῷ κατέστρωσε.
Ὡς Θεὸς ἐλέους, ὡς πατὴρ πάσης παρακλήσεως, ὡς οἰκτιρμῶν ϑησαυρὸς ἀδαπάνητος, ὡς πηγὴ χρηστότητος, εὐσπλαγχνίας ὡς ἀνεξάντλητος ἄβυσσος, τῶν ἀνομιῶν μου ξήρανον, Χριστέ, τὴν πολλὴν ἄβυσσον.

Διεξόδους, δίκαιος βοᾷ, ὑδάτων κατέδυσαν οἱ ὀφϑαλμοί μου ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου, Δέσποτα, φιλανϑρώπως ὑπὲρ ἀνόμων δακρύων πηγὰς ἀφιείς· ἐγώ δὲ «πλῦνον με ῥυπῶντα, κράζω, δάκρυσιν».

Ἠδυνϑείη ἡ διαλογή, Λόγε, τῶν χειλέων μου καὶ προσδεχϑείη τῇ σῇ ἀγαϑότητι θυσία ὡς ἄμωμος, ὡς ὁλόκληρος προσφορά, ὡς ϑυμίαμα ἐκλεκτόν, εὐῶδες καὶ ἡ προσευχὴ κατευϑυνϑείη μου.

Νοερῶς παρίστασϑαι δοκῶν πρὸ τοῦ κριτηρίου σου τοῦ φοβεροῦ ὡς κριτὸς ὁ κατάκριτος, κριτὰ δικαιότατε, τῶν ἰχνῶν σου τῶν ἱερῶν ἐφαπτόμενος χερσὶ πεφρικυίαις « Οἴκτειρον, ἐλέησόν με » δέομαι.

Θεοτοκίον.
Ἀρετῇ καλύψαντα Θεόν, Κόρη, τὰ οὐράνια καὶ οὐρανοὺς καὶ τὴν γὴν τὸν πληρώσαντα τῆς αὐτοῦ αἰνέσεως τὸ κατάσχιον ἀρεταῖς ὄρος τέτοκας, τὸ κεκκαλυμμένον πάσης ἀρετῆς ἐνθέοις χάρισιν.

ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ.
Δολίως με τῷ λείῳ τῆς ἁμαρτίας ὑπέσυρεν ὁ δόλιος δελεάσας καὶ ἤγρευσε δικτύῳ τῆς ἡδονῆς με καὶ ἐσαγήνευσεν ἰχϑὺν ὡς ἄφωνον· Ἰησοῦ μου εὔσπλαγχνε, σπεῦσον, σῶσόν με.

Ὡς ἄλλος ἐπαιρόμενος Φαρισαῖος οἰήσει διανοίας, ἐξ ἀπονοίας βαράϑρῳ περιπίπτω τῆς ἀπωλείας, πολλὴν δι᾿ ἄνοιαν σοβαρευόμενος· Ἰησοῦ μου εὔσπλαγχνε, σπεῦσον, σῶσόν με.

Στενάζων ἐπιμένω ταῖς ἁμαρτίαις, δακρύων οὐκ ἀφίσταμαι τῶν κακῶν μου, ϑρηνῶν οὐ διορϑοῦμαι, τῇ συνηϑείᾳ καταδουλούμενος ὁ ἀσυνείδητος· Ἰησοῦ μου εὔσπλαγχνε, σπεῦσον, σῶσόν με.

Ὀδύνης πικροτάτης πυρὸς γεέννης ἐν πείρᾳ με γενέσϑαι μὴ συγχωρήσῃς ὀδύνας ἑκουσίως ὁ ὑπομείνας, πλευρᾶς διάτρησιν, χειρῶν καϑήλωσιν· Ἰησοῦ μου εὔσπλαγχνε, σπεῦσον, σῶσόν με.

Θεοτοκίον.
Ἰδοὺ τὸ πολυώνυμον ϑεῖον ἅρμα, ἰδοὺ ὁ χρυσοκόλλητος θεῖον δίρφος, ἰδοὺ ἡ πορφυρόστρωτος ϑεία κλίνη ᾗ ἀνεπαύσατο ὁ βασιλεύς μου Χριστός, ἡ παρϑένος Δέσποινα ἣν ὑμνήσωμεν.

ᾨδὴ δ΄. Ἐλήλυϑας.
Διάῤῥηξον τὴν λιϑώδη μου πώρωσιν, Δέσποτα, τῇ ῥάβδῳ τοῦ φόβου σου, καὶ ὥσπερ ὕδατα δάκρυα δίδου ἀναβλύζειν με ὡς ἀκροτόμου ἐκ πέτρας τῆς καρδίας μου.

Ἐγώ εἰμι ὁ κατάρατος δοῦλός το τάλαντον ὁ κρύψας ὃ εἴληφα πρὸς ἐργασίαν, καὶ δέδοικα· πῶς γὰρ ὑποστήσομαι τὰς τῆς ἀργίας εὐθύνας εἰσπραττόμενος;

Ὑπέκκαυμα τοῦ πυρὸς τοῦ ἀσβέστου μὴ δείξῃς με, μὴ βρῶμα τοῦ σκώληκος τοῦ ἀκοιμήτως κολάζοντος, Κύριέ μου, Κύριε, μηδὲ φλογὸς τῆς γεέννης παρανάλωμα.

Τὸν ἄκαρπον καὶ παντὸς ἀγαϑοῦ, Σῶτερ, ἔρημον συκὴν ὡς τὴν ἄκαρπον μὴ τῇ ἀρᾷ σου ξηράνῃς με, ὕλην μὴ ὡς ἄχρηστον ϑανάτου ξίφει ἐκτέμῃς καὶ ἐκπέμψῃς εἰς πῦρ.

Θεοτοκίον.
Ἐκέκραξα ὁ πτωχός σου οἰκέτης, Πανύμνητε, πρὸς σὲ τὴν κυρίαν μου, καὶ συμπαϑῶς μου ἀκούσασα τῆς στενοχωρούσης με καὶ πιεζούσης ἐῤῥύσω, Κόρη, ϑλίψεως.

ᾨδὴ ε΄. Ἰησοῦς ὁ ζωῆς ἀρχηγός.
Ῥαϑυμίας νυκτὶ συσχεϑεὶς ὕπνῳ κατεσχέϑην ἁμαρτίας, εἰς ϑάνατον ὑπνώσας· « καὶ νῦν ἴσχυσα πρὸς αὐτόν », ὁ ἐχϑρός φησιν. Ὁ ὑπνώσας, φιλάνϑρωπε, ἐν σταυρῷ, καὶ πάντας ἐν ᾅδῃ τοὺς ὑπνοῦντας ἐξυπνίσας, κἀμὲ δεινῶς ὑπνοῦντα ἐξύπνισον.

Ἀρετῶν ἀμοιρῶν, εὐμοιρῶ πράξεων αἰσχρῶν, καὶ δυσωδίας πολλῆς, οὐκ εὐωδίας, ἀντὶ μύρου καὶ ἀρωμάτων· βορβόρου δὲ εὐπορῶν, κατανύξεως ἀπορῶ δακρύων· τί οὖν λοιπόν σοι, Σῶτερ, προσενέγκω εἰς ἱλασμόν; δωρεάν με οἴκτειρον.

Νοεροῖς ὀφθαλμοῖς προϊδὼν σοῦ ὁ Ἀββακοὺμ τὴν παρουσίαν τὴν πρώτην ἐφοβήϑη· τὴν μεγάλην δὲ καὶ φρικτὴν καὶ δευτέραν σοὺ ἀγωνίᾳ συνέχομαι κατὰ νοῦν λαμβάνων ἐγὼ ὁ παραβάτης τῶν ἀχράντων σοὺ ἐντολῶν, Χριστέ, καὶ ὀδύρομαι.

Θεωρήσας ποτὲ Δανιὴλ βίβλους νοερὰς ἀνεῳγμένας καὶ ϑρόνους τεϑειμένους καὶ τὸν Κύριον ὡς κριτὴν καϑεζόμενον παλαιὸν ἡμερῶν φησι, ϑάμβει συνεσχέθη· σὺ δέ, ψυχὴ ἀϑλία, πὼς ὑποίσεις ἰδεῖν Θεὸν ὃν φρίττουσιν ἄγγελοι;

Θεοτοκίον.
Ἐπὶ σοὶ τῇ μητρὶ τοῦ Θεοῦ τόκος ἐν ταὐτῷ καὶ παρϑενία συνέδραμον ἀῤῥήτως· ὑπὲρ φύσιν γὰρ κατὰ φύσιν ἐγέννησας τὸν τὴν φύσιν καινίσαντα διὰ σοῦ, Παρϑένε πεῖραν ἀνδρὸς μὴ γνοῦσα μηδὲ γάμου μηδὲ φϑορᾶς, Ὑπέραγνε, ἄφϑορε.

ᾨδὴ ς΄. Πρὸς Κύριον ἐκ κήτους.
Οὐ κέκτημαι χιτῶνα πνευματικὸν ἢ ἔνδυμα γάμου ἐπάξιον καὶ νυμφῶνος τοῦ ἀφϑάρτου σου, νυμφίε Ἰησοῦ· ἀλλ᾽ αὐτός με ἔνδυσον σωτηρίας ἱμάτιον, δέομαι.

Ὑπέρτερον προσύλου καὶ γεηρᾶς ἐφέσεως, Σῶτερ, ἀνάδειξον τὸν γεώδη καὶ παχύτατον καὶ ἔνυλόν μου νοῦν, ἀρετῶν δὲ πτέρυξιν ἀπαϑείᾳ λεπτύνας ἀνύψωσον.

Λυτήριον παϑῶν τε καὶ ἀπαθείας πρόξενον πάθος μακάριον ὁ παϑὼν ϑελήσει, ῥῦσαί με ἀτίμων ἐκ παϑῶν πάϑος προσκυνοῦντα σου, ἀνϑρωπίνων παϑῶν τὸ λυτήριον.

Ὁ πλούσιος ἐλέους δημιουργὸς καὶ πρύτανις, ὁ εἰς μετάνοιαν κατελθὼν καλέσαι χάριτι πάντας ἁμαρτωλούς, Ἰησοῦ φιλάνϑρωπε, μετανοίας με τρόποις βελτίωσον.

Θεοτοκίον.
Γεννήτριαν καλεῖ σε ὁ Ἡσαΐας, Δέσποινα, ϑείου γεννήματος γεννηθέντος ἐκ γεννήτορος ἀνάρχου καὶ πατρὸς ἀγεννήτου λάμποντος, ἀγεννήτως υἱὸν δὲ γεννήσαντος.

ᾨδὴ ζ΄. Ἑἰκόνος χρυσῆς.
Εἱκὼν τοῦ Πατρός, Ἰησοῦ, μονογενὲς υἱὲ καὶ Λόγε, τὴν σὴν εἰκόνα πολλοῖς πάϑεσι συγκεχωσμένην ὡς χώμασι ζήτησον, εὑρὲ ψηλαφήσας, ἀναμόρφωσον, καίνισον, καὶ τὸ πρωτόκτιστον αὐτῆς κάλλος ἀπόδος αὐτῇ.

Ἀγκάλας, Χριστέ, ἃς ἐξέτεινας σταυρῷ δι ᾿ εὐσπλαγχνίαν κἀμοὶ διάνοιξον ἐπιστρέφοντι καὶ ὡς τὸν ἄσωτον δέξαι με, χώρας ἐκ μακρᾶς ἀλλοτρίας τῆς δεινῆς ἀπογνώσεως πρὸς τὴν ἑλπίδα τὴν εἰς σὲ νῦν ἐπανήκοντα.

Μονὰς ὁ εἰπὼν ἐν οἰκίᾳ τοῦ Πατρός σου πολλὰς εἶναι ἡτοιμασμένας εἰς κατάπαυσιν τῶν εἰς μονὴν δεξαμένων σε μετὰ τοῦ Πατρός σοὺ ἐλϑόντα, κληρονόμον με ποίησον μιᾶς αὐτῶν, καὶ ἐν ἐμοί, Σῶτερ, ποιήσας μονήν.

Ἀόμματον πρὶν καὶ τυφλὸν ἐκ γενετῆς ὁ ὀμματώσας, κἀμοῦ τυφλώττουσαν τὴν διάνοιαν καὶ τὴν ψυχὴν μυωπάζουσαν ἔργοις σκοτεινοῖς, φωτοδότα, τῷ φωτὶ φωταγώγησον τῶν ἐντολῶν σου, ὡς τυφλὸν καὶ ὡς ἀόμματον.

Θεοτοκίον.
Ῥαδίως τὸν ῥοῦν τοῦ ἀστάτου καὶ ῥευστοῦ περάσαι βίου ποδὶ ἀβρόχῳ δός μοι, Δέσποινα, κατὰ κυμάτων πεζεύοντι ὕπερϑεν χειμῶνος καὶ ζάλης, καὶ λιμένι ἀκύμονι τῆς βασιλείας οὐρανῶν κἀμὲ προσόρμισον.

Ὡιδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρὸς.
Τὸν ἐν γεέννῃ τοῦ πυρὸς κεκτημένον ἐξουσίαν ἀπολέσαι καὶ ψυχὴν καὶ τὸ σῶμα ἐκδυσωπῶ σε, Χριστέ· πρὸ τέλους παράσχου μοι δάκρυα ὅπως ἀποσβέσω τὴν μένουσάν με φλόγα.

Ὡς τὴν τοῦ Πέτρου πενϑερὰν λαβροτάτῳ πυρετῷ συνισχημένην ἐϑεράπευσας, οὕτως δεινῷ φλογμῷ τὴν ἐμὴν καρδίαν πυρέττουσαν ἴασαι τῶν πεπυρωμένων ἐμφύτων παϑῶν, Σῶτερ.

Λογοϑεσίου φοβεροῦ ὠμοτάτων τελωνῶν ἐναερίων, ἀπηνῶν φορολόγων, κοσμοκρατόρων πικρῶν, ἀρχόντων τοῦ σκότους, φιλάνϑρωπε, τοῦ αἰῶνος τούτου, λύτρωσαι τὴν ψυχήν μου.

Ὅτε κατέλθῃς ἐπὶ γῆς μετὰ δόξης ὁ Θεὸς κρῖναι τὸν κόσμον, καὶ συστέλλονται φόβῳ οἱ οὐρανοὶ καὶ ἡ γῆ, πυρός δε ποταμὸς βρυχόμενος ἕρπει πρὸ τοῦ θρόνου τοῦ σοῦ, σῶσον με, Σῶτερ.

Θεοτοκίον.
Σὲ ἥνπερ εἶδε Δανιὴλ ὄρος ἅγιον, Ἁγνή, ἐξ οὗ ἐτμήϑη ὁ ἀκρογωνιαῖος λίϑος, Χριστός, δυσωπῶ· τὸν μέγαν καὶ βαρύν, σπλαγχνίσϑητι, τὴς πεπωρωμένης ψυχῆς μου λίϑον ἆραι.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν λόγον.
Ἰδοὺ σύ, Κύριε, ἔγνως τὰ ἀρχαῖα μου πάντα καὶ ἔσχατα καὶ μέσα, ὡς Θεὸς καρδιογνώστης, ἐγκλήματα· σὺ γὰρ εἶ κατὰ μόνας ὁ πλάσας τὰς καρδίας τῶν βροτῶν· διὸ δέομαι, Σὥτερ, οἷς οἶδας τρόποις σῶσόν με.

