Δύο Παρακλητικοί Κανόνες εις το Άγιο Πνεύμα
Παρακλητικός Κανών Αγίου Πνεύματος
Ποίημα Ἁγίου Μαξίμου τοῦ Γραικοῦ
μετενεχθέν εἰς τὴν ὑμνογραφικήν γλώσσαν τῆς Ἑλληνοφώνου Ὀρθοδοξίας ὑπό Καθηγητοῦ Ἀντωνίου Μάρκου (2014),
τῇ αἰτήσει Πρωτοπρεβυτέρου Δημητρίου τοῦ Ἀθανασίου, ἐξ Ἄρτης.

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια.
Ποίημα Ἀντωνίου Μάρκου
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πνεύματος Θείου ὑπὸ τὰς πτέρυγας πάντες, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καὶ πόνοις ὑπάρχοντες, προσφεύγωμεν ἐν πίστει πολλῇ· Παράκλητε, βοήθησον ἐκβοῶντες, ἐν τάχει, ὁ ζυγός βαρύτατος ἐφ’ ἡμᾶς τῆς κακίας· σὲ γὰρ Θεόν ὁμολογοῦμεν, Ἀγαθέ, καὶ τῇ σῇ σκέπῃ δακρύοντες σπεύδομεν.
Δόξα. Ἀπολυτίκιον ἁγ. Μαξίμου τοῦ Γραικοῦ.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ἐκκλησίας ἁπάσης τὸ κλεινὸν καταπίστευμα καὶ τῶν ἐν Ῥωσίᾳ Ἁγίων τὸ θεόλεκτον κόσμημα· ὁ νέος Ἀποστόλων τοῦ χοροῦ ἀστήρ, ὁ διαλάμπων ἐφ’ ἡμᾶς· ἁπάντων Ὀρθοδόξων ὁδηγός Πατήρ τε καί Διδάσκαλος. Δόξα οὖν Μαξίμῳ τῷ Γραικῷ, δόξα τῷ τοῦτον δοξάσαντι· δόξα τῷ δωρουμένῳ δι’ αὐτοῦ χάριν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ὡς μητρὶ ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ βελίαρ παγίδων καὶ τῆς καταθλίψεως καὶ τῆς δαιμόνων μανίας· σοὶ γὰρ προσάγομεν πρεσβείαν εὐκλεῆ, τὸν σὸν θεράποντα, ὄλβιον Μάξιμον.
Ὁ Ν΄ (50) Ψαλμός.
Εἶτα ὁ Κανών εἰς τό Ἅγιον Πνεῦμα τοῦ ἁγ. Μαξίμου, εἰς μορφάς δύο.
ΚΑΝΩΝ ΠΡΩΤΟΣ
Οἱ μὲν Εἱρμοὶ ἐκ τοῦ Ἰαμβικοῦ Κανόνος εἰς τὴν Ἁγίαν Πεντηκοστὴν Ἰωάννου τοῦ Ἀρκλᾶ, εἰς ἦχον δ΄, τὰ δὲ Τροπάρια ὅμοια τῷ Εἱρμῷ, ὧν ἡ ἀκροστιχίς· Ο ΕΝ ΕΙΡΚΤΗ ΓΡΑΨΑΣ, ΔΗΜΗΤΡΙΟΝ ΘΥΤΗΝ ΟΙΚΟΓΕΝΕΙΣ ΤΕ, ΕΙΡΚΤΗΣ ΡΥΣΑΙ ΑΙΩ(νίου).
ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός.
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον· ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, ὁρᾷ τὸν ὄντα καὶ μυεῖται Πνεύματος γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὁ μάννᾳ Ἰσραὴλ ἐν ἐρήμῳ τῷ πάλαι θρέψας, ὁ Αὐτὸς τὴν ψυχήν μου πεινῶσαν, πλήρωσον, Δέσποτα, Πνεύματος θείου, ἵνα εὐαρέστως σοὶ πάντοτε θεραπεύω, πίστει γνησίᾳ καὶ δόξῃ πάντοτε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐγώ μέν, Ἀγαθέ, γῆ καὶ σποδὸς ἐνυπάρχων, ἀΰλοις σου σεπτοῖς Λειτουργοῖς, ὕμνον ἄδω Τρισάγιον, ὅν δέχου Τριὰς Ἁγία, ἡ μόνη Ἀγαθή, ἐς ἀεὶ προσκυνουμένη καὶ τῷ δούλῳ σου ἐπίβλεψον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νενίκημαι παθῶν καὶ πνευμάτων ὀδύνης, ἅτινα ψυχὴν τὴν ἐμὴν τυρρανοῦσι· ἡ σωτηρία μου ὁ Θεὸς ὑπάρχεις μόνη, Παράκλητε Ἀγαθέ, τῶν σῶν δούλων ἡ δόξα, εἰς σέ, ὡς Θεῷ, ἐπαφίημι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐσκότισμαι δεινῶν λογισμῶν ἀνομίας, ὅθεν καὶ οἰκτρὸν πτῶμα κεῖμαι ἐν δύνῃ· διὸ καθικετεύω, Ἀγαθέ, ῥυσθῆναι ἐν τάχει, ἀσθενείας ἧς κατέχει νοός μου ἀσθενούσας φρένας, ἵνα γεραίρω σε ἐνθέοις ἄσμασι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱλάσθητι, Ἀγαθή, σοὶ βοῶ, ἰλάσθητί μοι, τῷ παραλογισμοῦ καὶ ἀπροσεξίας κειμένῳ εἰς βάθος ἀπύθμενον, Θεοτόκε Μαρία, καὶ ἀπὸ τῆς τούτου διώσεως λύτρωσαι σὸν ἱκέτην, τῷ σοί, Μῆτερ, προσπίπτοντι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι ἡ ἐν γαστρὶ παρθενικῇ συλλαβοῦσα, Λόγον ὃν Πατὴρ ἀφράστως πρὸ τῶν αἰώνων ἐγέννησεν ἡμῶν εἰς σωτηρίαν, Μῆτερ, ἡμᾶς τῇ σῇ χειρὶ τῆς λαγνείας δουλείας, Ἀγγέλων ὑπάρχουσα ὑπερτέρα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίῳ τῷ Υἱῷ τῷ σῷ, Ἁγνή, ἐλευθέραν δεῖξον ἀκανθῶν τὴν ψυχήν μου, ἡ μόνη γῆ ἀληθῶς ἁγία τε εὐλογημένη· εὔφορον γῆν δὲ ἀνάδειξον σῇ μεσιτείᾳ, ζωὴν τῶν ἁπάντων ἡ γεννήσσασα.
ΚΑΝΩΝ ΔΕΥΤΕΡΟΣ
Οὗ ἡ ἀκροστιχίς· Ο ΕΝ ΕΙΡΚΤΗ ΓΡΑΨΑΣ ΔΕΗΣΙΝ ΤΗΝΔΕ, ΑΝΤΩΝΙΟΝ ΡΥΣΑΙ ΕΙΡΚΤΗΣ ΤΗΣ ΑΙΩΝΙΟΥ. Α.Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὁ θρέψας τῷ μάννᾳ τὸν Ἰσραήλ, ἐν ἐρήμῳ πάλαι, σύ νῦν πλήρωσον τὴν ἐμὴν ψυχήν, Δέσποτα, Πνεύματος Ἁγίου, ἵν’ εὐαρέστως θεραπεύω σοι πάντοτε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐγώ μέν, Ὑπεράγαθε, ὁ σποδὸς καὶ γῆ ἐνυπάρχων, σὺν ἀΰλοις σου λειτουργοῖς, ὕμνον τὸν Τρισάγιον σοὶ ἄδω, σὺ δὲ ὡς Ἁγία τῷ δοῦλῳ σου ἐπίβλεψον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νενίκημαι, Παράκλητε Ἀγαθέ, ὑπὸ τῶν πνευμάτων καὶ παθῶν τῶν ὀδυνηρῶν, ἅτινα κολάζουσι ψυχήν μου· ἡ σωτηρίαν μου ὁ Θεός, σοὶ ἀφίημι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐσκότισμαι τῇ δύνῃ τῶν λογισμῶν τῶν τῆς ἀνομίας καὶ νῦν πτῶμα κεῖμαι οἰκτρόν· ὅθεν ἱκετεύω σε ῥυσθῆναι, τῆς ἀσθενείας αὐτῆς, ἡ κατέχει με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱλάσθητι, Πάναγνε, σοί βοῶ,τῷ ἀπροσεξίας καὶ δεινοῦ παραλογισμοῦ, εἰς βάθος ἀπύθμενον κειμένῳ καὶ ἀπὸ τῆς τούτου διώσεως λύτρωσαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι ἡ συλλαβοῦσα ἐν τῇ γαστρὶ τῇ παρθενικῇ σου, ὃν ἐγέννησεν ὁ Πατήρ, ἀφράστως πρὸ πάντων τῶν αἰώνων, τῇ σῇ χειρὶ τῆς λαγνείας δουλείας με.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κυρίῳ τῷ Υἱῷ σου δεῖξον, Ἁγνή, ἀκανθῶν ἐλευθέραν τὴν ψυχήν μου, εὔφορον γῆν, ἡ μόνη ἀληθῶς γῆ ἡ ἁγία, ἡ τὴν Ζωὴν τῶν ἁπάντων γεννήσασα.
ᾨδή γ΄. Κανών α΄. Ὁ Εἱρμός.
Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, πρὸς τὸν Δυνάστην καὶ Θεὸν τῶν γνώσεων.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριάδος γνῶσις ἡμῖν ἐνυπάρχει, ἀναγέννησις τοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσις πλάσματος τοῦ κτισθέντος, ὅ τῇ σαρκώσει ὁ Λόγος ἔδειξεν κατοικίαν χάριτος θείας ζωοδόχου Πνεύματος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡσυχίᾳ ψυχῆς καί λογισμοῖς εὐλαβείας, καταστόλισον νοῦν τῷ πάθει αἰχμαλώτῳ, δωρήμασι ἐνθέοις τοῖς σοῖς, Παντελεήμων, ἵνα ἐπαξίως ὑμνῶ σε καί δοξάζω, ἁγιοπρεπῶς ὡς ἁρμόζει σοι τῷ Παρακλήτῳ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Γέμων τῶν σαρκὸς παθῶν τῶν βεβηλούντων ψυχὴν ἐμήν, διάλυσον αἰτοῦμαι καὶ ἐξαφάνισον πάντα ἅ μολύνουσί με ἱκετεύω σε καὶ ὑπερηφανείας ἄμοιρον δεῖξόν με, σὲ τὸν Δεσπότην καὶ Θεὸν τὸν κρίνοντα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ῥῦσαι τοῖς σεπτοῖς ἠνίοις σου καὶ θείοις, ὁρμήματα ψυχῆς, χαλινῷ δὲ σοῦ φόβου, σύ με συγκράτησον, ἵνα μετ’ εὐλαβείας καὶ διανοίας καθαρᾶς ὕμνους σοὶ προσάγω, τῷ εὐεργέτῃ, θεῖε Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Αὐγασθῆναι τῆς ψυχῆς τὰ ὄμματα αἰτοῦμαι, ἅτινα διέφθειρα σοῦ μακρυνθέντος, ἐν ἀνομίαις· πλὴν σὺ φώτισόν με, Ἥλιε ὁλόφωτε δόξης τῆς θείας, πίστει δεομένου σοί, θεῖε Παράκλητε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ψυχὴν ὄζουσαν, Δέσποινα Μῆτερ, πάθεσι μιαροῖς νενεκρωμένην, ὡς τροφὸς τῆς Ζωῆς τῆς οὐρανίου φανεῖσα, πρόφθασον, ἐλέησον σῇ ἐπισκέψει, ζωοποιοῦσα τῇ σῇ πλουσίᾳ χάριτι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Αὖθις ἀπέλασον τὴν ὀκνηρίαν, ἀπ’ ἐμοῦ τοῦ δούλου σου, Μῆτερ, ἐν τάχει· ἐντολῶν δ’ ἀνάδειξον ἐκτελεστὴν τοῦ Υἱοῦ σου, τῶν ζωοδόχων, ταχυνὸν καὶ γρήγορον ἐν πᾶσι, ὕπνον ψυχῆς τῆς ἐμῆς ἐξαλείφουσα.
Κανὼν β΄. Οὐρανίας ἁψῖδος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριὰς Ἁγία ἡ γνῶσις τῆς σῆς σεπτῆς ἀγαθότητος, ἀναγέννησις ὑπάρχει τοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν πλασθέντος κτίσματος, ὅ ἐνσαρκώσει τοῦ Λόγου, κατοικίαν ἔδειξας θείαν σῆς χάριτος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡσυχίᾳ ψυχῆς τε καὶ λογισμοῖς εὐλαβείας τε, καταστόλισον τὸν νοῦν μου, τοῖς σοῖς ἐνθέοις δωρήμασι, ἵνα ἀξίως ὑμνῶ καὶ σὲ δοξάζω, Θεέ μου, ἁγιοπρεπῶς ὡς ἁρμόζει σοι, θεῖε Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Γέμω κενοδοξίας καὶ τῶν κρυφίων κινήσεων τῶν τῆς σαρκὸς παθῶν βεβηλούντων ἐμὴν ψυχήν· ἱκετεύω σε, ταῦτα διάλυσον καὶ ἐξαφάνισον πάντα, τὰ ἐμὲ μολύνοντα, φιλανθρωπότατε Δέσποτα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ῥῦσαι ἠνίοις σου θείοις τὰ τῆς ψυχῆς μου ὁρμήματα καὶ τῷ χαλινῷ τοῦ σοῦ φόβου, σύ με συγκράτησον, ἵνα εὐλαβείᾳ τε καὶ καθαρᾷ διανοίᾳ, ὕμνους προσαγάγω σοι, θεῖε Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Αὐγασθῆναι αἰτοῦμαι τὰ τῆς ψυχῆς ὄμματα, ἅτινα ἀπὸ σοῦ μακρυνθέντος τῇ ἀνομίᾳ διέφθειρα· Σὺ μὲν νῦν φώτισον, Ἥλιε ὁλόφωτε δόξης, πίστει σοί δέομαι, θεῖε Παράκλητε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ψυχήν ὄζουσαν, Μῆτερ, θεοχαρίτωτε Δέσποινα, τοῖς πάθεσι νενεκρωμένην τοῖς μιαροῖς, ζωοποίησον, ὡς τῆς Ζωῆς ἡ τροφὸς τῆς οὐρανίου φανεῖσα· πρόφθασον, ἐλέησον, τῇ ἐπισκέψει σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπ’ ἐμοῦ ὀκνηρίαν, Μῆτερ, αὖθις ἀπέλασον καὶ ἐπιμελὴ τῶν Υἱοῦ σου ἐντολῶν με ἀνάδειξον, ἐκτελεστὴν ταχυνόν, τῶν ζωοδόχων, Παρθένε, ὕπνον τὸν βαθύτατον ἀπὸ ψυχῆς ἐξαλείφουσα.
Διάσωσον, ἀπὸ κακῶν τὸν δοῦλον σου, Παράκλητε, ὅτι ἀγρίως καὶ συνεχῶς ἐμὲ προσβάλουσι οἱ δαίμονες, λογισμοῖς καὶ φαντασίαις ἀθλίαις.
Ἐπίβλεψον, μετ’ εὐσπλαχνίας, πανύμνητε Θεοτόκε, ἐπὶ τὸ ἐμὸν τῆς καρδίας σκληρὸν ἀπολίθωμα καὶ φώτισον τῆς ψυχῆς μου τὸ σκότος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τῶν πάντων τὴν ζωήν, τὸ Πνεῦμα τὸ Πανάγιον, τὴν αἰωνίως πηγὴν τὴν θεῖα δῶρα ῥέουσαν, τὸ ὁμοούσιον Πατρὶ καὶ τῷ Υἱῷ αἰωνίως ὑπάρχοντι, ἐν ὕμνοις καὶ ὡδαῖς πιστῶς ἀνυμνήσωμεν, ὡς Θεὸν μεγαλύνοντες.
Ἕτερον. Ὅμοιον.
Προσκυνῶ Σε, Θεέ, Δέσποτα, Παράκλητε· ἐλέησον καὶ σῶσον τοὺς Θεὸν ὁμολογοῦντάς σε καὶ προσκυνοῦντας πιστῶς τὴν σὴν ἀγαθότητα καὶ ἀπὸ κινδύνων λύτρωσαι αὐτούς, ὡς ἀγαθότητος ἄμετρον μέγεθος.
ᾨδή δ΄. Κανὼν α΄. Ὁ Εἱρμός.
Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου, ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, νημερτές ἐξέπεμψας ὡς εὐεργέτης, ἄδουσι· δόξα τῷ κράτει σου, Κύριε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σούὺς Ἁγίους καλών, ἐν νυμφῶνι, Κύριε, οὐρανίῳ, ἀξιώσαι ποθῶ, κλήσεως σῆς ἀκοῦσαι παμποθήτου, Δέσποτα Παντοκράτωρ, δι’ ἔλεον πολὺ σῆς συμπαθείας, ὅπως ἄδω σοι, δόξα τῷ κράτει σου, Κύριε.
Ἁγία Τριάς ὁ Θεός, σῶσον ἡμᾶς.
Δόξης πληρώσας θείας, δεδικασμένον σόν δοῦλον, Ἀγαθέ, πλάνῃ τοῦ ἀρχεκάκου, ζητήσας εὑρών, ἔσωσας, Τριάς Ἁγία· ὅθεν τὴν ἐμὴν θλίψει ψυχὴν κεκυφηΐαν στερέωσον, ἐξυψῶν πρὸς τὰ ἄνω τῇ δυνάμει σου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡμαρτηκότος πολλὰ καὶ πταίοντός σοι, φόβῳ καθήλωσον σαρκός μου τῆς ἀθλίας, διανοήματα ἄθλια καὶ ἐνθυμήσεις, μέλλουσι βασάνοις δὲ ἐκφόβισόν με, ὅπως ᾄδω σοι· δόξα τῷ κράτει σου, Κύριε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Μοὶ τῷ ἀθλίῳ, τῷ σοὶ ἡμαρτηκότι, τόλμην παράσχου καίὶ δώρησαί μοι φάος, ἐξαλείφων ἁμαρτίας μου ἀδυναμίας, χάριτι τῇ σῇ, Παράκλητε, καὶ σκέπῃ, πάντας ἐλεῶν σοὺς δούλους καὶ ἱκέτας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἥμαρτον, Μῆτερ, ὁ δοῦλος σου, προσπίπτων πλούτισον ψυχὴν Πανύμνητε, διψῶσαν δωρήματος θείου τυχεῖν, τὰ νῦν αἰτοῦμαι, ἐπάρσεως ὀφρὺν εἰς ἔδαφος βαλοῦσα, κράζω σοι ὅπως, τῆς ταπεινώσεως χαῖρε τὸ ὄχημα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὴν κατοικίαν ἁγίαν τὴν τοῦ Υἱοῦ σου, δεῖξόν με, Ἁγνὴ καθαίρουσα ψυχήν μου δισαριθμήτου σπιλώσεως· καὶ γεέννης ἀπάλλαξον πυρός, ἀεὶ καιομένου, χαῖρέ σοι, ἵνα κραυγάζω, Πανύμνητε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι, Ἁγνή, Κυρίου μακρυνθέντος τάλαινος ἐμοῦ, τοῦ σκοτασμοῦ τῆς πλάνης· πλὴν σαῖς εὐχαῖς παντοδυνάμοις, Μῆτερ, στερέωσον Θεοῦ ἀγάπησιν καὶ φόβον ἐμοὶ ψυχῇ, χαῖρε ἵνα βοῶ σοι.
Κανών β΄. Εἰσακήκοα Κύριε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σοὺς Ἁγίους καλῶν εἰς νυμφῶνα, Κύριε, τὸν οὐράνιον καταξίωσον ἀκοῦσαιί με παμποθήτου τῆς σῆς κλήσεως.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Δόξης θείας ἐπλήρωσας τὸν δεδικασμένον, ὃν ἀνεζήτησας δι’ἀγάπην καὶ διέσωσας, ὦ Τριὰς Ἁγία, τῇ κενώσει σου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐν τῷ φόβῳ καθήλωσον τῷ θείῳ σου, σαρκός μου τὰ ἄθλια ἐμφιλοσοφήματα καὶ κολάσει τὴν ψυχήν μου ἐκφόβισον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡμαρτηκότι παράσχου μοι, τόλμην θείαν καὶ φῶς μοι δώρησαι, ἐξαλείφων ἁμαρτίας μου τὴν ἀδυναμίαν, τῇ σῇ χάριτι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοὶ προσφεύγω, Πανύμνητε, θείῳ δωρήματι πλούτισον τὴν ψυχήν μου ταπεινώσεως, τῆς ἐπάρσεως τὸ ὕψος ἐδαφίζουσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰδεῖν με οἶκον τὸν ἅγιον Υἱοῦ τοῦ σοῦ, Παρθένε, ἀνάδειξον τὴν ψυχήν μου ἐκαθαίρουσα, ἀπὸ ἀναριθμήτου πανσπιλώσεως.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νενικημένος κατάκειμαι καὶ ὁδὸν Κυρίου πλήρως ἀπώλεσα· ταῖς εὐχαῖς σου νῦν στερέωσον εἰς Θεοῦ τὸν φόβον καὶ ἀγάπησιν.
