Παρακλητικός Κανών στόν Μέγα Αρχάγγελο Μιχαήλ καί στόν Πάντιμο Ήλο του Σωτήρος Χριστού

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τὸν Ἀρχιστράτηγον Ὑψίστου τὸν Μέγα, τὸν περισκέποντα πιστοὺς καὶ φρουροῦντα, ἀπὸ παντοίας βλάβης καὶ λύμης τοῦ ἐχθροῦ, πάντες ἀνυμνήσωμεν, πρὸς Αὐτόν ἐκβοῶντες· Μιχαὴλ Ἀρχάγγελε ἀπὸ πάσης ἀνάγκης καὶ ἐπηρείας λύτρωσον ἡμᾶς, τούς τῶν πτερύγων Σου σκέπη προσφεύγοντας.

Δόξα.
Ὅμοιον τοῦ Τιμίου Ἤλου.
Τοὺς εὐλαβῶς ἀσπαζομένους τὸν Ἦλον, δι’ οὔ έπάρη ἡ πανάχραντος χείρ Σου, ἐν τῷ Σταυρῶ καὶ αἵματι, βαφέντα Σου σεπτῷ, Σῶτερ ἐν τῷ πάθει Σου, τούτου χάριτι θεία, ῥύου πάσης λώβης τε, νόσου καὶ ἐπιχρείας, τῇ προστασία, θείου Μιχαήλ, τοῦ Ἀρχαγγέλου, Χριστὲ πολυέλεε.

Καὶ νῦν.
Θεοτοκίου ὅμοιον.
Τῆς μετανοίας Θεοτόκε τὴν τρῖβον, καὶ ἡμᾶς ἐνίσχυσον τοῦ ὁδεύειν προθύμως, τούς τὴν σεπτὴν Εἰκόνα Σου, τιμῶντας εὐλαβῶς, τῆς Γλυκοφιλούσης Σου, καὶ ἡμῶν τὰς καρδίας, πλάτυνον ἐν θλίψεσι καὶ πικραῖς ἀθυμίαις, καὶ ἐκ παντοίων σῷζε πειρασμῶν, Σε γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς καὶ σοί προσδραμόντες, Ἀρχιστράτηγε Μιχαήλ, ἐκ τούτων ἁπάντων δυσωποῦμεν, σαῖς προστασίαις ἡμᾶς ἐλευθέρωσον.

Παθῶν ἡμᾶς θλίβουσι προσβολαί, Ἀρχάγγελε θεῖε, καὶ κινδύνων ἐπαγωγαί, πρόφθασον καὶ ῥύου σοὺς ἱκέτας καὶ προστασίαις ἐνθέοις σου λύτρωσαι.

Τὸν πάντιμον Ἦλον τὸν ἐν χειρί, Χριστοῦ ἐμπαγέντα, προσκυνήσωμεν εὐλαβῶς, τὸν χάριν προχέοντα πλουσίαν, καὶ νοσημάτων ποικίλων τὴν ἴασιν.

Θεοτοκίον.
Κατήργηται θάνατος διά Σοῦ, καὶ ᾇδου τὸ κέντρον ἠφανίσθη Μῆτερ Θεοῦ· Σὺ γάρ τὸν ἀθάνατον Δεσπότην, εἰς σωτηρίαν ἡμῶν ἀπεκύησας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαις σοῦ θείαις, τῶν ἀλγεινῶν ῥῦσαι με, θεῖε Μιχαὴλ Ἀρχηγεῖα, ἐκπιεζόμενον, δεινῶς ἐκ τούτων νῦν, σὲ γὰρ ἀντίληψιν ἔχω, ὁ προστρέχων πάντοτε, θερμῶς τῇ σκέπη Σου.

Ὁδηγὸν καὶ προστάτην, πρός τὸν Θεὸν μέγιστε, πάντες σὲ κεκτήμεθα ὄντως, καὶ ἱκετεύομεν, ὀδύνης λύτρωσαι, παθὼν καὶ νόσων παντοίων, Μιχαὴλ Ἀρχάγγελε, τῇ προστασία Σου.

