Navigation


 Δημοσιεύματα


 Go back to the forum

Προσευχή Ελληνικό Ορθόδοξο Φόρουμ   

Παρακλητικός Κανών εις τον Κύριον Ημών Σωτήραν τε και Θεόν Ιησούν Χριστόν

Γιώργος | Published Τρι Ιουν 04, 2019 10:15 am | 66 Αναγνώσεις

Παρακλητικός Κανών εις τον Κύριον Ημών Σωτήρα τε και Θεόν Ιησούν Χριστόν


Μετά τον ευλογητόν,το Κύριε εισάκουσον. Είτα το θεός Κύριος και το τροπάριον.
Ήχος Δ΄.Ο υψωθείς εν τω Σταυρώ

Ω  Ιησού μου πολυέλεε Σώτερ , εκδυσωπώ σε ταπεινώς , Ιησού μου, των εγκλημάτων  ρύσαί με και κάθαρον,  ψυχήν μου την τάλαιναν, μολυσμών ούσα πλήρη, και σώσον Πολυεύσπλαγχνε, του πύρός της Γεέννης , ινα θαρρουντεώς, Σώτερ Ιησού, δοξολογώ σε δοξάζων σωζόμενος .

                Δοξα Και νύν Θεοτόκιον . Ου σιωπήσωμεν…….
                 Ο  Ν. Και ο Κανών έχων Ακροστίχιδα
                 Ιησούν Χριστόν τον Θεόν σέβω.
                 Ωδή Α΄. ήχος πλ. Δ΄. Υγράν διοδεύσας .

Εις έκαστον τρπάριον λέγομεν < Δόξα σοι ο Θεός ήμων δόξα σοι, < τα δύο τελευταία < Δόξα, και νύν >.

Ιησού γλυκύτατε της εμής, ψυχής της δυστήνου σύ θεράπευσον, Ιησού, τραύματα δεινά, και αμαρτίας, ώ Ιησού, του σου δούλου εξάλειψον.

Ηθελον, γλυκύτατε Ιησού, κρουνοίς των δακρύων πλημμελήματα τά εμά, εκπλύναι, Χριστέ, αλλ’απατά με ο πονηρός, ού των δόλων με λύτρωσαι.  

Σύ Σωτερ του σύμπαντος, Ιησού, ρύσαι τον σόν δούλον εκ παγίδων του πονηρού, και ποίησον μέτοχον της δόξης, της Ουρανίου, Χριστέ μου γλυκύτατε.
   

 Θεοτοκίον.

Ολη, Κόρη, ούσα όλη καλή, όλη φαεσφόρος, Θεοφόρος τε και λαμπρά, λάμπρυνον τα όμματα ψηχής μου, και φωτοφόρον με όλον απέργασαι.
   
       Ωδή Γ. Σύ ει το στερέωμα..

Υπόδεξαι δέομαι, ώ Ιησού μου, τον δουλόν σου, και σωσόν με ωυω παθών και κινδύνων, και γεέννης απάλλαξον.

Νυν σώσον τον  δουλόν σου, ώ Ιησού μου γλυκήτατε, και της σκληράς καταδίκης αι, της εν κρίσει, Φιλάνθρωπε.

Χριστέ μου τον δουλόν σου, εν κατανύξει βοωντά σοι, νόσων δεινών και θλίψεως πάσης, Ιησού μου, διάσωσον

 

   Θεοτοκίον

Ρυσαί με τον άσωτον, μόνη Πανάχραντε,δέομαι,σαις μητρικαίς πρεσβείαις,κινδύνων και παντοίων κακώσεων.
                                 
  Ωδή  Δ. Εισακήκοα Κύριε.

Ιησού μου γλυκύτατε, πάθη τα δείνα μου θεράπευσον, και του δράκοντος  εξάρπασον των χειρών, Χριστέ μου, τον οικέτην σου.

Σύ Φιλάνθρωπε Κύριε, της απεγνωσμένης ψυχής μου πέφυκας, Ιησού μου απολύτρωσις, διοπάσης θλίψεως με λύτρωσαι.

Τον καιρόν ον μοι δέδωκας, Σώτερ Ιησού μου, κατεδαπάνησα, εις παράνομα, και δέομαι, ως Σωτήρ του κόσμου ανακάλεσαι.