Ὦ πῶς ὑποίσεις, ψυχή μου, τὴν δακρύων ἀξίαν χαὶ ϑρήνων καὶ κλαυϑμῶν καὶ ὀδυρμῶν τοῦ σοῦ Δεσπότου ἀπόφασιν, ἀπὸ τῆς τῶν δικαίων χορείας σὲ χωρίζουσαν πικρῶς, καὶ εἰς ἄσβεστον φλόγα ἐλεεινῶς ἐκπέμπουσαν;

Ἀνάστα, Κύριε, σπεῦσον, σῶσόν με ὁ Θεός μου καὶ μάτην τοὺς ἐχϑραίνοντας ἐμοὶ δαίμονας πάταξον πάντας ὑφ᾽ ἕν, καὶ τοὺς ἠκονημένους ὡς ὅπλα καὶ ὡς βέλη κατ’ ἐμοῦ ἰοβόλους ὀδόντας αὐτῶν ἐκσπάσας σύντριψον.

Νενεκρωμένον τῆς χήρας τὸν υἱόν, ζωοδότα, ἐζώωσας, ὡς ὧν αὐτοζωή· ὅϑεν βοῶ· « καὶ ψυχῆς τῆς ἐμῆς τὸν υἱὸν νεκρωϑέντα, τὸν νοῦν μου, πλημμελήμασι πολλοῖς, ζωοποίησον· σύ γὰρ ζωή, φῶς καὶ ἀνάστασις ».

Νεκρόν με παίσμασιν ὄντα ἀπογνώσεως τάφος συνέχει, καὶ καλύπτει με βαρὺς λίϑος πωρώσεως ἄνωϑεν ἀλλὰ ζώωσον αὖϑις ὡς Λάζαρον, φιλάνϑρωπε, τὸ πρίν, τετραήμερον νέκυν, μᾶλλον δὲ πολυήμερον.

Ἡνίκα μέλλεις εἰς κρίσιν ἀγαγεῖν τὸ σὸν πλάσμα, καὶ πᾶσιν ἀποδοῦναι, ὁ Θεός, τὰ κατ᾿ ἀξίαν τῶν ἔργων αὐτῶν, ταῖς ἐμαῖς ἀνομίαις κατάλληλον τὴν ψῆφον, ἀγαϑέ, δέομαι, μὴ ἐκφέρῃς, δωρεὰν δέ με οἴκτειρον.

Θεοτοκίον.
Σὺ εἶ τὸ καύχημα, Κόρη, τῆς ἀϑλίας ψυχῆς μου, σὺ εἶ ὁ γλυκασμὸς καὶ φωτισμός, σὺ τὸ ἐμὸν ἀγαλλίαμα, σὺ καρδίας ἡδύτης, σὺ φῶς καὶ ϑυμηδία καὶ ζωή, σὺ παράκλησις θεία, χαρὰ καὶ ἀγαλλίασις.

Ἦχος γ΄.

Kανὼν Τρίτος

Οὗ ἡ ἀχροστιχὶς αὕτη·
Τρίτον σε μέλπω τῆς Τριάδος ὡς ἕνα. Ὁ τλήμων Ἰωάννης.

ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
Τῶν ὑδάτων τὴν φύσιν ὁ ὑποστήσας βουλήσει καὶ ἐφ᾽ ὑδάτων ἑδράσας ἀκλινῆ, ἄπτωτον καὶ ἀτρεμοῦσαν τὴν γῆν, τὸ ζῶν ὕδωρ, Δέσποτα, τὸ ἀνυπόστατον ὑδὼρ τῶν παϑῶν μου πράϋνον δακρύων ὕδασιν.

Ῥοιζηδὸν φερομένῳ τῷ τῆς κακίας χειμάῤῥῳ κατασυρείς, κατηνέχϑην εἰς βαϑὺ βάραϑρον καὶ ᾅδου πέταυρον καὶ εἰς παραπτώσεων κατώτατόν τι χωρίον καὶ τῆς ἀπογνώσεως εἰς λάκκον ἄνυδρον.

Ἰησοῦ, ὁ Θεός μου, ὁ μὴ δικαίους καλέσαι ἐληλυϑώς, ἀλλὰ μᾶλλον, ὡς αὐτὸς ἔφησας, ἁμαρτωλοὺς κατ᾽ ἐμὲ ϑείαν εἰς μετάνοιαν ἁμαρτωλῷ κἀμοὶ ὄντι δώρησαι μετάνοιαν τὴν δικαιοῦσάν με.

Τῶν κακῶν μου τὰ πλήϑη, κατὰ τὸ ἄπειρον πλῆϑος τῶν οἰκτιρμῶν καὶ τὸ μέγα καὶ πολὺ ἔλεος σοῦ καὶ ἀνείκαστον, δέομαι, ἐξάλειψον καὶ ἐν ἡμέρᾳ τῆς δίκης μὴ καταδικάςῃς με, δίκαιε Κύριε.

Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, ἡ οὐρανώσασα γένος τὸ χοϊκὸν καὶ γεῶδες τῷ φρικτῷ τόκῳ σοῦ, Μαρία πάναγνε, πᾶσαν μου τὴν ἔφεσιν πρὸς τὰ οὐράνια τρέψον, τῶν τῆς γῆς πραγμάτων με μακρὰν ἀπάγουσα.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ τρυφῇ τὰ πάντα.
Νυκτὶ καὶ σκότει σκοτίζομαι ἡδονῶν, καὶ χαίρω ὁ δείλαιος ὡς φωτὶ φωτιζόμενος· φωτισμὸς γὰρ ἄντικρυς ἡ τῶν παϑῶν δοκεῖ νὺξ ἐν τῇ τρυφῇ μου.

Στόμα τὸ φρέαρ τὸ μέγα καὶ ἀχανὲς τὸ τῆς ἀπογνώσεως μὴ συσχέτω, Χριστέ, ἐπ᾽ ἐμέ, μὴ καταπιέτω με τῆς ἀπωλείας βυϑὸς προσπίπτοντά σοι.

᾿Ἐκύκλωσέ με ἐσχάτη ἁμαρτιῶν ἀπύϑμαντος ἄβυσσος, καὶ ὅλον κατεπόντισε καὶ περιχύϑη μοι ὕδωρ παϑῶν ϑολερὸν ἕως ψυχῆς μου.

Μὴ τῷ ϑυμῷ σου ἐλέγξῃς με, ὁ Θεός, μηδέ με τὸν δύστηνον τῇ ὀργῇ σοῦ παιδεύσῃς πικρῶς ὁπηνίκα δέσμιον πρὸ τοῦ ἀστεκτου σοὺ βήματός με στήσεις.

Θεοτοκίον.
Ἐλέησόν με, τὸ μέγα Χριστιανῶν καὶ ἀκαταμάχητον καὶ στεῤῥὸν καταφύγιον, ἐλεῆμον Δέσποινα, τοῦ ἐλεήμονος Λόγου Θεοῦ μῆτερ.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Λόχους ἀφανεῖς, δολερὰς ἐνέδρας καὶ ϑήρατρα καὶ τὰς ἡπλωμένας ἐπὶ γῆς τοῦ διαβόλου πάσας παγίδας, ψυχή, πτεροῖς ταπεινώσεως πεταζομένη κούφως ὑπερπέτασο.

Πρόβατον τὸ σὸν σωτηρίου μάνδρας πλαζόμενον ἔξω, καὶ εἰς ὄρη καὶ βουνοὺς καὶ εἰς κρημνοὺς πετρώδεις καὶ φάραγγας παϑῶν κρημνιζόμενον ἀναζητήσας καὶ εὑρών με σῶσον, Σωτήρ.

Ὥραν τῆς φρικτῆς παρουσίας σοῦ ἐνθυμούμενος τρέμω καὶ πτοοῦμαι, Ἰησοῦ, καὶ ἐμαυτὸν ἐντεῦϑεν ὀδύρομαι ὡς ἀναπολόγητος καὶ πρὸ τῆς δίκης ὧν αὐτοκατάδικος.

Τίνι σε, ψυχῆ, ὁμοιώσω ἀνοηταίνουσαν; πῶς δὲ σοῦ ϑρηνήσω τὴν πολλὴν ἀναισθησίαν καὶ τὴν ἀμέλειαν ἐν αἷς ἐπιμένουσα παραδοϑήσῃ ταῖς πικραῖς κολάσεσιν;

Θεοτοκίον.
Ἤγειρας ἡμῶν τὴν πεσοῦσαν φύσιν εἰς βάραϑρον ᾅδου τετοκυῖα τὸν Θεὸν τὸν ἀνιστῶντα ἀπὸ γῆς πένητας καὶ πτωχοὺς ἐγείροντα ἀπὸ κοπρίας, Κόρη παναμώμητε

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.
Συνέτισόν με, Σῶτερ, τὴν ἁπλανῆ τῶν σῶν δικαιωμάτων ὁδόν, καὶ ἐλέησόν με τῷ ϑείῳ νόμῳ σου· ὁ νόμος ἄμωμος γάρ σου ἐπιστρέφων τε ψυχάς, καὶ τηλαυγὴς σοῦ ἡ ἐντολή δὲ καὶ φϑαλμοὺς φωτίζουσα.

Τὴν ὥραν καὶ ἡμέραν τῆς φοβερᾶς δευτέρας παρουσίας σου κατὰ νοῦν λαμβάνων ὁ τάλας δέδοικα, ἡνίκα, Χριστέ, κατέλϑῃς μετὰ δόξης καὶ δυνάμεως πολλῆς τῶν ἀναριθμήτων ἀύλων στρατευμάτων σου.

Ῥαϑύμως βιοτεύων καὶ ἀμελῶς ὁδεύων τὴν ὁδὸν τῆς ζωῆς ἀγαθῶν ἐλπίδων πάντῃ ἐστέρημαι, μὴ ϑέλων ταῖς ἁμαρτίαις ἐπιϑεῖναι τέλος ὅπως ἀγαθοῦ τέλους ἐπιτύχω βοήϑησόν μοι, Κύριε.

Ἱλέῳ ὄμματί σου καὶ εὐμενεῖ προσσχὼν τῇ ταπεινὴ μου ψυχῇ ἐν ἡμέρᾳ δίκης, εὔσπλαγχνε, φεῖσαί μου, καὶ μή με εἰς πῦρ ἐκπέμψῃς, μὴ τῷ σκώληκι παρέξῃς με βοράν, μὴ τῷ ἐξωτέρῳ καταδικάσῃς σκότει με.

Θεοτοκίον.
Ἁγίων ὡς ἁγία τὸν τῶν ἁγίων ἅγιον ἐγέννησας Παναγία κόρη, ὑπεραγία, ἁγνή, ἁγίως ἅγιον οἶκον ἐξ ἁγίων σου αἱμάτων ἑαυτῷ Πνεύματι Ἁγίῳ δειμάμενον, Χριστὸν τὸν Θεόν.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν.
Δίκασον ὡς δίκαιος, ὁ Θεός, τοὺς ἀδικοῦντάς με καὶ ἐκϑλίβοντας δαίμονας, καὶ τοὺς πολεμοῦντάς με αὐτὸς ἀντιπολέμησον, καὶ παράσχου μοι εἰρηναίαν κατάστασιν.

Ὅτι σου τὸν φόβον ἐκ τῆς ἐμῆς, Χριστέ, καρδίας διωσάμην ὁ δείλαιος, ἡδοναῖς ὑπέκυψα καὶ δεδούλωμαι δαίμοσι καὶ γεγένημαι τῶν παϑῶν ἐνδιαίτημα.

Στέναξον καὶ ϑρήνησον, ὦ ψυχὴ, εφ’ οἷς ἐσφάλης ἐν τῷ βίῳ, καὶ δάκρυσον πρὶν καταλάβῃ σε ᾅδου κλαυϑμὸς πικρότατος καὶ βαρύτατος ὀδυρμὸς ἐν ὀδόντων βρυγμῷ.

Ὤρϑρισε τὸ πνεῦμα μου ἐκ νυκτὸς τῆς ἁμαρτίας τῆς ζοφώδους πρὸς σέ, ὁ Θεός· φωτὶ τῶν κριμάτων σου, φωτοδότα, με φώτισον, ὅτι φῶς εἰσι τὰ προστάγματα σοῦ ἐπὶ γῆς.

Θεοτοκίον.
Σύντριψον ὀδόντας ἁμαρτωλῶν ἠκονημένους ὡσεὶ βέλη, Πανάμωμε, καὶ λεόντων σύνϑλασον ἀοράτων τὰς μύλας, Ἁγνή, τῶν ζητούντων με φίλον ϑέσϑαι κατάβρωμα.

ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Ἐλέησον, ἀγαϑέ, χειρῶν σου τὸ ποίημα, σῶσον τὸ σὸν πλάσμα, ὁ Θεός, καὶ μὴ παραδῷς με κολάσεσι πικραῖς τὸν παραπικράναντα τὴν σήν, Χριστέ, χρηστότητα ἐν πολλαῖς παραβὰσεσιν.

Νεότητος μὴ μνησϑῇς κακῶν καὶ ἀγνοίας μου, καὶ τῶν ἐν γνώσει ἁμαρτιῶν, ἀλλὰ συγχωρήσας μοι μνήσϑητί μου σὺ κατὰ τὸ σὸν ἔλεος, ἕνεκεν τῆς χρηστότητος σοῦ, Θεὲ ὑπεράγαϑε.

Ἀπὸ τῶν τρίβων τῶν σῶν χωλάνας γεγένημαι, υἱὸς ἀλλότριος καὶ ψευδής, καὶ ἐπαλανώϑην ἐν πάϑεσι, λιπὼν σὲ, τὸν ἐπουρᾶνιον Θεὸν πατέρα, Δέσποτα, ὡς υἱὸς μωμητὸς ἀληϑῶς.

Ὁ μόνος δημιουργὸς ἔλεους καὶ χάριτος, τὴς εὐσπλαγχνίας ὁ γεωργός, ὁ φιλανϑρωπίας φιλόδωρος δοτήρ, ὁ πλούσιος πάροχος καὶ χορηγὸς φιλότιμος οἰκτιρμῶν, σῶσόν με, Ἰησοῦ.

Θεοτοκίον.
Τὸν σάκκον μου τὸν τραχὺν διάῤῥηξον, Δέσποινα, τῆς ἁμαρτίας, καὶ τῆς ἐμῆς μεμελανωμένον τὸ ἔνδυμα ψυχῆς ὡς χιόνα λεύκανον, καὶ νοητὴν ἐξ ὕψους με εὐφροσύνην περίζωσον.