Διαφύλαξον πάντας, τῇ τοῦ σεπτοῦ Ἤλου σοῦ, παναλκεῖ τε δυνάμει, παντοίων νόσων καὶ θλίψεων, ὂν Σοι προσφέρομεν, εἰς ἱλασμόν τῶν πταισμάτων, καὶ δεινῶν ἐκλύτρωσιν, μόνε φιλάνθρωπε.

Θεοτοκίον.
Ὑπεράγαθε Κόρη, τὸν λυτρωτὴν τέξασα, λύτρου παντοίων κινδύνων, τοὺς σοι προστρέχοντας, καὶ ἀνυμνοῦντας σε, Γλυκοφιλοῦσα Μαρία, καὶ πίκρας κολάσεως, ῥῦσαι τῇ σκέπη Σου.

Διάσωσον ἀπὸ κινδύνων, τοὺς δούλους σου Ταξιάρχα, ὅτι σὲ ἐν πειρασμοῖς μετὰ Θεὸν Σωτῆρα κεκτήμεθα, ὡς ἕτοιμον βοηθὸν καὶ προστάτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἀνῶ ζητῶν.
Προστάτην θερμόν, καὶ φύλακα Ἀρχάγγελε, πλουτοῦντες ἀεί, οἱ πίστει σοι προστρέχοντες, ἐκτενῶς βοῷμεν σοι, Μιχαὴλ Ἀρχιστράτηγε, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις μεγίσταις προστασίαις Σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθών μου τὸν βόρβορον, καὶ κηλῖδας πάσας ψυχῆς ἀπόσμηξον, καί τὴν ἴασιν πρυτάνευσον, Μιχαὴλ Ἀρχάγγελε, σοῦ δέομαι.

Ἐπὶ κλίνης με κείμενον, ἀλγεινῶν παντοίων, θεῖε Ἀρχάγγελε, προστασίᾳ σου ἐξέγειρον, καὶ θεράπευσον με τῇ δυνάμει Σου.

Θησαυρὸν ἀδαπάνητον, τὸν σεπτὸν κεκτήμεθα θεῖον Ἦλον σου, Ἰησοῦ μου πολυέλεε, δι’ οὗ ἡμᾶς λύτρωσαι κακώσεων.

Θεοτοκίον.
Καθαρὸν ἐνδιαίτημα, μόνη Σὺ ἐφάνης, Κόρη τοῦ Κτίστου Σου, ὂν δυσώπει ὣς φιλάνθρωπον, σὺν τῷ Ἀρχάγγελο σῶσαι ἅπαντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρισον ἡμῖν, ὑετούς τούς τῶν θαυμάτων σου, καὶ ἀρούρας ψυχῶν ἡμῶν ἄρδευσον, Μιχαὴλ Κυρίου Ἀρχιστράτηγε.

Ἴασαι ἡμῶν, τὴν κατ’ ἄμφῳ νῦν ἀσθένειαν, ἐπισκοπῇ σου Ἀρχιστράτηγε, καί τὴν ὑγείαν, προστασίᾳ Σου παράσχου ἡμῖν.

Ἦλον σοῦ τὸν σεπτόν, Ζωοδότα ἀσπαζόμεθα, καί τὴν λόγχην καί τὸν κάλαμον, ἆ δι’ ἡμᾶς ὑπέστης ὡς ὑπεράγαθος.

Θεοτοκίον.
Ὤρθωσας ἡμᾶς, πεπτωκότας Παναμώμητε, ἀλλὰ πρέσβευε τοῦ ῥύσασθαι, ἐκ πολλῶν κινδύνων τοὺς τιμῶντας Σε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε πρὸς Θεὸν κεκτήμεθα, Ἀρχιστράτηγε μεσίτην καὶ πρέσβυν, καὶ γὰρ πολλὴν παῤῥησίαν ὡς Ἄρχων, τῶν Ἀσωμάτων Ἀγγέλων, σὺ κέκτησαι, ῥυσθείημεν οὖν ἐκ δεινῶν, ἱεραῖς Μιχαὴλ προστασίαις Σου.

