Παρακλητικός Κανών εις τους Αγίους Πέντε Ενδόξους Νεομάρτυρες της Σαμοθράκης

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου


†Εορτάζονται την Κυριακή του Θωμά
το Μαρτύριο Αυτών τιμάται στις 6 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ τοῦ Κυρίου πυρωθέντες ἀγάπῃ, ἐμυκτηρίσατε τῆς Ἄγαρ τὴν πλάνην, συμμέτοχοι γενόμενοι τῶν πάλαι Ἀθλητῶν, ὅθεν ἀνεδείχθητε Σαμοθρᾴκης προστάται, Πέντε Νεομάρτυρες, ἐν τῇ Μάκρη τυθέντες, καὶ χορηγεῖτε πᾶσι τοῖς πιστῶς, ἐξαιτουμένοις, αἰτήσεων πλήρωσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχὶς·
Σκέπετε πιστούς, Πεντὰς Νεομαρτύρων. (Ἀθανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σαμοθράκες ὄντες γένος φθαρτόν, υίοι Ἐκκλησίας, ἀνεδείχθητε ἀθληταί, πιστῶν ἐκδεχόμενοι αἰτήσεις, καὶ ἐκπληροῦντες αύτάς ὡς φιλάδελφοι.

Κλαπέντες τὴν Πίστιν τὴν ἀληθῇ, βιαίῳ τῷ τρόπῳ, ἀπεπτύσατε θαυμαστῶς, τῆς Ἄγαρ τὴν πλάνην ἀθλοφόροι, ὑπὲρ Χριστοῦ μαρτυρήσαντες σύμπεντε.

Ἐν σκότει βαδίζοντες μεριμνῶν, τὸ φῶς ἐκζητοῦμεν, τὸ λαμπρότατον τοῦ Χριστοῦ, ὁ δότε ἡμῖν, Μάρτυρες θεῖοι, ὅπως εὐθέως τὰς τρίβους ποιώμεθα.

Θεοτοκίον.
Παρθένε, τεκοῦσα Λόγον Θεοῦ, πολλὴν παῤῥησίαν, νῦν δικαίως Αὐτῷ πλουτεῖς, διὸ ὡς φιλάνθρωπον δυσώπει, δοῦναι ἡμῖν τῶν σφαλμάτων διόρθωσιν.

ᾨδὴ γ΄. Ούρανίας ἁψῖδος.
Ἐν νυκτὶ καὶ ἠμέρα, τὰ ζοφερὰ κύματα, τὴν ζωὴν ἡμῶν καταντλοῦσιν, Ἅγιοι Μάρτυρες, ὅθεν δεόμεθα, εὐχαῖς ὑμῶν πρὸς Δεσπότην, τὴν γαλήνην δίδοσθε, τοῦ θείου Πνεύματος.

Τυραννίᾳ μεγίστη, ἡ τῶν παθῶν κράτησις, ἐξ ὤν, Νεομάρτυρες Πέντε, ἡμᾶς λυτρώσασθε, ὥσπερ τὸν τύραννον, τῆς ἀσεβείας συμφώνως, καθομολογήσαντες, κατενικήσατε.

Εἰληφότες τὴν χάριν, παρὰ Χριστοῦ Ἅγιοι, νόσους ἐκδιώκειν καὶ πάθη, ψυχῆς καὶ σώματος, ταχὺ ἰάσασθε, σωματικὰς ἀλγηδόνας, καὶ ψυχῶν ἀχθήματα, ἡμῶν δυσίατα.

Θεοτοκίον.
Ποίοις λόγοις, Παρθένε, τὴν πρὸς ἡμᾶς χάριν σου, ἐκδιηγηθήναι ἀξίως, ἂν δυνηθείημεν; πᾶσαν γὰρ νόησιν, καὶ λογισμόν τῶν ἀνθρώπων, ὑπερβαίνει, Δέσποινα, τὸ σὸν μυστήριον.

Διάσωσον, Πεντὰς Ἁγίων τῆς Σαμοθρᾴκης, ἐκ παντοίων κινδύνων τοὺς σοι προσπίπτοντας, καὶ δὸς εἰρήνην ταῖς ψυχαῖς, τὸν Χριστὸν δυσωποῦσα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ Ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Τὴν Νῆσον ὑμῶν, φυλάττετε, Πεντάριθμοι, καὶ πᾶσι πιστοῖς, ἐν βίῳ συμπαρίστασθε, πειρασμῶν τὰ νέφη ἀποδιώκοντες τάχιστα, καὶ τὴν εἰρήνην τοῦ Χριστοῦ, ψυχαῖς καταβραβεύοντες.