 Θεοτόκιον    

Ολοφύρομαι,Πάναγνε, φέρων κατά νουν τα πολλά μου πταίσματα,διό δώρησαί μοι άφεσιν, δέομαι σου, Κόρη, ταις πρεσβείαις σου.

    Ωδή Ε. Φώτισον ημάς .

Νυν ολοσχερώς, Ιησού μου τον πανάθλιον, κατατυραννουσί με πάθη δεινά, κραυγάζω, Ιησού μου, σύ διάσωσον.

Των ασθενειών, Ιησού μου, σύ απάλλαξον, τον εν τη σκέπη σου προστρέχοντα, ώ Ιησού μου, και κινδύνων ελευθέρωσον.

Ουχ ημαρτέ ποτε, Ιησού, άλλος, εύσπλαγχνε,ως εγώ,Χριστέ μου, ο άθλιος διό σύ σωσόν και κολάσεως εξάρπασον.

Θεοτόκιον .

Νυν Ναούς Θεού, του εν σοί  Λόγου σκηνώσαντος, δείξον ευσπλάγχνως, ώ Παρθένε Αγνή , τους τη θερμή εγκυχωμένους προστασία Σου .

      Ωδή ΣΤ . Ιλάσθητι μοι Σωτήρ .

Θεράπευσον, Ιησού, ψυχής τα όμματα δέομαι, τυφλώττοντα του οικτρού ,Θεέ μου, και φώτισον θεία σου λαμπρότητι, ίνα ανυμνώ σε, Ιησού μου πολυέλεε.

Ελεησόν με, Σωτήρ, τον άσωτον και ταλαίπωρον, γλυκύτατε Ιησού , και ρύσαι κακώσες και νόσων τον δούλον σου, και των του Βελίαρ τεχνασμάτων με απάλλαξον.

Ο πάθεσι χαλεποίς, εγκυλινδούμενος πάντοτε, γλυκύτατε Ιησού, προς σε καταφεύων νυν, ζητώ την ανάρρωσιν. Σύ δε ,Ιησού μου, ως Σωτήρ αυτήν μοι δώρησαι .

    Θεοτόκιον  .

Νεκράν απέργασαι νυν, έτι ζώσαν, Πανάσπιλε,κακίαν μου, και ψυχής την νέκρωσιν ζώωσον, ως ζώης γεννήσασα, χορηγόν τον θείον, ίνα πόθω μεγαλύνω σε.

Διάσωσον από κινδύνων, γλυκύτατε Ιησού μου, τους υπό την θείαν σκέπην σου καταφεύγοντας, και δώρησαι αμαρτιών την συγγνώμην.

    Και Θεοτόκιον.  Αχραντε.
      Ο Ιερεύς μνημονεύει ειτα το Κοντάκιον Ηχος Β.

Γλυκύτατε Ιησού, ο τον Ασωτον σώσας, και την Πόρνην προσδεξάμενος, Ιησού μου και την Αιμόρρουν αφή ιασάμενος, καμέ, Ιησού μου, γλυκύτατε, τον άσωτον, οίκτειρον και ρύσαι εκ πάντων των βιωτικών πειρατηρίων και θλ’ιψεως, και σώσον, ευεργέτα Ιησού, ως φιλάνθρωπος..

       Είτα το ΠροκείμενονΗχος Δ .
              Εσημειώθη εφ’ ημας το φώς του προσώπου Σου Κύριε.
            Στίχος. Τι ανταποδώσωμεν τω Κυρίω περί πάντων ών απέδωκεν ημίν.