ᾨδὴ η΄. Τὸν ὑπ᾽ ἀγγέλων ἀσιγήτως.
Λῃστὴν καὶ πόρνην καὶ τελώνην ἐλεῆμον ὡς ἠλέησας Χριστέ, ὡς οὐκ ἀπώσω Μανασσῆν, ὡς ἐδέξω πρὶν τὸν ἄσωτον, κἀμὲ τὸν ἐφ᾽ ὁμοίοις τρόποις τὰ σὰ λυπήσαντα πατρικὰ σπλάγχνα δέξαι.

Ἡνίκα μέλλεις ἔϑνη πάντα διακρίνειν ἀπ᾿ ἀλλήλων, ὁ Θεός, καὶ ἀφορίζειν ὡς ποιμὴν τῶν προβάτων τὰ ἐρίφια, τῆς μερίδος με τῆς λαιᾶς ἀποκρίνας.

Μόνος ἐγώ σε παροργίσα μόνος μέλλω βασανίζεσθαι πικρῶς, μόνε Χριστὲ δημιουργέ, μόνῳ νεύματι ὁ πάντα ποιῶν· αὐτός μοι καὶ τὸ ϑέλειν καὶ τὸ ποιεῖν τὸ ϑέλημά σου τὸ ϑεῖον παράσχου.

Ὤφϑη πεδίον ἀκαρπίας καὶ κατάρας γῆ καὶ ἄρουρα ψεκτὴ ζιζανιώδης καὶ μεστὴ ἀκανϑῶν τε καὶ τριβόλων πολλῶν ἡ στεῖρὰ μου καρδία, ἣν καθαρὰν ἀνάδειξον, γεωργὲ ψυχῶν Λόγε.

Θεοτοκίον.
Νυμφὼν ὁλόφωτος, ὡραῖος, καϑαρώτατον παλάτιον Χριστοῦ καὶ κιβωτὸς χρυσοφαὴς Χερουβὶμ, ἁγίαις πτέρυξι κατασκιαζομένη πανενλαβῶς ὡράϑης, ϑεογεννήτρια, Κόρη.

ᾨδὴ θ΄. Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε.
Ἰησοῦ ἀγαϑέ, ὁ τὰς χεῖράς σου αἱματώσας ἐν Σταυρῷ καὶ βεβήλων σπονδῶν με ῥυσάμενος καὶ αἱμάτων ἐναγῶν, ἐξελοῦ τὴν ψυχὴν μου σαρκικοῦ φρονήματος, ῥῦσαι ϑελήματος αἵματος, καὶ δός μοι ποιεῖν τὸ σὸν ϑέλημα.

Ὡς υἱὸς οὐκ ἠγάπησα γνήσιος τὸν πατέρα σε, Χριστέ, ὡς μισϑὸν ἐκδεχόμενος μίσϑιος οὐκ ἐδούλευσα πιοτῶς, ὡς εὐγνώμων σε δοῦλος φόβῳ τῶν κολάσεων οὐκ ἐθεράπευσα· ποῖοις οὖν λοιπὸν ὀφθαλμοῖς ἀτενίσω σοι;

Ἀναβάτας τριστάτας διώκοντας Αἰγυπτίους νοητοὺς ἐρυϑραΐῳ πελάγει τῷ αἵματι τῆς ἀχράντου σου πλευρᾶς καταπόντισον, Σῶτερ, τούτων μηχανήμασι φαίνων ἀνάλωτον τὴν ἐλεεινήν μου ψυχὴν καὶ ἀχείρωτον.

Νεκρωϑεὶς ἡδοναῖς πρὸ νεκρώσεως ζῶν γεγένημαι νεκρός, καὶ ταφεὶς συμφοραῖς ἀπογνῴσεως πρὸ ταφῆς τάφον οἰκῶ· ὁ νεκρώσει νεκρώσας ᾅδὴν καὶ τὸν θάνατον, τάφους τῷ τάφῳ σου ὁ κενώσας, λόγῳ τῷ σῷ ζώωσόν με, Χριστέ.

Νοεραῖς ἀποϑήκαις με σύναξον οἷα σῖτον καϑαρόν, ἐκφορήσας κακῶν μου τὴν ἅλωνα τοῦ σοῦ Πνεύματος πνοῇ καὶ λικμήσας τῷ πτύῳ τῷ τῆς εὐσπλαγχνίας σου τὰς τῶν δραγμάτων μου ϑημωνίας, δημιουργέ, γεωργὲ παντουργέ.

Ἡ πηγὴ τῆς ζωῆς καὶ χρηστότητος, Ἰησοῦ Χριστὲ Θεέ, τὸν τρυγίαν με τοῦ ποτηρίου σου μὴ ποτίσῃς τὸν πικρόν, ἀλλὰ δός μοι τὸ ὕδωρ τὸ ζῶν καὶ ἁλλόμενον τὸ τῆς ἀφέσεως, ἵνα μὴ διψήσω πιὼν ἐν γεέννῃ πυρός.

Θεοτοκίον.
Σεραφὶμ τῶν πυρίνων ὑπέρκεισαι, ζῶσα πάγχρυσε λαβίς, ὡς ϑεότητος ἄυλον ἄνϑρακα ἁγναῖς φέρουσα χερσίν· ἐν ᾧ φλέξον ἀκάνϑας τῶν πλημμελημάτων μου, Κόρη πανάμωμε, καὶ τῶν ἡδονῶν μου τὸ πῦρ ἀπομάρανον.

Ἦχος δ΄.

Kανὼν Τέταρτος

Οὗ ἡ ἀχροστιχὶς αὕτη·
Τέταρτον ᾠδῆς ἆσμα σοί, Σῶτερ, πλέκω. Ἄϑλιος Ἰωάννης.

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Τὰ χείλη μοὺ ἄνοιξον καὶ ἀναγγείλῃ τὸ στόμα μου τὴν αἴνεσιν, Κύριε, σοῦ τοῦ ἀνοίξαντος χείλη ἄλαλα ὁ τοῦ πρώην μογιλάλου, καὶ λάλον τὸν ἄνθρωπον ζῷόν με πλάσαντος.

᾿Εκ λάκκου ἀνάγαγε πλημμελημάτων καὶ ῥῦσαί με πηλοῦ παραπτώσεων καὶ τῆς ἰλύος αὐτῶν, καὶ κατεύϑυνον τὰ διαβήματά μου καὶ στῆσον τοὺς πόδας μου ἐν πέτρᾳ, πέτρα ζωῆς.

Τὰ δῆλα καὶ ἄδηλα, τὰ φανερά μου καὶ κρύφια, γνωστὰ καὶ τὰ ἄγνωστα, καρδιογνῶστα, κακὰ συγχωρήσας μοι, μὴ φανερῶς αἰσχύνῃς κρυπτῶν τὴν ἐξέτασιν ὅτε ποιεῖς φανεράν.

Ἀπόδος αἰτοῦντί μοι τὴν ἀγαλλίασιν, Κύριε, τὴν τοῦ σωτηρίου σου, καὶ τῷ ἡγεμονικῷ Θείῳ Πνεύματι στήριξον τὴν ψυχὴν μου, τηρῶν ἐν τῷ φόβῳ σου ταύτην ἀσάλευτον.

Θεοτοκίον.
Ῥαδίως τὸν κλύδωνα καὶ τὸν χειμῶνα τὸν ἄγριον καὶ ζέοντα κύματα τῆς πολυφλοίσβου σαρκὸς καὶ τὴν ϑάλασσαν τοῦ βίου διαπλεῦσαι παράσχου μοι, Δέσποινα, ϑεογεννήτρια.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Τελώνην ὁμοῦ καὶ Φαρισαῖον ἐκ μέρους ἐνίκησα, τὸν μὲν πταίσμασι, Φαρισαῖον δε κενοδοξίᾳ· τούτων δε καὶ ἀμφοτέρων ἥττημαι τῇ ταπεινώσει καὶ ἔργοις καλοῖς.

Ὁ κράτους δεσπόζων τῆς ϑαλάσσης, Χριστὲ κραταιὲ καὶ δυνατέ, τὸν σάλον τῶν κυμάτων δε καταπραΰνων ταύτης τῷ σῷ νεύματι, καταπράϋνον καὶ τῶν παϑῶν μου τὸν τάραχον.

Νεφέλαις ὀχούμενος ἡνίκα κατέρχῃ τὸ πλάσμα σῶν χειρῶν ἔμπροσϑεν τοῦ φρικώδους σου ἐπισυνάξαι, βήματος νεκροὺς καὶ ζῶντας κρῖναι τε, φεῖσαί μου, Κύριε, φεῖσαί μου.

Ὡς ὕλης τὸ πῦρ εὐκαταπρήστου δραξάμενον, οὕτως τὴν ἐμὴν κατεμπιπρᾷ διάνοιαν ἡ τοῦ ϑανάτου μέριμνα· φιληδονίαις ὅμως δε ἀϑλίως ἔτι δεδούλωμαι.

Θεοτοκίον.
Δακρύων με ῥῦσαι τῶν ἐν ᾅδου δακρύων διδοῦσά μοι κρουνοὺς φλόγα διπλῆν σβεννύοντας, τὴν τῆς γεέννης, Δέσποινα, καὶ τῆς σαρκός, ἡ τέξασα ἄυλον φλόγα ϑεότητος.

ᾨδὴ δ΄. Ὁ καϑήμενος ἐν δόξῃ.
Ἡ πηγὴ τῆς εὐσπλαγχνίας, ἡ ἀπέραντος ἄβυσσος τῆς φιλανϑρωπίας, τὸ ἀνεκδιήγητον πέλαγος τῶν οἰκτιρμῶν καὶ ἐλέους, Σῶτερ, σῶσόν με καὶ μὴ δείξῃς με τῆς σῆς μερίδος ἀλλότριον.

Σταλαγμοὺς τῶν ὀφθαλμῶν μου προσηκάμενος, Κύριε, τῆς σῆς συμπαϑείας μίαν μοι σταγόνα ἐπίσταξον, δι᾽ ἧς εἰς χρείαν σταγόνος ψυχροῦ ὕδατος οὔκ ἐλεύσομαι ἐν τῇ γεέννῃ φλεγόμενος.

Ἀϑετήσας σου τοὺς νόμους παρανόμως ὁ ἄνομος, τοῖς ἀνόμοις νόμοις τοῦ παρανομοῦντος ὑπέκυψα καὶ πονηροῦ νομοθέτου· ἀλλά, Δέσποτα, ἐν τῷ νόμῳ σου δός μοι ποτὲ πορευϑῆναι, Χριστέ,

Σαλπιζόντων τῶν ἀγγέλων ἐν φρικώδεσι σάλπιγξιν, ὁπηνίκα φόβῳ πάντες οἱ νεκροὶ ἐξανίστανται τοῦ ἀποδοῦναί σοι λόγον ὧνπερ ἔπραξαν, τῆς δικαίας σου, Σῶτερ, ὀργῆς, τότε ῥῦσαί με.

Θεοτοκίον.
Μετὰ τόκον ὡς πρὸ τόκου, Θεοτόκε, διέμεινας ἀσινὴς παρϑένος· Λόγον τοῦ Θεοῦ γὰρ ἐγέννησας, τὸν ἐκ μὴ ὄντων τὰ πάντα συστησάμενον καὶ ὡς βούλεται τὸ ἐνεργεῖν αὐτοῖς νέμοντα.

ᾨδὴ ε΄. Ἀσεβεῖς οὐκ ὄψονται.
Ἀγαϑὸς καὶ δίκαιος ὑπάρχων ὁ Θεός, ἐν ἔμοὶ τῷ ἁμαρτωλῷ τὴν ἀγαθωσύνην σου δεῖξον καὶ σῶσόν με· εἰ γὰρ σώσεις δίκαιον θαυμαστὸν οὐδὲν ἐποίησας.

Στεναγμὸν ἐγκάρδιον καὶ ϑρῆνον ψυχικὸν συνεχίζοντα καὶ πυκνὸν ἐξ ὀμμάτων δάκρυον, λόγε, παράσχου μοι ἵνα ἀπολούσῃ με μολυνϑέντα πολλοῖς πάϑεσιν.

Οὐ τολμῷ τὰ ὄμματα τὸ ὕψος τοῦ οὐρανοῦ, ὡς αἰσχύνης γέμοντα, ἀλλ᾽ ὡς γεώδης εἰς γῆν νενευκὼς κραυγάζω σοι· « Ὁ Θεός μου, μὴ παρίδῃς με ».

Ἰατρεῖον ἄμισϑον ἀνέῳγε, ψυχή, συμπαϑείας ὁ ποταμός· πλημυρῶν τὰ νάματα τοῖς βουλομένοις ἀντλεῖν δαψιλῆ παρέχεται· ἐξ αὐτοῦ πιεῖν ἐπείχϑητι.

Θεοτοκίον.
Σεραφὶμ ὑπέρτερον, ἀνώτερον φρικτῶν Χερουβὶμ, ἅρμα τοῦ Θεοῦ καὶ μυριοπλάσιον ᾧ χιλιάδες, ἁγνή εὐθηνούντων ἕπονται οὐρανίων νόων πέφηνας.

ᾨδὴ ς΄. Ἦλϑον εἰς τὰ βάϑη.
Ὤϑησεν εἰς βόϑρον ἀπωλείας τὴν ταπεινὴν ψυχήν μου ὁ ἐπίβουλος ἀρχαῖος δράκων· σὺ δέ, Χριστέ, διὰ μετανοίας με ἀνελκύσας τούτου σῶσόν με.

Τὸν ταῖς ἡδοναῖς μεμεϑὺσμένον, Σωτήρ μου, μέϑυσόν με ἀπὸ τῆς πιότητος σοῦ οἴκου καὶ τῆς τρυφῆς τὸν χειμάῤῥουν πότισον Παραδείσου ἐν ἐπαύλεσιν.

Ἑμφοβος καὶ ἔντρομος ὡράϑη ὁ Μωϋσῆς ἰδών σου τὰ ὀπίσϑια· πῶς δὲ ὑποίσω ἐγώ, Χριστέ, πρόσωπον πρὸς πρόσωπον κατιδεῖν σε ἐν τῷ κρίνειν με;

Ῥῆξον τῶν ἐμῶν πλημμελημάτων τὰ γραμματεῖα, Λόγε, καὶ χειρόγραφα χρεῶν μου σχίσον, οὗ τῷ σταυρῷ ὁ ναὸς ἐῤῥήγνυτο καὶ αἱ πέτραι διεσχίζοντο.

Θεοτοκίον.
Πύλην ἀδιόδευτον ἣν Λόγος ὁ τοῦ Θεοῦ διῆλθε καὶ διώδευσεν ἐσφραγισμένην, καταλιπὼν κεκλεισμένην, Δέσποινα, οἱ πιστοί σε ὀνομάζομεν.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Λελεπρωμένον ἡδοναῖς, μεμελανωμένον τῷ ζόφῳ τῆς ἀμαυρᾶς καὶ σκοτεινῆς ἁμαρτίας φωτί σού με φώτισον, φωτοδότα, καὶ κάϑαρον τῇ προστάξει σου ὡς ἄλλον λελεπρωμένον.

