Παρακλητικός Κανών εις τον Όσιον Δαβίδ τον εν Θεσσαλονίκη

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 26 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ο ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ἀγγελικῶς ἐπὶ τῆς γῆς βιοτεύσας, Ἀγγελικῆς κατηξιώθης εὐκλείας, καὶ τοῦ φωτὸς τοῦ θείου πλήρης γέγονας· ὅθεν πάσης λύτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ παντοίων θλίψεων, τοὺς πιστῶς προσιόντας, τῇ σῇ πρεσβείᾳ ὅσιε Δαβίδ, ὡς παῤῥησίαν, πλουτήσας πρὸς Κύριον.

Δόξα.
Ὅμοιον.

Θεσσαλονίκη ἡ περίβλεπτος πόλις, τῇ σῇ ἀσκήσει τῇ ἁγίᾳ καυχᾶται, καὶ σὲ μεσίτην ἔχουσα πρὸς Κύριον, θείας ἀγαθότητος, δαψιλῶς ἀξιοῦται, Πάτερ τῇ πρεσβεῖᾳ σου, καὶ θερμὴ ἀντιλήψει· ἀλλὰ Δαβὶδ μὴ παύσῃ εὐλογῶν, τοὺς τῷ ἁγίῳ ναῷ σου προστρέχοντας.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Σὴν ἀρωγὴν Δαβίδ ἡμῖν δίδου. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στενὴν διανύσας Πάτερ ὁδόν, στενώσεως πάσης, τῶν ἐν βίῳ δυσχερειῶν, Δαβὶδ πλατυσμῷ τῶν πρεσβειῶν σου, ῥῦσαι ἡμᾶς τοὺς τιμῶντάς σε Ὅσιε.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, διάλυσον Πάτερ, τῶν παθῶν μου τὸν σκοτασμόν, καὶ λάμψον μου φέγγος εὐφροσύνης, τῇ φωτοφόρῳ πρεσβείᾳ σου Ὅσιε.

Ναμάτων ἀΰλων ἐπιῤῥοὰς ἐπόμβρησον Πάτερ, τοῖς ἐν ἄνθραξι τῶν παθῶν, δεινῶς θλιβομένοις θεοφόρε, ὡς πρεσβευτὴς ἡμῶν μέγας πρὸς Κύριον.

Θεοτοκίον.
Ἁγνείας θησαύρισμα παμφαές, ἁγνόν με συντήρει, καὶ καρδία τε καὶ νοῒ καὶ πάσῃ αἰσθήσει Θεοτόκε, καὶ τῷ φωτὶ τῆς σῆς δόξης με λάμπρυνον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥώμην ἄνωθεν δίδου καὶ ἀληθῆ δύναμιν, τοῦ πατεῖν ἀεὶ τοῦ δολίου, τὰ μηχανήματα, Δαβὶδ μακάριε, καὶ φωτισμὸν καὶ εἰρήνην, τοῖς θερμῶς προστρέχουσι, τῇ ἀντιλήψει σου.

Ὡς ἐν δένδρῳ διῆλθες, τὴν σὴν ζωὴν Ὅσιε, οὕτω καρποφόρον με δένδρον, Πάτερ ἀνάδειξον, βίου σεμνότητος, τῇ μυστικῇ γεωργίᾳ, τῆς ἐπιστασίας σου, Δαβὶδ μακάριε.

Γέρας ἅγιον Πάτερ, ὡς ἀληθῶς κέκτηται, ἡ Θεσσαλονίκη τὸν τόπον, τῆς σῆς ἀσκήσεως, ἔνθα προστρέχοντες, οἱ εὐσεβεῖς καθ’ ἑκάστην, ἐξ αὐτοῦ λαμβάνουσι, χάριν καὶ ἔλεος.

Θεοτοκίον.
Ἡ περίδοξος πόλις, καὶ λογικὴ Δέσποινα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, σκεῦος με εὔχρηστον, τῆς θεϊκῆς ἐπιπνοίας, βίου καθαρότητι, δεῖξον καὶ σῶσόν με.