ᾨδή ε΄. Κανών α΄. Ὁ Εἱρμός.
Λυτήριον κάθαρσιν ἀμπλακημάτων, πυρίπνοον δέξασθε Πνεύματος δρόσον, ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας· νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
Ἁγία Τριάς ὁ Θεός, σῶσον ἡμᾶς.
Ἱκετεύω σε, Τριάς, ζωὴν ἐμὴν κατηύθυνον, πρὸς σὰς ἐντολάς, τὰς σωτηρίους, καὶ φώτισον ψυχὴν τὴν ἐμήν, ὡς αἰωνίως ὑπάρχουσα, φωτί σου σεπτῷ, τῷ πᾶσαν κτῆσιν φωτίζοντι μαρμαρυγαῖς ἱεραῖς καὶ ἀστραπαῖς σῆς θεότητος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὁ σκότει δεσμούμενος ἁμαρτημάτων εὐνοίᾳ τῇ σῇ, Πανάγαθε, φώτισόν με, βοῶ σοί· τοῦ βάρους τε τῶν ἁλύσεών μου, ἀγάπης πηγή, ἐλέει σου κούφισόν με, ἁγνότητος δὲ ἐπιστάλαξον γλυκασμόν σου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναὸν τῆς σῆς χάριτος ἐσκοτισμένην, ποίησον ψυχήν, Παράκλητε, σοῦ δούλου, μανίας δεινῆς τὸ σκότος ἐκδιώκων, φωτίζων φωτί, φωτὸς πηγὴ ὑπάρχων, ὁμοῦ τῷ Πατρὶ καὶ Λόγῳ τιμωμένη.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Θεὲ Ἀγαθέ, ἡμέρας καὶ νυκτός τε κινοῦσι εἰς ὀργὴν παμμίαραί μου πράξεις καὶ λόγοι τὴν σὴν πρός με μακροθυμίαν· σοὶ οὖν ἐκπλιπαρῶν προσπίπτω καὶ βοῶ σοι, ἐχθίστης αὐτῆς ἀπάλλαξον ἀτιμίας.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὕψει σῆς δυνάμεως στερέωσόν με, ψυχὴν τὴν ἐμὴν κάμνουσαν ἐν τῇ θλίψει, νοὸς τὰς ὁρμὰς ἀφ’ ὕπνου ἁμαρτίας ἐγεῖρον, Ἀγαθέ, ταῦτας τε δυναμοῦντι, ὁ μόνος δυνατός, ὁ τοὺς νεκροὺς ἐγεῖρον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῇ μόνῃ γεννήσασᾳ πηγὴν σοφίας πάσης προσπίπτω, Ἁγνῇ, Παρθένῳ Πανυμνήτῳ, διὰ παντὸς τοῦ δούλου σου ψυχὴν τὴν κλονουμένην ἐπὶ τῶν θείων ἐντολῶν τυγχάνω παραβάτης, ὀρθοφρονεῖν ἐκδίδαξον καὶ ἐπίστρεψον Υἱῷ σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἤρθησαν ἐπ΄ ἐμὲ οἱ λογισμοὶ κακίας, τύπτοντες τὴν ψυχὴν ἀνηλεῇ βασάνῳ· σοὶ ὅμως τῇ Ἁγνῇ Μητρί τε τοῦ Θεοῦ μου, προσφεύγων συνδρομῆς ἐξ οὐρανοῦ αἰτοῦμαι, πλουτῖσαι διδαχαῖς Υἱῷ σου εὐαρέσταις.
Κανών β΄. Φώτισον ἡμᾶς.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τριὰς ὁ Θεός, ζωὴν ἐμὴν κατηύθυνον, πρὸς σὰς ἐντολὰς τὰς σωτηρίους, φωτίζουσα μαρμαρυγαῖς ἱεραῖς τῆς σῆς θεότητος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἥλιος σὺ ὤν, τὸν τῆς ἁμαρτίας δεσμώτην, τὸν βαρυνόμενον ἁλύσεων τῷ ἄχθει, ὡς ἀγάπης πηγή, κούφισόν με τῷ ἐλέει σου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναὸν χάριτος σῆς, τὴν ἐσκοτισμένην, Παράκλητε, ψυχήν μου φώτισον φωτί, φωτὸς πηγὴ ὑπάρχων, Λόγῳ τε ὁμοῦ, Πατρί τε τιμωμένη.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Δός μοι, Ἀγαθέ, ἀπαλλαγὴν ἀπὸ ἐχθίστης ἀτιμίας σοὶ οὖν ἐκλιπαρῶν γονυκλινῶς προσπίπτω, ὅτι ἡμέρας καὶ νυκτός πράξεσι παροργίζω.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἔγειρον, Σεπτέ, ψυχὴν τὴν ἐμὴν κάμνουσαν τῇ θλίψει, νοὸς τὰς ὁρμὰς ἀφ’ ὕπνου ἁμαρτίας, σὺ μόνος γὰρ ὁ δυνατός, ὁ τοὺς νεκρούς ἐγείρων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγνή διὰ παντός, τοῦ δούλου σου ψυχὴν τὴν κλονουμένην, δίδαξον ὀρθοφρονεῖν καὶ ἐπίστρεψον Υἱῷ σου, ἐπὶ τῶν θείων ἐντολῶν, τυγχάνω γὰρ παραβάτης.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νίκην λογισμῶν, δολίως τὸν δοῦλόν σου τυπτόντων, προσφεύγων ἐπὶ σέ, ἐξ οὐρανοῦ αἰτοῦμαι, πλουτῖσαι διδαχαῖς Υἱῷ σου εὐαρέσταις.
ᾨδή στ΄. Κανών α΄. Ὁ Εἱρμός.
Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου, στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νενίκημαι τοῖς πάθεσι τῆς σαρκός, Σωτήρ μου, βεβυθισμένος ἐνυπάρχων τε ἐσχάτῃ ἀβύσσῳ, Αὐτός με ζώωσον θερμῶς καθικετεύω, ῥύαξι τῆς σῆς πηγῆς τῆς ζωοδόχου, ἀρδεύων τὴν ἐμὴν ψυχὴν τὴν καιομένην.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὄντως σιωπῆς μεγίστης ἀξιοῦνται, μυστήρια τὰ σά· τρία γὰρ ἐνυπάρχουσι θεότητι μιᾷ, πρόσωπα ἀσυγχύτως ἄναρχε Τριάς, ἀφράστως ἡνωμένα· σῶσον, Ἀγαθέ, τὸ ἐκ χοὸς σὸν ἔργον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἵσος τῷ Πατρὶ ὁ Λόγος ἐνυπάρχει καὶ Πνεῦμα τὸ σεπτόν, αἰώνων ἀπὸ πάντων· μιᾶς ἀπὸ Ἀρχῆς ἐκλάμποντες τῷ κόσμῳ, κεχωρισμένοι μένοντες ἐν τοῖς προσώποις· δόξα σοι, ὦ Τριάς, ἡ θεία Μοναρχία.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Καρπούς μοι δίδου, Παράκλητε μετανοίας, ψυχὴν καὶ ζωὴν ἐμὴν βεβηλωμένην, καθαῖρον, Ἀγαθέ, βεβήλου ἀντικειμένου, τὰς ἀπὸ νεότητος κινήσεις τὰς βεβήλους, ἅς τρόποις πολλοῖς ἐμὲ ἔπλησεν ῥύπου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οἶμοι τῷ ἀθλίῳ, τὸν νοῦν κατειλημμένῳ συγχύσεως δεινῆς καὶ πίπτοντι παντοίοις κακοῖς, ὡς ἡ ναῦς θαλάσσῃ κυματώδῃ καὶ πνεύμασι σφοδροῖς παντὶ κλονιζομένῃ· Παράκλητε Ἀγαθέ, ἐκλύτρωσόν με ἐν τάχει.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γενναιοδωρίας πηγὴ καὶ εὐσπλαχνίας ὑπάρχουσα, Ἁγνή, Υἱῷ σου κάμψον, Μῆτερ, τῷ πτώσει φοβερᾷ κειμένῳ καί βιοῦντι· ὄρκους τοὺς πρὸς Αὐτὸν ἀφρόνως παραβάντα Παναμώμητε, ποίησον ἐλεῆσαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπιδρομὰς ἐπ’ ἐμὲ ἐχθρῶν τῶν ἀοράτων ἐκδίωξον, Ἁγνὴ Παρθένε, ἀπὸ ψυχῆς μου, διὰ τῆς σῆς, Μητράνανδρε, ἰσχύος ἀνικήτου, τῷ δούλῳ σου δωρίζουσα τὴν θείαν πανοπλίαν καὶ πνευματικὴν κάμπτουσα τὸν Υἱόν σου.