        Ευαγγέλιον .  Εκ του κατά Λουκάν  (Θ .51-57 )
Τω καιρώ εκείνω εγένετο εν τω συμπληρούσθαι τας ημέρας της αναλήψεως αυτού, και αυτός το πρόσωπον αυτού εστήριξε του πορεύεσθαι είς Ιερουσαλήμ .Και απέστειλεν αγγέλους πρό προσώπου αυτού, και πορευθέντες εισήλθον είς κώμην Σαμαρειτών, ώστε ετοιμάσαι αυτώ . Και ουκ εδέξαντο αυτόν, ότι το πρόσωπον αυτού ήν πορευόμενον είς Ιερουσαλήμ . Ιδόντες δε οι μαθηταί αυτού Ιάκωβος και Ιωάννης, είπον . Κύριε, είπωμεν πύρ καταβήναι από του ουρανού, αναλώσαι αυτούς, ως και Ηλίας εποίησε. Στραφείς δε, επετίμησεν αυτοίς, και είπεν . Ουκ οίδατε οίου πνευματός έστε υμείς, ο γαρ Υιός του ανθρώπου ουκ ήλθε ψυχάς ανθρώπων απολέσαι, αλλά  σώσαι. Και επορεύθησαν είς ετέραν κώμην. Εγένετο δε πορευομένων αυτών εν τη οδώ έλεγε τοις ακολουθούσιν αυτώ . Πάντα μοι παρεδόθη υπό του Πατρός μου και ουδείς γινώσκει τις έστιν ο Υιός, εί μη ο Πατήρ , και τις έστιν ο Πατήρ , εί  μη ο Υιός, και ώ εάν βούληται ο Υιός αποκαλύψαι.  Και σταφείς προς τους  Μαθητάς, κατ’ ιδίαν είπε. Μακάριοι οι οφθαλμοί οι βλέποντες ά βλέπετε, λέγω γάρ υμίν ότι πολλοί προφήται και βασιλείς ηθέλησαν ιδείν ά υμείς βλέπετε, και ούκ είδον και ακούσαι ά ακούετε, και ούκ ήκουσαν. Και διεπορεύετο κατά πολείς και κώμας διδάσκων, και πορείαν ποιούμενος είς Ιερουσαλημ.
                                 

 Δόξα.
 
Πάτερ Λόγε Πνεύμα, Τριάς ή έν Μονάδι εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νύν.

Ταις της Θεοτόκου πρεσβείαις ελεήμον εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

   Στίχος. Ελεησόν με ο Θεός. Και το πορόν προσομοιόν.
    Ηχος πλ. Β Όλην αποθέμενοι.

Ιησου γκυκύτατε, των Ορθοδόξων το κλέος, Ιησού μακρόθυμε, Ιησού μου, σωσόν με τον οικετην σου, Ιησού, ρύσαι με ασθενείας πάσης, Ιησου μου ωραιότατε, τον προσίοντα σοι, και προς σε, Σωτήρ καταφεύγοντα, και μόνος ως φιλάωθρωπος, της χειρός του δρακόντος με εξάρπασον, παθών και κινδύνων, Σωτήρ μου Ιησου ελευθερών, και τοις θεσμοίς σου προσέχειν μα, Ιησού, αξίωσον.

      Σώσον ο Θεός τον Λαόν Σου κ .λ .π
  Ωδή Ζ. Παίδες Εβραίων

Σώτερ του Κόσμου, Ιησού μου, τον αναίσθητον και άσωτον, οικτίρμον, κατοικτείρησον νυν και λύτροσαι γεένης, όπως αεί δοξάζω σε, Σωτήρα, Ιησιύ μου.

Εχων μυρίας αμαρτίας, ου τολμώ Ιησού μου, αναβλέψαι, και ιδείν Ουρανού το ύψος εκ του φόβου διο βοώ διάσωσον τον οικτρόν, ω Ιησού μου.

Βέβηλον νουν, ώ Ιησού μου, περιφέρων, θερμώς αναβοώ σοι της ψυχής μου, Χριστέ, τους μώλωπας καθάρας, εκ του βυθού με λύτρωσαι της κακίας, Ιησού μου.
Θεοτόκιον.

Ω Παναγία Θεοτόκε, Ιησουν τον γλυκύτατον τεκούσα, τους υμνούντας σε νυν, περίσωζαι λιταίς σου, εκ πάσης περιστάσεως, και κινδύνων αδοκήτων.

       Ωδή Η. Τον Βασιλέα..          

Σε Ιησού μου, εκδυσωπώ ως την Πόρνην, συ απήλλαξας πολλών εγκλημάτων, ούτως, Ιησού μου, κάθαρον την ψυχήν μου.

Εν ψυχοφθόροις περιπεσών, Ιησού μου ατοπίαις προς σε καταφεύγω εγειρόν με σώσον, γλυκύτατε Θεέ Μου.