Ἐν ἀνομίαις συλληφϑεὶς καὶ ἐν ἁμαρτίαις ὁ τάλας καὶ κισσηϑεὶς καὶ γεννηϑείς, ἐν κακοῖς τὴν ζωὴν κατανάλωσα· ἀλλὰ δός μοι, φιλάνϑρωπε, κἂν ἐν τέλει μετανοίᾳ βελτιωθῆναι.

Κολαστηρίων φοβερῶν, βασανιστηρίων βιαίων, παιδευτηρίων ἀλγεινῶν τοῦ ἐκεῖθεν αἰῶνος με λύτρωσαι, πολυέλεε Κύριε, φιλανϑρώπως με παιδεύσας ἐν τῷ παρόντι.

Ὡς εὐσπλαγχνίας χορηγός, ὡς φιλανθρωπίας γεννήτωρ, ὡς ἀγαϑότητος πηγὴ συγχωρήσας μοι, Κύριε, ῥῦσαί με καὶ γεέννης καὶ σκώληκος χαὶ ὀδόντων πικροτάτου βρυγμοῦ καὶ σκότους.

Θεοτοκίον.
Ἁγιωσύνης ἱερόν, ἐλεημοσύνης χωρίον, δικαιοσύνης ἀληϑοῦς ἐνδιαίτημα, Δέσποινα, δέομαι, δικαιώσασα σῶσόν με δωρεὰν τὸν δικαιοῦντα Χριστὸν τεκοῦσα.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Θοῦ νῦν φυλακὴν τῷ στόματί μου καὶ ϑύραν περιοχῆς περὶ τὰ χείλη μου, καὶ χαλιναγώγησον γλῶσσαν ἀχαλίνωτον, τὴν ἀκρατὴ καὶ χαίρουσαν ἀργολογίαις, Χριστέ· ὡς εἶπας καὶ γὰρ μέλλομεν πάντες ὑπὲρ ἀργοῦ λόγου σοὶ λόγον ἀποδοῦναι.

Λύσας με δεσμοῦ παϑῶν φιλίας ἀλύτως τῇ σῇ ἀγάπῃ, Λόγε, σύνδησον, λόγῳ σου ὡς ἔλυσας χρόνια καὶ ἄλυτα ἐκ τοῦ αἰῶνος, Δέσποτα, τῶν ἐν τῷ ᾅδῃ δεσμά, ὁ δήσας τοῖς δεσμοῖς οἷς ἐδέϑης πλάνην λελυμένην, οὓς ἔδησε δὲ λύσας.

Ἵλεως γενοῦ μοι, ἐλεῆμον, ἡνίκα τῷ φοβερῷ δικαστηρίῳ σου τρέμων παραστήσομαι δίκας ἀπαιτούμενος ὧν ἐν τῷ βίῳ ἔπραξα παρ᾽ ὅλην μου τὴν ζωήν, καὶ μή με ἰοβόλων σκωλήκων βρῶμα ἀποφήνῃς, μὴ τοῦ πυρὸς δαπάνην.

Ὁ πρὸ ἑωσφόρου ἀνατείλας, ἡλίου δημιουργέ, νοητὲ ἥλιε, κόρας τῆς καρδίας μου ἄνοιξον καὶ φώτισον, ὁ τῶν τυφλῶν τὰ ὄμματα φωτίσας λόγῳ σου ὡς ἂν ἐν τῷ φωτί σου τὸ μέγα φῶς τῶν προσταγμάτων τρανῶς κατόψωμαί σου.

Θεοτοκίον.
Σὺ εἶ, Θεοτόκς, ἡ κογχύλη ἡ βάψασα τῆς σαρκὸς Χριστοῦ τὸ ἔριον, ἥτις ἐξ αἱμάτων σου χλαῖναν πορφυρόχροον καὶ ἁλουργὲς ἱμάτιον κοκκοβαφῆ τε στολὴν ἐνέδυσας Χριστὸν τὸν Θεόν μου, ἣν ἠμφιεσμένος Πατρὶ συμβασιλεύει.

ᾨδὴ θ΄. Ἅπας γηγενὴς σκιρτάτω.
Ἴδε τὴν ἐμὴν ταπείνωσιν, Κύριε, ἴδε τὴν κάκωσιν, ἴδε τοὺς ἐχϑραίνοντας πληϑυνομένους καὶ μῖσος ἄδικον διηνεκῷς μισοῦντάς με, καὶ τὰς ἀπείρους μου ἁμαρτίας ἄφες, οἰκτειρήσας μου τὴν ψυχὴν διὰ ἔλεος ἄπειρον.

Ὡς ἂν μετ᾽ ᾠδῆς αἰνῶ σου τὸ ὄνομα καὶ μεγαλύνω σε ἐν αἰνέσει, Δέσποτα, ἡ σωτηρία σου ἀντιλάβοιτό μου ἐν γὰρ ποικίλοις πάϑεσιν ἀλγῶν εἰμὶ καὶ πτωχός καὶ συνήϑως, Λόγε, τὰ ἐλέη σου τῷ ἀϑλίῳ ϑαυμάστωσον.

Ἄνοιξον κἀμοὶ τὴν ϑύραν σου κρούοντιϑύραν ἐλέους, Χριστέ· σὺ γὰρ ϑύρα πέφυκας, τῶν σῳζομένων σὺ ἀπλανὴς ὁδηγός, δι᾿ ἧς οἱ εἰσερχόμενοι πάντες σωϑήσονται, ὡς ὑπέσχου ἡ αὐτοαλήϑεια, καὶ νομὴν Παραδείσου εὑρήσουσιν.

Νένυγμαι δεινῶς τῷ δόρατι, Δέσποτα, τοῦ πολεμήτορος, καὶ οὐ κατανένυγμαι πεπωρωμένος, ὁ λιϑοκάρδιος· ἵνα δακρύσας πλύνω μου τὴν φαρμαχϑεῖσαν ψυχὴν ὁ πλευράν σου λόγχῃ τὴν ἀκήρατον νενυγμένος κατάνυξιν δίδου μοι.

Νέφη ὁ τιϑεὶς σαυτοῦ τὴν ἐπίβασιν ἐπὶ πτερύγων τε περιπατῶν, Ὕψιστε, ἀνέμων, ὅτε τῶν Χερουβὶμ ἐπιβὰς μετὰ πολλῆς δυνάμεως ἀγγελικῶν στρατιῶν οὐρανόϑεν ἥξεις, δικαιότατος ὡς κριτής, μηδαμῶς κατακρίνῃς με.

Ἥττονα παϑῶν ἀλλ᾽ οὐκ αὐτοκράτορα τὸν νοῦν κτησάμενος, κτήνεσιν ὡμοίωμαι τοῖς ἀγοήτοις, ἄνους γενόμενος· ἀλλ᾽ ὁ πληϑύνας ἔλεος τὸ σὸν ὡς κτῆνος κἀμὲ σῶσον, Σιῶτερ· σὺ γὰρ σώσεις, Κύριε, καὶ ἀνθρώπους καὶ κτήνη, ὡς γέγραπται.

Θεοτοκίον.
Στέλεχος σαπρὸν καρπὸν οὐ βλαστήσειεν ὑγιῆ πώποτε, πηγὴ πικρογόνος δε γλυκάζον ὕδωρ οὐκ ἀναβλύσειεν· ὀρθοὺς δὲ “πῶς προήσεται λόγους καρδία σκαμβή; διὸ τρέμω, Δέσποινα, γεραίρων σε πλὴν εἰδυῖα τὴν πίστιν μου σῶσόν με.

Ἦχος πλ. α΄.

Kανὼν Πέμπτος

Οὗ ἡ ἀκροστιχὶς αὕτη·
Πέμπτον φέρω μέλισμα τῷ Θεῷ Λόγῳ. Ὁ μοναχὸς Ἰωάννης.

ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτην.
Πλάτυνόν σου τὸ στόμα κάγὼ πληρώσω αὐτό, διὰ στόματος εἶπας προφητικοῦ, Χριστὲ ὁ Θεός· διὸ τῆς ψυχῆς μου κλεισϑὲν τὸ στόμα ἄνοιξον καὶ πλατύνας πλήρωσον Πνεύματος.

Ἔργον χειρὸς ἰδίας ἀνακαλούμενος ἀχράντους σου χεῖρας ἐπὶ σταυροῦ ἐξέτεινας· χειρὸς ῥῦσαί με τυραννούσης, Σῶτερ, τῇ κραταιᾷ σου παναλκεστάτῃ χειρί.

Μέλλων σοὺ παραστῆναι τῷ βήματι τῷ φρικτῷ ὁ κατακεκριμένος καὶ πρὸ αὐτῆς τῆς κρίσεως, πολλῇ συνεχόμενος ἀγωνίᾳ δέομαι· « Δωρεάν με, Δέσποτα, οἴκτειρον ».

Ποίαν ἀπολογίαν ἀϑλία ἕξεις ψυχή, ἀμελῶς καὶ ῥαθύμως τὸν βίον παροδεύουσα καὶ μόνοις ἐμμένουσα τοῖς ἀστάτοις, πόϑον δὲ τῶν ἑστώτων οὐδένα τρέφουσα;

Θεοτοκίον.
Τίς ἡ περὶ ἡμᾶς σου ἀνεκδιήγητος καὶ πολλὴ καὶ μεγάλη φιλανθρωπία, Δέσποτα; Θεὸς γὰρ καὶ Κύριος ὧν ἀτρέπτως ἄνθρωπος ἐξ ἁγίας παρϑένου γέγονας.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ᾽ οὐδενὸς.
Ὁ πλούτῳ φιλανϑρωπίας καταδεξάμενος τὴν ἐμὴν πτωχείαν φορέσαι, Κύριε, τὸν πεπεδημένον ἐν παϑῶν σιδήρῳ καὶ πτωχείᾳ τῶν ἀρετῶν μὴ ὑπερίδῃς με, ἀλλ᾽ ἠπορημένον ἐλέησον.

Νεκρώσει τῇ ζωηφόρῳ σοὺ ὡς ἐνέκρωσας τὸν ἐχϑρόν, ζωώσας νενεκρωμένους ἡμᾶς, οὕτω, ζωοδότα Ἰησοῦ, νέκρωσόν μου τὰ μέλη τὰ ἐπὶ γῆς, τὴν δὲ καρδίαν μου ζώωσον ϑανοῦσαν τοῖς πάϑεσιν.

Φρικτόν σου τὸ δικαστήριον καὶ πρὸ κρίσεως ἐν τῇ διανοίᾳ σκιαγραφούμενον, ἐν ᾧ ποταμὸς ὁ τοῦ πυρὸς τὰ ἔργα δοκιμάσει καὶ τὰς βουλὰς τῶν καρδιῶν ἡμῶν ἕρπων πρὸ τοῦ ϑρόνου σου, Δέσποτα.

Ἐλέγχων μὴ τῷ ϑυμῷ σου, Σῶτερ, ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου, Λόγε, παιδεύσῃς με, ἀλλ᾽ ἐν οἰκτιρμοῖς σου τὴν ἐμὴν ταπείνωσιν οἰκτείρας ὡς ἐλεήμων με ἐλέησον, ὅτι ἀσϑενὴς καὶ πτωχός εἰμι.

Θεοτοκίον.
Ῥομφαίᾳ παρακοῆς ὁ τρώσας με τέτρωται τετρωμένου λόγχῃ τοῦ σοῦ υἱοῦ καὶ Θεοῦ, καὶ πληγὴν ἀνίατον σαφῶς ἔλαβε καὶ καιρίαν κατὰ καρδίας ὁ παμβέβηλος, κόρῃ παναμώμητε Δέσποινα.

ᾨδὴ δ΄. Τὴν ϑείαν ἐννοήσας σοῦ κένωσιν.
Ὡς λέων ὠρυόμενος κύκλῳ με περιιὼν ὁ δυσμενὴς καταπιεῖν σπεύδει, Δέσποτα· ὁ τῶν λεόντων τὰς μύλας συνϑλάσας, τῆς αὐτοῦ ϑήρας ῥῦσαί με.

Μερίδος δεξιᾶς με ἀξίωσον ἀποχωρίσας τῆς λαιᾶς, καὶ τοῖς προβάτοις με σύνταξον διὰ καλῶν ἀκαρπίαν ἐρίφων ἐν μερίδι ταττόμενον.

Ἐλέους ὁ γεννήτωρ, ἐλέησον τὴν παναϑλίαν μου ψυχὴν κατὰ τὸ μέγα σου ἔλεος, καὶ μὴ εἰς πῦρ αὐτὴν πέμψῃς ὡς ἄξια πυρὸς ἔργα πράττουσαν.

Λῃσταῖς τοῖς λογισμοῖς μου συνέτυχον καὶ ὑπ᾽ αὐτῶν ἀνηλεῶς ἐτραυματίσϑην τὸν νοῦν μαστιχϑείς· ὁ σταυρωϑεὶς λῃστῶν μέσον τὰ τραύματά μου ἴασαι, Κύριε.

Θεοτοκίον.
Ἰδού σε γενεαὶ πᾶσαι, Δέσποινα, τὴν μακαρίαν ἀληϑῶς ἐν γυναιξὶ μακαρίζομεν, καϑὼς προεῖπας, τεκοῦσαν μακάριον δυνάστην καὶ δίκαιον.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος φῶς.
Σκώληξ καὶ οὐκ ἄνθρωπος, ὡς ἰλυσπώμενος παϑῶν βορβόρῳ, τυγχάνω, Σῶτερ· ἀλλά με τὸν σκώληκα μὴ δώῃς εἰς βρῶμα τῷ σαρκοβόρῳ σκώληκι.

Μὴ ἐγκαταλίπῃς με, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ἡ προσδοκία καὶ ἡ ἐλπίς μου, Ἰησοῦ φιλάνϑρωπε· σπεῦσον διό, πρόσσχες εἰς τὴν ἐμὴν βοήϑειαν.

Ἀβυσσος τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας σου ἐπικαλεῖται ἡ τῶν κακῶν μου· ἥν, οἰκτίρμον, ξήρανον, ὁ ξηραίνων λόγῳ ϑαλάσσας καὶ τὴν ἄβυσσον.

Τί ἀπολογήσομαι σοὶ τῷ Δεσπότῃ μου ἢ πῶς ὀφϑῶ σοι, τὴν σὴν εἰκόνα ὁ ποικίλοις πάϑεσιν ἀχρειώσας, δοῦλος ἀχρεῖος καὶ κατάρατος;

Θεοτοκίον.
Ὥριμον ἐβλάστησας τῆς ἀφϑαρσίας καρπόν, Θεοκυῆτορ, ἐξ οὗ φαγόντες οἱ βρώσει τεϑνήξαντες τῆς ἀϑανασίας κρειττόνως ἐπελάβοντο.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Θολερὰ καὶ ἄποτα τῶν παϑῶν μου ῥεῖϑρα καὶ πικρὰ ἀναστείλας, ῥεῖϑρα κατανύξεως δός μοι, Χριστέ, καὶ πλύνουσάν με δακρύων πηγήν.

Ἐν κλαυϑμῷ καὶ δάκρυσι καὶ ἐν ϑρήνοις καὶ ἐν στεναγμοῖς ἱκετεύων δέομαι, μὴ κρίνῃς με, ὡς ἀγαϑός, κατὰ τὰ ἔργα μου, Κύριε.