Κανών β΄. Τήν δέησιν, ἐκχεῶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τοῖς πάθεσι τῆς σαρκὸς νικηθείς, βεβυθισμένος ὑπάρχω ἀβύσσῳ τῇ ἐσχάτῃ· ὅθεν, Σῶτερ μου, θερμῶς καθικετεύω, ζώωσόν με πηγῇ τῇ σῇ ζωοπαρόχῳ· σοῦ δέομαι τοῦ Λυτρωτοῦ, τὴν καιομένην ψυχήν μου κατάρδευσον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὦ τῶν σῶν φρικτῶν καὶ θείων μυστηρίων, ἅτινα σιωπῆς μεγίστης ἀξιοῦνται, θεότητι μιᾷ πρόσωπα ἀσυγχύτως τρία ἐνυπάρχουσι, ἀφράστως ἡνωμένα· διὸ σὺ σῶσον, Ἀγαθέ, τὸ ἐκ χοὸς σὸν ἔργον, σοῦ δέομαι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Νέεις τῷ Πατρὶ καὶ Λόγῳ ἐνυπάρχεις, Παράκλητε Ἀγαθέ, σὺ τὸ θεῖον Πνεῦμα, μιᾶς ἀπὸ Ἀρχῆς ἐκλάμποντες τῷ κόσμῳ, τοῖς προσώποις μένοντες μόνον κεχωρισμένοι· δόξα σοι ὦ Τριάς, ἡ θεία Μοναρχία, δόξα σοι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδε τὴν ἐμήν, ψυχὴν βεβηλωμένην καὶ κάθαρον αὐτήν, βεβήλου ἀντικειμένου, νεότητος ἀπὸ κινήσεων βεβήλων, αἱ τρόποις πολλοῖς ἐμὲ ἔπλησαν ῥύπου· Παράκλητε Ἀγαθέ, μετάνοιαν ὁ Θεός μοι δώρησαι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οἶμοι, ἔχοντι νοῦν, αἰχμάλωτον τῷ πάθει, συγχύσεως δεινῆς ἐμπίπτοντι παντοίοις κακοῖς, ὡς ἡ ναῦς θαλάσσῃ κυματώδει καὶ πνεύμασι σφοδροῖς ἀγρίως δονουμένη· Παράκλητε Ἀγαθέ, σὸν δοῦλον, ὁ Θεός, ἐν τάχυ ἐκλύτρωσαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νεῦσον πρὸς τὸν σὸν, Παναμώμητε, δοῦλον, τῷ πτώσει φοβερᾷ κειμένῳ καὶ βιοῦντι, τὸν ἀφρόνως τοὺς ὄρκους παραβάντα πρὸς τὸν σὸν Υἱόν, Κύριον καὶ Θεόν μου· ἐπίκαμψον Αὐτόν, Ἁγνή, ὡς εὐσπλαχνίας πηγὴ ἡ ἀένναος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι, ὧ Ἁγνὴ Παρθένε, τὴν ψυχήν μου, ἐπιδρομὰς ἀπὸ ἐχθρῶν τῶν κατ’ ἐμοῦ ἀοράτων, Μητράνανδρε τῇ σῇ ἰσχύϊ τῇ ἀνικήτῳ, ὅπλοις πνευματικοῖς τοιχίζουσα σὸν δοῦλον· ἐπίκαμψον, Μῆτερ Ἁγνή, τὸν σὸν Υἱόν σῇ δεήσει καὶ χάριτι.
Διάσωσον, ἀπὸ κακῶν τὸν σὸν δοῦλον, Παράκλητε, ὅτι ἀγρίως καὶ συνεχῶς εἰς ἐμὲ ἐπιτίθενται οἱ δαίμονες, λογισμοῖς καὶ φαντασίαις ἀθλίαις.
Ἐπίβλεψον, μετ’ εὐσπλαχνίας, πανύμνητε Θεοτόκε, ἐπὶ τὸ ἐμὸν τῆς καρδίας σκληρόν ἀπολίθωμα καὶ φώτισον τῆς ψυχῆς μου τὸ σκότος.
Κοντάκιον τῆς Πεντηκοστῆς. Ἦχος πλ. δ΄.
Ὅτε καταβάς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσεν· καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.
Προκείμενον.
Τὸ Πνεῦμά σου τὸ ἀγαθόν, ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Στίχος. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (ἐκ τοῦ θ΄ Ἐωθινοῦ).
Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ, τῇ μιᾷ τῶν Σαββάτων καί τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταί συνηγμένοι διά τόν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καί ἔστη εἰς τό μέσον καί λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Καί τοῦτο εἰπών, ἔδειξεν αὐτοῖς τάς χεῖρας καί τήν πλευράν αὑτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταί, ἰδόντες τόν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν· καθώς ἀπέσταλκέ με ὁ Πατήρ, κᾀγώ πέμπω ὑμᾶς. Και τοῦτο εἰπών, ἐνεφύσησε και λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων ἀφῆτε τάς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Τὴν ὑπέρ ἡμῶν.
Στ. Ἐλέησόν με, ὁ Θεός…
Ζωὴ τῶν πάντων, φῶς καὶ παρηγορία, ἐλπίδα καὶ γλυκύτης, Ἅγιον Πνεῦμα, τοὺς σὲ Θεὸν ὁμολογοῦντας, σύνθρονον Πατρὸς καὶ τοῦ Υἱοῦ τε, τῶν δώρων σου ἡμᾶς καταξίωσον καὶ ἄφεσιν ἁμαρτιῶν ἡμῖν δώρησαι· σὺ γενοῦ μεθ’ ἡμῶν καὶ οὐδείς καθ’ ἡμῶν.
ᾨδή ζ΄. Κανών α΄. Ὁ Εἱρμός.
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας· ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη, ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναόν με δεῖξον, Σῶτερ, Πατρὸς Λόγε, παθῶν τε ἐλεύθερον, κακίας τῆς τοῦ ἤθους, ἁγίαις δωρεαῖς τοῦ θείου Παρακλήτου, πλουτίζων με τὸν ἄδοντα σοὶ εὐφροσύνως· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἐλέησον, Σώτερ, ἐμὴν καρδίαν, λίθου ἀρραγοῦς σιδήρου τε σκληροτέραν, γλυκύτητος δὲ πλήρωσον, ἵνα κραυγάζω σωζόμενος, σοὶ τῷ μόνῳ εὐεργέτῃ· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἵνα τοῦ Πατρός, Πεύματος καὶ Υἱοῦ τε αἰώνιον συνύπαρξιν τριῶν θείων προσώπων, ὀντότητι μιᾷ, τιμήσωμεν ἐμφρόνως, μεγάλῃ τῇ φωνῇ ἄδοντες εὐλογοῦμεν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Συνηθείᾳ πονηρᾷ βαλλόμενος ὡς δοῦλος καὶ ἁμαρτωλῷ, δεόμενος προσπίπτω σοί, Σώτερ Ἀγαθέ, τῷ τοῦ παντὸς Δεσπότῃ δεόμενος βεβήλου ἔργου ἀπαλλαγῆναι· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τῇ εὐδοκίᾳ τῇ σῇ καὶ ἰσχυρᾷ χειρί σου, στερέωσον τὴν κάμνουσαν ὑπὸ τῆς ἁμαρτίας ψυχὴν τὴν ἐμήν, τοῦ σοῦ ἀχρείου δούλου, σωζόμενος ὅπως δοξολογῶν σε κράζω· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔμπλησον φωτός, Θεοχαρίτωτε Κόρη, νοῦν καὶ ψυχήν, ἐξ ἁμαρτίας ἐσκοτισμένα, νοήσεως Θεοῦ καὶ θερμῆς μετανοίας, ἵνα ᾄδω σοι, ὁμοῦ τῷ Ἀρχαγγέλῳ· Δέσποινα πάντων χαῖρε, Εὐλογημένη.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐμπαθεῖς λογισμούς καὶ σαρκὸς τὰς ἀνόμους κινήσεις νέκρωσον, χάριτι Παρακλήτου· ἰσχὺν γὰρ κέκτησαι Θεὸν γεννησαμένη, ἵνα ᾄδω σοι, ἁγιοπρεπεστάτως· νῦν καὶ ἀεί δόξα σοι, Παναγία.
Κανών β΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὕδωρ ἀθανασίας ἁγίων δωρεῶν σου, σεπτέ Παράκλητε, παθῶν ἐλεύθερόν με, κακίας τῆς τοῦ ἤθους, δεῖξον τὸν ἄδοντα· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σῶτερ, ἐλεήσόν μου, καρδίαν σκληροτέραν λίθου σιδήρου τε, γλυκύτητος πληρώσας τῆς σῆς, Παντελεήμων, ἵνα κραυγάζω σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
ᾌσωμεν τῷ Κυρίῳ, τιμῶντες εὐφροσύνως θείων συνύπαρξιν προσώπων, τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ ὁμοῦ τε καὶ θείου Πνεύματος· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδέ μου συνηθείας τῆς πονηρᾶς τὸ βάρος, σοῦ Σῶτερ δέομαι, ὁ ἁμαρτωλός καὶ δοῦλος προσπίπτω τῷ Δεσπότῃ κακῶν με ἀπάλλαξον· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Εὐδοκίᾳ, Σῶτερ, καὶ ἰσχυρᾷ χειρί σου, ἐμὴν στερέωσον ψυχήν, ἀχρείου δούλου, ὅστις δοξολογῶν σε, πίστει ἀνακράζει σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἵνα σοὶ τῇ Κόρῃ, ὁ ἐσκοτισμένος ψυχῇ καρδίᾳ τε, ἀναβοῶ τὸν ὕμνον ὁμοῦ τῷ Ἀρχαγγέλῳ,φωτί σου ἔμπλησον· ὅπως βοῶ σοι, Ἁγνή, δόξα σοι, Παναγία.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥῦσαι τῶν ἐμπαθείας λογισμῶν ἀνόμων, κινήσεις νέκρωσον σαρκός, τοῦ Παρακλήτου χάριτι καὶ δυνάμει, ἰσχὺν γὰρ κέκτησαι· ὅπως βοῶ σοι, Ἁγνή, δόξα σοι, Παναγία.
ᾨδή η΄. Κανών α΄. Ὁ Εἱρμός.
Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, ὁ τρισοφεγγὴς τῆς θεαρχίας τύπος· ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον Σωτῆρα καὶ Παντουργόν, ὡς εὐεργέτην, ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἰησοῦ Θεέ, φῶς τῶν ἐσκοτισμένων πέλεις, ὅθεν κἀμοῦ ἐκαθάρισον καρδίαν, ἀνόμων λογισμῶν διώσεως αἰσχίστης, ἵνα κράζω σοι, Ποιητά τῶν ἁπάντων, καρδίᾳ καθαρᾷ· σοί πρέπει, μόνῳ, δόξα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ῥήτορες ὁμοῦ τοῖς λειτουργοῖς σου ἀΰλοις,Ὕψιστε Τριάς, Μοναδικὴ καὶ Ἁγία, ἡ λόγῳ μόνῳ συστησαμένῃ κόσμον, ὕμνον ἄδωμεν, αἰνοῦντές σου τό κράτος, ὄντες σποδὸς οἱ δοῦλοί σου καὶ γῆ τε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Καταστροφικῶν ἐπιθέσεων ῥῦσαι, ἐχθρῶν ἐμὲ νικούντων τῶν ἀοράτων· ψυχῇ τῇ ἐμοί δέ, ὡς γῇ ἐρημωτάτῃ, τὴν χάριν σου ἐμφύτευσον τὴν ζωηφόρον, Παράκλητε σεπτέ, ὁ Θεός, καταδέχου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τὰ ἐν προσευχῇ ἀπὸ σοῦ αἰτοῦμαι, ἵνα ἐκτελῶ μετ’ἀγάπης καὶ φόβου, ἀξίωσον σὸν δοῦλον, παραμυθίας φάος, στηρίζων με ταῖς σαῖς, Φωτοδότα, ἀκτίναις, Παράκλητε σεπτέ, ὁ Θεός, καταδέχου.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἤρθησαν ὑπὲρ κεφαλήν μου ἀθλίαν βελίαρ λογισμοὶ πάθους κενοδοξίας σύ, Δέσποτα οἰκτίρμων, θεράπευσον ψυχήν μου δαιμόνων ῥυπαρῶν βολαῖς τὴν ὀχλουμένην, ὃν τρόπον, Ἀγαθέ, σὺ ἐπιγινώσκεις.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σῆς χάριτος, σεπτὲ καὶ Παράκλητε θεῖε, μὴ μὲ δοῦλόν σον ἀποκλείσης ἱκέτην, τὴν Πόρνην ὑπερβάντα καὶ Ἠσαΰ ἀνομίᾳ προσφεύγοντα τῇ σῆ παρακλήσει τῶν δώρων, ἣν δίδου μοι, μετανοοῦντά δε δεῖξόν με.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.
Ῥῦσαί με τὸν σόν, Ἀειπάρθενε, δοῦλον, τὸν φιλάμαρτον ὑπὲρ πάντας ἀνθρώπους, πρὸς σὲ γὰρ καταφεύγω, πανύμνητε Παρθένε, ἐλπὶς ἐμῆς ψυχῆς ἐντυγχάνεις καὶ πόθος ζωῆς τῆς ἐν σοί, Υἱῷ τε καὶ Θεῷ σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑμνῶ σε τὴν Ἁγνήν, ἀειπάρθενον Κόρην, καὶ δέομαι ζωῆς ἐναρέτου δειχθῆναι, φίλον τε Θεοῦ ἀληθείας σωζούσης· ἀγάπῃ τε καὶ φόβῳ διορθούσης τὸν τάλαν ὡς μητέρα εὔστοργος καὶ καλλίστη.
Κανών β΄. Τόν Βασιλέα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Κράζω σοί, Σῶτερ, ὁ φῶς πέλων ἐσκοτισμένων, καθάρισον καμοῦ καρδίαν διωμένην, αἰσχροῖς λογισμοῖς· σοὶ πρέπει, μόνε, δόξα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τοῖς λειτουργοῖς σου Ὕψιστε Τριὰς μοναδική τε, ἡ λόγῳ μόνῳ συστησαμένῃ κόσμῳ, συνάδωμεν ὁμοῦ αἰνοῦντες σου τό κράτος.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἡλίου δίκην ψυχήν μου ἐρημωτάτην καταφώτισον, ἐχθρῶν τῶν ἀοράτων, Παράκλητε σεπτέ, τῆς προσβολῆς με ῥῦσαι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Στήριξον φωτὸς Φωτοδότα, σαῖς ἀκτίναις, ἵνα ἐκτελῶ μετ’ ἀγάπης καὶ φόβου, Παράκλητε Ἀγαθέ, προστάγματα σὰ θεῖα.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Τὴν κεφαλήν μου ὑπερέβησαν, Οἰκτίρμων, βελίαρ λογισμοὶ πάθους κενοδοξίας, δαιμόνων ῥυπαρῶν βολῶν ἀπάλλαξόν με.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἠσαΰ καὶ Πόρνην ὑπερέβην τῇ ἀνομίᾳ, Παράκλητε σεπτέ, πλὴν μὴ μὲ ἀποκλείσῃς, τῆς χάριτός σου, μετανοοῦντα δέξαι με.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.
Σῶσον νῦν, Ἀειπάρθενε, δοῦλον, τὸν σοὶ προσφεύγοντα, Πανύμνητε Παρθένε, ἐλπὶς ἐμῆς ψυχῆς τυγχάνεις γὰρ καὶ πόθος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἁγνή σοι ὕμνον τῇ Πανυμνήτῳ Κόρῃ προσάγω σοι πιστῶς, δεόμενος δειχθῆναι φίλος σοῦ Υἱοῦ, διορθωθεὶς ὁ τάλας.
ᾨδή θ΄. Κανών α΄. Ὁ Εἱρμός.
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως· ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Σῶτερ σῶσόν με, ἡ ἐλπὶς τῆς ψυχῆς μου, μὴ στερήσῃς με τῆς χαρᾶς σου τῆς θείας, ὅτι φῶς ἡμῶν πέλεις τε καὶ προστάτης, εὐχαῖς ταῖς σεπταῖς τῆς Πανάγνου Μητρός σου, ὅπως σὲ συμφώνως δοξάζομεν.
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀνυμνῶ σεπταῖς οὐρανίαις Δυνάμεις ὁμοῦ ὁ δοῦλός σου, ὁ σποδὸς ἐνυπάρχων, φόβῳ κείμενος τῶν πάντων ὑποκάτω, σὲ προσκυνῶν καὶ ἐν ἀγάπῃ κραυγάζων, Κύριε Θεέ, Τριὰς Ἁγία δόξα σοι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἱκετεύω σε, προσκυνῶν καὶ δοξάζων κράτος σου ἀπόρθητον, δόξαν σου θείαν· σῶσόν με τῆς καταδίκης Θεέ μου, μυρίαις κολάσεσι ἄξιον ὄντα· Σεπτέ, ὅπως σὲ συμφώνως δοξάζομεν.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἀγαθότητα ἠθῶν καὶ τοῦ σοῦ νόμου διδαχὴν καὶ νόησιν θείων σου δογμάτων, δίδαξον, Παράκλητε, ὅπως θεαρέστως ὑμνῶ σὲ τὸν Θεόν, τὸν ἕνα τῆς Τριάδος· ἣν συμφώνως δοξάζομεν.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἰδεῖν ἀξίωσον σῶν δικαίων τὴν δόξαν, καὶ εὐαρεστησάντων σοι ἐν οὐρανοῖς ἑορτήν· ὑμνεῖν σε μετ’ αὐτῶν δώρησαι, θεῖε Πανάγιε Παράκλητε, δοῦλος ὁ σὸς ἐκζητεῖ· ὅπως σε συμφώνως δοξάζομεν.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὠράϊσον ψυχῆς τῆς ἐμῆς τὴν κακίαν, φόβον ἀποδίωξον ἀπὸ αὐτῆς τοῦ κακοῦ, ἀδυναμίαν δ’ ἐξάλειψον καὶ τῷ στεφάνῳ τῶν ἀρετῶν, Παράκλητε, κατακόσμησον· ὅπως σὲ συμφώνως δοξάζομεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νίκην δώρησαι, θεραπεύουσα ἅμα, τὴν φθαρεῖσαν πάθεσι καὶ παναθλίαν ψυχήν, παναμώτητε Παρθένε, τοῦ σοῦ δούλου, εὐχαῖς ταῖς ἁγίαις σου,βοῶντι σοί τῇ Μητρί· ὅπως σὲ συμφώνως δοξάζομεν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴδε δούλου σου πένητος δέησιν τήνδε καὶ ταύτην προσάγαγε καθικετεύω σε, Μῆτερ ἀπείρανδρε τῷ Παρακλήτῳ, ὡς θεία μεσήτρια ἀνθρώπων πρὸς τὸν Θεόν· ὅπως σὲ συμφώνως δοξάζομεν.
Κανὼν β΄. Κυρίως Θεοτόκον.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδε τῆς Μητρός σου, Πανάγνου Παναγίας, σεπτάς εὐχάς, δι’ ὧν με ἐλέησον, Κύριε· σὺ γὰρ ὑπάρχεις ἡ ἐλπὶς ψυχῆς μου τῆς ἀθλίας.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὦ Κύριε Θεέ μου, ὁμοῦ ταῖς οὐρανίαις Δυνάμεσι, τὸν ὕμνον προσάδω σοὶ καὶ ἐν ἀγάπῃ κραυγάζω, Κύριε δόξα σοι.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ναὸν ἀναδειξόν με, δοξάζων σε ἱκετεύω, τὸν μυρίων κολάσεων ὄντα ἄξιον, τῆς σῆς χάριτος, θεῖε Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ἴδε μου ἀγνωσίαν καὶ σὺ ἐκδίδαξόν με, τὴν τοῦ σοῦ νόμου διδαχήν τε καὶ νόησιν, ὅπως συμφώνως σὲ δόξαζω Παράκλητε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Οὐράνιον χορείαν τῶν σοὶ εὐαρεστησάντων καὶ σὲὑμνούντων ἰδεῖν με ἐλέησον, ὅπως συμφώνως δοξάζω σε Κύριε.
Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.
Ὕμνον τῷ Παρακλήτῳ, ἐνδόξως ἀναπέμπω, ὅτι κακίας τὸν φόβον ἀπήλασας, τὴν ψυχὴν ὡραΐσας τοῦ δούλου σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπὸ παθῶν, Παρθένε, ψυχήν μου τὴν ἀθλίαν, εὐχαῖς ἁγίαις ταῖς σαῖς καὶ δεήσεσι θεράπευσον, ὅπως δοξάζω σε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς
Μῆτερ τῷ Παρακλήτῳ, προσάγαγε σοῦ δούλου πένητος, δέησιν τήνδε, ὡς μεσήτρια ἁμαρτανόντων ἀνθρώπων πρὸς Κύριον.
Μεγαλυνάρια Τριαδικά, ἐκ τῆς Παρακλητικῆς.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα, ἄναρχον Πατέρα καὶ παντουργόν, συνάναρχον Λόγον, πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ἀρρεύστως τεχθέντα καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκπορευόμενον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν Θεόν Λόγον, ὃν φρίττουσι καὶ τρέμουσι τὰ Χερουβεὶμ καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν· τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστὸν τὸν Ζωοδότην, φόβῳ δοξάσωμεν.