ᾨδὴ δ΄ Εἰσακήκοα, Κύριε.
Ἱερεῖα χρηστότητα, ὤφθητε ἐν Μάκρη καλῶς ἀθλήσαντες, καὶ παρέχετε ἰάματα, τοῖς ἐξαιτουμένοις ὑμῶν δέησιν.

Σαμοθρᾴκης γεννήματα, καὶ τῆς Ἐκκλησίας τερπνὰ καυχήματα, Νεομάρτυρες, ἐδείχθητε, καὶ πιστῶν ἁπάντων καταφύγια.

Τὸ πυρὶ θείου ἔρωτος, σύμπεντε φλεγόμενοι Νεομάρτυρες, τὸν ἐχθρὸν κατεπατήσατε, πρέσβεις χριστωνύμων χρηματίζοντες.

Θεοτοκίον.
Ὁ καρπός τῆς κοιλίας σου, γέγονε τοῦ κόσμου ζωὴ ἡ ἄφθαρτος, καὶ Μαρτύρων θεῖον γλύκασμα, δι’ οὗ τοῦ ἐχθροῦ πικρίας ἔλυσαν.

ᾨδὴ ε΄. Φώτισον ἤμας.
Ὑπέρ τῆς ὑμῶν, γενεθλίου Νήσου Μάρτυρες, καθικετεύσατε Χριστόν τὸν Ἰησοῦν, δι’ ὂν προθύμως, τῷ θανάτῳ παρεδόθητε.

Στῦλοι ἀκλινεῖς, Ἐκκλησίας ἀνεδείχθητε, καὶ πρὸς Χριστὸν πρέσβεις εὐπρόσδεκτοι, τῶν πιστευόντων, πρὸς Αύτόν αἰτήσεις ἄγοντες.

Πέπτωκεν ἐχθροῦ, τὸ γαυρίαμα Μακάριοι, ὅτε θανάτῳ παρεδόθητε πικρῶ, διό τὰ τούτου, καθ’ ἡμῶν βέλη ἀπώσασθε.

Θεοτοκίον.
Ἔχοντες ἀεί, πρὸς Θεὸν σε μεσιτεύουσαν, ὥσπερ Μητρὶ σοι καταφεύγομεν πιστοῖ, καὶ ἐκζητοῦμεν, Παναμώμητε πρεσβείαν σου.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Νικήσαντες, τὸν ὑμᾶς νικήσαντα, κατεστέφθητε στεφάνῳ τῆς νίκης, καὶ ἀδελφῶν, ἐστηρίξατε πίστιν, τῶν κατιδόντων σεπτὴν ὑμῶν ἄθλησιν, ἡμᾶς δε ὑπὸ πειρασμῶν, κυκλουμένους ταχέως λυτρώσασθε.

Τὴν ἴασιν, τῆς ψυχῆς καὶ σώματος, ἐκζητοῦμεν Νεομάρτυρες θεῖοι, θήκην ὑμῶν, ἀσπαζόμενοι πόθῳ, τὴν περιέχουσαν λείψανα τίμια, καὶ γὰρ ἡ χάρις ἐπ’ αὑτά, ἀνεκφοίτητος μένει ἀείποτε.

Ἀνύστακτοι, ἐποφθέντες φύλακες, τῶν ὑμᾶς τιμώντων Ἅγιοι Πέντε, ὡς ποταμοί, εὐλογίας Κυρίου, πᾶσι παρέχετε θείαν ἀνάψυξιν, ἐκ τῶν τοῦ βίου θλιβερῶν, καὶ ἐχθροῦ τῆς κακίας, πανεύφημοι.

Θεοτοκίον.
Συστέλλομαι, Παναγία Δέσποινα, ἐκ τοῦ πλήθους τῶν πολλῶν μου πταισμάτων, παρὰ Χριστοῦ, ἐκζήτησαι τὴν λύσιν, ἁμαρτημάτων δι’ ὢν κατελύπησα, Αὑτόν, διό σε Ἀγαθῇ, πάλιν πρέσβιν μου θείαν προβάλλομαι.