Ὡμοιώϑην κτήνεσιν ἀνοήτοις, ἄνους γεγονώς· ὡς γὰρ κτῆνος ἄνουν τε καὶ ἄλογον ὁ τιμηϑεὶς νοῒ καὶ λόγῳ ποιῶ τὸ κακόν.

Λογισμῶν αἰσχρότητας, ἀκαϑάρτους τύπους ἐννοιῶν, διανοίας ἄτακτα κινήματα καὶ ἀπρεπῆ μὴ ἐξετάσῃς, μακρόϑυμε.

Θεοτοκίον.
Ὁ Πατρὶ συνάναρχος Υἱός, Κόρη, κόλπους πατρικοὺς μὴ λιπὼν ηὐλίσϑη ἐν τοῖς κόλποις σου, καὶ Ἀβραὰμ τοὺς κόλπους πᾶσιν ἀνέῳξεν.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Γέεννα ἡτοίμασται καὶ τρυφῆς Παράδεισος, ἡ μὲν εἰς ἀπώλειαν, ὁ δὲ εἰς ἀπόλαυσιν δικαίων καὶ ἀδίκων· ὅρα ποῦ, ψυχῆ, πορεύσῃ.

Ὥρίσας μετάνοιαν ἁμαρτωλοῖς, Κύριε· ἐγὼ δὲ ὁ δείλαιος ὥσπερ ἀναμάρτητος οὐ ϑέλῳ μεταγνῶναι· ὁ Θεός, βοήθησόν μοι.

Ὄμβροις κατανύξεως τὴν ψυχήν μου κάϑαρον ῥυπῶσαν παϑήμασιν, αὐχμῶσαν ἐγκλήμασι, καὶ δεῖξον λευκοτέραν, Ἰησοῦ Χριστέ, χιόνος.

Μόνῳ σοὶ ἡμάρτηκα καὶ σοὶ ἐπλημμέλησα, μακρόϑυμε Κύριε, Χριστὲ ἀνεξίκακε· ἐλέησόν με· σύ γὰρ ἐλεήμων φύσει μόνος.

Θεοτοκίον.
Ὅλον με τὸν ἄνϑρωπον φιλανϑρώπως, Δέσποινα, ἐκ σοῦ ἀνελάβετο ὁ μόνος φιλάνϑρωπος, καὶ διὰ εὐσπλαγχνίαν ὅλος ὅλῳ μοι ἡνώϑη.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Νεύρωσον, Χριστέ, τὸ τοῦ νοός μου χαῦνον, ἀντέχειν ὡς δύνασθαι πρὸς τὴν ἀντίπνοιαν τῶν πολυμόρφων πνευμάτων τῆς κακίας καὶ πολυμηχάνων ἐχϑρῶν ἐκκλίνειν πάγας.

Ἄρχων ἐκ Θεοῦ τῶν ἐπὶ γῆς ἁπάντων ἐκτίσϑην ὁ δείλαιος καὶ ἀποτέταγμαι ἐνδιαιτᾶσϑαι τῷ ζωηρῷ χωρίῳ τῷ τοῦ Παραδείσου· φεῦ πῶς ἀπεπλανήϑην;

Χείρων καὶ κτηνῶν καὶ τῶν ἀλόγων ζῴων ὁ λόγῳ τιμώμενος ἄνϑρωπος γέγονα, ὁ παρ᾽ ἀγγέλους βραχὺ ἠλαττωμένος καὶ τιμῇ καὶ δόξῃ πρὶν ἐστεφανωμένος.

Ὅρους ὁ τιϑεὶς ζωῆς τε καὶ ϑανάτου ὡς μόνος ὧν Κύριος τῶν ζώντων καὶ τῶν νεκρῶν ὅτε ἐν σάλπιγξιν ἥξεις ἀρχαγγέλων κρῖναι σοὺ τὸ πλάσμα, φεῖσαί μου, Σῶτερ, τότε.

Θεοτοκίον.
Σοὶ τῇ τοῦ παντὸς τὸν ποιητὴν τεκούσῃ ὁποῖον, Πανύμνητε, τὸν ὕμνον ᾄσομαι; σὲ γὰρ ὑμνοῦσιν ἀγγέλων στρατηγίαι, σὲ δοξολογοῦσι βροτῶν χοροστασίαι.

ᾨδὴ ϑ΄. Ἡσαΐα χόρευε.
Ἰησοῦ φιλάνϑρωπε, ὁ τανύσας ἐπὶ τοῦ σταυροῦ τὰς χεῖρας σου συμπαϑῶς, ταύταις πατρικῶς κἀμὲ ἐναγκάλισαι, τὸν ἐκ τῶν σῶν ϑείων ἀγκαλῶν ἀποσκιρτήσαντα καὶ πολίταις κολληϑέντα αἰσχροῖς.

Ὡς ἀπὸ τῶν τρίβων σου τῶν ἁγίων, Σῶτερ, ἐντολῶν χωλάνας ὁ σκολιός, ὤφϑην σου υἱὸς ψευδὴς καὶ ἀλλότριος, παλαιωϑεὶς πάϑεσι πολλοῖς καὶ παροργίσας σε, τὸν Πατέρα τὸν οὐράνιον.

Ἀπὸ τῶν κριμάτων σοὺ ἐφοβήθην, δίκαιε κριτά, ὁ μέλλων πᾶσαν τὴν γῆν κρῖναι ὡς Θεός, τὴς ὥρας τῆς κρίσεως τὴς φοβερᾶς σου ἐπιμνησϑείς· ἀλλὰ καϑήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.

Νοητῆς ἐνώπιον κτίσεώς με καὶ τῆς αἰσϑητῆς μὴ καταισχύνῃς, Χριστέ, ὅτε φανερῶς φοβερὰν ἐξέτασιν τῶν ἀφανῶν καὶ τῶν φανερῶν μέλλεις ποιήσασθαι, ἀλλὰ φεῖσαί μου καὶ σῶσόν με.

Νεκρωθεῖσαν πάϑεσι τὴν ψυχήν μου ζώωσον, Σωτήρ, καὶ ζῶσαν ἐν ἐμοὶ τὴν φϑοροποιὸν ἁμαρτίαν νέκρωσον· αὐτοζωὴ σὺ γὰρ καὶ ζωῆς αἴτιος, ϑάνατον θανατώσας τῷ ϑανάτῳ σου.

Ἡπλωμένην ἄνωθεν ὡς νεφέλην ὑπὲρ κεφαλῆς σκιάζουσαν δροσερῶς καὶ ἀναπνοὴν ἡδεῖαν παρέχουσαν ἐκ τοῦ πνιγμοῦ καὶ τοῦ τῶν παϑῶν καύσωνος χάρισαι τῇ ψυχῇ μου τὴν σὴν σκέπην, Χριστέ.

Θεοτοκίον.
Συντριβεῖσαν πάϑεσι τὴν ψυχήν μου καίνισον, Ἁγνή, συγκύπτουσαν ἐπὶ γῆς ὄρϑωσον, σεμνή, εἰς ὁδὸν τὴν ἄγουσαν πρὸς τὴν ζωὴν τὴν ἀληϑινὴν ταύτην ὁδήγησον, παναγία κόρη Δέσποινα.

Ἦχος πλ. β΄.

Κανὼν Ἕκτος

Οὗ ἡ ἀχροστιχὶς αὕτη·
Ἕκτη δέησις οἰκέτου πεπτωκότος. Τοῦ αὐτοῦ Ἰωάννου.

ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ.
Ἐκ τοῦ χοὸς τοῦ ἀψύχου ὁ κατ’ ἀρχὰς πλάσας με, φιλάνϑρωπε καὶ ἐμπνεύσει ζωηρᾷ καὶ ψυχὴν καὶ λόγον μοι ἐνθείς, ἱκετεῦσαι σε καὶ νῦν λόγον μοι ἔμπνευσον.

Κατακαμπτόμενος βάρει πολλῶν κακῶν καὶ κλοιῷ βαρούμενος βαρυτάτῳ σιδηρῷ τὸν αὐχένα, Λόγε, τῆς ψυχῆς, ἀνανεῦσαι ἐκ τῆς γῆς πρὸς οὐρανὸν ἀτονῶ.

Τῆς ἀγαθότητος φαίνων χύσιν πολλὴν καὶ ἰσχὺν ἀνείκαστον, Ἰησοῦ Χριστέ, μικτὸν ἐξ ἀμίκτων φύσεων δυοῖν, αἰσϑητῆς καὶ νοερᾶς, ἕν ζῷον ἔπλασας.

Ἡ ἐκ μὴ ὄντων τὰ πάντα παντουργικῷ λόγῳ πρὸς οὐσίωσιν ὕπαρξίν τε φυσικὴν οὐσίωσιν ὕπαρξίν τε φυσικὴν ἀγαγοῦσα, ἄτμητε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ Πνεῦμα, σῶσόν με.

Θεοτοκίον.
Δεδοξασμένη Παρϑένε, τὸ χοϊκὸν καὶ γεῶδες φύραμα ἡ δοξάσασα βροτῶν, τῆς ἀῤῥήτου δόξης κοινωνὸν τοῦ σοῦ δεῖξόν με Υἱοῦ τὸν σὲ δοξάζοντα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Εὐρὲ τὸ πρόβατον, Χριστέ, τὸ τῆς ἐκατοντάδος τῶν συννόμων προβάτων χωρισϑὲν καὶ πλανηϑέν, καὶ ἀπλανέσιν αὐτὸ μίξον, μήπως γένηται λυκόβρωτον.

Ἡ φλὸξ ἐκείνη τοῦ πυρὸς θορυβεῖ τὴν ψυχήν μου καὶ τὸ σκότος ϑροεῖ με, τῶν σκωλήκων ὁ ἑσμός, ὁ τῶν ὀδόντων βρυγμὸς καὶ Ταρτάρων ὁ κρυμὸς φοβοῦσί με.

Στενάζω μὲν ὀδυνηρῶς καὶ δακρύω πολλάκις καὶ πικρῶς ὀλολύζω, τῶν συνήϑων δὲ κακῶν ἀφίσταμαι οὐδαμῶς· ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με.

Ἰάτρευσάς μου τὰς πληγὰς πληγωϑεὶς ἐπὶ ξύλου καὶ αἱμάξας τὰς χεῖρας, Ἰησοῦ Χριστὲ Θεέ, καὶ τὸν ἐμοὶ τὰς πληγὰς ἐπιϑέντα ὄφιν κατεπλήγωσας.

Θεοτοκίον.
Στενοῖ μὲ πλάτος τῶν παϑῶν καὶ πλατύνει στενότης ἀρετῶν· Πλατυτέρα οὐρανοῦ καὶ γῆς, Ἁγνή, τὴν ταπεινὴν μου ψυχὴν ἀντιστρόφως πλάτυνον καὶ στένωσον.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ὁ τὴν μετάνοιαν πάντων ἀνϑρώπων, Χριστέ, φιλανϑρώπῳ προνοίᾳ καὶ ἐνεργῶν καὶ πραγματευόμενος, ἐν μετανοίᾳ καϑαρᾷ τὴν ἐμὴν ψυχὴν παράλαβε.

Ἰλύος λύτρωσαι τῶν ἐγκλημάτων μου καὶ βορβόρου με ῥῦσαι καὶ τοῦ πηλοῦ τῶν παϑῶν, φιλάνϑρωπε, ὁ συμπαϑῶς μοι μετασχὼν του αὐτοῦ πηλοῦ καὶ κράματος.

Καρδίαν, Δέσποτα, συντετριμμένην μοι δὸς καὶ τεταπεινωμένην καὶ τοῖς ἐμοῖς ἐγκάτοις ἐγκαίνισον πνεῦμα εὐθὲς καινοπρεπῶς καϑαρὰν καρδίαν κτίζον μοι.

Ἐλέους ἄβυσσος ὑπάρχων, Κύριε, ποταμοὺς βορβορώδεις καὶ ϑολεροὺς τῶν παϑῶν μου ξήρανον, καὶ κατανύξεως ῥοαῖς τὴν καρδίαν μου ἀπόπλυνον.

Θεοτοκίον.
Τὸ πάσαις ἄγνωστον ϑεῖον μυστήριον ταῖς ἀΰλοις οὐσίαις, τῷ δὲ Θεῷ μόνῳ γινωσκόμενον σὺ ἐφανέρωσας ἡμῖν, Θεοτόχε, κόρη πάναγνε.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου, ἀγαϑέ.
Ὁ τοῦ ἐλέους δημιουργός, τῆς φιλανϑρωπίας ὁ πατήρ, τῆς εὐσπλαγχνίας ὁ πρύτανις, ὁ γεννήτωρ πάσης ἀγαθωσύνης, Χριστέ, ἐλέησον καὶ σῶσον τὴν ταπεινήν μου ψυχήν.

Ὑπὸ πωρώσεως παντελοῦς καὶ ἀναισϑησίας ἐσχάτης οὐκ ἐπαισϑάνομαι, Κύριε, τοῦ σοῦ ϑείου φόβου, ἀλλ᾽ ὡς ἀναίσϑητος ἀφόβως ἀναλγήτως ἀδιορϑώτως βιῶ.

Πολίτην ἅμα καὶ γεωργὸν ϑείων ἐννοιῶν καὶ ὑψηλῶν καὶ ἀϑανάτων φυτῶν φυτουργὸν ὁ δημιουργός μου Χριστός με ἔταξε τρυφῆς ἐν Παραδείσῳ· φεῦ πῶς πεπλάνημαι;

Ἔν ἀνομίαις ὡς συλληφθεὶς καὶ ἐν ἁμαρτίαις κισσηϑεὶς ταῖς ἀνομίαις συνήκμασα καὶ ταῖς ἁμαρτίαις ἐπαλαιώϑην αἰσχρῶς· καινούργησόν με, Σὥῶτερ, καὶ νεοποίησον.

Θεοτοκίον.
Πεποικιλμένη πανευπρεπῶς ἐν ἱματισμῷ διαχρύσῳ τῷ τῆς ἁγνείας, Ὑπέραγνε, περιβεβλημένη τε παρϑενίας στολῇ τῷ σῷ Υἱῷ παρίστασαι ὡς βασίλισσα.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν ϑάλασσαν.
Τοῦ βίου τὴν ϑάλασσαν διαπλέων τὴν πολλοῖς κυμαινομένην πνεύμασι ναυαγίῳ συνέτυχον ψυχικῷ, ἡδοναῖς βυϑίσας μου τοῦ νοὸς τὴν ὁλκάδα· Σῶτερ, σῶσόν με.

Ὡς ἄγρια κύματα τῆς πλημύρας τῶν παϑῶν τὰ βορβορώδη ῥεύματα τὸ τῆς ψυχῆς μου σκάφος διὰ παντὸς χειμάζει· κυβέρνησον, κυβερνῆτα, πρὸς ὅρμον ἀπαϑείας με.

Κατάρτισαι, Κύριε, τῆς ἀθλίας μου ψυχῆς τὰ κρυπτὰ διαβήματα ἐν ταῖς τρίβοις τῶν ϑείων σου ἐντολῶν, τῆς κρείττονος στάσεως ἵνα μὴ σαλευϑῶσι προσβολαῖς τοῦ ἐχϑροῦ.