Διάσωσον, Δαβὶδ παμμάκαρ παντοίων πειρατηρίων, ἱκεσία τῇ ἐκτενεῖ σου πρὸς Κύριον, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν, ἐν πάσαις περιστάσεσι, Δαβὶδ θαυμαστέ, καὶ ἀντιλήπτωρ φάνηθι, ἐπερχομένων θλίψεων, καὶ ἀπαύστως Χριστόν, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα μακάριε, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, καὶ ἐκδεχομένους τὴν πρεσβείαν σου.

Δωρεῶν τῶν τοῦ Πνεύματος, σκεῦος πολυτίμητον ὤφθης Ἅγιε, δωρεὰν ὅθεν πρυτάνευσον, Πάτερ τοῖς αἰτοῦσι τὰ αἰτήματα.

Ἁγιάζει ἑκάστοτε, Πάτερ τῇ ἀΰλῳ ἐπιφοιτήσει σου, ὁ ναός σου ὁ πανάγιος, τῶν πιστῶς φοιτώντων τὰ νοήματα.

Θεοτοκίον.
Βασιλέα τῆς κτίσεως, Κόρη ἀποῤῥήτως σαρκὶ κυήσασα, βασιλεύειν με ἐνίσχυσον, κατὰ τῶν παθῶν τῶν τοῦ αλλάστορος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, πατρικῷ σου Πάτερ ὄμματι, τοὺς φοιτῶντας τῷ ἁγίῳ σου ναῷ καὶ ἑκάστῳ τούτων δίδου ὧν ἂν δέηται.

Δόξης κοινωνός, αἰωνίου πέλων Ὅσιε, λύτρωσαί με ὦ Δαβὶδ θαυματουργέ, ἀδοξίας χαλεπῆς παθῶν τοῦ χείρονος.

Ἤθροισται λαός, τῷ ναῷ σου Δαβὶδ ὅσιε, ὧν προσδέχου τὰς δεήσεις τὰς θερμάς, καὶ παράσχου τούτοις Πάτερ χάριν ἄφθονον.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, συνοχῆς με ἀπολύτρωσαι δεινῆς, καὶ τὸν νοῦν μου, θείῳ φόβῳ καταλάμπρυνον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχέω.
Ἰάσεις, ὡς πάλαι Πάτερ ἐτέλεις, ἐνεργείᾳ Παρακλήτου τῇ θείᾳ, οὕτω καὶ νῦν ταχινῆς θεραπείας, τοὺς χαλεπῶς τρυχομένους ἀξίωσον, Δαβὶδ ὁσίων καλλονή, ὡς θεράπων Θεοῦ ἐνθεώτατος.

Νεκρώσας, ἀπὸ νεότητος Πάτερ, τῆς σαρκός σου τὰ φρονήματα πάντα, τῇ ζωηφόρῳ ἐν σοὶ ἐνεργείᾳ, τὰ τῆς σαρκὸς ἡμῶν πάθη θανάτωσον, καὶ πρὸς ζωὴν τὴν ἀληθῆ, τὰς ἐφέσεις ἡμῶν καθοδήγησον.

Δαιμόνων, ἀποδιώκων τὴν λύμην, τοὺς τῇ μάστιγι αὐτῶν θλιβομένους, τῇ πρὸς Χριστὸν θεραπεύεις πρεσβείᾳ, καὶ τοῖς τυφλοῖς τὸ ὁρᾶν Πάτερ δέδωκας, ἀλλ’ ὦ Δαβὶδ θαυματουργέ, καὶ ἡμῖν ἀεὶ δίδου τὴν χάριν σου.

Θεοτοκίον.
Ἰλύος, τῶν ἐν τῷ κόσμῳ φροντίδων, καὶ ματαίων μεριμνῶν Θεοτόκε, καὶ πολλαπλῶν ἐννοιῶν χαμαιζήλων, τούτων ἀπάντων τὸν νοῦν μου ἀνύψωσον, καὶ πολιτεύεσθαι σεμνῶς, ἐν φρονήσει με Κόρη ἐνίσχυσον.

