Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Ανδρέα τον Σαλό
Παρακλητικός Κανών εις τον Όσιο Ανδρέαν τον Κατα Χριστόν Σαλό
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 28 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τοῦ ποταμοῦ τῆς οὐρανίου σοφίας, καταρδευθεὶς θείοις νοήμασι μάκαρ, ἡμεῖς μωροὶ ἐκραύγαζες ἐσμὲν διὰ Χριστόν, τῆς μωρίας σχήματι, τὸν σὸν βίον διῆλθες, καὶ ποσὶν ὑπέταξας, σοφιστὴν τῆς κακίας, Ἀνδρέα πάτερ ὅθεν σαῖς εὐχαῖς, ἡμᾶς σωθῆναι, Θεὸν καθικέτευε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών.
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Ἀνδρέα ὁσίων ἡ καλλονή, δόξα μοναζόντων, μὴ παρίδῃς ὑπὸ τὴν σήν, σκέπην τοὺς προστρέχοντας ἀπαύστως, καὶ ψυχικὴν σωτηρίαν νῦν αἴτησαι.
Μωρίαν ἑκούσιον ὑπελθών, διῆλθες ἀβρόχως, τρικυμίας τὰς τῶν παθῶν, ἐξ ὧν ἐκδυσώπει τοῦ ῥυσθῆναι, τοὺς προσιόντας τῇ θείᾳ πρεσβείᾳ σου.
Ἂοικος καὶ ἄσιτος διελθών, τὸν βίον σου πάτερ, παραδείσου πρὸς πλατυσμόν, ἐχώρησας χαίρων μεσιτεύων, ὑπὲρ τῶν πίστει τελούντων τὴν μνήμην σου.
Θεοτοκίον.
Τριάδος τὸν ἕνα ἐν σῇ γαστρί, ἐδέξω Παρθένε, καὶ ἐκύησας ἀληθῶς, εἰς λύτρωσιν κόσμου καὶ εἰς λύσιν, τῶν αἰωνίων δεσμῶν Θεονύμφευτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φερωνύμως ἀνδρείαν, κατὰ παθῶν ἔστησας, νίκην ὑπὲρ φύσιν τελέσας, ξένα παλαίσματα, καὶ ὑπερθαύμαστα, δι᾿ ὧν πολλὴν παῤῥησίαν, πρὸς Χριστὸν κτησάμενος, ἡμῶν μνημόνευε.
Ὀσιώτατε πάτερ, διὰ Χριστὸν ἔσπευσας, πλάνος καὶ μωρὸς νομισθῆναι, κρύπτων τὴν ἄνωθεν, χορηγηθεῖσάν σοι, πανσθενεστάτην σοφίαν, ᾗ ἡμᾶς συνέτισον, τοὺς εὐφημοῦντάς σε.
Μιμητὴς τοῦ Δεσπότου, ἀναδειχθεὶς ὅσιε, τὰ ἐκείνου στίγματα φέρων, καὶ συσταυρούμενος, τὸν κοσμοκράτορα, ᾿Ανδρέα πάτερ καθεῖλες, ὃν καὶ νῦν ἀνίσχυρον, δεῖξον τοῖς δούλοις σου.
Θεοτοκίον.
Τὴν ὁλόφωτον πύλην, τὴν νοητὴν κλίμακα, τὴν παμφαεστάτην νεφέλην, τὸ ἀλατόμητον, ὄρος καὶ ἅγιον, τὴν τῶν ἀγγέλων Κυρίαν, τὴν ἀειμακάριστον, πάντες τιμήσωμεν.
Διάσωσον, ἀπὸ κινδύνων Ἀνδρέα τοὺς σὲ τιμῶντας, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς πρέσβυν ἡμῶν θερμότατον καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν, πρὸς Κύριον χρησάμενος, παντὸς πειρασμοῦ, ἀπάλλαξον τοὺς δούλους σου, τοὺς ναόν σοι ἅγιον, ἐκ ψυχῆς ἀνεγείραντας, Ἀνδρέα πάτερ σοφέ, ἀγγέλων ὄντως ἰσοστάσιε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀνδρικῶς ἐθανάτωσας, ὄφιν τὸν ἀρχέκακον προσποιήσεσι, ταῖς μωραῖς πάτερ σοφώτατε, ἐξ οὗ τῶν παγίδων ἡμᾶς λύτρωσαι.
