Τρείς Παρακλητικοί Κανόνες εις τον Άγιο Απόστολο του Χριστού Ανδρέα τον Πρωτόκλητο
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο του Χριστού Ανδρέα τον Πρωτόκλητο
Ποίημα Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου
†Εορτάζεται στις 30 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεηγόρον τε καὶ μύστην τοῦ Λόγου, τὸν πνευματέμφορον καὶ κήρυκα πάντες, τῆς εὐσεβείας ὕμνοις εὐφημήσωμεν· δέξαι οὖν τὴν δέησιν, τῶν σὲ παρακαλούντων, καὶ ἡμᾶς ἐπίσκεψαι, τοὺς σοὺς δούλους Ἀνδρέα, καὶ ἐκ παντοίων λύτρωσαι δεινῶν, ὡς τοῦ Δεσπότου, Ἀπόστολος μέγιστος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανῶν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι τὴν ταπεινήν μου ψυχήν· καὶ συμφορῶν νέφη, ὅλον με καλύπτουσιν, Ἀνδρέα μεγαλώνυμε· ἀλλ’ ὡς Πνεύματος θείου, ἀκτῖνας περιδεξάμενος, λάμψον μοι τὸ φῶς τὸ τῆς χάριτος.
Ἐξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, λυτρωθεὶς αὐτόπτα, τοῦ Χριστοῦ σῇ χάριτι, καὶ γνήσιε Ἀπόστολε, ἀνυμνῶ μεγαλύνω, τὴν εἰς ἐμὲ προστασίαν σου, καὶ κηδεμονίαν καὶ εὔνοιαν.
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον Ἀνδρέαν πνευματικήν, σκέπην καὶ πρεσβείαν, τὴν πρὸς τὸν Δεσπότην σου, ὑπὲρ ἐμοῦ δεόμενος, ὁ φωτίσας τὰ ἔθνη, καὶ ἐκδιώξας ἀσέβειαν, δίδαξον κἀμὲ τὰ σωτήρια.
Θεοτοκίον.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα τὰ μεγαλεῖα τὰ σά· εἰ μὴ γὰρ σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Θεῷ σου τὶς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο;
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπορήσας ἐκ πάντων ὀδυνηρῶς κράζω σοι· πρόφθασον Ἀπόστολε μάκαρ, καὶ σὴν βοήθειαν, δὸς μοι τῷ δούλῳ σου, τῷ ταπεινῷ σοι βοῶντι, καὶ προσκαλουμένῳ σε, τὸν εὐεργέτην μου.
Ἐθαυμάστωσας ὄντως νῦν ἐπ’ ἐμοὶ ἔνδοξε, τὰς εὐεργεσίας σου μάκαρ καὶ προστασία σου· ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον κηδεμονίαν σου.
Καταιγὶς μὲ χειμάζει τῶν συμφορῶν Ἅγιε, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλ’ μὲ πρόφθασον, Ἀνδρέα μύστα τοῦ Λόγου, καὶ βυθοῦ ἐξάρπασον, τῆς ἀπογνώσεως.
Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν· ὡς γὰρ φυσίζῳος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
Διάσωσον, ἀπὸ κινδύνων Ἀπόστολε σοὺς οἰκέτας, τοὺς πιστῶς προσφυγόντας καὶ πόθῳ σῇ σκέπῃ σου, ὡς μύστης Ἀνδρέα τοῦ Δεσπότου σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης φρουρὸς γενοῦ μοι τῷ οἰκέτῃ σου, καὶ πρέσβυς θερμὸς πρὸς Κύριον σοῦ δέομαι, ὡς Αὐτοῦ Ἀπόστολος καὶ μιμητὴς ὑπάρχων Ἀνδρέα γνήσιος· καὶ ἐκ παντοίων λύτρωσαι δεινῶν, τοὺς πίστει καὶ πόθῳ σοι προστρέχοντας.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Καὶ σοῦ λοιπόν, τῇ σκέπῃ μάκαρ προσέρχομαι, τῇ πρεσβείᾳ, καὶ τῇ προστασίᾳ σου, ὁ σὸς ἱκέτης καὶ ἐκζητῶ, λύσιν τῶν πταισμάτων, Ἀνδρέα μάκαρ Ἀπόστολε, δεσμεῖν γὰρ καὶ λύειν, παρὰ Χριστοῦ πλουσίως ἔχεις, πνευματέμφορος ὅλος γενόμενος.