Διάσωσον, Δαβὶδ παμμάκαρ παντοίων πειρατηρίων, ἱκεσία τῇ ἐκτενεῖ σου πρὸς Κύριον, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Φωτὸς τοῦ Θείου πλησθείς, πάτερ Ὅσιε, παθῶν τὸν ζόφον φωτὶ τῆς σῆς χάριτος, σκεδάζεις καὶ νέμεις ἑκάστοτε, χαρὰν καὶ ῥῶσιν ψυχῆς τε καὶ σώματος, Δαβὶδ τοῖς πιστῶς προσιοῦσί σοι.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄. 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῖς Μαθηταίς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄγγελος ἐν σώματι, τῇ οὐρανίῳ ζωῇ σου, Πάτερ ἀναδέδειξαι, καὶ δοχεῖον ἔμψυχον θείας χάριτος, καὶ ἀεὶ Ὅσιε, νέμεις τοῖς αἰτοῦσι, σωτηρίας τὰ δωρήματα, λύσιν καὶ ἴασιν, πάσης χαλεπῆς περιστάσεως, καὶ νόσου παρεχόμενος, τοῖς εἰλικρινῶς προσιοῦσί σοι· ὅθεν σοὶ βοῶμεν· μὴ παύσῃ περιέπειν πατρικῶς, καὶ κατευθύνειν πρὸς Κύριον, τοὺς σὲ μακαρίζοντας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δαιμονῶντα ὡς πάλαι, νεανίαν ἰάσω Πάτερ τῷ λόγῳ σου· οὕτω καὶ νῦν ἁπάσῃς, δαιμονικῆς ἀπάτης, καὶ μανίας ἀπάλλαξον, τῶν εὐσεβῶν τὰς ψυχάς, Δαβὶδ θαυματοφόρε.

Ὁ τὸ ἄδυτον φέγγος τῇ ψυχῆ σου πλουτήσας βίου λαμπρότητι, καὶ δούς τὸ βλέπειν αὖθις, Δαβὶδ τῇ τυφλωθείσῃ, οὕτω φώτισον δέομαι, τοὺς νοεροὺς ὀφθαλμούς, ἡμῶν φωτὶ ἀύλῳ.

Ὑπηρέτην σὲ θεῖον, τοῦ Σωτῆρος ὡς οἶδεν ὁ εὐσεβὴς βασιλεὺς ἐξέστη ἐν τῷ πλούτῳ τῶν θείων σου χαρίτων· ἐξ ὧν δίδου ἑκάστοτε, ἡμῖν τοῖς τέκνοις τοῖς σοῖς, ῥανίδα θεοφόρε.

Θεοτοκίον.
Γαληνῶς διανύειν, τὴν ζωήν μου Παρθένε τῇ προστασίᾳ σου, ἀξίωσόν με Κόρη, καὶ φέγγει μετανοίας, ἀπροσκόπτως πορεύεσθαι, ενίσχυσόν με Ἁγνή, ὁδὸν τὴν πρὸς τὰ ἄνω.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἐν ταῖς χερσί σου, ἄνθρακας φέρων ἀφλέκτως, φλέξον Ὅσιε ὡς ὕλην μοχθηρίας, πᾶσαν τοῦ βελίαρ, τὴν καθ’ ἡμῶν μανίαν.

Ῥάβδῳ ἁγία, τῆς προστασίας σου Πάτερ, καθοδήγησον πρὸς τρίβον σωτηρίας, Θεσσαλονικέων, τὰς εὐσεβεῖς χορείας.

Ἀγαλλιάται, Θεσσαλονίκη ἡ πόλις, τῇ σῇ χάριτι Δαβὶδ θαυματοφόρε, ἣν ἁπαύστως σκέπε, δεινῶν ἐπερχομένων.

Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ σου πρεσβείᾳ, τὴν τοῦ δράκοντος ὀλεθροτόκον πλάνην, τὴν καθοδηγοῦσαν, πρὸς βόθρον ἀπωλείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλέωσαι παμμάκαρ, ἡμῖν τὸν Σωτῆρα, ὡς ἂν πταισμάτων συγχώρησιν εὕρωμεν, καὶ βασιλείας τῆς ἄνω θείαν ἀπόλαυσιν.

Μεγίστων σου ἐπάθλων, Πάτερ ταῖς ἀκτῖσι, λαμπρυνομένη ἡ πόλις σου Ὅσιε, Θεσσαλονίκη προστρέχει, ἀεὶ τῇ σκέπῃ σου.

Ὁ μέγας ἐν Ὁσίοις, Δαβὶδ θεοφόρε, Θεσσαλονίκης ὁ στῦλος ὁ πάμφωτος, φῶς σωτηρίας ἀνάτειλον ἐν τῇ πόλει σου.

Θεοτοκίον.
Ὑμνοῦμεν Θεοτόκε, τὰ σὰ μεγαλεία, καὶ σὺν Ἀγγέλῳ βοῶμεν τὰ χαῖρέ σοι· γὰρ ἐπήγασας πᾶσι, τὴν ἀγαλλίασιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ἀγγέλων ὁ μιμητής, Δαβὶδ θεοφόρε, θείου ἔρωτος θησαυρός· σὺ γὰρ τὸν Σωτῆρα, ἐκ βρέφους ἀγαπήσας, αὑτῷ ἀπὸ νεότητος ἠκολούθησας.

Ἔρωτι πτερούμενος θεϊκῷ, ἀνῆλθες ἐν δένδρῳ,  ὥσπερ ἄσαρκος ἀληθῶς, καὶ πτηνῶν τὸν βίον, ἀνύσας θεοφόρε, πλουσίας ἠξιώθης, ἄνωθεν χάριτος.

Ἄγγελος ὡράθης μετὰ σαρκός, εὐπρεπὴς τῷ εἴδει, καὶ τοῖς τρόποις θεοειδής· ὅθεν βασιλέων, ἐξέπληξας τὰς φρένας, Δαβὶδ τῇ σῇ δοθείσῃ, πλουσία χάριτι.

Τῇ σῇ πολιτείᾳ τῇ θαυμαστῇ, ἡ Θεσσαλονίκη, ἡγιάσθη πάτερ Δαβίδ· ὅθεν καὶ προστρέχει, ἀεὶ τῇ σῇ πρεσβείᾳ, ὡς ἂν ἀπροσδοκήτων ῥύηται θλίψεων.

Τοὺς ἐν εὐλαβείᾳ πάτερ Δαβίδ, ἀεὶ προσιόντας, τῷ ναῷ σου τῷ ἱερῷ, ῥύου πάσης βλάβης, καὶ πάσης ἐπηρείας, καὶ δίδου τὴν ὑγίειαν, ψυχῆς καὶ σώματος.

Μετὰ Δημητρίου τοῦ εὐκλεοῦς, θείου Γρηγορίου, καὶ θεόφρονος Θεωνᾶ, Νέστορος τε ἄμα, ὁσίας Θεοδώρας ὑπὲρ ἡμῶν δυσώπει, Δαβὶδ τὸν Κύριον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὃν τῇ ἰσαγγέλῳ ζωῇ σου, Πάτερ ἐδόξασας, πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν ἐκτενῶς, ἵνα πάσης ῥυώμεθα, ὀργῆς καὶ ἀνάγκης, καὶ παντοίων θλίψεων, καὶ περιστάσεων· πίστει γὰρ τῇ σῇ προστασίᾳ, ὅσιε Δαβὶδ προσιόντες, τῆς σῆς πατρικῆς εὐνοίας τύχοιμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δαβὶδ τήνδε δέησιν ὑψόθεν δέξαι.
Ἣν σοι Γεράσιμος ἐνήνοχεν ἤδη.