Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Καλλιόπη

Ποίημα Μοναχής Φιλαρέτης

†Εορτάζεται στις 8 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Χαριτωθεῖσα ἐκ νεότητος μάρτυς, καὶ πτερωθεῖσα θείῳ ἔρωτι ὄντως, τοῦ κόσμου τὰ ἐπίκηρα κατέλιπες στεῤῥῶς· τὴν ὁδὸν ἀνύσασα, τοῦ λαμπροῦ μαρτυρίου, Καλλιόπη πάνσεμνε διὸ πόθῳ νῦν πάντες, τὴν εὐκλεῆ σου μνήμην εὐλαβῶς, ἐπιτελοῦντες Χριστὸν μεγαλύνομεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὐ ἡ Ἀκροστιχὶς·
Καλλιόπη, ἡμᾶς σῷζε.

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Καλλιόπη ὡς νύμφη τοῦ Λυτρωτοῦ, ἀπαύστως δυσῶπει, τοῦ δοθῆναί μοι φωτισμόν, καὶ ἐξ ὕφους ὅπως μέλψω, τὰ ἱερὰ καὶ στεῤῥά σοῦ παλαίσματα.

Ἀνέτειλας ἥλιος νοητός, διώκουσα πόῤῥω, τῶν εἰδώλων τὸν σκοτασμόν, Καλλιόπη φωτὶ ὁμολογίας, καὶ μαρτυρίου τῷ φέγγει καλλίνικε.

Λαμπρύνας ψυχῆς σου τὸ ὀπτικόν, Χριστοῦ τῇ δυνάμει, κατεπάλαισας τὸν ἐχθρόν, Καλλιόπη ἐξ οὗ λύτρωσαι πάντας, τοὺς καταφεύγοντας πόθῳ τῇ σκέπῃ σου.

Θεοτοκίον.
Φωτί σου καταύγασον Μαριάμ, ψυχὰς καὶ καρδίας, τῶν τιμώντων σε ὡς Θεοῦ, Μητέρα ἀκήρατον καὶ δίδου, τῶν χαλεπῶν πειρασμῶν ἀπολύτρωσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λυτρωθῆναι κινδύνων, καὶ τῶν δεινῶν περιστάσεων, πρέσβευε σεμνὴ ἀθληφόρε, τοὺς προσιόντας σοι, τῇ μεσιτείᾳ σου, τῇ ἱερᾷ καὶ φωσφόρῳ, Καλλιόπη ἔνδοξε, ἀξιοθαύμαστε.

Ἱκετεύουσα μάρτυς, τὸν Πανοικτίρμονα Κύριον, ὅνπερ ἀνεκήρυξας πόθῳ, καὶ ἐμεγάλυνας, μὴ διαλίπῃς ἀεί, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, ἵνα τῶν συμπτώσεων, ῥυσθῶμεν ἅπαντες.

Νίκης στέφος ἐδέξω, παρὰ Χριστοῦ τοῦ Νυμφίου σου, Καλλιόπη πόνους καὶ θλίψεις, καθυπομείνασα, ὑπὲρ τῆς δόξης αὐτοῦ ὃν ἐκδυσώπει ῥυσθῆναι, χαλεπῆς κολάσεως, ὥρα τῆς Κρίσεως.

Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν δίδου, τῶν ἐγκλημάτων Πανάμωμε, τοῖς πιστῶς ἀεὶ προσκυνοῦσι, Τόκον σου ἄφθορον, λυτροῦσαι ἐκ πειρασμῶν, καὶ τῆς δαιμόνων μανίας, ὡς ἔμψυχον σκήνωμα, τοῦ Παντοκράτορος.