Διάσωσον, Πεντὰς Ἁγίων τῆς Σαμοθρᾴκης, ἐκ παντοίων κινδύνων τοὺς σοι προσπίπτοντας, καὶ δὸς εἰρήνην ταῖς ψυχαῖς, τὸν Χριστὸν δυσωποῦσα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τοὺς γενναίους Χριστοῦ Νεομάρτυρας, Σαμοθρᾴκης τὰ θεία βλαστήματα, καί τῆς Μάκρης, τοὺς πολιούχους ὕμνοις ἱεροῖς, ὁμοῦ ἅπαντες πιστοῖ, ἐκ καρδίας καθαρᾶς, συντιμήσωμεν λέγοντες· Ἅγιοι τὰς αἰτήσεις, τῶν ἐπικαλουμένων, Χριστῷ προσάγετε ἀεί, ἵνα δῶ ἡμῖν τὸ ἔλεος.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὤσει κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα΄ 12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν άπολογηθήναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἢ οὗ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὗ μὴ άπόληται· ἐν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μιχαὴλ μακάριε, σῦν τοῖς δυσί Γεωργίοις, Μανουήλ, Θεόδωρε, Σαμοθρᾴκης ἔνδοξοι Νεομάρτυρες, μηδαμῶς παύσητε, χεῖρας ὑμῶν αἴρειν, πρὸς Δεσπότην τὸν Φιλάνθρωπον, ὅπως τὴν ἱᾶσιν, δῶ ἡμῶν ψυχῆς τε καὶ σώματος, καὶ πάσης τοῦ ἀλάστορος, προσβολῆς φυλάττῃ ὡς εὔσπλαγχνος, τοὺς ὑμᾶς τιμῶντας, καὶ θήκη τῶν λειψάνων εὐλαβῶς, προσερχομένους ἑκάστοτε, ὡς κρουνοῖς τῆς Χάριτος.

Σῶσον ὁ Θεός τὸν Λαό σου..

ᾨδὴ  ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νοῦν Χρίστου ἔνθες μάρτυς, Μιχαήλ, τοῖς τιμῶσιν σὴν θείαν ἄθλησιν, ὅπως τοῦ παγκακίστου, ἐκφύγωμεν παγίδας, καὶ Κυρίῳ συζήσωμεν, ἄμα Ἁγίων χοροῖς, εἳς πάντας τοὺς αἰῶνας.

Εἰς οὐδὲν ἐλογίσω, φαινομένων ἀπόλαυσιν, ὦ Θεόδωρε, ἔχων ἔν τῇ ψυχή σου, ἀγάπην τοῦ Δεσπότου, ἢν τοῖς πόθῳ τιμῶσί σε, ἔνθες ὡς δῶρον τερπνόν, καὶ μένον εἰς αἰῶνας.

Οὐρανοῦ ποθητὴν σε, ὦ Γεώργιε μάρτυς, σε μακαρίζομεν, καὶ ἐκ ψυχῆς αἰτοῦμεν, Σιών τῆς ἄνω δεῖξον, ποθητὰς ἡμᾶς ἅπαντας, ἔνθα γλυκέος Χριστοῦ, τὸ Πρόσωπον ὁρῷμεν.

Θεοτοκίον.
Μακαρίᾳ σου ὄντως! ἡ κοιλία ἐδείχθη, Θεομακάριστε, κυήσασα ὡς βρέφος, Δημιουργόν τοῦ κόσμου, ὅς τοὺς σε μακαρίζοντας, ὡς φιλομήτωρ Υἱός, δοξάζει εἰς αἰῶνας.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἁμαρτημάτων, τὴν συγχώρησιν αἴτει, νεομάρτυς Γεώργιε, τῶν ὕμνοις, καταγεραιρόντων, γενναίαν ἄθλησίν σου.

Ῥῦσαι κινδύνων, Μανουήλ θεοφόρε, πάντας ὅσοι πρεσβείαν σου αἰτοῦσιν, παρά τοῦ Δεσπότου, δι’ ὂν ἤλοις ἠλῶθης.
Τῆς ἀληθείας, τοῦ Χριστοῦ γεγονότες, Νεομάρτυρες, κήρυκες ἐν πράξει, ἐν αὐτῇ βιῶσαι, ἡμᾶς καταξιοῦτε.

Θεοτοκίον.
Ὑπὲρ Υἱοῦ σου, Νεομάρτυρες πέντε, Παναμώμητε, ἤθλησαν γενναίως, μεθ’ ὤν τὸν Δεσπότην, ἀεὶ έξιλεοΰσθε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥήματα ψυχοφθόρα, ἀθληταὶ ἐν Μάκρη, τῶν διωκτῶν ἀνδρικῶς βδελυξάμενοι, νῦν Παραδείσῳ τρυφᾶτε, θείων ἐλλάμψεων.

Ὧ! πλούτου ἀτιμήτου, οὗ ἡ Σαμοθρᾴκη, πλουτεῖ κατέχουσα λείψανα τίμια, Νεομαρτύρων γενναίων, οὖς περ ἐβλάστησε.

