Παρακλητικός Κανών εις τον Άγιο Οσιομάρτυρα Νικόδημο ο εκ Βεροίας
† Εορτάζεται στις 24 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Νικοδήμου τὴν εἰκόνα προθύμως, περικυκλοῦντες Βεῤῥοιέων ὁ δῆμος, κατασπαζόμεθα αὐτὴν καὶ προσαιτούμεθα· Πάτερ θεοδόξαστε, ὡς Μυροβλύτης παράσχου, μύρα τῶν ἰάσεων καὶ παθῶν τρικυμίας, τοὺς προσιόντας πόθῳ νῦν σοφέ, Πάτερ θεόφρον, ἀπάλλαξον τάχιον.
Δόξα.
Ἀναλαβὼν Πάτερ σοφὲ διὰ βίου, σαλοῦ ἀγῶνα νουνεχῶς ἐναθλήσας, στέφος τριπλοῦν παρέλαβες, παρὰ Χριστοῦ, ὥσπερ Μάρτυς καὶ Ὁσίων καύχημα, καὶ Μυροβλύτης ἐδείχθης· διὸ καὶ χάριν ἔχεις πρὸς Χριστόν, τοῦ ἰατρεύειν νοσήματα δούλων σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πλέκω Νικοδήμῳ ᾠδὰς ἱκεσίας θεοσδέκτου. Π.ρ.φ.ς.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν μου αἰτοῦμαι ἀπαλλαγήν, προσπίπτων δεόνως, τῇ εἰκόνι σου τῇ σεπτῇ, Νικόδημε Πάτερ Μυροβλῦτα, Ὁσιομάρτυς Θεόδωρε.
Λῦσον τῶν πταισμάτων μου τὰς σειράς, ἃς μακροχρονίως, πλέκω μάκαρ ἀναισθητῶν, τῇ ζάλῃ τοῦ βίου προσπαλαίων, Ὁσιομάρτυς θεόφρον Νικόδημε.
Ἔλεος καὶ χάριν ὡς δωρεάν, κατάπεμψον Πάτερ, τοῖς τιμῶσι σὴν ἑορτήν, παράσχου δὲ ἄφθονον τοῖς πᾶσι, τὴν ἰατρείαν παθῶν θεοδόξαστε.
Θεοτοκίον.
Κυρία Παρθένε υἱοπρεπῶς, Σοὶ κράζω ἐκ βάθους, τῆς καρδίας μου τὰς οὐλάς, ἰάτρευσον Κόρη τὸν Σωτῆρα, ἀποτεκοῦσα τοῦ κόσμου τὴν λύτρωσιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὦ τρισόλβιε Πάτερ, τῶν μελῶν μου τὴν πάρεσιν σύσφιγξον, καὶ τὰς ψυχικάς μου, μοτώσεις Πάτερ εὐρύθμισμον, ἵνα δοξάζω σε, ὡς ἄμισθόν μου προστάτην, ἰατρὸν θεόσδοτον, καὶ χαριτόβρυτον.
Νεαρᾷ ἡλικίᾳ ἀναλαβὼν Ὅσιε, τὸν γλυκὺν ἐπ’ ὤμων Κυρίου σταυρὸν τρισόλβιε, παῦσον τὸν τάραχον, τῶν λογισμῶν μου, καὶ ζάλην ἁμαρτίας πάνσοφε, Πάτερ εἰρήνευσον.
Ἰδοὺ Πάτερ προσπίπτω γονυκλιτῶς κράζω σοι· πρόφθασον θερμῇ σου δεήσει, πρὸς τὸν Φιλάνθρωπον, καὶ ἀνακούφισον, τὴν τεθλιμμένην καρδίαν, τοῦ σοῦ δούλου Ὅσιε, ἵνα δοξάζω σε.
Θεοτοκίον.
Κυριώνυμε Κόρη, καταφυγὴ ἄμισθος, κόπασον τὸν τάραχον Μῆτερ, τῶν ἀοράτων ἐχθρῶν, καὶ ἐλευθέρωσον, ἐξ ἐπηρείας δαιμόνων, τοὺς Σοὶ καταφεύγοντας, μόνη Κυρία μου.