Τὸν ποταμόν, τὸν γλυκερὸν τῶν χαρίτων σου, τὸν πλουσίαις, δωρεαῖς δροσίζοντα, Ἀνδρέα μάκαρ μου, τὴν ψυχὴν καὶ τὴν προστασίαν, τὴν πρὸς ἐμὲ μεγαλύνω σου, καὶ ὕμνοις σου δοξάζω, ταύτην Ἀπόστολε θεόπτα, καὶ προστρέχω τῇ σκέπῃ σου σῶσόν με.
Πῶς ἐξειπεῖν, σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, ὑπὲρ τοῦ κηρύγματος, σοὺς διωγμούς, καὶ τὰς συμφορᾶς, οἵους τε ὑπέστης, κινδύνους μάκαρ Ἀπόστολε· καὶ ταῦτα ἵνα σώσῃ, τὰ ἔθνη λίαν σκοτισθέντα, ἀσεβείας τῷ σκότει πανεύφημε.
Θεοτοκίον.
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγήν, σκέπην κραταιάν, ὅπλον σωτηρίας· μὴ μὲ παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Οἱ μισοῦντες με μάτην, βέλεμνα καὶ ξίφει καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι, τὸ πανάθλιον σῶμα σπαράξαι μου, καὶ καταβιβάσαι, πρὸς γῆν Ἀνδρέα μυστολέκτα· ἀλλ’ ἐκ τούτων σὺ πρόφθασον σῶσόν με.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ σῇ προστασίᾳ, καὶ πρεσβείᾳ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, ὦ Ἀνδρέα Χριστοῦ μου Ἀπόστολε.
Τὶ σοι δῶρον προσάξω τῆς εὐχαριστίας ἀνθ’ ὧνπερ ἀπήλαυσα, τῆς σῆς προστασίας, καὶ πρεσβείας θερμῆς πρὸς τὸν Κύριον, τοιγαροῦν γεραίρω, ὑμνολογῶ καὶ μεγαλύνω, σὲ τὸν μύστην Χριστοῦ καὶ Ἀπόστολον.
Θεοτοκίον.
Εὐχαρίστως βοῶ σοι, χαῖρε Μητροπάρθενε χαῖρε Θεόνυμφε, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον, χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ σκοτασμόν, ἐμποιοῦσι μοι μάκαρ, ἀλλ’ ὁ κηρύξας τὸ φῶς τὸ τῆς χάριτος, φωτὶ με φώτισον ταῖς σαῖς, ἱκεσίαις Ἀνδρέα μάκαρ πανεύφημε.
Οὐ κρύπτω σου, τὸν βυθὸν τοῦ ἐλέους, καὶ τὴν χάριν τῶν πολλῶν σου θαυμάτων, μύστα Χριστοῦ, καὶ Ἀπόστολε μάκαρ, τῆς πρὸς ἐμὲ συμπαθείας σου Ἅγιε, ἀλλ’ ἅπασιν ὁμολογῶ, καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον τρισμάκαρ, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων, ἀλλ’ εὕροιμί σε βοηθόν, καὶ προστάτην καὶ πρέσβυν Ἀπόστολε.
Θεοτοκίον.
Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα, καί τῶν νόσων ἰατρόν σε γινώσκω, καὶ παντελῆ, συντριμμὸν τοῦ θανάτου, καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἐν συμφοραῖς, ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
Διάσωσον, ἀπὸ κινδύνων Ἀπόστολε σοὺς οἰκέτας, τοὺς πιστῶς προσφυγόντας καὶ πόθῳ σῇ σκέπῃ σου, ὡς μύστης Ἀνδρέα τοῦ Δεσπότου σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητὴν τὸν Πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. δ΄ 18-23 ).
Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος β΄. Ὅλην ἀποθέμενοι.
Χάριν κομισάμενος, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ὡς Αὐτοῦ Ἀπόστολος, νέμεις τοῖς τιμῶσί σε τὴν θεόῤῥητον, τὴν αὐτὴν δώρησαι, τῷ πιστῷ δούλῳ σου, παρακλήσει ἐκζητοῦντι σου, δι’ ἧς μου φώτισον, κόρας τῆς ψυχῆς μου ταῖς πρεσβείαις σου, Ἀνδρέα ὡς Ἀπόστολος, καὶ ὡς θεῖος κῆρυξ τῆς χάριτος, μύστα τῶν ἀῤῥήτων, θεόπτα θεηγόρε καὶ φωστήρ τῆς οἰκουμένης, ἱκέτευε ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σκέπη γενοῦ μοι καὶ προστάτης, τῷ σῷ δούλῳ θεηγόρε, ἀποροῦντι νυνί, ἁπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπὶς ἀπηλπισμένων.
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ, καὶ καρδίᾳ νῦν καὶ χείλεσι ὑμνῶ σε, ἀπολαύσας σε νῦν, προστάτης θεηγόρε· ἀλλ’ ὦ τῶν θαυμασίων σου, καὶ χαρίτων τῶν μεγίστων.
Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχων, καὶ δεινῶν συμφορῶν, ἀπόστολε Ἀνδρέα, καὶ πειρασμῶν με λύτρωσαι, ταῖς λιταῖς σου πρὸς τὸν Κτίστην.
Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων, φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον, τὸ καθαρὸν καὶ ἄμωμον, ἵνα πόθῳ σὲ δοξάζω.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Διὰ θείων Ἀνδρέα πρεσβειῶν σου, μὴ παρίδῃς σοφὲ ποντούμενον σάλῳ, ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένῳ, κακώσεσι τοῦ βίου.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με σοφέ, καὶ συμφοραί τοῦ βίου, καὶ πειρασμοί μοι πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.
Ἐν ταῖς ζάλαις ἐφεῦρόν σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ἰατρὸν πανάριστον, καὶ ἐν τοῖς κινδύνοις, ῥύστην καὶ προστάτην, Ἀνδρέα θεοκῆρυξ.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσῇ λυχνία λαμπὰς ἄσβεστε, χαῖρε τῶν παρθένων, δόξα καὶ μητέρων, ὡράισμα καὶ κλέος.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα τὰ σὰ κῆρυξ πάνσοφε, καὶ τὸν βυθόν, τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τε πεπραγμένων σου καὶ πολλῶν, τοῖς πόθῳ σὲ τιμῶσι, καὶ πίστει σὲ ὑμνοῦσιν, ὡς ἀληθῆ Χριστοῦ Ἀπόστολε.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὰς θείας σου χάριτας, καὶ τὴν πολλήν, δόξαν ἣν ἐκτήσω παρὰ Χριστοῦ, καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, Ἀνδρέα πάντοτε ὁ δοῦλός σου.
Τὴν δέησιν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα, καὶ στεναγμόν· ἀλλ’ ἀντιλαβοῦ μου Πάτερ σοφέ, καὶ τὰς αἰτήσεις πλήρωσον, δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Χριστοῦ μύστης, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
Θεοτοκίον.
Πρὸς τίνα καταφύγω ἄλλην ἁγνή; Ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι, ποῦ πορευθῶ; Ποίαν δὲ ἐφεύρω καταφυγήν; Ποίαν θερμὴν ἀντίληψιν; Ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σὲ μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαῤῥῶν κατέφυγον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Κῆρυξ οἰκουμένης μέγας φανείς, πόλιν Βυζαντίδα σὺ φωτίζεις κατ’ ἐξοχήν, σὺν τῇ τοῦ Εὐξείνου, Ἀνδρέα μάκαρ Πόντου, τῇ Ἀμινσῷ καὶ ταύτας σοφῶς ἐφώτισας.
