Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημων Δοσίθεο τον Υποτακτικό

Ποίημα Θεοτέκνης Μοναχής Αγιοστεφανίτισσης

†Εορτάζεται στις 13 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀκηλίδωτον Κυρίου οἰκέτην, καὶ ἀσθενοὺντῶν τὸν θερμὸν παραστάτην, τῆς εὐπειθείας πρότυπον, καὶ τέκνον λαμπρόν, ἅπαντες τιμήσωμεν, ἐν ὠδαῖς μελῳδοῦντες, Ὅσιον Δοσίθεον, τὸν νεόδρεπτον στάχυν· οὗτος γὰρ ἔχων χάριν πρὸς Θεόν, ἀεὶ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς· ἐν τοῖς Μεγαλυναρίοις.

Εἴς ἔκαστον τροπάριον λέγομεν Ὂσιε τοῦ Θεοῦ, πρέσβευε ὐπέρ ἡμῶν, τα δύο τελευταία Δόξα, και Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν ἀγαπήσας ἀπὸ ψυχῆς, τοὺς Αὐτῷ ταχθὲντας, ἰσοβίως διακονεῖν, ἐνίσχυσον Πάτερ ταῖς λιταῖς σου, καὶ εἰς τὴν «πρώτην ἀγάπην» ἐπίστρεψον.

Ἐλέους τὴν ἄβυσσον ἐγνωκώς, ἔλέησον πάντας, τοὺς προστρέχοντας εὐλαβῶς, Δοσίθεε θείᾳ σοὺ εἰκόνι, καὶ μετανοίας εἰς τρίβον ὁδήγησον.

Ο ἄδολον Πάτερ καὶ καθαράν, ἐσχηκὼς καρὸδίαν, ὦ Δοσίθες ἱερέ, ἐν ὥρᾳ εὐχῆς με περιφρούρει, καὶ λογισμῶν ἐναντίων με φρούρησον.

Θεοτοκίον.
Σὥσόν με Θεόνυμφε Μαριάμ, ἡ Χριστὸν τεκοῦσα, ἐκ πληθύος ἐμῶν κακῶν, καὶ τάλαιναν φώτισον ψυχήν μου, εἰς φλογερὰν τοῦ Υἱοῦ σου ἀγάπησιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δοκιμώτατος Πάτερ, ἐν μοναχοῖς δέδειξαι, πᾶσαν τοῦ προτέρου σοὺ βίου, λήθην ποιούμενος, διὸ στερρὲ ἀθλητά, καὶ μοναζόντων ἀλεῖπτα, εἰς ἀσκήσεις πνεύματος, δόκιμον δεῖξόν με.

Τοἷς νοσοῦσι δουλεύσας, ἐπιμελῶς Ὅσιε, τὴν κεκακωμένην ὑγείαν, σὺ ἐπανόρθωσον, καὶ δὸς ἐπίρρωσιν, ψυχῆς καὶ σώματος Πάτερ, μοναστῶν γὰρ πέφυκας, σκέπη καὶ στήριγμα.

Τοῦ Ὑψίστου τὴν Κρίσιν, εἰς νοῦν ἀεὶ θέμενος, ἄμεμπτος τὸν βίον διῆλθες, μάκαρ Δοσίθεε, διὸ κἀμοὶ ἱερέ, σύνεσιν δώρησαι Πάτερ, τοῖς Χριστοῦ ἐντάλμασι, καθυπακούειν με.

Θεοτοκίον.
Οὑρανόφρονα νόον, ὁ ἀμελὴς ὥλεσα, βίου πραγματείαις ποικίλαις, ὡς ἐμπλεκόμενος, ἀλλ᾽ οἰκτιρήσασα, ὦ Παναγία Παρθένε, μετανοίας πύλην μοι, τάχος διάνοιξον.

Διάσωσον, ἐκ τοῦ ἰδίου θελήματος μονοτρόπους, ὅτι Πάτερ μετὰ σπουδῆς πρὸς σὲ καταφεύγομεν, Δοσίθεε ὑπηκόων τὸ εὖχος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πυξὶς ἀκριβής, καὶ οἴαξ ἀσφαλέστατος, ἡ σὴ βιοτή, τυγχάνει τοῖς μονάζουσι, τοῖς θερμῶς βοῶσί σοι· θεοφόρε Δοσίθεε πρόφθασον, καὶ ἐκ σκοπέλων λύτρωσαι ἡμᾶς, ἰδίου φρονήματος πανόλβιε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νέος ὢν παμμακάριστε, πάντας τοὺς πατέρας σὺ ὑπερβέβηκας, καὶ εἰς μέγα ὕψος ἔφθασας, ἀκριβεῖ τηρήσει τῆς ἀσκήσεως.