Διάσωσον, ἀπὸ βασάνων τοὺς δούλους σου θεοφόρε, ὅτι ἔχεις πρὸς τὸν Χριστὸν παῤῥησίαν ὡς γνήσιος, φίλος Αὐτοῦ καὶ θερμὸς ἡμῶν προστάτης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν καὶ τεῖχος τὰς δεήσεις σου, κατέχοντες νῦν, Νικόδημε θεόσοφε, ἐκτενῶς προσπίπτομεν, θεοφόρε τάχυνον, καὶ ἐκ παντοίων λύτρωσαι ἡμᾶς, παθῶν καὶ σωμάτων, ἰατρείαν Πάτερ δώρησαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὅπως πάλαι συνέσφιγξας, μέλη Γεωργίου Νικόδημε, οὕτω ῥύθμισον τρισόλβιε, Πάτερ τῆς σαρκός μου τὰ κινήματα.
Δῆμον ὤλεσας ἄριστε, πονηρῶν δαιμόνων διὰ τοῦ πάθους σου, τὴν ψυχήν μου δὲ ἀπάλλαξον, πονηρῶν κινήσεων Νικόδημε.
Ἡμῖν δώρησαι πάντιμε, τοῖς σὲ λιτανεύουσι τὰ αἰτήματα, τῇ Τριάδι παριστάμενος, καὶ πρεσβεύων ἀξιάγαστε.
Θεοτοκίον.
Μηχανὰς πολεμήτορος, πάναγνε διάλυσον σπεύδουσα, καὶ κινδύνων ἐλευθέρωσον, ἐκτελοῦντας μνήμην τοῦ Ὁσίου σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὢ πῶς γυναικός, τὴν κλοπὴν ὀδόντος ἐκδικῆσαι, καὶ τοῦ πάθους αὐτὴν πῶς ἰατρεύεις, ἐπιστραφεῖσαν τῷ σῷ σκήνει θεοφόρε.
Ὢ τῶν ὑπὲρ νοῦν, θαυμασίων σου Νικόδημε, ἀπιστοῦντα πῶς διήλεγξας, τοῦ μαρτυρῆσαι τὴν χάριν σου θεόφρον.
Δέξαι παρ’ ἡμῶν, ἱκεσίας τῶν τιμώντων σε, καὶ τὴν εἰκόνα προσκυνούντων τὴν σήν, καὶ τὰς αἰτήσεις παράσχου τοῖς σοῖς δούλοις.
Θεοτοκίον.
Αὔγασον Ἁγνή, φωτισμῷ Σου τὴν καρδίαν μου, ὡς τεκοῦσα τὸ φῶς τὸ ἀνέσπερον, καὶ τὴν ψυχήν μου ἱλαρύνον Παρθένε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτήριον, τὸ σὸν πάθος Ὅσιε, ἀνεδείχθη γυναιξὶ πλανωμέναις, ἅσπερ σοφῶς, νουθετῶν θεοφόρε, ἐν μετανοίᾳ αὐτὰς καθωδήγησας, πρὸς τρίβον θείων ἐντολῶν, καὶ λιμένα γαλήνης τρισόλβιε.
Ἱκέτευε, τὸν Σωτῆρα Ὅσιε, παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένος, ὅτι καλῶς, τὸν ἀγῶνα τελέσας, καὶ παρ’ Αὐτοῦ τιμηθεὶς ἀξιόθεε, νῦν κέκτησαι τὴν πρὸς Αὐτόν, παῤῥησίαν καὶ θάῤῥος φιλόκαλον.
Κατεύνασον, τῶν παθῶν τὸν τάραχον, καὶ εἰρήνην τοῖς σοῖς δούλοις παράσχου· ὅτι καιροῖς, χαλεποῖς νῦν βιοῦμεν, καὶ οὐκ ἔστιν ἐλπὶς σωτηρίας· ἀλλὰ σὺ δύνασαι σαφῶς, εἰρηνεῦσαι ψυχὰς ἀγαπώντων σε.
Θεοτοκίον.
Εὐθέτησον, τὰς ὁδούς μου πάναγνε, καὶ κατεύθυνον εἰς ὁδὸν σωτηρίας, ὅπως θαῤῥῶν, εἰς τὴν Σὴν προστασίαν, περαιωθῶ εἰς λιμένα ἀκύμαντον, προβάλλων Σὲ ὡς ὁδηγόν, καὶ μεσίτριαν θείαν πρὸς Κύριον.