Λόγοις σου φωτίζεις τὴν Λαζικήν, καὶ τὴν Τραπεζοῦντα, σὺν Νικαίᾳ τῇ θαυμαστῇ, καὶ Νικομηδείᾳ, συνάμα Χαλκηδόνι, ὡς μύστης καὶ αὐτόπτης, Χριστοῦ Ἀπόστολε.
Τὴν Πόντου Ἡρακλείαν ὡς εἰκός, λόγοις ἐκδιδάξας ὦ Ἀνδρέα καθηγητά, καὶ τὴν Προποντίδα, ὡσαύτως ἐκδιδάσκεις, καὶ πόλιν τοῦ Εὐξείνου, σύν τε Ἀμάστριδᾳ.
Θαύμασι φωτίζεις τοὺς Σινωπεῖς, μύστα τοῦ Δεσπότου, Σαμοσάτας τε τοὺς σοφούς· Νεοκαισαρεῖς τε, τοὺς πρώην ἀπειθεῖς μέν, πιστοὺς δὲ διὰ λόγων σου εἰς τὸ ὕστερον.
Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν θεηγόρον, τῶν Πατραίων θεῖον ὑπασπιστήν, τὸν τῆς Ἀχαΐας ἀντιλήπτορα τὸν θερμόν, Ἀνδρέαν τὸν μέγαν, καὶ μύστην τοῦ Σωτῆρος, Πρωτόκλητον φανέντα, πάντες ὑμνοῦμέν σε.
Δεῦτε τὸν Πρωτόκλητον μαθητήν, ἐν ὕμνοις ᾀσμάτων, εὐφημήσωμεν οἱ πιστοί, τὸν τοῦ Αἰγεάτου, τὸ θράσος καθελόντα, καὶ τοῦ Χριστοῦ τὸ πάθος ἐκμιμησάμενον.
Χαίροις αὐταδέλφων ἡ ξυνωρίς, Πέτρε καὶ Ἀνδρέα, Ἀποστόλων ἡ καλλονή, μεθ’ ὧν δυσωπεῖτε, τὸν Κτίστην ὑπὲρ πάντων, τῶν πόθῳ γεραιρόντων, τὴν θείαν μνήμην ὑμῶν.
Χαίροις ὁ Πρωτόκλητος μαθητής, χαίροις σωφροσύνης, καὶ ἀνδρείας στήλη λαμπρᾷ, χαίροις ὁ τοῦ πάθους, κοινωνὸς τοῦ Κυρίου, Ἀπόστολε θεόπτα Ἀνδρέα πάντιμε.
Κῆρυξ καὶ τῆς Θρᾴκης οὖν γεγονώς, πάσης Θετταλίας, καὶ Ἑλλάδος μάκαρ σοφέ, καὶ Μακεδονίας, ἐσχάτως ἐκδιδάσκεις, Ἀνδρέα μυστολέκτα, τὴν Πελοπόννησον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, καὶ αἱ τῶν Μαρτύρων, Ἀποστόλων Ἱεραρχῶν, σὺν ταῖς τῶν Ὁσίων, καὶ Προφητῶν Ἀνδρέα, καὶ νῦν μακαριοῦσί σε τὸν Ἀπόστολον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προστατεύεις ὡς εἰκός, τῶν καταφευγόντων ἐν πίστει, τῇ σῇ Ἀνδρέᾳ στοργῇ, πρέσβυς γὰρ εὐπρόσδεκτος, τῷ σῷ Δεσπότῃ ἑστώς, ἀπαλλάττεις τοὺς κάμνοντας, ἐκ νόσων παντοίων, καὶ κινδύνων ἅπαντας, καὶ λύεις πταίσματα· ὅθεν, ὡς προστάτην καὶ ῥύστην, σὲ ἀνευφημοῦμεν τὸν Ἀπόστολον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο του Χριστού Ανδρέα τον Πρωτόκλητο
Ποίημα Movαχού Αντωνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τοῦ Πρωτοκλήτου τῷ ναῷ νῦν προσδράμωμεν, οἱ ἐν ταῖς νόσοις καὶ δεινοῖς κατεχόμενοι, ἀπὸ βαθέων κράζοντες καρδίας αὐτῷ· ἔνδοξε Πρωτόκλητε, ὦ Ἀνδρέα θεόπτα, πρόφθασον καὶ ἴασαι, νοσημάτων παντοίων, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς τῇ σῇ σκέπῃ θερμῶς καταφεύγοντας.