Ὁ λόγῳ τὴν ϑάλασσαν μεταστρέφων εἰς ξηράν, τὴν τῶν κακῶν μου ϑάλασσαν ξήρανον, τὴν δὲ ἄνικμον καὶ ξηρὰν καρδίαν μετάϑες μου εἰς ὑδάτων δακρύων λίμνας, Κύριε.

Θεοτοκίον.
Τὴν μόνην ἀπείρανδρον, τὴν καλὴν ἐν γυναιξί, τὴν ἐν μητράσιν ἄφϑορον, τὴν ἐν παρϑένοις κύουσαν ὑπὲρ νοῦν, τὴν ἄχραντον Δέσποιναν, τὴν παρϑένον Μαρίαν μακαρίσωμεν.

ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
Ὁ τὴν κάμινον τῶν παίδων εἰς δροσίζουσαν αὔραν μεταποιήσας λεπτήν, τὴν παφλάζουσαν τῶν παϑῶν μου κάμινον αὐτὸς ῥανίσι κατάσβεσον, Χριστέ, τῶν οἰκτιρμῶν σου καὶ πυρὸς γεέννης ῥῦσαί με.

Στεναγμόν μου τὸν ἐγκάρδιον δεξάμενος ῥῦσαι με τῶν πικρῶν στεναγμῶν τῶν ἐν τῷ ᾅδῃ, Ἰησοῦ Χριστὲ παμβασιλεῦ, καὶ πάσης κολάσεως ἐκεῖ ἡτοιμασμένης τοῖς κακῶς
ὧδε βιώσασιν.

Τῷ σταυρῷ σου κατασείσας ἀναμόχλευσον τὸ τεῖχος τῶν πολλῶν μου κακῶν τὸ διεῖργόν με ἀπὸ σοῦ, Χριστέ, ὁ καϑελὼν τῆς ἔχϑρας μεσότοιχον τῆς πρὶν καὶ εἰρηνεύσας τὰ ἐν γῇ καὶ οὐρανοῖς τῷ σταυρῷ.

Ὁ τὸ αἷμα σοὺ τὸ ϑεῖον, ὑπεράγαϑε, κενώσας ἐν σταυρῷ δι᾽ ἐμέ, τὸν θελήμασι τῆς σαρκὸς καὶ αἵματος ὁμοῦ στοιχοῦντά με, Σῶτερ, μηδαμῶς συναπολέσῃς μετ᾽ ἀνδρῶν αἱμάτων, δέομαι.

Θεοτοκίον.
Ὑπερτέραν τῶν κτισμάτων σε καὶ Δέσποιναν τῆς ὅλης οὖσαν κτίσεως ἐπιστάμενος, δυσωπῶ, Παρϑένε, τὴν ἐμὴν ψυχὴν ὑπερτέραν τῶν ὑλῶν δεῖξον ἐφέσει τῆς ἐκεῖ ἀΰλου κτήσεως.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἀνεξίκακε μόνε Κύριε, ἄνες μοι τοῦ βαρέος φορτίου τῶν ἐγκλημάτων μου, ἵνα τῆς πολλῆς ἀναψύξω κακώσεως πρὸ τοῦ ἀπελϑεῖν με ἔνϑεν πεφορτισμένον.

Ὑπὸ πάσης ἀΰλου καὶ νοερᾶς στρατιᾶς ὁπηνίκα κατέλθῃς δορυφορούμενος κρῖναι ὡς Θεὸς τῶν χειρῶν σου τὸ ποίημα, τότε, πανοικτίρμον, φεῖσαί μου φιλανθρώπως.

Τοῦ πυρὸς τοῦ ἀσβέστου ῥῦσαί με, Κύριε, ἡδονῶν λαβροτάτῳ πυρὶ καιόμενον, καὶ ἐν τῷ πυρὶ τοῦ σοῦ φόβου καϑάρας με πῦρ ἀγάπης ϑείας ἅψον ἐν τῇ ψυχῇ μου.

Ὁ δακρύσας εὐσπλάγχνως ἐπὶ Λαζάρῳ, Χριστέ καὶ δακρύουσαν πόρνην μὴ ἀπωσάμενος δάκρυα κἀμοὶ κατανύξεως χάρισαι, δι’ ὧν τῆς γεέννης τὰ δάκρυα ἐκφύγω.

Θεοτοκίον.
Ὑπὲρ νοῦν τε καὶ λόγον ἐκ ϑείου Πνεύματος τοῦ Νοὸς τοῦ μεγάλου Λόγον γεγέννηκας, Κόρη, σαρκικῶς, ἑνωϑέντα ἐνύλῳ νοῒ τὸν παραγαγόντα πληϑὺν ἀΰλων νόων.

ᾨδὴ ϑ΄. Θεὸν ἀνϑρώποις ἰδεῖν ἀδύνατον.
Ἱμάντος δίκην ζυγοῦ δαμάλεως καὶ ὡς μακρῷ σχοινίῳ ἐπισπῶμαι, φιλάνϑρωπε, πολυπλόκους τῶν ἁμαρτιῶν μου σειράς, αἷς με συνεσφιγμένον λῦσον καὶ σύνδησον ἀλύτῳ δεσμῷ καὶ ἀῤῥαγεῖ τοῦ ϑείου φόβου σου.

Ὡς ξύλον δός μοι γενέσθαι, Κύριε, ὅ ψαλμικῶς παρὰ τὰς διεξόδους πεφύτευται τῶν ὑδάτων, ὡς ἂν τὸν καρπὸν ἐν καιρῷ τῷ γεωργῷ σοι δώσω ὥριμον, εὔχρηστον, δάκρυσι καὶ τῇ καρδιακῇ ϑέρμῃ περκάσαντα.

Ἀπείρου πλούτου τῆς σῆς χρηστότητος καὶ ἀνοχῆς καὶ τῆς μακροϑυμίας, μακρόϑυμε, τὸν κακῶς ἀεὶ καταφρονοῦντά με δι᾿ ἀνεξικακίας πρὸς τὴν μετάνοιαν ἕλκυσον, ὡς ἄν σου δοξασθῇ τὸ μέγα ὄνομα.

Νοῒ τὴν ἔνδοξον καὶ περίφοβον ἀνατυπῶν δευτέραν ἐπὶ γῆς παρουσίαν σου, δειλιῶ καὶ τρέμω καὶ πτοοῦμαι, Χριστέ· τίς γὰρ τὴν ἀπειλήν σου καὶ ἀγανάκτησιν, τίς τὴν ἀνυπόστατον ὀργὴν ὑποίσει, Δέσποτα;

Νυκτὸς ἐν μέσῳ, νυμφίε ἄχραντε, ἐξ οὐρανοῦ ἡνίκα μετ΄ ἀγγέλων δυνάμεως ἐν σαλπίγγων ἠχῇ καὶ ἐν ἀλαλαγμῷ ἔρχῃ τοῦ κρῖναι πάντας, λευχειμονοῦντά με καὶ λαμπαδηφόρον ἐν χαρᾷ δὸς ὑπαντῆσαί σοι.

Ὁ φύσει εὔσπλαγχνος καὶ φιλάνϑρωπος, ὁ ἐλεῶν τὰ ἔργα τῶν χειρῶν σου, μὴ δώῃς μοι τῆς φευκτέας ἐκείνης ἀκοῦσαι φωνῇς ἥτις ἐκ σοῦ με πέμψει εἰς πὺρ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ ἐχϑρῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.

Θεοτοκίον.
Υἱὸν Ὑψίστου, Θεὸν φιλάνθρωπον σωματικῶς υἱόν σου γεγονότα γεννήσασα, Θεοτόκε, ποίησον ἡμέρας υἱὸν σκότους υἱόν με ὄντα, ἵνα δοξάζω σε, ἵνα σε τιμῶ περιχαρῶς τὸν σὸν γεραίρων Υἱόν.

Ἦχος Βαρύς

Κανὼν Ἕβδομος

Οὗ ἡ ἀκροστιχὶς αὕτη·
Ἐν ἑβδόμῳ μέλει σε μέλπω, παντάναξ. Μοναχὸς ᾿Ιωάννης.

ᾨδὴ α΄. Νεύσει σον πρὸς γεώδη.
Ἔχων τὴν εὐσπλαγχνίαν ὡς οὐσιῶδες καὶ πρῶτον καὶ κύριον γνώρισμα καὶ φυσικὸν ἰδίωμα, μόνε Θεὲ τῶν πατέρων, Κύριε ἐλέους, ἐλέησον, σῶσόν με.

Νὺξ ἡ τῆς ἁμαρτίας περιλαβοῦσα τὸν νοῦν μου ζοφώδη καὶ μέλανα καὶ σκοτεινὸν εἰργάσατο· Λόγε, τῆς δικαιοσύνης ἥλιε, φωτὶ μετανοίας με φώτισον.

Ἔμφυτον κεκτημένος τὸ ἐλεεῖν καὶ τὸ σῴζειν ἐλέησον, Κύριε, καὶ σῶσον με τὸν ἄσωτον· σὸν γὰρ ἐστὶ καὶ σοῦ μόνου καὶ τὸ ἐλεεῖν καὶ τὸ σῴζειν τὰ ἔργα σου.

Βέλει παρακοῆς με τὸν βεβληκότα βελίαρ αὐτὸς κραταιότερον κατὰ καρδίας βέβληκας βέλεσι πεπυρωμένοις, ἥλοις τῶν ἀχράντων χειρῶν καὶ ποδῶν σου, Χριστέ.

Θεοτοκίον.
Δεῦρο, ψυχή μου ἀϑλία, τῇ Θεοτόκῳ πρὸ τέλους θερμῶς προσκυνήσωμεν καὶ ἐκτενῶς προσπέσωμεν, ὅπως ταύτης μεσιτείαις τύχωμεν ἐλέους ἐν ὥρᾳ τῆς κρίσεως.

Ὠιδὴ γ΄. Ὁ κατ᾽ ἀρχὰς τοὺς οὐρανούς.
Ὁ κατ᾽ ἀρχὰς ἀπὸ χοὸς εὐδιαλύτου συμπήξας τὴν οὐσίαν, Λόγε, τῶν βροτῶν καὶ ὑπὸ πολλῆς ἀγάπης ὕστερον σῶμα φορέσας χοϊκόν, ὡς ἐπιστάμενος τούτου τὰς ἐπαναστάσεις, Χριστέ, σῶσόν με.

Μετὰ πυρίνων λειτουργῶν καὶ φλογερῶν δορυφόρων ὁπηνίκα ἥξεις, Ἰησοῦ, κριτής, βασιλεὺς Θεὸς αἰώνιος, τοῦ κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ ἄξια τῶν ἔργων αὐτοῦ, φεῖσαί μου.

Ὡς ὁ λῃστὴς ἀπὸ ψυχῆς ὁ «μνήσϑητί μου» σοὶ κράζω, ὡς ἡ πόρνη κλαίω καὶ ϑρηνῶ, ὡς ὁ Μανασσῆς βοῶ τὸ «ἥμαρτον», ὡς ὁ τελώνης συνεχῶς ἀπὸ καρδίας στενάζω· «Κύριε, Θεέ μου, σύ με οἴκτειρον».

Μανιωδῶς ἐπιζητεῖ καταπιεῖν μὲ ὡς λέων τοὺς ὀδόντας τρίζων ὁ ἐχϑρὸς καὶ βρύχων αὐτοὺς καὶ ὠρυόμενος· ἄλλ᾽ ὁ συνϑλάσας νοητῶν μύλας λεόντων, τοὺς τούτου σύντριψον ὀδόντας καὶ τὰς γνάϑους, Χριστέ.

Θεοτοκίον.
Ἐκ ϑεμελίων διὰ σοῦ ἀνατραπὲν καϑηῃρέϑη τὸ τῆς ἔχϑρας καὶ τῆς παλαιᾶς κατάρας, Ἁγνή, μέγα μεσότοιχον· τὴν γὰρ εἰρήνην τοῦ Θεοῦ καὶ εὐλογίαν τεκοῦσα ἥνωσας τὰ πρώην διεστῶτα μακράν.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους μὴ λιπών.
Λυμαντικῆς καὶ φϑοροποιοῦ βρώσεως πάλαι μετασχὼν Ἀδὰμ ἐν Ἐδέμ, ἐξηρεύξατο πικρὰν ἐρυγὴν λυποῦσαν τὴν ὄσφρησιν τῆς ψυχῆς ὡς ϑάνατον πνέουσαν.

Ἐν τῇ φρὶκτῇ καὶ δικαστικῇ σοῦ παρουσίᾳ, Ἰησοῦ Χοιστέ, ὁ Θεός, τῶν ἀγγέλων παρεστώτων σοι καὶ πάσης τῆς κτίσεως, δυσωπῶ σε, μὴ καταισχύνῃς με.

Ἰσοσϑενὲς Λόγε τοῦ Πατρός, ὁ τὴν ἀσϑένειαν ἡμῶν φορέσας ἐκών, τὴν ἐμὴν πολλὴν ἀσϑένειαν ἐλεήσας, σῶσόν με, ὅτι ἀσϑενὴς καὶ πτωχός εἰμι.

Σατανικοῖς βρόχοις ἡδονῶν συμποδισϑεὶς πτῶμα δεινὸν κατέπεσα· σὺ τοὺς ἐπανισταμένους μοι πάντας, Χριστέ, σύντριψον καὶ συμπόδισον ὑποκάτω μου.

Θεοτοκίον.
Ἐν πειρασμοῖς σὲ καταφυγήν, ἐν τοῖς κινδύνοις ταχινὴν βοήϑειαν, ἐν παντοίαις περιστάσεσιν ἑτοίμην ἀντίληψιν καὶ ὀξεῖαν, Δέσποινα, κέκτημαι.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου ἐκ νυκτός.
Μέτοχος δεδειγμένος Πατρὸς οὐρανίου υἱοϑεσίας πατρὶ τῷ ἀλάστορι κακοῖς υἱοϑέτημαι ὁ υἱὸς ἀνθρώπου δι’ οἶκτον γεγονώς, Υἱὲ Θεοῦ, σῶσόν με.

Ἔργοις σε παροργίσας καὶ ἐν λόγοις, Λόγε, παραπικράνας, προσπίπτω καὶ κράζω σοι· «Λόγῳ σου ἐξ ἔργων με τῶν ἀτίμων ῥῦσαι, πρὸς ἔργα τὰ τῆς μετανοίας ἰϑύνας με».

Λάμπρυνον τὴν στολήν μου μεμελανωμένην τε καὶ ῥυπῶσαν καὶ ἄρδευσον, Κύριε, ἐλαίῳ ἐλέους σου τὴν ἀπεσβεσμένην λαμπάδα τῆς ἐμῆς ψυχῆς ὡς ἀνέλαιον.

Ποίησόν μου τὴν δίκην καὶ τὴν κρίσιν κρινον μου, πανοικτίρμον, καὶ δίκασον, δέομαι, κριτὰ δικιαιότατε, τοὺς ἀδίκως με ἀδικοῦντας δυσμενεῖς καὶ πάϑεσι χραίνοντας.