Ἰκετεύομεν πόθῳ σε, ὅσιε Ἀνδρέα ὑπὲρ τῆς ποίμνης σου, δυσωπεῖν τὸν Ὑπεράγαθον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως.
Καθαρθεὶς τὴν καρδίαν σου, τοῖς ὑπερφυέσι σου ἀγωνίσμασιν, ἐκκαθάραι τὰς ψυχὰς ἡμῶν, τὰς ἀμαυρωθείσας καθικέτευε.
Θεοτοκίον.
Ἰλασμὸν τῶν πταισμάτων μου, αἴτησαι Κυρία τὸν Πολυέλεον, καταπέμψαι καὶ συγχώρησιν, ὧν ἀφρόνως ἔπραξα ὁ δείλαιος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμᾶς, φωταυγέσι μεσιτείαις σου, ὦ Ἀνδρέα καὶ φωτὶ σῶν προσευχῶν, τὰς ψυχὰς ἡμῶν καταύγασον δεόμεθα.
Ὅλη ἐν τῇ σῇ, διανοίᾳ κατεσκήνωσεν, ἡ τοῦ Πνεύματος σοφία ἣν ἡμῖν, καταπέμψαι τὸν Φιλάνθρωπον ἱκέτευε.
Σκέπη ἀσφαλής, ὦ Ἀνδρέα καὶ διάσωσμα, τοῖς σοῖς δούλοις καὶ πταισμάτων ἱλασμός, γεννηθήτω, ἡ πρεσβεία σου μακάριε.
Θεοτοκίον.
Δεσποινα ἁγνή, τὸ τοῦ κόσμου καταφύγιον, τῆς σῆς χάριτος ταῖς πτέρυξί με σκέπασον, καὶ γλυκείᾳ, εὐσπλαγχνίᾳ ζωοποίησον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μωρίᾳ σου, πεπλασμένῃ Ὅσιε, ἀπεμώρανας τὸν νοῦν τῆς κακίας, καὶ πτωχικῇ, πολιτείᾳ σου πάτερ, τὸν ἀγαθῶν θησαυρὸν κατεπλούτησας, καὶ γέγονας καταφυγή, καὶ λιμὴν προστασίας τοῖς χρῄζουσι.
Ἐξέστησας, ἀρχαγγέλων τάγματα, τῇ ἀφάτῳ ταπεινώσει σου πάτερ, διὸ ἡμῶν, ἐπῃρμένας καρδίας, τῇ σῇ εὐχῇ ταπεινώσει ἀσφάλισαι, καὶ ἀπαθείας στολισμῷ, καταφαίδρυνον ταύτας δεόμεθα.
Ἐπίβλεψον, οὐρανόθεν Ὅσιε, καὶ εὐλόγησον τὸν οἶκόν σου τοῦτον, ὃν τῇ σεπτῇ, σοῦ ἠγείραμεν μνήμῃ, καὶ κατασκήνωσον ὧδε ἀείποτε, κατεύθυνον δὲ τῶν χειρῶν, ἡμῶν ἔργα πρὸς θείαν ἱλέωσιν.
Θεοτοκίον.
Πανύμνητε, τῶν πιστῶν κραταίωμα, καὶ ἀντίληψις θερμὴ προστασία, τῷ σῷ Υἱῷ, μὴ ἐλλείπῃς πρεσβεύειν, ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου ἱκέτου σου, ῥυσθῆναί με τῶν πειρασμῶν, καὶ τυχεῖν σωτηρίας Θεόνυμφε.
Διάσωσον, ἀπὸ κινδύνων Ἀνδρέα τοὺς σὲ τιμῶντας, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς πρέσβυν ἡμῶν θερμότατον καὶ προστάτην.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος δ΄. ῾Ο ὑψωθείς.