Δόξα. Καὶ νῦν.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενοὺς σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δέξαι δέησιν Ἀνδρέα, Ἀντωνίου Movαχοῦ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δεσμεῖν τε καὶ λύειν παρὰ Χριστοῦ, λαβῶν ἐξουσίαν, ἁμαρτίας με τοῦ δεσμοῦ, λῦσον ὦ Ἀνδρέα θεηγόρε, καὶ γὰρ αὐτῇ μοι, τὴν νόσον ἐπήνεγκεν.
Ἐν νόσοις καὶ πόνοις παντοδαποῖς, τρυχόμενος μάκαρ, ἐκ καρδίας σὲ δυσωπῶ, τούτων παρασχεῖν μοι τὴν ταχεῖαν, ἀπαλλαγὴν καὶ τελείαν ὐγείωσιν.
Ξενωθεὶς ἀφρόνως τῆς ἐντολῆς, Θεοῦ παρεδόθην, τῇ δικαίᾳ αὐτοῦ ὀργή· ὃν περ ἐκδυσώπει ὦ Ἀνδρέα, ἵλεω ὄμματι μάκαρ προσβλέψαι με.
Θεοτοκίον.
Ἀπόρθητον τεῖχος καὶ ἀῤῥαγές, γενοῦ μοι Παρθένε, καταφεύγοντι εὐλαβῶς, τῇ σκέπῃ σου κόρη Θεομήτωρ, πλήν σου γὰρ ἄλλην ἐλπίδα, οὐ κέκτημαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκεσίαις Ἀνδρέα, σὺ δραστικαῖς Ἅγιε, τοὺς ἐν τῷ ναῷ σου φοιτῶντας, καὶ αἰτουμένους σε, πάντας ἐξάρπασον, ἐκ συμφορῶν καὶ κινδύνων, πάσης περιστάσεως, ψυχῆς καὶ σώματος.
Δεομένους ἐκ πόθου, καὶ ἐκ θερμῆς πίστεως, τοὺς κατακειμένους ἐν κλίνῃ δεινοῦ νοσήματος, ῥοπῇ ἀνάστησον, τῆς ἰσχυρᾶς σου πρεσβείας· ἔχεις γὰρ ἰαμάτων, πλοῦτον ἀδάπανον.
Ἐν νυκτὶ καὶ ἡμέρα, πόνοις πολλοῖς τρύχομαι, τοῖς ἐκ νοσημάτων παντοίων, κατακεντούμενος, διὸ τῇ σκέπῃ σου, νῦν καταφεύγω Ἀνδρέα, μὴ δὴ οὖν παρίδῃς με, μύστα Πρωτόκλητε.
Θεοτοκίον.
Ἡ τεκοῦσα Σωτῆρα, καὶ λυτρωτὴν Ἄχραντε, τὸν τὰς βροτῶν ἀσθενείας πάσας ἰώμενον, ὃν ἁγνὴ πάναγνε, σὺ ἀκραιφνῶς μιμουμένη, νόσῳ με κρατούμενον, ἴασαι Δέσποινα.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου ὦ Ἀνδρέα ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἕτοιμον ῥύστην καὶ πολιοῦχον.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης Πατρῶν φρουρὸς ὁ ἀσφαλέστατος, ἀπαύστως φρουρεῖν μὴ διαλύπῃς ἔνδοξε, Ἀνδρέα πρωτόκλητε, τοὺς σὲ θερμῶς καθικετεύοντας· ἀλλ’ ἐκ κινδύνων λύτρωσε τὴν σήν, ἥνπερ ἐξόχως ποίμνην πεπίστευσαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συνεχόμενον θλίψεσι, καὶ στενοχωρούμενον νόσῳ σώματος, ἐλευθέρωσον με δέομαι, θεῖά σου ἐντεύξει ὦ Πρωτόκλητε.