Θανάτου καὶ συμφορῶν ἀπάλλαξον, πολυτρόπων Μιχαὴλ Ἀρχηγέτα, τοὺς τῷ Ναῷ Ἁγιάσματος πόθῳ, ἐν Γονατᾶς εὐλαβῶς προσεδρεύοντας, καὶ βράβευσον ἡμῖν σοφέ, νοσημάτων παντοίων τὴν ἴασιν.

Νοσούντων τὴν θεραπείαν δίδωσιν, ὁ πανέντιμος σου  Ἧλος Σωτήρ μου, καὶ δᾳδουχεῖ τὴν ἡμῶν ταύτην Νῆσον, ταῖς ἀστραπαῖς τῶν θαυμάτων ἑκάστοτε, καὶ πᾶσι βραβεύει δαψιλῶς, εὐεξίαν καὶ ῥῶσιν τοῖς χρῄζουσιν.

Θεοτοκίον.
Βασίλισσαν ὁ Δαυΐδ Σε Ἄχραντε, προηγόρευσε τεκοῦσαν τὸν Λόγον, δημιουργὸν Βασιλέα τῶν πάντων, καὶ ποιητήν τῶν αἰώνων καὶ Κύριον, ἀνάδειξον οὖν καμὲ Ἁγνή, Βασιλέα παθῶν τὸν τιμῶντα Σε.

Διάσωσον ἀπὸ κινδύνων, Ἀρχάγγελε τοὺς σοὺς δούλους, ὅτι πάντες μετὰ Θεὸν ἐν τοῖς δεινοῖς ἀεὶ προβαλλόμεθα, προστάτην ἡμῶν καὶ ῥύστην.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ εὐθύς τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς ταχὺν ἐν δεινοῖς ἀντιλήπτορα πάντοτε καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν ἔχοντες, σοῦ δεόμεθα πιστῶς, Ταξιάρχα Μιχαὴλ συμπάθεια σου τῇ πρὶν καὶ νῦν χρησάμενος, πάσης λώβης ἡμᾶς λύτρωσαι, καὶ βλάβης τοῦ ἐχθροῦ, ἰνᾷ γεραίρωμεν, ἀεί τὴν Σὴν χάριν καὶ ἀντίληψιν.

Προκείμενον.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Στίχος. Εύλόγει ἡ ψυχὴ μου τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντα με· ὑποστρέψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρὰς λέγοντες· Κύριε καί τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα.
Ταῖς τοῦ Ἀρχαγγέλου, οἰκτίρμων προστασίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄.  Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σου δούλων, Μιχαὴλ Πρωτάγγελε, ἀλλά δέξαι ταύτην, καὶ βοήθησον. Σὺ τάχιον θλίψεσιν ἐνυπάρχουσι, καὶ ταῖς τῶν δεινῶν ἐπιθέσεσι· Σὲ γὰρ κεκτήμεθα πρόμαχον καὶ φρουρὸν καὶ ἀντίληψιν. Σοὺς δούλους οὖν ἑκλύτρωσαι βλάβης ἐκ παντοίας καὶ θλίψεως, ἴασιν ἀφθόνως, ψυχῶν τε καὶ σωμάτων δωρεάν, ταχὺ παρέχων τοῖς δούλοις σου, τοῖς πιστῶς καλοῦσι Σε.