Τοῖς ἀνοήτοις ὡς μωρὸς νομιζόμενος, καὶ διὰ πόθον τοῦ Χριστοῦ ἐμπαιζόμενος, τῇ Ἐκκλησίᾳ δέδοσαι μακάριε, βίβλος θεοτύπωτος, τῆς ἀῤῥήτου σοφίας, ἣν κατανοήσαντες, οἱ πιστοὶ ἀνυμνοῦμεν, πάτερ Ἀνδρέα σὲ τὸν καθαρόν, οἶκον Κυρίου, καὶ σκεῦος τοῦ Πνεύματος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Ευαγγέλιο.
Ἐκ τοῦ κατὰ Ματθαῖον
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
Ἀστὴρ τηλαυγέστατος, τῇ τῶν Ἁγίων χορείᾳ, ἔλαμψας ἀοίδιμε, τῇ σοφῇ μωρίᾳ σου δοξαζόμενος, καὶ πιστοὺς ηὔγασας, τῷ φωτὶ τῶν ἔργων, καὶ θαυμάτων ἐπιδείξεσι, δι᾿ ὧν ἐγνώρισαι, φίλος τοῦ Θεοῦ ἀληθέστατος· πρόφθασον οὖν καὶ λύτρωσαι, τῶν δεινῶν παγίδων τοὺς δούλους σου, τοὺς θερμὸν προστάτην, καὶ ῥύστην πειρασμῶν παντοδαπῶν, σὲ κεκτημένους μακάριε, Ἀνδρέα πατὴρ ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Συσχεθέντες τῷ βάθει, τῶν ἀμέτρων πταισμάτων καὶ συνδεσμούμενοι, σειραῖς ἁμαρτημάτων, Ἀνδρέα τῇ σεπτῇ σου, βοηθείᾳ προστρέχομεν, ὅπως λυτρώσῃς ἡμᾶς, δεσμῶν τῶν αἰωνίων.
Ἒτι ὄντος σου πάτερ, ἐν τῷ σώματι ἤχθης πρὸς τὸν Παράδεισον, καὶ θείας ἠξιώθης, Δεσπότου ἐμφανείας, ὃν ἀπαύστως ἱκέτευε, τῆς οὐρανίου χαρᾶς, ἡμᾶς καταξιῶσαι.
Ἀσθενεῖς ἰατρεύεις, καὶ νοσοῦντας ἰᾶσαι τῇ μεσιτείᾳ σου, δαιμόνων δὲ τὰ πλήθη, μακρὰν ἀποδιώκεις, καταφλέγων πυρφόρῳ σου, Ἀνδρέα πάτερ εὐχῇ, καὶ τέμνων τῷ σῷ λόγῳ.
Θεοτοκίον.
Ἐκ γαστρός σου ἁγίας, ἐσαρκώθη Παρθένε ὁ Ὑπερούσιος, καὶ ὡς βροτὸς ὡράθη, τῆς ἀλογίας λύων, τοὺς βροτοὺς ἀνυμνοῦντάς σε, ὡς Θεοτόκον ἁγνήν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀφισταμένους, τοῦ Θεοῦ ἁμαρτίαις, νῦν οἰκείωσον Ἀνδρέα παμμάκαρ, ὅπως σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς παρθενίας, τὸ οὐράνιον ἄνθος, ἡμᾶς στήριξον ἀμάραντον τηρῆσαι, καὶ ἁγνείας τρόποις, Θεῷ εὐαρεστῆσαι.
Τοῦ Ὄρους τούτου, καταξίωσον πάντας, διανύσαι τὸν βίον ὡς τηροῦντας, τὰς ἐπαγγελίας, τοῦ Σχήματος Ἀνδρέα.
Θεοτοκίον.
Μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν Θεοτόκε, μεσιτεύειν τῷ ἐκ σοῦ τεχθέντι, ὅπως τῆς γεέννης, ῥυσθέντες σὲ ὑμνῶμεν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πόθῳ προσφοιτῶντας, τῷ ναῷ σου πάτερ, ἐκ δεξιῶν τοῦ Δεσπότου ἀξίωσον, παρασταθῆναι ἐν ὥρᾳ, τῆς ἐξετάσεως.