Ἱκετεύω σε ἔνδοξε, σάλῳ καὶ βυθῷ δεινῶν περιστάσεων, μὴ παρίδῃς ποντούμενον ἀλλ’ ἀνάγαγέ με, σαῖς δεήσεσιν.
Νοσημάτων ἀπάλλαξον, τοὺς ἐν τῷ ναῷ σου θερμῶς προστρέχοντας καὶ προστάτην σε θερμότατον, ἐπικαλουμένους παναοίδιμε.
Θεοτοκίον.
Ἀνακαίνισον Ἄχραντε, πεπαλαιωμένου με δεινοῖς πταίσμασιν, ἡ τὸν καινουργὸν κυήσασα, ἀρεταῖς ἐνθέοις βελτιώσασα.
ᾨδὴ ε΄. Φωτίσον ἡμᾶς.
Νέμοις μοι ῥοπήν σου τῆς θείας ἀντιλήψεως, καὶ καταψύξαις τὴν καρδίαν μου, φλογιζομένην, καὶ πυρέσσουσαν Ἀπόστολε.
Δώρου εἰληφώς, τῶν ἰάσεων τὸ δώρημα, δώρησαι ἰάσεως χρῇζον τῆς καχεξίας τὴν κατάπαυσιν βραβεύουν μοι.
Ῥῦσαι πειρασμῶν, χριστομίμητε Πρωτόκλητε, κινδύνων καὶ ποικίλων θλίψεων, ἐπερχομένων, ἀδοκήτως τοῖς ἱκέταις σου.
Θεοτοκίον.
Ἔχουσα Ἁγνή, εὐσπλαγχνίας μέγα πέλαγος, νῦν μοι κινδυνεύοντι Πανάμωμε, ἐπικάμφθητι, διὰ σπλάγχνα σὴς χρηστότητος.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκέστορα, σὲ πλουτοῦμεν Ἅγιε, καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν, ῥύστην φρουρὸν καὶ προστάτην Ἀνδρέᾳ, ὡς εἰς κοινὸν ἰατρεῖον προσφεύγομεν, θεράπευσον οὖν συμπαθῶς, τὰς ἡμῶν ἀσθενείας καὶ μάστιγας.
Ἀκούσας μου, τῆς εὐχῆς Ἀπόστολε, ἐπιτάχυνον οἰκτεῖραί με μάκαρ· ἰδοὺ γὰρ νῦν ἡ ζωή μου ἐκλείπει, ὡς εἰς ἀέρα καπνὸς σκεδαννύμενος, ἀλλ’ εὕροιμί σε ἀρωγόν, χριστομίμητον οἶα περ πέλοντα.
Νηχόμενος, τοῖς τοῦ βίου κύμασι, περιπίπτω καθ’ ἑκάστην ἀνάγκαις, ταῖς τὴν ψυχὴν καὶ τὸ σῶμα στροβούσαις, ὡς δ’ εἰς γαλήνιον ὅρμον Πρωτόκλητε, τὸν σὸν ναὸν προσφεύγω, διασῴζομαι θείαις πρεσβείαις σου.
Θεοτοκίον.