Στήριξόν μὲ Δοσίθεε, τρίβον τὴν εὐθεῖαν ἀεὶ βαδίζειν με, καὶ τὴν λύπην διασκέδασον, τῶν πικρῶν βελῶν τοῦ πολεμήτορος.

Θανατώσας Δοσίθεε, πᾶσαν τὴν τοῦ σώματος ἡδυπάθειαν, νῦν κἀμὲ σοφὲ ἐνίσχυσον, τοῦ ἀεὶ σταυροῦσθαι, ὡς ὑπέσχημαι.

Θεοτοκίον.
Ἐπιβλέψασα Πάναγνε, ἐπὶ τῇ ψυχῇ μου ἱλέῳ ὄμματι, κατοικτίρησον καὶ δώρησαι, λογισμῶν εἰρήνην καὶ ταπείνωσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νεύρωσον ἡμᾶς, εἰς ἀγῶνας θείους Ὅσιε, ὁ δουλώσας τὸ σὸν σῶμα σθεναρῶς, καὶ σαυτὸν ὑπωπιάσας ὧς πανάριστος.

Ὀμβρισον ἡμᾶς, μετανοίας θείοις νάμασι, καὶ τῇ στοργῇ σοὺ Πάτερ τῇ πατρικῇ, πάντα ῥύπον ἐκ καρδίας μου ἐξάλειψον.

Σῶσόν με παθῶν, ἱερώτατε Δοσίθεε, ὁ ὀδύνας ἀνυποίστους ἐνεγκών, καὶ νοσοῦσι συμπαθῶν ὡς λίαν εὔσπλαγχνος.

Θεοτοκίον.
Δόσις καθαρά, τῷ Δεσπότῃ προσενήνεξαι, Παναγία Ἀειπάρθενε Ἀγνή, ἀκροθίνιον λαμπρὸν πάσης τῆς Κτίσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὀμόνοιαν, σοῖς ἱκέταις δώρησαι, μεσιτείᾳ σοὺ Δοσίθεε θεῖε, ὡς παρεστὼς τῷ ἀδύτῳ Ἡλίω, καὶ ἀγαθότητος πέλων ἀνάπλεως, αὐγάζων θείαις ἀρεταῖς, ὀρθοδόξων τὴν ποίμνην πανάριστε.

Στομώσας, συμμοναστῶν τὴν φάλαγγα, τῇ ὁσίᾳ τελευτῇ σοὺ Θεόφρον, τὸν ἐν πολλαῖς ἁμαρτίαις με ὄντα, καὶ τὸν τὴν Κρίσιν Θεοῦ οὐ πτοούμενον, κωλύσειάς μὲ ἀθλητά, τοῦ τολμᾶν κρίνειν βίον ἀλλότριον.

Σκανδάλων, παντοδαπῶν τε θλίψεων, τῶν κυκλούντων με ἐκλύτρωσαι Πάτερ, ὅτι ἀεὶ πολεμεῖ ὁ πανοῦργος, τοῦ ἀποσπάσαι ζυγοῦ σωτηρίου με· σὺ οὖν Δοσίθεε σοφέ, ἀρωγὸς ἐν ἀγῶσι παράστηθι.

Θεοτοκίον.
Ταγμάτων, τῶν οὐρανίων Δέσποιναν, καὶ ἁπάντῶν μοναστῶν Προεστῶσαν, νυμφοστολοῦσαν ψυχὰς ἐναρέτους, καὶ Οὐρανίῳ Νυμφίῳ συνδέουσαν, γινώσκομέν σε Μαριάμ, θεοπόθητε Κόρη Πανύμνητε.

Διάσωσον, ἐκ τοῦ ἰδίου θελήματος μονοτρόπους, ὅτι Πάτερ μετὰ σπουδῆς πρὸς σὲ καταφεύγομεν, Δοσίθεε ὑπηκόων τὸ εὖχος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἰτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασῖα τῶν Χριστιανῶν.
Ὡς ἀλείπτης ἀζύγων Δοσίθεε πάνσοφος, καὶ ἐρήμου τῆς Γάζης φρουρὸς ὁ ἀκοίμητος, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν πρεσβεύων τῷ Χριστῷ, ἀλλὰ πρόσδραμε ὧς συμπαθής, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν θερμῶς ἐκβοώντων σοι· βλέψον ἐν εὐμενείᾳ, καὶ χάρισαι ὀρθοδόξοις, βίῳ παντὶ ὁμονοεῖν, καὶ σωτήρια ἐργάζεσθαι.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέξσχϑξ μοι,
Στίχος. Καὶ ἔστησεν ὃπὶ πέτραν τοὺς πόδας μοὺ Καὶ
κατηύθυνε τὰ διαβήματά μου.