Ἕτερον, τοῦ ἁγ. Μαξίμου.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, ἐκθειάζειν ἐν δοξολογίαις, Πνεῦμα τὸ Πανάγαθον· τὸ ζωῆς προστάτην· τῷ Πατρί τε βασιλεύοντι σὺν Υἱῷ, ἐπὶ ἀοράτων, ὁμοῦ καὶ ὁρατῶν τε· τὸ φοβερὸν καὶ μέγα, φόβῳ δοξάσωμεν.
Δόξα. Ἐκ τῆς Παρακλητικῆς.
Ὑμνήσωμεν πάντες θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις τόν Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον κράτος, τὴν μίαν βασιλείαν καὶ κυριότητα.
Καὶ νῦν. Θεομητορικόν, τοῦ ἁγ. Μαξίμου.
Συγχώρησιν παράσχου ἁμαρτιῶν, Δέσποινα καὶ Μῆτερ τοῦ Θεοῦ σου καὶ Λυτρωτοῦ· δέχου παρακλήσεις δούλων σου ἀναξίων, ζωῆς τῆς θεαρέστου δοῦσα διόρθωσιν.
Τὸ Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα.Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καί νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διά σοῦ τῶν περιστάσεων· σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῆς Ἁγίας Τριάδος καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσφεύγοντας πιστῶς, τῇ σῇ προστασίᾳ καὶ σκέπῃ, σεπτὲ Παράκλητε, ῥύου πάσης θλίψεως καὶ περιστάσεως· τῶν παθῶν δὲ διάλυσον ταράττοντα σάλον, παρέχων ἱκέταις σου χάριν σωτήριον· σὺ γὰρ χορηγὸς ἐνυπάρχῃς ζωῆς τῶν ἁπάντων φωτός τε, πέλων τῷ Πατρὶ καὶ Λόγῳ σύνθρονος.
Ἦχος πλ. δ΄.
Δέσποτα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄.
Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Παράκλητε Ἀγαθέ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Καλὸν εἶναι νὰ συνεκτίθεται μετὰ τῆς Εἰκόνος τῆς Ἁγίας Τριάδος καὶ ἡ ἱερὰ Εἰκὼν τοῦ ἁγίου Ποιητοῦ τοῦ Κανόνος, Ὁσίου Μαξίμου τοῦ Γραικοῦ (ἤ καὶ Λείψανον αὐτοῦ, ἐάν ὑπάρχει), ὁπότε ψάλλονται καὶ τὰ ἀκόλουθα τέσσαρα (εἰς τύπον Λιτῆς) Τροπάρια, μετὰ τοῦ Δοξαστικοῦ καὶ τοῦ Θεοτοκίου αὐτῶν·
Ἦχος α΄.
Τέρπου καί ἀγάλλου ἡ κατ’ Ἄρταν Ἐκκλησία καὶ Ῥωσία εὐφραίνου, ὁμοῦ Βατοπεδίῳ, ἐπὶ τῇ μνήμῃ Μαξίμου τοῦ τῆς Λαύρας κοσμήτορος· πάντες δὲ πιστοί, ἐν ὠδαῖς τερψιθύμοις, κεκαθαρμένῃ διανοίᾳ πανηγυρίσωμεν. Οὗτος γὰρ γενναιοφρόνως, ὡς ἄλλος Ἀβραὰμ πατρίδος μὲν τὴν στέρρησιν ὑπήνεγκεν, ἔνεκεν ἀληθείας καὶ δικαιοσύνης, εἰρκῆς δὲ τὴν πολύπονον πεῖραν ἔλαβεν, μαρτυρικῶς ἐναθλήσας, τῷ ψύχει καὶ τῇ πείνῃ καὶ τῷ καπνῷ καταπονούμενος. Οὕτως, λοιπόν, τοῦ πολυμηχάνου δράκοντος τὰς μεθοδείας καταβαλών, Κυρίῳ τῷ Θεῷ ἡμῶν πρεσβεύει, τοῦ ἐπισκέψαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τῶν Ὁσίων ἐγκαλλώπισμα, Μάξιμε, καθαρῶς ἐποπτεύων τὴν Τρισήλιον Θεότητα, Ταύτης ἐνδιαίτημα ἐγένου καὶ διὰ τὴν ὑπερβολὴν τῶν σῶν ἀρετῶν, ἐμβασάνου ὁμολογίας ἠξιώθης, ἐν εἰρκτῇ ἐγκλεισθείς, ὡς Μάρτυς ἀληθείας· «δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς», πρὸς τοὺς σὲ κρίνοντας ἀνεβόας· διὸ καὶ αὐτῶν τῆς μανίας καὶ νοὸς τοῦ θηριώδους πεῖραν λαβόμενος, ἠξιώθης Παραδείσου καὶ τῆς μετὰ τῶν Ἁγίων ἀγαλλιάσεως.
Ἦχος γ΄.
Τῶν Διδασκάλων τοῦ Χριστοῦ καλλονὴ ὑπάρχων, ταῖς πρὸς Αὐτὸν θεοδέκτοις πρεσβείαις σου, προκόπτειν ἡμᾶς ἐν ἀγαθοῖς καταξίωσον, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, Μάξιμε· Αὐτὸν γὰρ τῇ ἐκχύσει τῶν τιμίων ἰδρώτων σου ἐδόξασας, διὸ τῷ θρόνῳ Αὐτοῦ παριστάμενος, αἴτησαι δοθῆναι ἡμῖν, τοῖς τὴν σὴν μνήμην φαιδρῶς ἑορτάζουσι, τῶν ψυχῶν ἐν οὐρανοῖς τὴν ἀνάπαυσιν, μετὰ τῶν Δικαίων καὶ Ἁγίων δούλων του.
Ἦχος δ΄.
Ὑπελθὼν ἀσκητικόν ἀγῶνα, ὡς τῷ Κυρίῳ στρατευσάμενος, τὰς τῶν δαιμόνων συνέντριψας κάρας καὶ βελίαρ τὴν ἐπηρμένην ὀρφύν, διὰ τῆς σῆς ἐν εἰρκτῇ ὁμολογίας τῆς Πίστεως. Μακάριος οὖν εἶ, ὅσιε Μάξιμε, ὅτι τῇ ἐπιγνώσει τοῦ κρείττονος, τὴν θείαν ἀλλοίωσιν ἐδέξω καὶ τῷ Χριστῷ ὠκειώθης καὶ διὰ πόνων ἀσκήσεως Αὐτὸν ἐδόξασας. Πρέσβευε οὖν Αὐτῷ λυτρώσασθαι ἡμᾶς, τῆς παρούσης περιστάσεως.
Δόξα. Ἦχος δ΄.
Ἔχει μὲν ἡ Οὐράνιος Βασιλεία τὸ πνεῦμα σου τὸ ἅγιον, ὅπερ Χριστὸς δι’ἀσκήσεως προσελάβετο, καὶ Λαύρα ἡ τῆς Ἁγίας Τριάδος, τῶν θείων λειψάνων σου τὴν ὄνησιν· ἔχει δὲ καὶ ἡ ὑπ’ οὐρανὸν Ἐκκλησία, κανόνα τὸν σὸν πρὸς τὸν Παράκλητον, τὸν ἐν πᾶσι τοῖς ἔργοις σου ἐξέχοντα, καὶ τῶν πρεσβειῶν σου τὴν βεβαιότητα. Ῥωσία μὲν σεμνύνεται ἐπὶ σοί, ὡς πιανθεῖσα τῇ τῶν ἰδρώτων σου ἐκχύσει· Ἑλλὰς δὲ μεγάλως ἐγκαυχᾶται, ἐπὶ τῇ σῇ καταγωγῇ, ἐξ’ ἦς καί Γραικός ἐπικέκλησαι. Πρὸ πάντων δὲ σύμπασα ἡ τῶν Ὀρθοδόξων ὁμήγυρις, σὲ πρέσβυν πρὸς Κύριον προβάλλει, ἵνα σώσῃ πάντας παρόντων καὶ μελλόντων δεινῶν, ὡς Φιλάνθρωπος.
Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον ἁγ. Μαξίμου τοῦ Γραικοῦ. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ἐκκλησίας ἁπάσης τὸ κλεινὸν καταπίστευμα καὶ τῶν ἐν Ῥωσίᾳ Ἁγίων τὸ θεόλεκτον κόσμημα· ὁ νέος Ἀποστόλων τοῦ χοροῦ ἀστήρ, ὁ διαλάμπων ἐφ’ ἡμᾶς· ἁπάντων Ὀρθοδόξων ὁ ὁδηγός, πατήρ τε καὶ διδάσκαλος. Δόξα οὖν Μαξίμῳ τῷ Γραικῷ, δόξα τῷ τοῦτον δοξάσαντι, δόξα τῷ δωρουμένῳ δι’ αὐτοῦ χάριν καὶ ἔλεος.
ΕΥΧΗ ΕΙΣ ΤΟ ΠΑΝΑΓΙΟΝ ΠΝΕΥΜΑ
ΚΑΙ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Δέχου Δέσποτα, Πανάγαθε Παράκλητε, μοναδικὴ Ἁγία καὶ προσκυνουμένη καὶ ὁμοούσιος καὶ ἀδιαίρετος Τριάς, τὴν πενιχρὰν ταύτην παράκλησιν, ἥν ηὐδόκησας προσφέρειν σοί, ἄνθρωπος ἁμαρτωλὸς καὶ κατακεκριμένος καὶ συγχώρησόν μοι τὰ παραπτώματα, τά ἑκούσια καὶ τὰ ἀκούσια.
Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἐκ τῶν πρὸς ἐμέ ἀλλοτρίων, ἐλέησον τὸν δοῦλόν σου. Εὐδόκησον ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἐλεεινῷ καὶ τὴν ἀδύναμον ψυχήν μου ἐπίσκεψον διὰ τῆς σῆς χάριτος καὶ θεράπευσον τὴν συντριβὴν αὐτῆς.