Τὸ μέγιστον, τῶν πιστῶν προσφύγιον, τὸ κοινὸν τῶν ἀσθενῶν ἰατρεῖον, Χριστιανῶν τὴν στεῤῥὰν προσδοκίαν, τῶν δεομένων τὴν θείαν ἀντίληψιν, τὴν Δέσποιναν τοῦ οὐρανοῦ, καὶ τῆς γῆς δυσωπῆσαι οἰκτεῖραί με.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου ὦ Ἀνδρέα ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἕτοιμον ῥύστην καὶ πολιοῦχον.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προασπίζειν τῆς ποίμνης τῆς σῆς παμμακάριστε, καὶ πρεσβεύειν ἀπαύστως Χριστῷ τῷ Δεσπότῃ σου, μὴ ἀποκάμῃς ἐκτενῶς δεόμενος αὐτοῦ· ἄλλα πρόφθασον ὡς μιμητὴς τῶν σταυρικῶν αὐτοῦ παθῶν, ὑπὲρ τῶν δεομένων σου· κόπασον πειρασμούς τε, καὶ λῦσον τὰς περιστάσεις, τῶν προστρεχόντων σοι θερμῶς Ἀνδρέα πρωτόκλητε.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος Αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. δ΄ 18 – 23).
Τῷ καιρῶ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσῳ μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δε εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν Αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ τοῦ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν Αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Δόξα.
Ταῖς τοῦ Πρωτοκλήτου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀνδρέα πρωτόκλητε, τοῦ κορυφαίου ὁμαίμων, Ἀποστόλων καύχημα, μαθητῶν προβάθμιε ἀγλαότιμε, ἀπαρχὴ ἁγία, τοῦ Εὐαγγελίου, τοῦ Κυρίου ἐχρημάτισας, ὡς οὖν γινώσκοντες, ἔξοχον πρεσβείαν πλουτοῦντά σε, σοὶ πάντες καταφεύγομεν καὶ νῦν ἐκτενῶς σου δεόμεθα, ἴασαι τὰς νόσους, τοὺς πόνους καὶ τὰς μάστιγας ἡμῶν, καὶ ῥῦσαι πάσης κακώσεως, ποίμνην τὴν τιμῶσάν σε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ποτὲ τῆς χρονίας, ἀσθενείας ἐῤῥύσῳ μάκαρ τὸν Σώσιον, ἀφῇ χειρός σου μόνη οὕτω τῆς νῦν τηκούσης, κἀμὲ νόσου ἀπάλλαξον, σοῦ ἀοράτῳ θερμῇ, Ἀνδρέα ἐπισκέψει.
Νεκρὸν ὡς ἐξεγείρω, ἐπικαμφθεὶς Ἀνδρέα μητρὸς τοῖς δάκρυσι, κἀμὲ νῦν ἡμιθνῆτα, βραχύ τι κεκτημένον, ζωῆς λείψανον ἔγειρον, ὡς ἀκραιφνὴς μαθητής, τοῦ τοὺς νεκροὺς ζῳοῦντος.
Ἰταμῶς πιεζούσης, τῆς φλογὸς ἐν τῷ θεῖον τῆς θέσιν Ἅγιε, κατάψυξον φαρμάκι, ἀοράτοις ἀπλάστοις, εὐεξία παρέχοντι, ὡς ἐξουσίαν λαβών, ἰᾶσθε τοὺς νοσοῦντας.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, ἀνεδείχθης Παρθένε Χριστὸν κυήσασα· στενούμενον οὖν νόσοις, καὶ θλίψεσι παντοίαις, πρεσβειῶν σου εὐρύτητι, κατάστησόν με Ἁγνή, εἰς ὑγιείας πλάτος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὸ τὴν σκέπην, τῶν πρεσβειῶν σου Ἀνδρέα, προσδραμὼν δέομαι σου, ῥυσθῆναι τῶν περιστοιχούντων, δεινῶν με ἀνενδότως.
Μετανοεῖν με, ἀπὸ ψυχῆς καὶ καρδίας, ἐξαιτῶ ἐπαμῦναι Ἀνδρέα, ταῖς πανευπροσδέκτοις πρὸς Κύριον λιταῖς σου.
Ὀδυνωμένῳ, ὑπὸ μακρὰς ἀσθενείας, ἰατρὸς πρόστηθι μοι Ἀνδρέα, ὡς ἀπορουμένων καὶ ὀρφανῶν προστάτης.