Ευαγγέλιον, ᾿Εκ τοῦ κατὰ Μᾶρκον (Κεφ. η΄, 34-38, κεφ. θ’, 1).
ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὅς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κλῆσιν τοῦ Παντάνακτος, δεχθεὶς ἐν ὅλῃ καρδίᾳ, βίον τὸν ἰσάγγελον, ἀληθῶς Δοσίθεε, πεπολίτευσαι· θεῖον γὰρ Δωρόθεον, ἔχων ὡς ἀλείπτην, ὑπηκόων εὖχος γέγονας, καὶ ὑπερβέβηκας, βέλη τῶν δαιμόνων τὰ πύρινα, ἀσπίδι θείᾳ χρώμενος, πίστιν καθαράν, τῷ προστάττοντι· ἔνθα ἐξαγγέλλῶν, νοός τε καὶ καρδίας λογισμούς, εἰς τελειότητα ἒφθασας, πάτερ ἀξιάγαστε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Παῖδες ᾿Εβραίων.
Τήρησον Πάτερ σοὺς ἱκέτας, ἀπειράστους βελῶν τοῦ πολεμίου, καὶ παράσχου ἡμῖν, τοῖς πόθῳ σε τιμῶσιν, ἀγάπην ἀνυπόκριτον, καὶ ἁπλότητα καρδίας.

Ἒχοιμι Ὅσιε προστάτην, συνεργοῦντά μοι ἐν πάσῃ περιστάσει, ἐν δὲ τῇ φοβερᾷ, ἡμέρᾳ τοῦ θανάτου, ἰδοίην σε λυτρούμενον, ὄϊς χειρῶν τοῦ ἀντιδίκου.

Ῥύποις πολλῶν ἁμαρτημάτων, τὴν καρδίαν μοὺ ἐρρύπωσα θεόφρον, καὶ διάγω ἀεί, ἐν βίῳ ἀμονάχῳ, ἀλλ᾽ οἰκτιρήσας Ἅγιε, δός μοι χρόνον μετανοίας.

Θεοτοκίον.
Σὺ κιβωτὸς τῆς σωτηρίας, ἀναδέδειξαι Παρθένε Θεοτόκε, λυχνία παμφαής, καὶ μανναδόχος στάμνος, ἡ τροφοδότην Κύριον, ἐν σαρκὶ ἀποτεκοῦσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐταπεινῴθης, ἕως ἐσχάτων τρισμάκαρ, λογιζόμενος σκύβαλα πάντα, ἐκζητῶν κατέχειν, τὸν θεῖον Μαργαρίτην.

Ο ξενιτεύσας, διὰ Χριστὸν εἰς Ἔῴαν, λογισμῷ ἐν στερρῷ θεοφόρε, ἄτρωτόν με τήρει, δεσμῶν φιλοκοσμίας.

Ἐξ ἀμελείας, τῶν λογισμῶν αἱ νιφάδες, ὥσπερ μέλισσαι κηρίον κυκλοῦσιν, ἀλλὰ σύ με ῥῦσαι, Δοσίθεε λιταῖς σου.

Θεοτοκίον.
Τὧν σταυρωθέντα, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς, ἵκετεύουσα Πάναγνε Κόρη, ὅπως ἐκ βασάνων, ῥυσθῶμεν αἰωνίων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κακώσεως δαιμόνων, καὶ οἰκτρᾶς ἀπάτης, τοῦ δυσμενοῦς ἡμᾶς Πάτερ διάσωσον, ἵνα δοξάἕωμεν πάντες, τὴν θείαν σκέπην σου.

Ναὸς εἰλικρινείας, ἔφυ σὴ καρδία, ἀξιοθαύμαστε Πάτερ Δοσίθεε, τῷ βασιλεῖ Ἀληθείας λίβανον πέμπουσα.

Ἡμέρας εὐδοκίας, δὸς τοῖς κοινοβίοις, τοῖς ὀρθοδόξοις Δοσίθεε πάνσεμνε, ἵνα λαὸν τοῦ Κυρίου, ἀεὶ στηρίζωσι.

Θεοτοκίον.
Συνοῦσα τῷ Υἱῷ σου, θώκῳ οὐρανίῳ, ἐν δεξιᾷ καθημένη Πανάχραντε, τῆς εὐωνύμου μερίδος, δούλους σοῦ λύτρωσαι.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Θραῦσον φιλαυτίας σκληρὸν δεσμόν, Δοσίθεε μάκαρ, διὰ ξίφους τῶν σῶν λιτῶν, καὶ παράσχου χάριν, βαθείας μετανοίας, τοῖς ἐπικαλουμένοιῖς, σοῦ τὴν ἀντίληψιν.