Τρυφῆς τοῦ Παραδείσου, γενέσθαι κληρονόμους, τοὺς ἀσκουμένους ἐνθάδε ἱκέτευε, καὶ οὐρανῶν Βασιλείας, δεῖξον οἰκήτορας.
Διάσωσον ἀτρώτους, πάσης πονηρίας, τοὺς ἐκτελοῦντας Ἀνδρέα τὴν μνήμην σου, διαφυλάττων σκανδάλων, τοῦ πολεμήτορος.
Θεοτοκίον.
Εὐσπλάγχνῳ ὄμματί σου, ἔπιδε Παρθένε, ἐπὶ τοὺς αἴροντας πόθῳ τὰ ὄμματα, καὶ προσδοκῶντας ἀγάπης, τῆς σῆς τὸ πέλαγος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς σοφίας τῆς θεϊκῆς, σκεῦος θεοφόρε, ἀπαθείας στήλη λαμπρά, χαίροις εὐωδίας, τῆς οὐρανίου μύρον, Ἀνδρέα μοναζόντων, τὸ ἐγκαλλώπισμα.
Χαίροις ὁ μωρίαν διὰ Χριστόν, ἀγαπήσας πάτερ, καὶ ὡς ἔνδυμα θεϊκόν, περιβεβλημένος, Ἀνδρέα τοῖς Ἀγγέλων, χοροῖς συνηριθμήθης, ἀξιοθαύμαστε.
Χαίροις ταπεινώσεως ἐκλεκτόν, σκήνωμα Ἀνδρέα, καὶ πτωχείας ὁ θησαυρός, χαίροις τῶν ὁσίων, ὁμόσκηνε καὶ πάντων, συνόμιλε Ἁγίων, πάτερ ἀοίδιμε.
Χαίροις ὁ μωράνας τὸν σοφιστήν, τῆς κακίας πάτερ, προσποιήσεσι ταῖς μωραῖς, καὶ τοῦτον καιρίως, τῷ ξίφει καταπλήξας, τῶν ἱερῶν εὐχῶν σου, Ἀνδρέα ὅσιε.
Στενὴν καὶ τραχεῖαν πάτερ ὁδόν, ἤνυσας Ἀνδρέα, ἐμπαιζόμενος καὶ μωρός, δεικνύμενος ὅπως, ζωῆς τῆς αἰωνίου, ἐπαπολαύσῃς πάτερ, Χριστῷ ἱστάμενος.
Θέατρον ἐγένου καὶ τοῖς βροτοῖς, καὶ ἀγγέλοις πάτερ, παραδόξῳ σου βιοτῇ, Θεῷ δὲ ὡς μύρον, παμμάκαρ πανευῶδες, ὁ ἱερός σου βίος, ἐδείχθη ὅσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἠμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Πάντες δυσωποῦμέν σε σοφέ, ὦ Ἀνδρέα πάτερ κινδύνων, ἀπολυτρώσασθαι, νόσων τε καὶ θλίψεων, καὶ περιστάσεων, τοὺς πιστῶς εὐφημοῦντάς σε, ὡς σεπτὸν δοχεῖον, τοῦ Ἁγίου Πνεύματος καὶ θείας χάριτος, ἔμψυχον κειμήλιον ὄντως, καὶ τῶν ὀρθοδόξων προστάτην, καὶ πιστῶν τὸ μέγα καταφύγιον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι.
Ὦ Ἀνδρέα, φύλαττε σοὶ ἀναθεῖσαν
οἶκον ἀδελφότητα Δανιηλαίων.