Διάσωσον, παρθενομάρτυς Κυρίου ὦ Καλλιόπη, τοὺς σοὺς οἰκέτας κινδύνων καὶ θλίψεων, παρέχουσα χάριν τῶν ἰαμάτων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, επὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν πλουτοῦντες καταφύγιον, καὶ ὅρμον σεπτόν, γαλήνιον καὶ ἄκλυστον ἐν ταῖς λύπαις σὲ ἔχομεν· Καλλιόπη πολύαθλε θαυμαστή, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, μὴ παύουσα παρέχειν τὴν χάριν σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱεροῖς μελῳδήμασιν, πόθῳ σὲ τιμῶμεν Καλλιόπη πάντιμε, καὶ εἰκόνα σοῦ πανσέβαστον, πόθῳ προσκυνοῦμεν οἱ οἰκέται σου.

Κάλλει σώματος ἤστραψας, καὶ τῇ ὡραιότητι πνεύματος· διὰ τοῦτο ὁ Φιλάνθρωπος, νύμφην σε αὐτοῦ σεμνὴ εἰργάσατο.

Ἐν ἀγῶσι διέλαμψας, καὶ τῷ μαρτυρίῳ σεμνῇ κατηύγασας, εὐσεβούντων τὰ συστήματα, πίστει νῦν τιμώντων σου, τὴν ἄθλησιν.

Θεοτοκίον.
Λογισμῶν με ἀπάλλαξον, τῶν παρενοχλούντων Κόρη ἀπείρανδρε, ἐν γαλήνῃ τὴν καρδίαν μου, συντηροῦσα Μητρικῇ σοῦ χάριτι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κάλλος νοητόν, τοῦ Παντάνακτος ἠγάπησας, ἐκ νεότητος Καλλιόπη θαυμαστή, παριδοῦσα τὰ παρόντα καὶ ἐπίκηρα.

ᾏδομεν πιστῶς, τὴν πανίερον σοῦ ἄθλησιν, ἐν τῷ θείῳ σου ναῷ πόθῳ σεμνή, ἐξαιτοῦντες τὴν ταχεῖαν σου βοήθειαν.

Λῦσον τὴν ἀχλύν, τῶν κακῶν ταῖς ἱκεσίαις σου, Καλλιόπη ἀθληφόρε τοῦ Χριστοῦ, παῤῥησίᾳ σοῦ πρὸς ὃν λαμπρῶς ἐδόξασας.

Θεοτοκίον.
Ἅπαντες πιστοί, χαῖρε Κόρη ἀνακράζομεν, τὸ παλάτιον τοῦ μόνου Λυτρωτοῦ, τοῦ δι᾽ οἶκτον ἐπὶ γῆς ἐνανθρωπήσαντος.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Λαμπρότητι τῇ τοῦ βίου ἔνδοξε, ὡς ἀστὴρ τῇ Ἐκκλησίᾳ ἐφάνης, καὶ ταῖς βολαῖς τοῦ σεπτοῦ μαρτυρίου, τῆς ἀθεΐας τὴν νύκτα ἐμείωσας, ὦ Καλλιόπη θαυμαστή, ἀθληφόρων σεπτὸν ἐγκαλλώπισμα.

Ἱκέτευε, ἀπαύστως τὸν Λόγον, Καλλιόπη ὡς αὐτοῦ θεία νύμφη, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι γεέννης, τοὺς καταφεύγοντας πόθῳ τῇ σκέπῃ σου, καὶ ἐκβοῶντας ἐκ ψυχῆς, χαῖρε πάντων πιστῶν φυλακτήριον.

Οἱ πόθῳ, προσκυνοῦντες καὶ πίστει, τὴν ἁγίαν σοῦ εἰκόνα θεόφρον, τῶν ἐν τῷ βίῳ λυτροῦνται κινδύνων, τῶν πειρασμῶν καὶ παντοίων συμπτώσεων, ὦ Καλλιόπη εὐκλεής, ἀνυμνοῦντες τὸν σὲ μεγαλύναντα.

Θεοτοκίον.
Ῥερύπωμαι, ὁ τάλας Παρθένε, ἐκ παθῶν τῶν ἀκαθάρτων καὶ κεῖμαι, πτῶμα ἐξαίσιον τοῖς ἐναντίοις, ἀλλὰ μὴ μὲ παρίδῃς σοῦ δέομαι, τῶν Ὀρθοδόξων ἡ ἐλπίς, καὶ νοσούντων ψυχῶν ἰατήριον.