Ἕτερον ὅμοιον εἰς τὸν Τίμιον Ἦλον.
Δεῦτε προσκυνήσωμεν, πιστοὶ χαρὰ τε καὶ πόθῳ, Ἦλον τὸν πανσέβαστον, τὸν Χριστοῦ τὴν ἄχραντον, Χεῖρα τρώσαντα, ἐξ ᾖς ἡγίασται, ἐν καιρῶ τοῦ πάθους· καί τὴν χάριν τῶν ἰάσεων, ἐπαπολαύσωμεν, βρύει καὶ γὰρ χάριν ἀέναα ὄν, ποικίλα τε χαρίσματα, καὶ παντοδαπὰ τε δωρήματα, τοῖς μετ’ εὐλαβείας, παρέχει τε ἀσπάζουσιν Αὐτόν, οὗ τῇ δυνάμει καὶ χάριτι, καθαγιαζόμεθα.

Μεταβολῇ, τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον ὁ Θεός τὸν λαόν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σὲ φρουρὸν καὶ προστάτην κεκτήμεθα οἱ πάντες, θεῖε Ἀρχάγγελε, τῇ σκέπη τῶν πτερύγων, ἡμᾶς φύλαττε πάντας, τοὺς καλοῦντας σε πάντοτε καὶ αἰτουμένους θερμῶς τὴν Σὴν ἐπικουρίαν.

Τῶν’Ἀγγέλων ὡς μέγας, πρωτοστάτης παμμάκαρ, Μιχαὴλ ἔνδοξε, τῇ σκέπη Σῶν πτερύγων, διάσῳζε καὶ σκέπε τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ῥῶσιν σώματος ἄμα καὶ ψυχῆς σωτηρίαν, ἡμῖν νῦν βράβευσον, προσπτύξει Σου τῇ θεία, ζωοπάροχε  Ἦλε, Χριστοῦ πανέντιμε· ἵνα τιμῶμεν ἀεί, Σὴν χάριν εἰς αἰῶνας.

Θεοτοκίον.
Ἀπροσμάχητον τεῖχος, κεκτημένοι Σε πάντες, Ἁγνὴ γινώσκομεν, ῥυσθῆναι ἐκ κινδύνων, ἡμᾶς καὶ πάσης βλάβης, Θεοτόκε ἱκέτευε· ἵνα ὑμνῶμεν ἀεί, τὴν ἄμαχον Σου χάριν.

ᾨδὴ η΄.Τον Βασιλέα.
Τούς τὴν Εἰκόνα, τὴν σὴν πιστῶς προσκυνοῦντας, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, Ἀρχάγγελε Κυρίου.

Τῶν ἰαμάτων, τὸ δαψιλὲς ἑπιχέεις, τοῖς νοσοῦσιν, Ἀρχάγγελε Κυρίου, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπερεκβλύζει, τῶν ἰαμάτων τὴν χάριν, καὶ ἐκδιώκει δαιμόνων ἐπηρείας, ὁ ἱερὸς  Ἧλος, ἐκ τῶν Αὐτὸν τιμώντων.

Θεοτοκίον.
Λιμένα εὔδιον, οἱ πιστοῖ κεκτημένοι, ἐν τῷ σάλῳ τοῦ βίου, Θεοτόκε, βοῷμεν Παναγία, σῷζε ἡμᾶς κινδύνων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δεήθητι Κυρίου, Μιχαὴλ Πρωτοστάτα, ὑπέρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.

Ἐκάστω τὰς αἰτήσεις, τὰς πρὸς σωτηρίαν, τῶν σε τιμώντων ἐξ ὕψους κατάπεμψον, ὦ Μιχαὴλ Ταξιάρχα τῇ προστασίᾳ Σου.

Χαρίτων σου βολίδας, πέμψον τοῖς ἐν πίστει, προσπτυσσομένοις σε  Ἦλε πανέντιμε, καί τῇ σῇ χάριτι ῥῶσιν, ἅπασι βράβευσον.

Θεοτοκίον.
Σωμάτων ἀλγηδόνας, καὶ ψυχικὰς νόσους, ἀπό τῶν δούλων σου Κόρη ἀπέλασον, τῶν προστρεχόντων ἐν πίστει, τῇ θείᾳ σκέπη Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καί τὰ παρόντα μεγαλυνάρια,
Νόων πάντων θείων τὴν καλλονήν, σκέπην Ὀρθοδόξων καὶ ἀπόρων τὸν βοηθόν, Μιχαήλ τὸν μέγα, πιστῶν πάντων προστάτην καὶ μέγαν πολιοῦχον, πιστῶς ὑμνήσωμεν.