Παρακλητικός Κανών εις τον Άγιο Ανδρέα ο δια Χριστόν Σαλός
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 28 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξής·
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν καταράξαντα ἐχθροῦ μεθοδείας, ἐν τρόποις ξένοις, ἐν σαλότητι βίου, ἐν πνεύματος πραότητι καὶ ἐν ἀκλινεΐ ἐμπαιγμῷ, τιμήσωμεν θεοφόρον πατέρα, τὸν κλεινὸν συνώνυμον Πρωτοκλήτου, βοῶντες ὑπὲρ ἡμῶν, Ἀνδρέα, ἐκτενῶς Χριστὸν δυσώπει, τῶν ὕμνοις τιμώντων σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀνδρέα, ἐπίγειε ἄγγελε, ἐπάκουσόν μοι. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἀνδρέα, ἐπίγειε ἀσκητά, συνόμιλε δόξῃς, τῶν ἀγγέλων ἐν οὐρανοῖς αὐτῶν τῆς χαρᾶς ἀξίωσόν με, τὸν ἐκδεχόμενον χάριν τὴν θείαν σου.
Νικήσας, Ἀνδρέα, τὸν πονηρόν, ἀσκήσει συντόνῳ, ταπεινώσει καὶ προσευχή, ὁδὸν καθυπέδειξας ἀρίστην, ἡμῖν βαδίσαι τοῖς σὲ μακαρίζουσι.
Δικαίως ἠξίωσαι δωρεῶν, ἀφθίτων, Ἀνδρέα, ὃ γυμνότητι καὶ λιμῷ, ἀνύσας τὸν βίον, ἵνα πάντας λιμοῦ ἐπάρσεως σώσῃς σούς πρόσφυγας.
Θεοτοκίον.
Ῥοὰς τῶν δακρύων μου, Μαριάμ, ἀπόσμηξον μάκτρῳ τῶν ἐνθέρμων σου προσευχῶν, πρὸς ὃν ἀπεκύησας ἀφράστως, μονογενῆ σου Υἱόν, Μητροπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐγκωμίοις, Ἀνδρέα, σὲ μυστικοῖς στέφοντες, τὰς πρὸς τὸν Θεὸν ἱκεσίας, σοῦ ἐκδεχόμεθα, ἵνα ἐχθροῦ μηχανάς, τάς πολυπλόκους ταχέως, ἀσκητὰ Θεόφιλε, καταπατήσωμεν.
Ἀσκητῶν ὡραιότης, ὁ βιοτὴν πρόσκαιρον, ἀπαθῶς ἔμπαιζων, Ἀνδρέα, πᾶσιν ὑπόδειξον, ἡμῖν ἀρίστην ὁδόν, πρὸς οὐρανίους ἐπάλξεις, ἄγουσαν τοῖς μέλπουσι, σὰ κατορθώματα.
Ἑξανθήσας ὡς ῥόδον, ἐν ταῖς αὐλαῖς εὔοσμον, τοῦ θεοῦ ἡμᾶς εὐωδίας, ἔπλησας ἅπαντας, τοὺς ἐκβοῶντας πιστῶς χαῖρε, Ἀνδρέα, μεσῖτα ἔνθερμε πρὸς Κύριον, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Παναγία Παρθένε, τῶν ἀσθενῶν ἴασις, καὶ τραυματιῶν θεραπεία, σοῦ τῶν δεήσεων, φαρμάκῳ ἄλγη ψυχῶν, ἡμῶν θεράπευσον τάχος, καὶ σωμάτων, ἄχραντε Θεογεννήτρια.
Ὁμόζηλε, ἀγγέλων δόξῃς, Ἀνδρέα πνευματοφόρε, ὁ σαλότητος τὴν ὁδὸν βαδίσας ὡς ἐξηχός, ἀξίωσον δόξῃς ἡμᾶς ἀφθίτου.
Ἐπιβλέψον, ἐν εὐμένεια, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψηχής μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀνδρέα σοφέ, μωράνας προσποιήσεσι μωραϊς σοῦ ἐχθρόν, τὸν σοφιστήν, πανόλβιε, τῆς κακίας, τήρησον ἀπαθεῖς ἒν τῷ κόσμῳ σοῦς πρόσφυγας, καὶ κοινωνοὺς ἀνάδειξον ἡμᾶς, χαρὰς αἰωνίου τοὺς τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰθυνὸν με, ἐπώνυμε τῆς ἀνδρείας, κῆπον πρὸς εὐωδεστατον σωφροσύνης καὶ συνέσεως, θαυμαστὲ Ἀνδρέα, κῆπε χάριτος.