Θεοτοκίον.
Νενεκρωμένον, τῶν προσβολῶν ταῖς ἀκίσι, δυσωπῶ ζῶωσόν με Παρθένε, τὸν Ζωοδότην Χριστὸν ἀποτεκοῦσα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Αὐγαῖς ταῖς τῆς Τριάδος, λάμπρυνον Ἀνδρέα, τὰ τῆς ψυχῆς καὶ καρδίας μου ὄμματα, ἵνα σε πόθῳ γεραίρω, ἐνθέοις ἄσμασιν.
Χριστομιμήτως μάκαρ, τὰς ἀνυψωθείσας ἐπὶ Σταυροῦ πρὶν παλάμας σου ἔπαρον, πρὸς τὸν Σωτῆρα πρεσβεύων, ὑπὲρ τῆς ποίμνης σου.
Ὀχύρωμα καὶ σθένος, σκέπη τε καὶ φύλαξ, γενοῦ Ἀνδρέα καὶ τεῖχος ἀπόρθητον, τοῖς καταφεύγουσι πίστει, τῇ θείᾳ σκέπῃ σου.
Θεοτοκίον.
Ὑπέραγνε Παρθένε, σὺν τῷ Πρωτοκλήτῳ, τὸν σὸν Υἱὸν εἰσαεὶ καθικέτευε, ὅπως ῥυσθείημεν πάντες, φρικτῆς κολάσεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὸν Πρωτόκλητον μαθητήν, ἐν ὕμνοις ἀσμάτων, εὐφημήσωμεν οἱ πιστοί, τὸν τοῦ Αἰγεάτου τὸ θράσος καθελόντα, καὶ τοῦ Χριστοῦ τὸ πάθος, ἐκμιμησάμενον.
Δεῦτε τὸν Πρωτόκλητον μαθητήν, καὶ τῶν Ἀποστόλων, τὸν προβάθμιον ἀγωγόν, τὸν τῆς Ἀχαΐας καὶ τῶν Πατρῶν προστάτην, Ἀνδρέαν τὸν θεόπτην ὕμνοις τιμήσωμεν.
Χαίροις ὁ Πρωτόκλητος μαθητής, χαίροις σωφροσύνης, καὶ ἀνδρείας στήλη λαμπρά, χαίροις ὁ τοῦ πάθους, κοινωνὸς τοῦ Κυρίου, Ἀπόστολε θεόπτα Ἀνδρέα πάντιμε.
Χαίροις τῶν Πατέρων μέγας φρουρός, πρόμαχος καὶ ῥύστης, πολιοῦχος καὶ βοηθός, χαίροις τῆς σῆς ποίμνης, ὑπέρμαχον ἀπαύστως, καὶ περισκέπων ταύτην, Ἀνδρέα ἔνδοξε.
Σκέπε φρούρει φύλαττε ἐκ δεινῶν, τοὺς ἐν τῷ ναῷ σου, ἀνυμνοῦντάς σε εὐλαβῶς, καὶ ῥῦσαι κινδύνων καὶ πάσης ἄλλης βλάβης, τὴν σὲ τιμῶσαν ποίμνην, Ἀνδρέα ἔνδοξε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκὰς οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.
Ἀπόστολε ἅγιε Ἀνδρέα, πρέσβευε τῷ ἐλεήμονι Θεῶ ἵνα πταισμάτων ἄφεσιν παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων Ἀποστόλων καὶ μυστῶν, ἔνδοξε Πρωτόκλητε μύστα, τοὺς προσκυνοῦντας θερμῶς, τὴν σεπτὴν εἰκόνα σου, βλάβης ἐξάρπασον, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν καὶ παντοίων, νόσων ἐλευθέρωσον ψυχῆς καὶ σώματος· ἵνα εὐχαρίστως ἐν ὕμνοις, ὡς παντοδαπὸν εὐεργέτην, καὶ θερμὸν προστάτην σὲ γεραίρωμεν.