Ἐλέησόν με Δέσποτα, Παράκλητε Θεέ, ἐλέησόν με· ἁγίασόν μου τὴν ψυχὴν καὶ τὸ σῶμα· φώτισόν μου τὸν νοῦν καὶ τὴν διάνοιαν· κάθαρον τὸ ἐμὸν συνειδὸς ἀπὸ πάσης ἀκαθαρσίας, ἀπὸ λογισμῶν ῥυπαρῶν, ἀπὸ προφάσεων πονηρῶν, ἀπὸ νοήσεων σε ὑβριζόντων, ἀπὸ πάσης ὑπερηφανείας καὶ οἰήσεως καὶ ἐπάρσεως, ἀλαζονείας τε καὶ θράσους καὶ ὑπεροψίας, σατανικῆς ταλαντεύσεως, φαρισαϊκῆς ὑποκρισίας καὶ ἀπὸ πάσης ἀχρείας καὶ πονηρᾶς συνηθείας. Ἀπὸ πάντων τούτων ἀπάλλαξόν με ἐντελῶς, Δέσποτα Κύριε, διὰ τῆς χάριτος τοῦ δεδοξασμένου σου ὀνόματος.
Δώρισαί μοι μετάνοιαν ἀληθή, καρδίας συντριβήν, ταπείνωσιν, πραότητά τε καὶ ἡσυχίαν· πᾶσαν εὐσέβειαν χριστιανικήν, κατανόησίν τε καὶ τέχνην πνευματικὴν καὶ πᾶσαν σύνεσιν, ἐν εὐχαριστίᾳ καὶ ὑπομονῇ τελουμένην.
Ὦ Θεέ, διὰ τῆς χάριτος τῆς δόξης τοῦ ὀνόματός σου, εἰσάκουσόν μου τοῦ ἁμαρτωλοῦ δεομένου σου καὶ ἀξίωσόν με τὸν ὑπόλοιπον τῆς ἀθλίας ζωῆς μου χρόνον, ἐν μετανοίᾳ γνησίᾳ διελθεῖν, μετὰ πάσης ταπεινώσεως, ἁγνότητος καὶ πνευματικῆς ἐγκρατείας.
Διατήρησόν με, Δέσποτα, ἐν τῇ Ὀρθοδόξῳ Ὁμολογίᾳ τῆς πρὸς σὲ Πίστεως, ἵν’ ἀξιωθῶ ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς μου ὑμνεῖν σε, εὐλογεῖν σε καὶ δοξάζειν σε λέγων:
Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ Ἄναρχος· Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς Αὐτοῦ ὁ Συνάναρχος· Ἅγιος Ἀθάνατος, τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον· Τριὰς Ἁγία δόξα σοι.
Δόξα σοι Ἁγία Τριὰς ὁμουσία, ζωοποιὲ καὶ ἀδιαίρετε· πάντων ἔνεκα δόξα σοι.
Δόξα σοι, Θεοτόκε, τῶν πιστῶν τὸ καταφύγιον, ἡ ἀπελευθέρωσις τῶν ἐν φυλακαῖς καὶ τῆς ἐμῆς ψυχῆς ἡ θεία παρηγορία. Τὴν παναθλίαν ψυχήν μου, Θεοχαρίτωτε, τετρωμένην ὑπὸ τῶν βελῶν τοῦ πολεμήτορος, τῇ παντοδυνάμῳ μεσιτείᾳ σου ἀνατίθημι· φύλαττε αὐτὴν ἀλώβητον καὶ σκέπε καὶ σῶζε ἀπὸ τῶν μηχανῶν τοῦ ἀλάστορος, ἵνα κράζω σοι· χαῖρε Νύμφη Ἀνύμφευτε. Ἀμήν.
Στίχοι·
Εὐχαῖς Μαξίμου θεράποντος σῆς δόξης,
δόξης οὐρανίου τοῖς δούλοις σου παράσχου,
Παράκλητε Ἀγαθέ· Πατρὸς τοῦ Προανάρχου,
Υἱοῦ τε Συνανάρχου, ἐν ᾯ ἐπαναπαύει,
Σύνθρονε, Ὁμοούσιε καὶ Ὁμόδοξε Θεότης.
Στίχοι ἕτεροι:
Κόπον τὸν ἐλάχιστον δέχου ἀντὶ πταισμάτων
λῦτρον, Ἀγαθέ, τάλαινος Ἀντωνίου·
Δημήτριον θύτην δέ, οἰκογενεῖς αὐτοῦ τε,
σκέπε καὶ διάσωζε τῶν προσβολῶν βελίαρ·
οὗτος γὰρ ἔσχεν φωτισμόν, τὸν παρὰ σοῦ, ποιῆσαι
τήνδε τὴν ἀνασύνθεσιν, Κανόνος πρὸς σὴν Χάριν.
Παρακλητικός Κανών εις το Πανάγιο και Ζωοποιό και Παράκλητον Πνεύμα τω τε Πατρί και τω Υιώ Ομοούσιον
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ὡς συνήθως καὶ τὸ εξής·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Δημιουργὲ καὶ χορηγὲ τῶν ἀπάντων, παρακαλῶν τὴν Ἐκκλησίαν ἀλήκτως, τῆς καινουργίας νάματα δωρούμενος, ἔκχεε τὴν χάριν σοῦ, καὶ φωσφόρον εἰρήνην, πᾶσι τοῖς αἰτοῦσί σου, τρυφαῇ εὐλογίαν, καὶ μυστικῶς ἁγίασον ἡμᾶς, τῆς ἀληθείας τὸ Πνεῦμα τὸ Ἅγιον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Παράκλητε ἀγαϑέ ἡμᾶς φώτισον. Ἰσιδώραν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πυρφόρος ὑπάρχων καὶ φωτουργός, Παράκλητε ϑεῖε, λαμπηδόνας σοῦ παμφαεῖς, παράσχου μοι ϑείοις στεναγμοῖς σου, τῆς ἀγνωσίας διώκων τὴν ζόφωσιν
Ἀΰλων ὑπάρχεις ἡ χαρμονή, συνέσεως Πνεῦμα, μοναζόντων καταστολή, διὸ τῶν πτερύγων σου τῇ σκέπῃ, κατακαλύπτοις μὲ νέμων παράκλησιν.
Ῥυσϑείην στυγνότητος τῶν παϑῶν, ζωῆς χορηγέ μου, ἱκετεύω ἀγαϑουργέ, καὶ γὰρ ϑησαυρούς σοῦ διανέμεις, ἐν οὐρανῷ καὶ τῇ γῇ εἰρηνόδωρε.
Θεοτοκίον.
Ἀγάπης ὑπάρχεις καταφυγή, σεπτή μυροθήκη, τῆς Τριάδος καὶ ἱερά, τοῦ Πνεύματος Κόρη μελουργία ἡ τὸν Υἱὸν ὑπερλόγως κυήσασα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καλλοναῖς ϑεηγόροις, ἱλαστικῶς ἴϑυνας, νόας ἐπιγείους ὑμνῆσαι, τὰ μεγαλεῖά σου, Πνεῦμα ϑειότατον, τῆς μετανοίας τῷ αἴνῳ, ὅϑεν με ἐπίσκεψαι, τρισοπυρσόφωτε.
Λεπρωϑέντα μὲ σῶσον, ἐλεουργὲ Δέσποτα, κόσμον ὁ ἐνδύων τῷ ὄλβῳ, τῆς Ἀναστάσεως, σὺ γὰρ ἐνέπρησας τῆς ἀγαπήσεως καύσει πάντας τοὺς ποϑοῦντάς σε, Πνεῦμα πρηστήριον.
Ἡδυνϑείην ἀκτῖσι, μαρμαρυγῶν θείων σου, τῶν ἐξαγουσῶν ἐκ τοῦ ᾅδου, τῆς ἀπογνώσεως, Πνεῦμα χαρμόσυνον, καὶ γὰρ ὑπάρχεις Θεέ μου, ἐκκαϑαῖρον μώλωπας, καὶ τὰς σπιλάδας μου.
Θεοτοκίον.
Τετρωμένη ἱμέρῳ, τοῦ Λατρευτοῦ ἔστερξας, Μῆτερ τῆς ὀδύνης τὸ στέφος καὶ σιωπήσεως, ὅϑεν βαστάσασα, τῇ σῇ νηδύϊ τὸν Λόγον, ἔγνως τὸ μυστήριον ϑείας κενώσεως.
Διάσωσον, φωταγωγὲ Ὑπεράγιε σοὺς ἱκέτας, ἀπὸ πλάνης τοῦ πονηροῦ, εὐώδη δωρούμενος, σφραγῖδα ἐλέους σου Τρισαγίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀῤῥήτως ἡμῖν πορϑμεύων τὴν παράκλησιν, Τριάδος σεπτῆς, Παράκλητε προάναρχε, διασῴζεις ἅπαντας, στεναγμοῖς ἀλήκτοις σου Πάμφωτε· τῆς Ἐκκλησίας ὅϑεν δωρεᾶς, δρεπόμεϑα πόϑῳ ἀνυμνοῦντές σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐωδίᾳ ἑνότητος, μυστικῶς εὐφραίνεις τὸν κόσμον ἅπαντα, ὅϑεν Πνεῦμα αὑτοκέλευστον, ἐκ δυσώδους ῥῦσαί με ἐπάρσεως.
Ἀβραὰμ ὑπεδέξατο, σὺν Πατρὶ καὶ Λόγῳ σε Ἀγαθόδωρε, ὅϑεν δέομαι Παράκλητε, τοῖς μυχοῖς σκηνῶσαι τῆς καρδίας μου.
Γαληνῷ ἐν φυσήματι, νέμεις χαρισμάτων μύρα ϑεότατε ὥσπερ αὔρα ἀναψύχουσα, καὶ παϑῶν τὴν κάμινον δροσίζουσαν.
Θεοτοκίον.
Ἀπειράνδρως ἐκύησας, τὸν ἡμῶν Δεσπότη Ἁγνὴ ϑελήσαντα, μορφωϑῆναι τὸ ἀνθρώπινον, ἵνα με ϑεώσῃ ὡς Φιλάνθρωπος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θέλων Ἀγαϑέ, κατ᾽εἰκόνα σὴν ἐποίησας, τὸν Ἀδὰμ καταπλουτίζων τοὺς βροτούς, τρισαυγεῖ ἀθανασίας τῇ λαμπρότητι.
Ἒμπλησον ἡμᾶς, τῶν γλωσσῶν σου τοῖς πυρσεύμασιν, ὁ φωτίσας ὑπερῷον ϑεουργόν, καὶ ἐκχέας ἀφϑαρσίας τὰ δωρήματα.