Γεγηθότες βοῶμέν σοι ὃ εἰς ὕψος φθάσας ἀποκαλύψεων θεῖον, ἴσχυσον ἱκέτάς σου νόμων εἰς Ὑψίστου φθάσαι πλήρωσιν.
Ἐκ Θεοῦ κλῆσιν εἴληφας, ὅσιε Ἀνδρέα, τῆς προσποιήσεως τοῦ ἔξηχου, καὶ τὴν δύναμιν προστατεύειν ὕμνοις τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Ἰσχυροὺς δείξον, Δέσποινα, ἐν τοῦ βίου μάχαις τοὺς μακαρίζοντας σὲ εὐτάκτως, καὶ τὴν χάριν σου, ἀρετῆς πρὸς κτῆσιν ἐκζητούντάς σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἐν σεπτῶ ναῷ, Βλαχερνὼν ὃ θεασάμενος Θεοτόκον, περισκέπουσαν πιστούς, σκέπε, ἃπαντας, Ἀνδρέα, τοὺς τιμῶντάς σε.
Ἄνερ ἱερέ, ὃ κυσὶ συναυλισάμενος καὶ γευσάμενος, Ἀνδρέα, διωγμούς, ἕλκυσον μὲ πρὸς ζωήν, τὴν αἰωνίζουσαν.
Γνῶναι τοῦ Θεοῦ, τὰ σωτήρια ἐντάλματα καταξίωσον, Ἀνδρέα, τοὺς πιστῶς ὥσπερ γνώσεως Θεοῦ, φανὸν ὕμνοῦντάς σε.
Θεοτοκίον.
Γῆθεν πρὸς νομάς, οὐρανῶν ἡμᾶς ἀνάγαγε τοὺς βοώντας Χαῖρε, Μῆτερ τοῦ Θεοῦ, χαρμονῆς αἰωνιζούσης, κόσμου πρόξενε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπάκουσον, πάντων δεομένων σου, ἀσκητὰ πνευματοφόρε Ἀνδρέα, Ἀναστασίας Φαρμακολυτρίας καὶ Θεολόγου, δεχθεὶς τὴν βεβαίωσιν, εὐαρεστήσεως Θεοῦ, ἐκ σαλότητος τρόπων τῶν ξένων σου.
Λαμπρότησιν, ὁ καλλωπιζόμενος ἀρετῶν, καὶ ὑπὲρ λόγον σοφίας, ὁ ἐν τῇ γῇ τῶν πραέων σκηνώσας, καὶ ἐνωθεὶς τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Ἀνδρέα ἔνωσον ἡμᾶς, τοῖς χοροῖς τῶν φιλούντων τὸν Ὕψιστον.
Ἐκδίωξον, χαλεπὰ νοσήματα, τῶν τιμώντων σὲ Ἀνδρέα θέοφρον, καὶ καταπράϋνον τὰς ἀλγηδόνας, τῶν εὐφημούντων σοῦς τρόπους σαλότητος, δι’ ὧν ἐδέξω ἀληθῶς, τὸ βραβεῖον ἀφθίτου λαμπρότητος.
Θεοτοκίον.
Ἐφύμνιον, ᾆσμα Μητροπάρθενε, σοὶ προσάγομεν πιστῶν αἱ χορείας, ὅτι ἐν πάσαις κακώσεσι βίου, καὶ πειρασμοῖς καὶ δεινοῖς καταφεύγομεν, σῇ προστασία ἀκλινεῖ, καὶ θερμὴ μεσιτία, πανύμνητε.