Νεώσατε καρδίας, τῶν ὑμᾶς τιμώντων, ὦ Νεομάρτυρες Θρᾴκης καυχήματα, καὶ σωτηρίαν δωρεῖσθε, ψυχῶν αἰώνιον.

Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, τῶν Νεομαρτύρων, ἡ κραταιᾷ ἐν τοῖς ἄθλοις βοήθεια, ἡμῖν βοήθει ἀπαύστως, τοῖς σὲ δοξάζουσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ Μεγαλυνάρια·

Τὸ παρὸν (+) Ὁσίου Γερασίμου Μικραγιαννανίτου
Ὀί τῆς Σαμοθρᾴκης κλεινοὶ βλαστοῖ, Γεώργιος ἄμα, καὶ Θεόδωρος, Μανουήλ, Μιχαὴλ σὺν τούτοις, Γεώργιος ὁ ἄλλος, οἱ πολιοῦχοι Μάκρης, ἀνευφημείσθωσαν.

ἑτέρα νεοσύνθετα
Χαίρει Σαμοθρᾴκης γῆ εὐκλεής, καὶ ἡ Μάκρης χώρα, ἐν τῇ μνήμη τῶν ἀθλητῶν, οἵτινες συμφώνως, πατήσαντες τῆς Άγαρ, τὴν πλάνην θαρσαλέως, Χριστὸν ἐδόξασαν.

Χαῖρε Γεωργίων δυὰς κλεινή, Μανουήλ θεόφρον, Μιχαὴλ τε γέρον σεμνέ, ἄμα Θεοδώρῳ, οἱ Πέντε Σαμοθρᾴκης, φύλακες καὶ προστάται, ἐκ πάσης θλίψεως.

Τοὺς ἀσπαζομένους πανευλαβῶς, θήκην τῶν λειψάνων, Νεομάρτυρες τοῦ Χριστοῦ, νόσων καὶ κινδύνων, φυλάττετε ἀτρώτους, τοὺς πειρασμοὺς ἐκ τούτων, ἀποδιώκοντες.

Τέκνα Σαμοθρᾴκης χριστοστεφή, ἄθλοις θαυμασίοις, ἡγιάσατε Μάκρης γῆν, τῶν πιστῶν ἁπάντων, γενόμενοι προστάται, διδάσκοντες Κυρίου, ἀγάπην ἔνθεον.

Ἀλεξανδρουπόλεως ἱεράν, Μητρόπολιν Πέντε, Νεομάρτυρες θαυμαστοῖ, θείαις ἱκεσίαις, σκέπετε εὐλογοῦντες, ποίμνιον καὶ Ποιμένα, ὑμᾶς δοξάζοντας.

Πνεύματος τὴν χάριν δότε ἡμῖν, τὴν ἀνεκφοιτήτως, ἐν λειψάνοις ὑμῶν σεπτοῖς, Μάρτυρες, σκηνοῦσαν, ὡς Παλαμᾶς διδάσκει, καὶ θείας Βασιλείας, μετόχους δείξατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Σαμοθρᾴκης λαμπτῆρες καὶ τῆς Μάκρης ἀγλάϊσμα, Νεομάρτυρες θεῖοι ἀληθῶς ἀνεδείχθητε, ἀθλήσαντες στεῤῥῶς ὑπὲρ Χριστοῦ, καὶ λύσαντες τὴν πλάνην τοῦ ἐχθροῦ, Μανουήλ σὺν Θεοδώρῳ καὶ Μιχαήλ, καὶ οἱ διττοὶ Γεώργιοι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι δι’ ὑμῶν, ἡμῖν χάριν καὶ ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πέντε Νεομάρτυρας Χριστοῦ, νήσου Σαμοθρᾴκης τοὺς γόνους, καὶ Μάκρης τοὺς πρεσβευτάς, ὕμνοις μεγαλύνοντες, καθικετεύσωμεν, ἐκ κινδύνων καὶ θλίψεων, ἐξέλεσθε τάχει, τοὺς ὑμῖν προστρέχοντας καὶ αἰτουμένους θερμῶς, πάσης ἀσθενείας τὴν λύσιν, καὶ ἀφανισμὸν προβλημάτων, ἀθληταὶ Χριστοῦ θεοστεφάνωτοι.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Πεντὰς Νεομαρτύρων τῆς Σαμοθρᾴκης,
Καθαγιάσατε μου αἰσθήσεις πέντε.

 

Βίος των Aγίων Πέντε Νεομάρτυρων οι εκ Σαμοθράκης