Θεοτοκίον.
Ὥσπερ ἐν δεκαχόρδῳ. ἐξομολογεῖσθαι με ψαλτηρίῳ τῷ Θεῷ ἀξίωσον, ψυχῆς μου καὶ σώματος τὴν δεκάδα, Κόρη, φρουροῦσα τῶν δυνάμεων καὶ αἰσϑήσεων.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Προσελθοῦσαν πόρνην ἐν συντετριμμένῃ καρδίᾳ καὶ ζέουσι δάκρυσιν οὐκ ἀπώσω, ἀλλ᾽ ὡς Θεὸς ἐλεήμων ἠλέησας· ἐμὲ δὲ τὸν ἄπορον δακρύων οἴκτειρον καὶ σῶσον δωρεάν, φιλάνϑρωπε.

Ἀνομίας ὄντως εἰ παρατηρήσεις ἀνθρώπων οὐδεὶς ὑποστήσεται· παρὰ σοί γαρ ὁ ἱλασμός, ἡ λύτρωσις, τὸ ἔλεος· διὸ τὰς πολλάς μου ἀνομίας μὴ παρατηρήσῃς, ᾿Ιησοῦ μακρόϑυμε.

Νοερῶς ὁρῶν σε ἐπὶ φοβεροῦ καὶ ἀστέκτου καϑήμενον, Κύριε, ϑρόνου δόξης, καὶ παρεστῶτα κυκλόϑεν τὰ τάγματα πάντων τῶν ἁγίων καὶ ἀγγέλων, δέδοικα καὶ τρέμω ἐννοῶν τὰ ἔργα μου.

Τοῦ τελώνου, Λόγε, τὴν συντετριμμένην καρδίαν, τῆς πόρνης τὰ δάκρυα, Μανασσὴ δὲ τὴν ἐξαγόρευσιν καὶ τὴν μετάνοιαν, τὴν ἐπιστροφὴν τὴν ϑερμοτάτην τῶν Νινευϊτῶν ὡς ἀγαϑὸς παράσχου μοι.

Θεοτοκίον.
Ἀκαμάτου ϑείας φύσεως δοχεῖον δειχϑεῖσα, πολλά με καμόντα ταῖς ἁμαρτίαις καὶ τῷ φορτίῳ αὐτῶν κεκμηκότα με κούφισον, ἀνάπαυσον καὶ ῥῦσαι πυρὸς ἀκαμάτου τῆς γεέννης, Δέσποινα.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Νεύματι πᾶσαν τὴν γῆν ὁ σαλεύων καὶ ποιῶν τρέμειν τῷ βλέμματι, οὗ ἁπτομένου τὰ ὄρη καπνίζονται, ἱλέῳ σου ὄμματι ὅτε ἥξεις κριτής, Σωτήρ μου, πρόσσχες μοι.

Ἄχρηστον δένδρον, κατάξηρον κλῆμα καὶ καταργοῦσα τὸν τόπον συκῇ, φύλλοις κομῶσα καρπόν δε οὐκ ἔχουσα, ἐγώ εἰμι, Κύριε· ἀλλὰ δός μοι καρποὺς τῆς ἀρετῆς ἐνεγκεῖν.

Ξύλον με, Σῶτερ, ὑδάτων δακρύων ἐν διεξόδοις ἀνάδειξον πεφυτευμένον, ὡς ἂν ἀποδώσω σοι καρπὸν εὐθαλέστατον ἀρδευϑεὶς δαψιλῶς τῇ κατανύξει τὸν νοῦν.

Μέγας ὁ πόνος, μεγάλη ἡ βία καὶ ὁ ἀγὼν ὄντως μέγιστος ὅτε ψυχὴ διαζεύγνυται σώματος καὶ τούτου χωρίζεται ὑπ᾽ ἀγγέλων φρικτῶν διασπωμένη πικρῶς.

Θεοτοκίον.
Ὅτε μοι ϑλῖψις ἐγγὺς ἡ μεγάλῃ, ὁ βοηϑῶν δὲ οὐ πάρεστι, χρεία μοι δὲ λυτρουμένου καὶ σῴζοντος· ἐν τῷ τῆς ἐξόδου μου, Θεοτόκε, καιρῷ φϑάσασα σῶσόν με.

ᾨδὴ η΄. Ἄφλεκτος πυρὶ ἐν Σινᾷ.
Νεύματι τῷ σῷ τῆς ζωῆς καὶ τοῦ ϑανάτου ὡς κεκτημένος, Κύριε, τὴν ἐξουσίαν, ζώντων καὶ τῶν νεκρῶν ἡνίκα μέλλεις κριτὴς ἐπὶ τὴν γῆν ἐξ οὐρανοῦ φρικτῶς κατέρχεσϑαι, τότε, οἰκτίρμον, μνησϑεὶς τῶν ἀπείρων οἰκτιρμῶν σου, λήϑην τῶν κακῶν μοὺ ποίησον ἑκουσίως.

Ἄραντες αὐτὸν ἀπαγάγετε ἐντεῦϑεν ὅπου τὸ πῦρ τὸ ἄσβεστον, ὅπου τὸ σκότος τὸ ἐξώτερον ὁ σκώληξ ὅπου ἐστίν, ὅπου κλαυϑμὸς καὶ ὀδυρμὸς καὶ τῶν ὀδόντων βρυγμός Σῶτερ οἰκτίρμον, φιλάνϑρωπε, εὔσπλαγχνε, ἐν κρίσει μὴ με συγχωρήσῃς ἀκοῦσαι σοῦ βοῶντος.

Χεῖρας τῆς ψυχῆς καὶ τοὺς πόδας δεδεμένος σειραῖς τῶν ἐγκλημάτων μου καὶ τοῖς σχοινίοις τῶν πολλῶν μου κακῶν, ἐκδέχομαι τὴν φωνὴν τὴν ἀποπέμπουσαν εἰς πῦρ τοὺς οὕτως ἔχοντας· Σῶτερ, αὐτός με οἰκτείρας, εἰπὲ τοῖς σοῖς ἀγγέλοις· « Λύσατε αὐτὸν καὶ ἐάσατε ὑπάγειν ».

Ὅλην ἀληϑῶς τὴν ἡμέραν σκυϑρωπάζων ἐλεεινῶς πορεύομαι περιπαϑῶς ἐπωρυόμενος καὶ στένων ὀδυνηρῶς ἐν συντριβῇ καρδιακῇ καὶ ἐν πικρίᾳ ψυχῆς, ὅτι αἱ ψόαι ἐπλήσϑησαν ἔνδον τῆς ψυχῆς μου παϑῶν ἐμπαιγμάτων· ἀλλ᾽ ἴασαί με, Σῶτερ.

Θεοτοκίον.
Σέ, τὸ καϑαρὸν καὶ λαμπρὸν καὶ φωτοφόρον τοῦ Ἰησοῦ παλάτιον καὶ λογικὸν τοῦ Λόγου σκήνωμα, τὴν ἔμψυχον κιβωτόν, τὴν πλατυτέραν οὐρανῶν καὶ ἀνωτέραν τῆς γῆς, πάντιμε Κόρη, ὑπέραγνε, πάναγνε Μαρία, ἱκετεύω, σῶσον τὴν ταπεινὴν ψυχὴν μου.

ᾨδὴ ϑ΄. Μὴ τῆς φϑορᾶς διὰ πεῖραν.
Ἵνα παϑῶν ἀπολύσῃς, Χριστέ, τὸν ἄνθρωπον πολλὴν εὐσπλαγχνίαν ἄνθρωπος γέγονας Προσωμίλησας πάϑεσι παϑοκτόνοις· διό μου φιλανθρώπως, φιλάνϑρωπε, τὰ πάϑη σοῖς ἀχράντοις ἴασαι πόϑεσιν.

Ὡς τὸν λῃστὴν διὰ μίαν φωνὴν εὐγνώμονα τοῦ Παραδείσου ἠξίωσας, ὑπεράγαϑε, ὡς ἐδικαίωσας στενάξαντα τελώνην, ὡς ᾤκτειρας τὴν πόρνην δακρύουσαν, ὡσαύτως καὶ ἐμὲ δωρεὰν οἰκτείρησον.

Ἀλλοιωϑέντα τὸν νοῦν μου παϑῶν φυράματι ἡ δεξιὰ τοῦ Ὑψίστου ἡ ἀναλλοίωτος καλὴν ἀλλοίωσιν ἀλλοίωσον καὶ ϑείαν, ὁ σὰρξ ἀναλλοιώτως ὀφθείς· τῆς δεξιᾶς γὰρ τοῦ Ὑψίστου αὕτη ἀλλοίωσις.

Νενεκρωμένον με, Σῶτερ, τοῖς πλημμελήμασιν ὡς τετραήμερον ἄλλον ζώωσον Λάζαρον, τὸν πολυήμερον καὶ ὅλον ὀδωδότα, καὶ νέκρωσον φωνῇ σου τοὺς ζωογονηϑέντας ἐκ τῆς σήψεως ἔνδον σκώληκας.

Νεφελοδρόμον πτηνόν με ἀεροπόρον τε ὡς ἀετὸν ὑψιπέτην αἰϑεροβάμονα προσυπαντῆσαί σοι φαιδρὰς μετὰ λαμπάδος ἀξίωσον ἡνίκα νυμφίος ὁ ὡραῖος ἐν τῷ μέσῳ τῆς νυκτὸς ἥξεις, Χριστέ.

Ἠρημωμένην τὴν ἔπαυλιν τῆς καρδίας μου ὡς κατοικοῦντος μὴ ὄντος ἐν τῇ σκηνῇ αὐτῆς ὄφις κατῴκησεν· ὁ πλάσας κατὰ μόνας καρδίας τῶν ἀνθρώπων τὸν ὄφιν ἀποκτείνας Πνεῦμα ϑεῖον αὐτῇ ἐνοίκισον.

Θεοτοκίον.
Σέ, τὴν Σιὼν τὴν ἁγίαν ἣν ἐξελέξατο εἰς ἑαυτοῦ κατοικίαν τε ἡρετίσατο ὁ συναΐδιον ἔχων τὸ βασιλεύειν, Θεὸς Ὑἱὸς καὶ Λόγος Θεοῦ Πατρὸς ἀνάρχου, ἱκετεύω, Δέσποινα, σῶσόν με.

Ἦχος πλ. δ΄.

Ὄγδοος Κανὼν

Οὗ ἡ ἀκροστιχὶς αὕτη·
Δούλου δέησιν ὀγδόην, Σῶτερ, δέχου. Μοναχοῦ Ἰωάννου.

ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Δημιουργήσας κατ᾽ ἀρχάς με, Κύριε, διάγειν ἔταξας ἐν ζωηρῷ χώρῳ Παραδείσου χαίροντα· ἀλλ᾽ ὁ ἐχϑρὸς φϑονήσας με ὁ ἐκ σοῦ ἀποστάτης συναποστάτην με τέϑεικε, πείσας παραβῆναι τὸν νόμον σου.

Ὁ τοὺς δικαίους ἀγαπῶν, φιλάνϑρωπε, καὶ συμπαϑῶς ἐλεῶν ἁμαρτωλοὺς πάντας, ὑπὲρ πάντα ἄνθρωπον ἁμαρτωλὸν ὑπάρχοντα καὶ ἐν ἔργῳ καὶ λόγῳ πολλά σε παραπικράναντα οἴκτειρον ἐλέησον σῶσόν με.

Ὑπερβολῇ φιλανθρωπίας, Δέσποτα, ὅνπερ διέπλασας χοῦν εἰς λογικὸν ζῷον συντριβέντα πταίσμασι ϑεοπρεπῶς ἀνέπλασας ἐνδυσάμενος τοῦτον· διὸ πολλοῖς συντριβέντα με πάϑεσιν ἀνάπλασον καίνισον.

Λογοθεσίου φοβεροῦ με λύτρωσαι, Υἱὲ καὶ Λόγε Θεοῦ, καὶ μετ ἐμοῦ ὅλως τοῦ σοὺ δούλου, Δέσποτα, εἰς κρίσιν καὶ εἰς ἔλεγχον μὴ εἰσέλϑῃς, ζητῶν με λόγους τῶν ἔργων καὶ λόγων μου, ἀλλὰ δωρεάν με ἐλέησον.

Θεοτοκίον.
Ὁ ἐκ μὴ ὄντων ὑποστήσας, Δέσποινα, ἀγγέλων τάγματα, Θεοῦ Πατρὸς Λόγος, δι᾽ ἀγγέλου χαῖρε σοι, τῆς παλαιᾶς ἀντίρροπον λύπης, ἄνωθεν πέμπει, καὶ ὑπὲρ ἔννοιαν ᾧκησε τὴν ἡγιασμένην γαστέρα σου.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ᾽ ἀρχάς.
Ὑπόκειμαί σου τῷ φρικτῷ δικαστηρίῳ ὁ τάλας, καὶ πτοοῦμαι τὴν δικαίαν σοὺ ψῆφον, ὁ μηδέποτε, Χριστέ, τὸ σὸν ποιήσας θέλημα, ὡς μὴ τὸν ϑεῖον φόβον ἐν τῇ ψυχῇ μου κτησάμενος.

Δημοσιεῦσαι τὰς ἐμὰς πολυπληϑεῖς ἁμαρτίας τὰς κρυφῇ καὶ φανερῶς εἰργασμένας μὴ θελήσῃς, ὁ Θεός, μηδὲ τὰ ἐν ἀγνοίᾳ μοι καὶ γνώσει πεπραγμένα εἰς κρίσιν ἄξῃς, μακρόϑυμε.

Ἐπὶ τοῦ βήματος τοῦ σοῦ, τῶν λογισμῶν τῶν οἰκείων χραταιῶς κατηγορούντων ἑκάστου, οὐκ εἰσὶν ὡς ἀληϑῶς οὐ λαλιαί, οὐ λόγοι, Χριστέ· οὐχὶ ἀκούονταί γαρ, καϑὼς φησίν, αἱ φωναὶ αὐτῶν.

Ἡ ἀνεξάντλητος πηγή, ἡ ἀδαπάνητος κρήνη τοῦ ἐλέους, Ἰησοῦ, ὁ Θεός μου, μὴ χωρίσῃς με τῆς σῆς μερίδος ὅτε κρίνεις με, ἀλλὰ τοῖς δεξιοῖς σου προβάτοις με συναρίϑμησον.

Θεοτοκίον.
Σαλευομένην προσβολαῖς τῶν ἐναντίων πνευμάτων τὴν ψυχήν μου, Θεομῆτορ, ἐν πέτρᾳ μετανοίας ἀῤῥαγοῦς ἀῤῥαγεστάτως ἕδρασον, καὶ ἀραρότως ἔχειν ἐν τοῖς καλοῖς με ἀξίωσον.