Ὁμόζηλε ἀγγέλων δόξῃς, Ἀνδρέα πνευματοφόρε, ὁ σαλότητος τὴν ὁδὸν βαδίσας ὡς ἐξηχός, ἀξίωσον δόξῃς ἡμὰς ἄφθιτου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμέρων τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Σταυρὸν σαλότητος ἀναλαβόμενον ἐπ’ ὤμων, καὶ τὸν μωρὸν προσποιούμενον, ἵνα κερδήση ζωὴν τὴν αἰώνιον, Ἀνδρέαν μέλψωμεν, πόθῳ αἰτούμενοι αὐτοῦ τάς πρεσβείας πρὸς Κύριον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τὸν πολιτευσάμενον ἐπὶ τῆς γῆς ἰσαγγέλως, καὶ ἐχθροῦ ὀλέσαντα φάλαγγας ὡς ἔξηχον προσποιήσεσι, ταῖς μωραῖς μέλψωμεν, εὐκλεῆ Ἀνδρέαν, Βασιλίδος ἐνδιαίτημα, καὶ θεῖον μέτοχον, δόξῃς καὶ εὐκλείας ἀτέρμονος, ἐκθύμως ἀνακράζοντες ἔμψυχε ναὲ ταπεινώσεως, ῥΰσαι σοῦς ἱκέτας ἐχθίστου ἐπηρείας καὶ δεινῶν ἐπερχομένων πρεσβείαις σου, πρὸς Θεὸν τὸν εὔσπλαγχνον.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου
Κύριε, ἐλέησον (ιβ΄).
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πολυτίμητον σκεῦος, Παρακλήτου, Ἀνδρέα, ὁ τὰ ἐσόμενα, δυνάμενος προλέγειν καὶ βλέπειν τὰ ἐν πόλω, μυστικὰ καὶ ἀθέατα, πέμψον ἡμῖν δαψιλώς, ἐλέη τοῦ Ὑψίστου.
Ἀπολαύσαι Ἀνδρέα, εὐφροσύνης ἀλήκτου ἡμᾶς ἀξίωσον, σὲ ἀνυμνολογοῦντας, ὡς σύσκηνον Ἀγγέλων, καὶ συνόμιλον τάγματος, Ὁσίων διὰ Χριστόν, σάλων ἀποκληθέντων.
Κατ’ ἐχθροῦ μισοκάλου, νικητὰς σοῦς ἱκέτας ταχὺ ἀνάδειξον, τοὺς ἐπικαλουμένους, τὴν θείαν σοῦ πρεσβείαν, πρὸς τὸν εὔσπλαγχνον Κύριον, οὐ ἀπολαύεις τὸ φῶς, μορφῆς τῆς πανιέρου.
Θεοτοκίον.
Οὐρανῶν ὑπερτέραν, τὴν ἁγνὴν Θεοτόκον καὶ παντευλόγητον, Κυρίαν σκηνωμάτων, τῆς δόξῃς μελωδοῦντες, εὐλαβῶς ἀνακράζομεν· προστάτις χριστιανῶν, Θεοκυῆτορ πέλεις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑμνολογοῦντὲς σε, θεοφόρε Ἀνδρέα, ὡς ἀειῤῤυτον κρήνην ἐλέους, σᾶς θερμὰς πρὸς Κτίστην, εὐχὰς ἀποζητοῦμεν.
Σταυροῦ δυνάμει, περιφραχθείς τὰς ἐνέδρας, τοῦ ἔχθιστου διέλυσας πάτερ, θεαυγές Ἀνδρέα, ἡμῶν ἀκέστορ θεῖε.
Ὁδήγησόν με, πρὸς σωτηρίας ἐπάλξεις, ὁ σαλότητι μάκαρ Ἀνδρέα, σὲ αὐτὸν ἴθυνας, πρὸς θεϊκὰς σκηνώσεις.
Θεοτοκίον.
Νικήσαι πάθη, σαρκός ἁγνὴ Θεοτόκε, καταξίωσον σὲ τοὺς ὑμνοῦντας, καὶ δοξολογοῦντας, τὸν ἄχραντόν σου Τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μωράνας τῆς κακίας, σοφιστήν Ἀνδρέα, ταῖς σαῖς μωραῖς προσποιήσεσι σοφισον, τοὺς σοὺς ἱκέτας δεικνύων, αὐτοῖς τὰ κρείττονα.