Διάσωσον, παρθενομάρτυς Κυρίου ὦ Καλλιόπη, τοὺς σοὺς οἰκέτας κινδύνων καὶ θλίψεων, παρέχουσα χάριν τῶν ἰαμάτων.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Χριστὸν ποθήσασα, ἀπὸ νεότητος, πάντα παρεῖδες, ἡδέα καὶ πρόσκαιρα, κάλλος τοῦ σώματος, καὶ ὡραιότητα, ὦ Καλλιόπη, γενναίως ἀθλήσασα, καὶ τῆς ἀλήκτου χαρμονῆς, σὺν Ἀγγέλοις, λαμπρῶς κατηξίωσαι.

Καὶ εὐθύς τὸ Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ε΄ 24-34).

Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἄν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γὰρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθετε διά τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδός, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς. Ὅτι στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδός, ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Προσέχετε δε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δὲ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μῆτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλή, ἡ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρπούς, καλοὺς ποιεῖ· τὸ δε σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ἆραγε ἀπό τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μοῦ τοῦ ἐν οὐρανοῖς.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νύμφη πανακήρατος, τοῦ Βασιλέως τῆς δόξης, ἱερὸν ἀνάθημα, παρθενίας εὔοσμον ῥόδον πάντερπνον, χάριτος τε σκήνωμα, κλέος ἀθλοφόρων, καὶ πιστῶν μέγα διάσωσμα, ἐδείχθης πάνσεμνε, ὑπὲρ φύσιν ὄντως ἀθλήσασα· ὅθεν κατὰ χρέος, παρθένε τε καὶ μάρτυς τοῦ Χριστοῦ, δεήσεις σοι προσάγομεν πιστῶς, σωτηρίας τεύξασθαι.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Παῤῥησίαν μεγίστην, κεκτημένη Καλλιόπη ἀξιοθαύμαστε, δυσώπει σὸν Νυμφίον, λυτρώσασθαι γεέννης, ἐν ἡμέρᾳ τῆς κρίσεως, τοὺς εὐλογοῦντας τὸν Χριστὸν ὡς Σωτῆρα καὶ Κύριον, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ πλυθύς Ὀρθοδόξων, μεγαλύνει σε πόθῳ Καλλιόπη ἔνδοξε, τιμῶσα τὴν σὴν μνήμην, τὴν πάντιμον καὶ θείαν, τῷ Σωτῆρι κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἠσή ἄθλησις μάρτυς, τῶν εἰδώλων τὴν πλάνην στεῤῥῶς ἠδάφισεν, ὑψώσασα τὸ κέρας, πίστεως Ὀρθοδόξου, Καλλιόπη πανεύφημε· διὸ τιμῶμεν αὐτήν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἐξ ἐχθρῶν ἐναντίων, πολεμούντων τὴν ποίμνην σου Παναμώμητε, ἐκλύτρωσαι λιταῖς σου, ὡς μόνη προστασία, τῶν πιστῶν καὶ βοήθεια, τῶν εὐλογούντων ἀεί, σὸν Τόκον εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μετὰ Μαρτύρων ἐκδυσώπει σωθῆναι, τοὺς ἀχρείους σου οἰκέτας ὦ Μάρτυς, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἄνωθεν σκέπε, τοὺς προστρέχοντας πίστει, τῷ ναῷ σου, ὦ σεμνὴ Καλλιόπη, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Σώματος κάλλος, ὑπερεῖδες ἐμφρόνως, θείῳ ἔρωτι τρωθεῖσα τὴν καρδίαν· ὅθεν συναγάλλῃ, Χριστῷ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν νοσημάτων, καὶ παντοίων κινδύνων, ἀπολύτρωσαι Πανάμωμε Μαρία, τοὺς ὑπερυψοῦντας, τὸν ἄφθορον σου Τόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων ἀλγηδόνας, καὶ ψυχῶν ὀδύνας, τάχει θεράπευσον τῇ μεσιτείᾳ σου, ὦ Καλλιόπη Μαρτύρων τὸ ἀκροθίνιον.