Διάσωσον, ἀπὸ βασάνων τοὺς δούλους σου θεοφόρε, ὅτι ἔχεις πρὸς τὸν Χριστὸν παῤῥησίαν ὡς γνήσιος, φίλος Αὐτοῦ καὶ θερμὸς ἡμῶν προστάτης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία κρατιαὰ τῆς γεννησάσης σε, μεσιτεία πρὸς Χριστὸν διὰ τοὺς φίλους σου, τοὺς ἐκτελοῦντας τὴν σὴν μνήμην εὐκλεέστατε· ὅθεν πάρεχε ὡς ἀγαθός, τὴν σὴν βοήθειαν σοφέ, τοῖς πιστῶς νῦν κραυγάζουσι· σπεῦσον ὦ θεοφόρε, καὶ τάχυνον σὴν πρεσβείαν, ὑπὲρ ἡμῶν τῶν ἱκετῶν, καὶ τῆς πατρίδος σου Νικόδημε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ὲκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τρίπλεκον πανόσιε, ἔχων ὑπέρκαλλον στέφος, σπεῦσον καὶ διάλυσον, τὰς πολυπλόκους βασάνους, τῶν πιστῶς Ἅγιε, νῦν προσπεφευγότων, καὶ κυκλούντων τὴν εἰκόνα σου· καὶ τούτοις δώρησαι, τῶν πλημμελημάτων τὴν ἄφεσιν, προστάτης αὐτῶν ἄμισθος, νῦν ἀναφανεὶς θεοδόξαστε. Καὶ θείαις πρεσβείαις, ἱλέωσαι τὸν Κτίστην καὶ Θεόν, ἵνα ἡμᾶς αἰωνίας κρίσεως ἐλεηθῆναι.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίως ἐν βίῳ ὥσπερ σὺ θεοφόρε Πάτερ ἠθέλησας, ἠλόγησας τοῖς πᾶσι, καὶ πατρίδα χαίρων κατέλιπες, γονεῖς καὶ φίλους καὶ γνωστούς, τῷ Κυρίῳ σαφῶς προσκολλώμενος.
Ἱκεσίαν προσάγει ἡ πατρίς σου θεόφρον ἥνπερ κατέλιπες, δι’ ἔρωτα Κυρίου, ἵνα πάντες αὐτὸν ἀγαπήσωμεν, καὶ ἔρωτα θεουργικόν, πρὸς αὐτὸν ἀκλινῶς ἐπιδείξωμεν.
Ἀσκητῶν αἱ χορεῖαι ἀγαλλώμενοι Πάτερ ἐπὶ τῷ βίῳ σου, σὲ νῦν περιστοιχοῦντες, καὶ ἐν χώρᾳ τῶν ζώντων χορεύοντες, συμφώνως δὲ πρὸς τὸν Θεόν, τὸν τρισάγιον ὕμνον κραυγάζετε.
Θεοτοκίον.
Σὲ Κόρη Θεοτόκε διὰ βίου μητέρα προβάλλομαι, κατέλιπον γὰρ κόσμον, καὶ πρὸς Σὲ ὡς ἱκέτης κατέφυγον, διάσωσόν με ἀγαθή, ὡς Κυρία τὸν δοῦλόν Σου δέομαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεογνωσίας, διανύσας τὴν τρίβον, ἐν ὑψίστοις νῦν Πάτερ κατοικήσας, δέχου τὰς δεήσεις, τῶν σὲ λιτανευόντων.
Εὐρυχωρίαν, τῶν οὐρανῶν νῦν πολεύων, καὶ ἡμᾶς ἐκεῖθεν ἐποπτεύων, πάρεχε παμμάκαρ, τῶν νόσων τὰς ἰάεις.
Ὀφειλομένην, σοὶ τιμὴν θεοφόρε, ἡ πατρίς σου γηθοσύνως προσάγει, ὅτι ὑπὲρ τέκνων, αὐτῆς σὺ ἱκετεύεις.
Θεοτοκίον.