Εὑπειθὴς καὶ πρᾷος καὶ ταπεινός, ἔμεινας τρισμάκαρ, καὶ ἁπλούστατος τῇ ψυχῇ, ὅθεν τῶν δαιμόνων, διῆλθες τὰς παγίδας, ἐχθρῶν ἐξ ἀοράτων, σῴζων ἱκέτας σου.

Ὂλῃ τῇ καρδίᾳ ἐκδυσωπῷ, νέφη τῆς κακίας, καὶ τὰς νόσους τὰς φοβεράς, τάχος ἀπελάσαι, Δοσίθεε θεόφρον, ἀπὸ τῶν προσκυνούντων, θείαν εἰκόνα σου.

Τεῖχος καὶ ὀχύρωμα σὺ γενοῦ, Δοσίθεε Πάτερ, Ὀρθοδόξου Μοναχισμοῦ, τοῦ ἐν ἐπιγνώσει, ἐν ἔτεσιν ἐσχάτοις, τὸν σταυροφόρον βίον, καρποφορήσαντος.

Εἴσελθε Κυρίου εἰς τὴν χαράν, Δοσίθεε μάκαρ, καταξίωσον καὶ ἡμᾶς, ἐν καιρῷ ἐξόδου, παρὰ Χριστοῦ ἀκοῦσαι, καὶ ἐν τῷ Παραδείσῳ, σὺν σοὶ εὐφραίνεσθαι.

Κἤρυξ τῆς γνησίας ὑποταγῆς, τὸν Χριστὸν δυσώπει, Δωροθέῳ σὺν τῷ κλεινῷ, καὶ Βαρσανουφίῳ, Μεγάλῳ τῷ πανσόφῳ, Δοσίθεε ἐκ πλάνης, πάντας ἐκρύσασθαι.

Ναόν σου πλουτοῦσαν σεπτὴν Μονήν, φύλαττε καὶ σκέπε, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ παθῶν χρονίων, τοὺς ταύτῃ προσιόντας, ὑσσώπῳ πρεσβειῶν σου, σὺ ἐλευθέρωσον.

Ἡμᾶς τοὺς προσπίπτοντας εὐλαβῶς, Δοσίθεε πάτερ, τῇ εἰκόνι σοῦ τῇ σεπτῇ, φύλαττε
ἀτρώτους, βελῶν ἐξ ἐναντίων, ἵνα ἐν ὁμονοίᾳ πολιτευώμεθα.

Τῆς ὑπακοῆς τὸν ὑπογραμμόν, δοῦλον τοῦ Δεσπότου, μοναζόντων κλέος λαμπρόν, Δοσίθεον τὸν πᾶσαν, ταπείνωσιν δεχθέντα, ὁσίως καὶ δικαίως, ὕμνοις τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος γ΄. Θείας πίστεως.
Δόσιν ἔνθεον καταπλουτήσας, δόσις ἄμωμος Θεῷ προσήχθης, φερωνύμως θεόφρον Δοσίθεε· ὑποταγεὶς γὰρ τοῖς θείοις ἐντάλμασιν, ὑπακοῆς χαρακτὴρ ἀναδέδειξαι. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ὃτε ἐκ τοῦ κόσμου τοῦ φθαρτοῦ, ὥριμον ὡς στάχυν θεόφρον, Θεός σε ἔδρεψεν, ἄσπιλον τηρήσαντα, Σχῆμα τὸ Ἅγιον, καὶ Ἀγγέλων τὰ τάγματα, ῷδαῖς οὐρανίοις, σοῦ τὴν θείαν κοίμησιν, ἐνθέως ἔψαλλον, θρόνῳ τοῦ Χριστοῦ, ὡς παρέστης, χαίρων ἀνεβόας· «ὧς μέγα, τῆς ὑποταγῆς τὸ ἀνταπόδομα!».

Πάντας τοὺς ἐλπίζοντας εἰς σέ, καὶ ἐξαιτουμένοὺς ἐν πίστει, σοῦ τὴν ἁγίαν εὐχήν, φύλαττε Δοσίθεε ἀξιοθαύμαστε, ἀπὸ πάσης συνθλίψεως, ἐχθρῶν ἀοράτων, καὶ ἐκ νόσων λύτρωσαι, ψυχῆς καὶ σώματος, ὅπως σε πλουτοῦντες ἀλείπτην, φθάσῶμεν αἰσίως εἰς τόπον, τῆς αἰωνιζούσης καταπαύσεῶς.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Λογισμούς, Δοσίθεε, ἀγάθυνόν μου,
Θεοτέκνη κράζει σοι ἐν ἐπιγνώσει.

Πηγή