Ὡς ἔχουσα μεγίστην, τὴν χάριν τοῦ ἰᾶσθαι, πάντα νοσήματα καὶ ἀῤῥωστήματα, ῥῦσαι ἐκ τούτων τοὺς σὲ μακαρίζοντας.

Ζωῆς τῆς ἀκηράτου, ἀπολαύουσα μάρτυς, τοὺς ὑμνητάς σου Καλλιόπη περίσῳζε, τῶν ἐν τῷ βίῳ σκανδάλων καὶ περιστάσεων.

Ἐλέους τὸν Δοτῆρα, καὶ πάντων Εὐεργέτην, ὦ Καλλιόπη ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τοὺς πόθῳ ἀνευφημοῦντάς σε.

Θεοτοκίον.
Ἡ  Ἄχραντος Παρθένος, ἡ τέξασα τὸν Κτίστην, εἰς σωτηρίαν βροτῶν καὶ ἀνάπλασιν, σῶσον τοὺς σὲ ἐκ καρδίας ἐγκωμιάζοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἀθληφόρων ἡ καλλονή· χαίροις τῶν παρθένων, ἡ τερπνότης καὶ χαρμονή· χαίροις ἡ τῷ Λόγῳ ἀθλήσει νυμφευθεῖσα, Καλλιόπη πανόλβια, ἀξιοθαύμαστε.

Ἤθλησας  γενναίως ὑπὲρ Χριστοῦ, πάνσεμνε Καλλιόπη, καὶ ὑπέμεινας χαλεπάς, βασάνους καὶ ὀδύνας, τὴν κεφαλὴν τμηθεῖσα· διὸ κατηξιώθης, θείας λαμπρότητος.

Νηφεὐϑεῖσα μόνῳ τῷ Λυτρωτῇ, τερπνῶν τὴν ἀπάτην, κατεφρόνησας εὐθαρσῶς, δόξης αἰωνίου, ποθήσασα τὸν πλοῦτον, Καλλιόπη μακαρία, ὃν καὶ ἀπέλαβες.

Τῶν εἰδώλων πλάνην τὴν μιαράν, ἐπάτησας κόρη, καὶ ἀπέπλυνας τοῖς κρουνοῖς, σῶν σεπτῶν αἱμάτων· διὸ διπλῶν στεφάνων, ἠξίωσαι ἐν πόλῳ, μάρτυς πολύαθλε.

Δώρησαι πρεσβείαις σοῦ ἱεραῖς, χάριν καὶ εἰρήνην, ἐγκλημάτων τὸν ἱλασμόν, θείαν εὐλογίαν, καὶ πᾶσαν εὐπραγίαν, Καλλιόπη πανόλβια, τοῖς σὲ γεραίρουσι.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Σωτῆρος τὸ κάλλος ἐκ ψυχῆς ἀγαπήσασα, καλλιπάρθενε κόρη, Καλλιόπη πανεύφημε, ἠγώνισαι στεῤῥῶς ὑπὲρ αὐτοῦ, καὶ δόξης ἠξιώθης θεϊκῆς· διὰ τοῦτο σοῦ τὴν μνήμην τὴν ἱεράν, τιμῶμεν ἐκβοῶντές σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διά σου, ἡμῖν πταισμάτων ἄφεσιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῷ σεπτῷ τούτῳ τεμένει, καὶ προσκυνοῦντας ἀεί, πάντιμον εἰκόνα σου καὶ θεοτίμητον, Καλλιόπη πανθαύμαστε, διάσῳζε νόσων, πειρασμῶν καὶ θλίψεων, μαρτυρικαῖς σου λιταῖς· ὅπως, ἀσιγήτως τιμῶμεν, μνήμην σου τὴν πάμφωτον ὄντως, τὴν φαιδρῶς ἀστράπτουσαν τοῖς πέρασι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Φύλαττε, λιταῖς σου, μάρτυς Καλλιόπη,
δούλην τὴν ἐκ πόθου ὕμνους ὑφάνασαν.