Ὁμόζηλε μαρτύρων, καὶ ὁσίων πάντων, πνευματοφόρε Ἀνδρέα ἰσότιμε, ἡμῖν ἰλέωσαι Κτίστην, τὸν πανευΐλατον.
Ὑπέρτερε γηΐνων, καὶ ῥευστῶν Ἀνδρέα, σοὺς ὑμνητὰς ὑπερόπτας ἀνάδειξον, σχέσεως πάσης προσύλου, καὶ ματαιότητος.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, Κεχαριτωμένη, σὺν τῷ πανσέπτῳ Ἀνδρέᾳ τὸν Τόκον σου, ὑπὲρ τῶν ὕμνοις εὐήχοις, μακαριζόντων σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις, τῆς σοφίας καὶ ἀρετῆς, τῆς ἐνθέου πλήρης, προσποιήσεσιν ὁ μωραῖς, διανύσας βίον, ἰσάγγελον Ἀνδρέα, ἐν πόλει Βασιλίδι, πνευματοφόρητε.
Χαίροις, προσποιήσεσιν ὁ μωραῖς, καὶ σκληραγωγία, ὑπὲρ ἔννοιαν σὲ αὐτόν, ταπεινώσας μάκαρ, Ἀνδρέα ἵνα πόλου, εὐκλείας ἀπολαύσῃς καὶ δόξῃς κρείττονος.
Ἐλεημοσύνης τὸν τιμητήν, ταπεινοφροσύνης, ἐργαστήριον καὶ εὐχῆς, ἀσιγήτου σκεῦος, Ἀνδρέαν ὡς σοφίας, ταμεῖον τῆς ἐνθέου, ἀνευφημήσωμεν.
Χαίροις, ἐν τεμένει τῶν Βλαχερνών, τὴν ἁγνὴν Παρθένον θεασάμενος τοὺς πιστούς, σκέπουσαν Ἀνδρέα, αὐτῆς τῷ μαφορίω, τῷ ἱερῷ αὐτόπτα, ξένου θεάματος.
Χαίροις, ὁ μωράνας τὸν πτερνιστήν, τρόποις σου ἐνθέοις, καὶ εὐφράνας τὸν Λυτρωτήν, σῇ ἀσκήσει, πάτερ, φωτοειδές Ἀνδρέα, πολλῶν θορύβων μέσον, ὁ βιωσάμενος.
Σμῆνος τῶν δαιμόνων ὁ τῷ ἐσμῷ, ἀρετῶν σκορπίσας, ὡς κηφῆνας καὶ τὸ γλυκύ, μέλι τῆς σοφίας, τῆς ὑπὲρ νοῦν συλλέξας, Ἀνδρέα, σῇ ἀσκήσει, κόσμον καθήδυνας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν μωραΐς προσποιήσεσι καὶ σαλότητι, καθυποτάξαντα πάθη, τὰ ψυχοκτόνα σαρκός, καὶ συντρίψαντα μισόκαλον τὸν δόλιον, ὡς θείου Πνεύματος ναόν, καὶ ὁσίων ἀσκητῶν, τιμήσωμεν λαμπηδόνα, σοφὸν Ἀνδρέαν πρεσβείας, αὐτοῦ πρὸς Κύριον αἰτούμενοι.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τὸν Ξύλου σὲ νεκρὸν
Πάτερ, ὁ δουλεύσας τῷ Χριστῷ, ταπεινοφροσύνη τελεία, γυμνώσει καὶ ἐμπαιγμοῖς, καὶ βελίαρ δύναμιν τὴν διαφθείρουσαν, ἤθη σαῖς προσποιήσεσι, μωραΐς θριαμβεύσας, λύτρωσαι κακότητος τοῦ παναλάστορος, πάντας καὶ στενώσεων βίου, τοὺς εἰλικρινῶς σὲ τιμῶντας, ἄνθρωπε, Ἀνδρέα, ἰσουράνιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δανιηλαίων συνοδίαν, Ἀνδρέα,
σὲ τιμώσαν σκέπε, βοᾶ Χαραλάμπης.