Ἥδυνον λαόν, χαρμονὴ σου Πνεῦμα Ἅγιον, ἐν εἰρήνῃ ὁμονοίας συντηρῶν, τὴν ἐνότητα τῆς θείας Ἐκκλησίας σου.
Θεοτοκίον.
Μύροις σου Ἀγνή, τῆς ἁγνείας με στερέωσον, ἡ ϑεώσασα τὸ γένος χοϊκῶν, τῇ ἀσπόρῳ σοῦ λοχείᾳ Ὑπεράμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀείφωτε, συμφυὲς καὶ σύνϑρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐξαστράπτεις, Τριαδικῆς ϑεαρχίας τὸ φάος, διὸ ὡς στῦλος κυρός με ὁδήγησον, εἰς γῆν ἀκρέουσαν σοφέ, ϑεουργίας τὸ μέλι σὺν γάλακτι.
Συνέστησας, Πρωτουργὲ τὰ σύμπαντα, διατρέφων εὐστοργίᾳ τὴν κτίσιν, διὸ τῇ σῇ καταφεύγῳ γαλήγῃ, καὶ ἱκετεύω Παράκλητε ἔρωτι, ἀγάϑυνόν με καλλοναῖς, τῆς τριφώτου ἀρχαίας φαιδρότητος.
Φωτίσμασι, καταϑέλγεις τάγματα, τῶν Ἀγγέλων σε φωναῖς μεγαλύνειν, καὶ διαρκῶς σοι προσφέρειν λατρείαν, δι’ ἀποῤῥήτους εὐκλείας Παράκλητε, δι’ ὧν ἡμᾶς ἱλαστικῶς, ἀνακαίνισον Πνεῦμα Πανάγιον.
Θεοτοκίον.
Ὠράϑης μοι, εὐδοκίας ἀσπιλέ, τριφαοῦς ἀκοκαλύπτουσα χάριν, τὸν Λυτρωτὴν κατασχοῦσα ἐν μήτρᾳ, καὶ τετοκυῖα ἀτρέπτως τὸν Ἂναρχον, καὶ γὰρ τοῦ Λόγου τιϑηνός, ἐγεγόνεις δυνάμει τοῦ Πνεύματος
Διάσωσον, ἐν οἰκτιρμοῖς σου τοὺς πίστει καταφυγόντας, τῇ σῇ σκέπῃ μυσταγωγέ Παράκλητε Ἅγιε, παράκλησιν νέμων τῆς μετανοίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Ὁ καταφλέγων ἐν δρόσῳ τοὺς μύστας σου, καὶ ἐν τῷ γνόφῳ ἐκχέων τὴν χάριν σου, ἐλθὲ τῇ καρδίᾳ μου δέομαι, καὶ τῶν παϑῶν τῆς ἀχλύος με λύτρωσαι, ὦ Πνεῦμα τρισόφωτον Ἅγιον.
Προκείμενον.
Τὸ Πνεῦμά σου τὸ ἀγαϑὸν ὁδηγήσει με ἐν γῇ εὖϑείᾳ.
Στίχος. Κύριε εἰσάκουσον τῆς προσευχῆς μοῦ.
Εὐαγγέλιον.
Ἔκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ζ΄, 37-52).
Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ρεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυὶδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διατί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; Ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
Δόξα.
Παράκλητε Οἰκτῖρμον, ἀῤῥήτοις στεναγμοῖς σου, ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε εὐλογήσωμεν, τὸν ϑησαυρὸν τῆς σοφίας, καὶ τῆς ἀγαπήσεως, πᾶσι διαχέοντα ἐν χρηστότητι· νέμει γὰρ ἔλλαμψιν, τῆς θεογνωσίας, φιλανϑρώπως καὶ ϑεώσεως, πιστῶς τοῖς κράζουσιν· Πνεῦμα ἀγαϑόν ϑεοκέλευστον, Παράκλητε, στεφάνωσον, ϑείαν Ἐκκλησίαν ϑεότροφον, πυρίναις φλοξί σου, παρέχων σωτηρίας δροσισμούς, καὶ γὰρ ὑπάρχεις ὁμόϑρονον, τῷ Πατρί καὶ Λόγῳ τε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ταῖς σεπταῖς φρυκτωρίαις, δυσωπῶ σε μὲ κάϑαρον Πνεῦμα Ἅγιον, καὶ γὰρ πανοικτιρμόνως, φρικτῆς οἷκονομίας ἀπειργάσω μυστήριον Δέσποτα· διὸ βοῶ σοι πιστῶς, Θεέ εὐλογητὸς εἶ.
Ἰλαρᾷ σου ἐμπνεύσει, ὡραΐζεις τὴν κτίσιν προνοία κρείντονι, λαμπρύνων τῶν ἀΰλων, καὶ βροτῶν ὑμνῳδίαις, μελουργὸν Πνεῦμα Ἅγιον, ὅθεν σεπτῶς δυσωπῶ, ἐκ σπίλων κάϑαρόν με.
Σελασφόρως ἐφάνης, ἐν βαπτίσει τοῦ Λόγου, κηρύττων τρίφωτον, ἀγάπην σαρκωθεῖσαν, Ἰορδάνου ἐν ῥείθροις, δυομένην δι᾽ ἔλεος· διὸ Παράκλητε νῦν, δακρύοις βάπτισόν με.
Θεοτοκίον.
Ὁλοφώτῳ καρδίᾳ, κατεκλύσϑης Παρθένε, Πατρὸς τῷ ἔρωτι, διὸ τῇ σῇ νηδύι, τὸν ἕνα τῆς Τριάδος, ἀποῤῥήτως ἐξέϑρεψας, ἐννεαμήνως πνοῇ, τοῦ Λόγου ϑελγομένῃ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νυμφοστολήσας, τὴν πεπτωκυῖαν εἰκόνα, κατεποίκιλας τῷ ὂλβῳ χαρισμάτῶν, ἵνα σὲ δοξάζω, Παράκλητε Οἰκτίρμον.
Ἱμειρομένῳ, τὴν τριφαῆ κοινωνίαν, ἔγγισόν μοι Παρακλῆτορ Ἐλεῆμον, καὶ ποίησόν με οἶκον, γλωσσῶν τῶν πυριφλέκτων.
Στέφει κοσμήσας, ἀγαϑουργοῦ καινουργίας, καϑωράισας τὰ εἴδη τῶν κτισμάτων, κάλλος μοι παρέχων, Παράκλητε φωτός σου.
Θεοτοκίον.
Ἴϑυνον Κόρη, εἰς τὴν ὀσμὴν τοῦ Υἱοῦ σου, τοὺς τιμῶντας τὴν φωσφόρον σου λοχείαν· αὕτη γὰρ ὑπάρχει, πηγὴ ἀϑανασίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δωρούμενος Προφήταις, ἐκφάνσεις μυστηρίων, καὶ προλέγων τοῦ Λόγου τὴν σάρκωσιν, Ἐλεοβρῦτα καϑαίρεις καὶ μεγαλύνεις με.
Ὡραίωσον ψυχῆς μου, ναὸν ἐρειπωϑέντα, καταυγάζον με αἴγλῃ σοφίας σου, Πνεῦμα στενάζων τῷ πόϑῳ, τῆς σωτηρίας μου.
Ῥευμάτων σοῦ γεραίρω, τὴν ϑείαν εὐωδίαν, εὐχαριστῶ σε Θεέ μου ὑπέρκαλλε, ὁ καταβαίνων εὐστόργως τῷ ὑπερῴῳ μου.
Θεοτοκίον.
Ἀλήπτης ἐγεγόνει, Υἱὸς ὁ Παντοκράτωρ, ἵνα ἐνδύσῃ με βύσσον βασίλειον, ἐνανϑρωπήσας ἐκ σπλάγχνων σου Θεονύμφευτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Φαίνεις τὴν ἰσχύν σου ἐν ἀστραπαῖς, καὶ γνόφῳ ϑυέλλης, καὶ ὑδάτων πολλῶν φωναῖς, σὺ γὰρ κατευϑύνεις τὰ πάντα καὶ συνέχεις, καὶ συντηρεῖς εὐρύϑμως, Πνεῦμα Πανάγιον.
Πνεῦμα εἰρηνόδωρον ϑεαυγές, ἐλθὲ διανέμων, τῆς ϑεότητος δωρεάς, καὶ οἰκονομίας, φρικτῆς τὰς διαδόσεις, δωρούμενον πταισμάτων πᾶσι συγχώρησιν.
Πνεύμα τῆς συνέσεως θεουργόν, ἐλκῦον καρδίας, τῆς Τριάδος τῷ φωτισμῷ, τρῶσον τῇ τοξείᾳ, ἐνθέου εὐδοκίας, τοὺς σὲ δοξολογοῦντας, ἐν Ἐκκλλησίᾳ σου.
Δρόσον τοῦ πυρός σοὺ ἱλαστικήν, καὶ τῆς γνώσεώς σου, τὴν σταυρώσιμον χαρμονήν, δὸς Παντελεῆμον, πιστῶς τοῖς σὲ ποθοῦσιν, ἐκπλήξεσι τριφώτοις, Πνεῦμα ἐνότητος.
Τῆς φιλανϑρωπίας σου ποταμούς, καὶ ῥεῖϑρα σοφίας, καὶ μεϑέξεως γλυκασμούς, τίς μὴ ἀνυμνήσῃ, Παράκλητε φωσφόρε, πολυμερῶς ὁ τρέφῳν, κόσμον τὸν ἅπαντα.
Φίλτρῳ κατακαίεις τοὺς λειτουργούς, καὶ γλώσσαις πυρίναις καταυγάζεις τοῦς μυστικῶς, ἐν σοὶ ϑελγομένους, Παράκλητε ἀῤῥῇμον, καὶ γὰρ ὑπάρχεις ἔρως, πάσης τῆς κτίσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μεῖνον εἰς καρδίας τῶν πιστῶς, σὲ δοξολογούντων Οἰκτίρμον, καὶ τοῦ Φωτὸς τὴν ἰσχύν, Πνεῦμα τὸ Παράκλητον μετάδος ἅπασιν, ἀπαλλάτον κακώσεων, δεινῆς ἁμαρτίας, καὶ νίκας δωρούμενος, κατὰ τοῦ δράκοντος, ἵνα ἀπαράτρωτοι ὄντως, πίστει τὸν Δεσπότην ὑμνῶμεν, τούτου τῇ σφραγίδι δοξαζόμενοι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