Ρύσαι, Σώτερ τη του Σταυρού σου δυνάμει, τον προστρέχοντα προς σε τον Θεόν Λόγον, και αλόγων πάντων παθών απαλλαξόν με.
Θεοτόκιον  

Αχραντε Κόρη, λύσον δεσμόν των κακών μου, τη στοργή με συνδέουσα του Λόγου, του εκ σου τεχθέντος και σώσον με λιταίς σου.

             Ωδή Θ. Κυρίως Θεοτόκον..          

Φιλάνθρωπε, τον δούλον, τον υπερβεβηκότα, ταις ατοπίας Τελώνην και Άσωτον, σύ ως Θεός, Ιησού μου οικτίρμον, σύ σώσον με.

Ευωνύμου μοίρας, γλυκύτατε μου Σώτερ, τον σον οικέτην απάλλαξον δέομαι, και την σήν άφραστον δόξαν ιδείν αξίωσον.

Ιησού Σωτήρ μου, πάσης επηρείας δαιμονικής τον σον δούλον διάσωσον, και εκ παθών και κινδύνων με ελευθέρωσον,

 Θεοτόκιον.

Μεμολυσμένον όντα τον νούν μου, Παρθένε, ταις αμαρτίαις, σύ μόνη Αμόλυντε,εκλιπαρώ,αποκάθαρον νυν ταις πρεσβείαις σου.

  Το Άξιον έστι, και τα παρόντα Μεγαλυνάρια.

Ιησού γλυκύτατε Ιησού, Σωτήρ μου, της ψυχής μου τας χαλεπάς, ιάτρευσον νόσους, Θεέ μου, Ιησού μου, και σώσον Ιησού μου τον σοί προστρέχοντα.

Δέομαι γλυκύτατε Ιησού, δέξαι τον σον δούλον , υπεράγαθε Ιησού σώσον, μη παρίδης τον άσωτον, Θεέ μου, οικτίρμον Ιησού μου εύσπλαγχνε Κύριε.

Τους τετειχισμένους τω σω Σταυρώ, και εγκαυχωμένους τοις σοις Πάθεσιν, Ιησού, στήριξον εν πέτρα, Χριστέ ,των εντολών σου, και δώδον, Ιησού μου, ως υπεράγαθος.

Συ εί, Ιησού μου, ο φωτισμός, της οικτράς ψυχής μου, φώς του Κόσμου,’ω Ιησού, σύ λάμπρυνον ταύτην, τω θεαυγεί φωτί σου, και ρύσαι αιωνίου Χριστέ κολάσεως.

             Και Θεοτόκιον. Πάσαι των Αγγέλων Τρισάγιον.                      

Και το Τροπάριον Ηχος Β.

Την άχραντον Εικόνα σου προσκυνούμεν, Αγαθέ, αιτούμενοι συγχώρησιν των πταισμάτων ημών Χριστέ ο Θεός, βουλήσει γαρ ηυδόκησας, σαρκί ανελθείν εν τω Σταυρώ, ίνα ρύση ούς έπλασας εκ της δουλείας του εχθρού όθεν ευχαρίστως βοωμέν σοι Χαράς εκπλήρωσας τα πάντα ο Σωτήρ ημών, παραγενόμενος είς το σώσαι τον Κόσμον.

 Ητο παρόν, Ηχος Β'.

Ελκόμενόν σε,Κυριε,προς του πάθους του σταυρού,όρωντες προσκυνουμεν σου την άχραντον μορφή,Χριστε ό Θεός ήμων.Βουλήσει γαρ ήυδοκησας σαρκί παθείν υπέρ ημών,ίνα σώσης τον κόσμον σου έκ της δουλείας του έχθρού.Δόξα,τη εύσπλαχνια σου Σωτήρ δόξα,Πανάγαθε,τη μακρθυμία σου δόξα παμβασιλεύ,τη συγκαταβάσει σου.

   Ο Ίερεύς μνημονεύει το έθνος  

Σώσαι το σόν πλάσμα βουληθείς,της Οικονομίας το όντως μέγα  Μυστήριον,χαρίν έξεπλήρωσας,ώ Ίησού Αγαθέ,και τιμή εξηγόρασας τον σύμπαντα Κόσμον,Αίματος τιμίου σου,Χρίστε γλυκύτατε όθεν σου δεόμεθα πίστει,στηριξον ημάς Ίησού μου,εν ταις εντολαίς σου,Υπεράγαθε.

Ἦχος πλ. δ´.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι ᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἀμήν.


About the author