Σωτηριώδης, ὑπὲρ τοῦ κόσμου Παρθένε, ἀνεδείχθη ἡ Σὴ λοχεία ὄντως, ὅτι ἐκ Σοῦ Κόρη, ἡμῖν Σωτὴρ ἐτέχθη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δεινῶς ταραττομένην, παμμάκαρ τὴν ψυχήν μου, παθῶν ἰδέαις καὶ σάλῳ τῶν λογισμῶν, εἰρηνικῶς θεοφόρε, ταύτην κυβέρνησον.
Ἐκχέεις εὐωδίας, μύρων σου θεόφρον, καὶ πλημμυροῖς τοὺς πιστῶς σοὶ προστρέχοντας, καὶ θεραπεύεις συμφώνως αὐτῶν τὰ τραύματα.
Κυκλοῦμεν τὴν εἰκόνα, τῆς σῆς μορφῆς καὶ πόθῳ, κατασπαζόμεθα πάντες καὶ δάκρυσι, σὲ ἱκετεύομεν Πάτερ Νικόδημε.
Τριαδικόν.
Τριὰς Ὑπεραγία, τὴν μνήμην τοῦ σοῦ φίλου, ὥσπερ ἐσχάτως λαμπρῶς κατεφαίδρυνας, οὕτω τοὺς δούλους Σου πάντες σοφῶς κυβέρνησον.
Θεοτοκίον.
Ὁμοίως Θεοτόκε, σῶσον σαῖς πρεσβείαις, τὴν κληρουχίαν Σου ταύτης τῆς πόλεως, οὓς συνεκάλεσεν πόθῳ Νικόδημος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕψωσον θεόφρον, πρὸς τὸν Χριστόν, τὰς ὁσίας σου χεῖρας, καὶ ἐκ σάλου τῶν πειρασμῶν, ὡς σαλὸς καὶ σώφρων, ἀπάλλαξον σωφρόνως, τοὺς πίστει ἐκτελοῦντας, τὴν σὴν πανήγυριν.
Σπεύδωμεν προθύμως πρὸς τὸν ναόν, καὶ τὸν χαρακτῆρα, τῆς μοφῆς σου ὑιοπρεπῶς, Πάτερ προσκυνοῦμεν, λαμβάνοντες ἰάσεις, παθῶν καὶ ἰατρείας, νόσων τρισόλβιε.
Πάτερ θεοφόρε ὑπογραμμός, τῶν σὲ διωκόντων, ἀνεδείχθης θεοπρεπῶς· ὅθεν ἔχεις χάριν, πρὸς δρόμον ἐπιστρέφειν, θεοφιλίας Πάτερ, τοὺς ἁμαρτάνοντας.
Ῥήματα παμμάκαρ ὑπερφυῆ, προσφέρων ταῖς πόρναις, ταύτας ἔστρεψας εἰς ὁδούς, θείας μετανοίας, καὶ ἀναρματησίας· ὅθεν καὶ ἀνεδείχθης, νέος Βιτάλιος.
Φώτισον τρισόλβιε τὰς ὁδούς, τῆς σῆς νεολαίας, ἵνα οὗτος θεοφιλῶς, φεύγουσι τὰ πάθη, τιμῶντες τὴν ἁγνείαν, μιμούμενοί σου μάκαρ, τὴν καθαρότητα.
Σῶσον ἡμᾶς πάντας θαυματουργέ, σὺν τῷ Ἀντωνίῳ, καὶ τοῖς ἄλλοις συμπρεσβευταῖς, ὅσοι ἐκ τῆς ποίμνης, ταύτης τοῦ Ἀποστόλου, Παύλου νῦν κατοικείτε, εἰς τὸν Παράδεισον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, μετὰ πόθου καὶ χαρᾶς, πάντες τὸν σεπτὸν χαρακτῆρα, τοῦ Μυροβλύτου πιστοί, εὐλαβῶς προσκυνήσωμεν, τὴν χάριν πλουτοῦντες, ἣν ὡς φίλος γνήσιος τοῦ Ἰησοῦ προσλαβών, διανέμει τοῖς χρήζουσι· ἰᾶται τὰς νόσους, ἐκ τῶν πασχόντων δεινῶς, καὶ ἐν μετανοίᾳ κελεύει, ἅπαντα τὸν βίον σωφρόνως, ἵνα οἱ φιλόσιοι διέλθωμεν.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.