Τὸ Ἁγίασμα σου ἐν Γοναταῖς, ἄλλην κολυμβήθραν, ὑπερβᾶσαν τοῦ Σιλωάμ καί τοῦ ἐν ταῖς Χώναις, παρέχει γὰρ τοῖς πᾶσι, τὴν ἴασιν ἀφθόνως, Θεοῦ Ἀρχάγγελε.

Τό τῆς Νήσου Θάσου κλέος λαμπρόν, Κώμης Θεολόγου, τὴν κρηπῖδα, καὶ ὀφθαλμόν, καί τῶν ἀσθενούντων, ταχὺν ὄντως Σωτῆρα, Ἀρχάγγελον Κυρίου, ἀνευφημήσωμεν.

Σέ τὸν ἁστραπόμορφον Μιχαήλ, ἤ τῆς Νήσου Κώμη, Θεολόγου ἐν τοῖς δεινοῖς, ἔχειν ἠξιώθη, φρουρὸν τε καὶ προστάτην, διὸ καὶ μεγαλύνει, σου τὴν πανήγυριν.

Εἰ καὶ ἐσαθρώθη ὁ σὸς Ναός, ἀλλ’ ἡ τούτου χάρις, διαμένει διὰ παντός, ὑγιεῖς τηροῦσα, τοὺς πόθῳ σου τιμῶντας, Εἰκόνα τὴν Ἁγίαν καί τὸ Ἁγίασμα.

Δεῦτε οἱ ἐν νόσοις παντοδαπαῖς, πόθῳ θεῖον Ἦλον, ἀσπαζόμεθα καὶ σεπτήν, Μιχαήλ τοῦ θείου, Εἰκόνα σεβασμίαν καὶ χάριν ἰαμάτων ἁπαῤῥυόμεθα.

Πάντων νοσημάτων ἀπαλλαγήν, πυρετῶν καὶ ῥίγους ἰατρόν καὶ θεραπευτήν, ἔχομεν τὸν μέγαν Ἀρχάγγελον Κυρίου, καὶ Ἦλον τοῦ Δεσπότου, τὸν ἀεισέβαστον.

Δέχου τὰς αἰτήσεις Παμβασιλεῦ, τοῦ σοῦ Ἀρχαγγέλου, Ταξιάρχου τε Μιχαήλ, καί τῆς σὴς Ἀχράντου, Μητρός τῆς Ὑπεράγνου καὶ ῥῦσαι σοὺς ἱκέτας, πάσης κακώσεως.

Πᾶσαι  τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν  ὡς  εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τὸ  ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους Εἰκόνα, Μιχαὴλ μέγιστε, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, καὶ θανάτου ἀπάλλαξον, πικροῦ αἰφνιδίου, καὶ δεινῆς κακώσεως, σοφὲ Ταξίαρχε· ὅπως προστασίαις σου θείαις, πάντοτε σῳζόμενοι πόθῳ, τὸ σεπτόν Σου ὄνομα γεραίρομεν.

Ἔτερον ὅμοιον.
Δεῦτε προσκυνήσωμεν πιστοί, καὶ μετ’ εὐλαβείας καὶ πόθου κατασπασώμεθα, Ἦλον τὸν πανσέβαστον, τὸν καθηλώσαντα, τὴν παλάμην τὴν ἄχραντον, τοῦ μόνου Δεσπότου, χάριν θείου Πνεύματος, τὴν ἐνοικοῦσαν αὐτῷ, ὅπως ἀρυόμενοι πίστει, δόξαν προσενέγκωμεν πάντες, αἶνον τῷ Θεῷ τῷ λυτρωτῇ ἡμῶν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.