ᾨδὴ δ΄. Σὺ μου, Χριστέ, Κύριος.
Ἵνα ϑεὸν ἀποτελέσῃς τὸν ἄνϑρωπον φιλανϑρῴπως ἄνϑρωπος γεγένησαι, δούλου μορφὴν ἐν μορφῇ Θεοῦ ὁ ὑπάρχων Λόγος λαβεῖν μὴ ἀπανηνάμενος, καὶ ϑέλων περιέϑου ἥνπερ ἔπλασας φύσιν τῶν ἀνθρώπων, φιλάνϑρωπε Κύριε.

Νῦν ἐπ᾽ ἐμοὶ τὰ σὰ ἐλέη ϑαυμάστωσον σὺ γὰρ σῴζεις πάντας τοὺς ἐλπίζοντας, ὡς ἀγαϑός, Σῶτερ, ἐπὶ σέ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου δαιμόνων ἀεὶ φυλάττων με ὡς κόρην ὀφθαλμοῦ καὶ σκεπάζων ἐν τῇ σκέπῃ τῶν ϑείων πτερύγων σου.

Ὅτε τῷ σῷ παρασταϑήσομαι βήματι ὁ πρὸ δίκης ὧν αὐτοκατάδικος κατακεκριμένος τῷ κριτηρίῳ τῷ ἔνδοϑεν, Χριστὲ δικαιοκρίτα, τοῖς πολλοῖς οἰκτιρμοῖς σου ἐλεήσας με ῥῦσαι κολάσεως.

Γόνυ κρυπτῶς τὸ τῆς ψυχῆς, τοῦ δὲ σώματος φανερῶς σοι κλίνω συγκαμπτόμενος ἐλεεινῶς ὅλος ἐπὶ γῆς καὶ τοὺς οἰκτιρμοὺς σου εἰς ἔλεον ἐκκαλοῦμαι, Χριστέ· ὁ γόνυ φιλανϑρώπως ὑποκλίνας καὶ νίψας μαϑητῶν σου τοὺς πόδας, ἐλέησόν με.

Θεοτοκίον.
Δεῖξαι τὴν σὴν φιλανθρωπίαν βουλόμενος, ἐλεῆμον, μήτραν ἀπειρόγαμον κόρης ἁγνῆς ᾤκησας φρικτῶς, καὶ ἐκ ταύτης σάρκα ἔννουν καὶ ἔμψυχον εἴληφας· διὸ τὴν σὲ τεκοῦσαν Θεοτόκον παρϑένον προστασίαν κεκτήμεϑα ἄμαχον.

ᾨδὴ ε΄. Ἵνα τι με ἀπώσω.
Ὁ ϑελήσει μὴ θέλων θάνατον, ὡς ἔφησας, ἁμαρτωλοῦ, ἀγαϑέ, ὡς τὸ ἐπιστρέψαι διὰ τῆς μετανοίας καὶ ζῆν αὐτόν, τὸν ἀνεπιστρόφως πρὸς τὰ κακὰ ἀεὶ χωροῦντα ἐπιστρέψας, ἐλέησον, σῶσόν με.

Ἡ ἡμέρα τῆς δίκης ἤγγικεν· ἑτοίμαζε, ψυχή, τὰ ἔργα σου εἰς τὴν ἐκδημίαν καὶ τὴν ἔξοδον, καϑὼς φησὶν ἡ Γραφή, καὶ παρασκευάζου πρὸς τὸν ἀγρὸν ἐν ᾧ κριϑήσῃ ϑεωρούσης ἁπάσης τῆς κτίσεως.

Νοερῶς ἐννοῶν σου τὸ ἀπροσωπόληπτον, Χριστέ, κριτήριον καὶ κατανοῶν μου τῶν κακῶν τὴν πληϑὺν τὴν ἀμέτρητον πρὸς τοὺς οἰκτιρμούς σου καταφυγὼν τοὺς ἀμετρήτους ἱκετεύω σε, Δέσποτα, σῶσόν με.

Συμπαϑείας με ϑείας, μόνε εὐσυμπάϑητε Σῶτερ, ἀξίωσον, τοὺς ἀσυμπαϑεῖς δε καὶ ἀσπλάγχνους μου τρόπους μετάβαλε, τῇ σῇ συμπαϑείᾳ καὶ εὐσπλαγχνίᾳ συμπαϑήσας τῇ πολλῇ ἀσθενείᾳ μου, Δέσποτα.

Θεοτοκίον.
Ὡς περιβεβλημένην καὶ πεποικιλμένην σε ἁγνείας κάλλεσιν, ὡς ὡραϊσμένην παρθενίας φαιδρῷ ἐρυϑήματι ὁ Υἱός σου, Κόρη, ἐκ δεξιῶν ἔστησε τούτου, τὴν βασίλισσαν ὁ βασιλεὺς τοῦ παντός.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Τὸ τάλαντον παρὰ σοῦ ὃ εἴληφα ὑπὸ γῆν ὁ ὀκνηρὸς κατακρύψας καὶ τῷ χοῒ τῶν παϑῶν συγκαλύψας, φρίττω καὶ τρέμω καὶ δέδοικα, Κύριε· ὁ ἄφατος ἐν οἰκτιρμοῖς μὴ ἀξίους καρποὺς ἀπαιτήσῃς με.

Ἐλέησον, ἐλεῆμον Κύριε, τὴν ἀϑλίαν μου ψυχὴν δεομένην ἐν στεναγμοῖς καὶ ἐν δάκρυσι, Σῶτερ, σοῦ τῆς πολλῆς καὶ ἀπείρου χρηστότητος, καὶ λύτρωσαι τῆς ἀπειλῆς καὶ δικαίας ὀργῆς σου, φιλάνϑρωπε.

Ῥανίσι σῶν οἰκτιρμῶν κατάσβεσον τῶν παϑῶν μου τὴν ἀκάματον φλόγα, καϑαρτικὰ δάκρυα δέ μοι παράσχου δι᾿ ὧν ἡ φλὸξ τῆς γεέννης σβεννύεται· μὴ ἴδοιμι ταύτην, Χριστὲ, μὴ εἰς πεῖραν αὐτῆς ὅλως ἔλθοιμι.

Δολίως με ὁ ἐχϑρὸς ὁ δόλιος δελεάσας, ἀπὸ σοῦ μακρυνϑῆναι δι᾿ ἡδονῆς κατηνάγκασε, Σῶτερ ὁ τὰ μακρὰν χρηματίζοντα ἔϑνη ἐκ σοῦ ἑλκύσας καὶ συναγαγὼν σοῦ πλησίον, κἀμὲ πρὸς σὲ ἕλκυσον.

Θεοτοκίον.
Ἐπέβλεψεν ἐπὶ σὲ ὁ Κύριος καὶ ἐποίησε πολλὰ μεγαλεῖα ὁ δυνατὸς σοί, Παρϑένε, ὡς εἶπας φωτιζομένη Ἁγίῳ ἐν Πνεύματι· ἰδοὺ γὰρ πᾶσαι γενεαὶ γενεῶν σε, Ἁγνή, μακαρίζουσιν.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Χρεῶν μου χειρόγραφα τῇ θεία λόγχῃ τῆς σῆς ἀχράντου πλευρᾶς διαῤῥήξας, χειρός με ϑηρὸς δολίου, Δέσποτα, λύτρωσαι καὶ τῆς χειρός μου κρατήσας, φιλάνϑρωπε, τῆς δεξιᾶς ἐν τῇ σῇ βουλῇ ὁδήγησον.

Ὁ πέτραν ἀκρότομον εἰς λίμνας στρέψας καὶ εἰς ὑδάτων πηγάς, ὁ ξηράνας τῷ λόγῳ θαλάσσης κῦμα κυμαινομένης δεινῶς, τὴν τῶν δεινῶν μου ξηράνας ἐπίῤῥοιαν πηγὴν δακρύων μοι δὸς ἧνα ἐκπλύνῃ με.

Ὑπέχκαυμα, Κύριε, πυρὸς γεέννης μὴ ἀποδείξῃς με, τὸν πυρὶ λαβροτάτῳ τῆς ἁμαρτίας κατακαιόμενον, ἀλλὰ τῇ δρόσῳ τῆς φιλανθρωπίας σου πυρκαϊὰν τῶν ἐμῶν παϑῶν κατάσβεσον.

Μωραῖς παρωμοίωμαι καὶ ἀσυνέτοις, Λόγε, νεάνισιν, ἐσβεσμένην λαμπάδα καὶ ἐψυγμένην φέρων προαίρεσιν, ἣν τῷ ἐλαίῳ, Χριστέ, τοῦ ἐλέους σου ἀνάψας, φώτισον τὴν ταπεινήν μου ψυχήν.

Θεοτοκίον.
Οὐδέν σοι ἀδύνατον, οὐδὲν ἀτέλεστον οὐδ᾽ ἀνήνυτον, ἀνυστὰ δέ σοι πάντα καὶ δυνατά σοι καὶ τὰ ἀδύνατα, παντοδυνάμου Θεοῦ Μῆτερ πάναγνε· διό με σῶσον ἀεὶ εἰς σὲ ἐλπίζοντα.

Ὠιδὴ η΄. Ἐπταπλασίως κάμινον.
Νέος ὡς πῶλος ἄτακτος καὶ ὡς ἵππος δυσήνιος ῥήξας τὰ δεσμὰ καὶ ἀποπτύσας τοὺς χαλινοὺς ἀνέδην ἐλαύνομαι πρὸς τὸ πεδίον τῶν ἡδονῶν· ἀλλ᾽ ἐν τῷ κημῷ καὶ χαλινῷ τοῦ σοῦ φόβου, Χριστέ, τὰς σιαγόνας τῆς ἐμῆς ψυχῆς ἄγξας, τὸν μὴ ἐγγίζοντά με πρὸς σὲ ἕλκυσον, Σῶτερ.

Ἁμαρτημάτων ϑύελλα, ἐγκλημάτων σκοτόμαινα καὶ πλημμελημάτων με χειμάζει ϑάλασσα, παϑῶν τε κλυδώνιον καὶ ἡδονῶν σφοδρὰ καταιγίς, ἐπιθυμιῶν ἡ τρικυμία καὶ ζάλη δονοῦσι τὴν ψυχήν μου· κυβερνῆτα καὶ κτίστα, κυβέρνησόν με, Λόγε, πρὸς ὅρμον ἀπαϑείας.

Χαρὰ μεγάλη γίνεται ὥσπερ ἔφης, φιλάνϑρωπε, ἐν ἐπουρανίαις νοεραῖς δυνάμεσιν ἑνὸς ἁμαρτάνοντος ἐπὶ τῇ μετανοίᾳ, Χριστέ· ἣν καὶ ἐπ’ ἐμοί, διὰ τὴν σὴν εὐσπλαγχνίαν, εὐδόκησον γενέσϑαι, ἀληϑοῦς μετανοίας καὶ λογισμὸν καὶ τρόπον καὶ χρόνον παρασχών μοι.

Ὁ οὐρανὸς ἀρϑήσεται καὶ ἡ γῆ παρελεύσεται, λόγοι δὲ οἱ σοὶ οὐδόλως παρελεύσονται· διὸ προορώμενος τὸ μηδαμῶς σβεννύμενον πῦρ τῶν ἀτελευτήτων τε σκωλήκων τὸ σμῆνος, τὴν ἐξενηνεγμένην παρὰ σοῦ καταδίκην τοῖς πταίσασι, προσπίπτω σοι· σῶσόν με, Σωτῆρ μου.

Θεοτοκίον.
Ὑπερφυῶς συνέλαβες, παραδόξως ἐκύησας τὸν δημιουργὸν τῆς ἀνϑρωπίνης φύσεως, παρϑένος ἀμόλυντος ἐν ἀληϑείᾳ μένουσα, καὶ μητροπρεπῶς σοῦ ταῖς ἀχράντοις ἀγκάλαις κατέχουσα παιδίον, ὑπομάζιον βρέφος, ϑηλάζουσά τε τοῦτο, Μαρία Θεοτόκε.

ᾨδὴ ϑ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἵνα σου, Σῶτερ, τὸ σεπτὸν καὶ πανάγιον καὶ ἔνδοξον ὄνομα καὶ ἐπ᾽ ἐμοὶ δοξασϑῇ ἱλέῳ τότε πρόσσχες μοι ὄμματι ὅτε παρίσταμαι γυμνὸς πρὸ τοῦ κριτηρίου σου καὶ δοκιμάζονται ἐν πυρὶ τὰ ἐν τῷ βίῳ πραχϑέντα μοι.

Ὦ πῶς σου, δίκαιε κριτά, τὴν δικαίαν ἀπειλὴν ὑποστήσομαι ὁ ἀδιόρϑωτος, πῶς ὑπαντήσω, πῶς ἀτενίσω σοι, ποίοις ἐν ὄμμασι τὸ σὸν πρόσωπον ϑεάσομαι, ὃ βλέπειν τρέμουσι τῶν ἀγγέλων οἱ χοροὶ καὶ τὰ τάγματα;

Ἅρπασον, ὁ καλὸς ποιμήν, τὴν ψυχήν μου, τὸ σὸν πρόβατον, δέομαι, ἐκ λύκου στόματος, ὁ τὴν ἰδίαν ψυχὴν τιϑέμενος οἷα ποιμὴν ἀληϑινὸς ὑπερ τῶν προβάτων σου, γλυκύτατε Ἰησοῦ, καὶ εἰσάγαγε εἰς μάνδραν οὐράνιον.

Νεύματι σοῦ παντουργικῷ καὶ ῥοπῇ παντοδυνάμῳ, φιλάνϑρωπε, ὁ διεξάγων τὸ πᾶν καὶ κυβερνὼν καὶ λυσιτελῶς διοικῶν, τὴν παναϑλίαν μου ψυχὴν ὡς οἶδας ἐλέησον, ὡς ϑέλεις οἴκτειρον οἷς γινώσκεις, οἷς ἐπίστασαι κρίμασιν.

Νάμασι τῶν σῶν οἰκτιρμῶν τὴν καρδίαν μου πιάνας, ἀνάδειξον πηγὴν ἀέναον νάουσαν, Λόγε, νάματα δάκρυα, καὶ κατανύξεως κρουνοὺς ἀναβλύζειν ποίησον, ἵνα μὴ γένωμαι ἐνδεὴς μιᾶς σταγόνος ῥιφεὶς ἐν πυρί.

Ὅλον με κάϑαρον τῷ σῷ ϑείῳ φόβῳ καὶ ἀλλοίωσον, Δέσποτα, καλὴν ἀλλοίωσιν ἀπὸ κακίας εἰς ἀρετὴν ὁδηγῶν, ἡ ἀναλλοίωτος Θεοῦ δεξιὰ καὶ δύναμις, καὶ συναρίϑμησον σοῦ προβάτοις δεξιοῖς ἐν τῷ κρίνειν με.

Θεοτοκίον.
Ὕψιστον, εὔσπλαγχνον Θεὸν ἡ γεννήσασα, Παρϑένε πανύμνητε, ἀπὸ κοπρίας με τῶν ἀκαϑάρτων παϑῶν ἀνύψωσον, καὶ ἐν ἡμέρᾳ τῇ φρικτῇ τῆς ἀνταποδόσεως τὴν ταπεινήν μου ψυχὴν ἀκατάκριτον συντήρησον, Δέσποινα.