Παρακλητικός Κανών εις τους Αγίους Ρουμάνους Νεομάρτυρες και Ομολογητές του 20ου αιώνα

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Υμνογράφου της Αλεξανδρέων Εκκλησίας

Η μνήμη αυτών τελείται τη ΙΔ’ Μαΐου και τη ΙΗ’ Φεβρουαρίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τα τροπάρια

Ἦχος δ’. Ὀ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τούς καταισχύναντας ἀθέους τυράννους τῆς Ρουμανίας ἐν ἐσχάτοις τοῖς χρόνοις καί ὑψηλῷ φρονήματι ἐν ταῖς φυλακαῖς πίστει ὑπομείναντας κολασμούς ἐπωδύνους καί στερράν ἐνάθλησιν δι’ ἀγάπην Ὑψίστου πανευλαβώς τιμῶντες πρός Αὑτόν θερμούς μεσίτας καί πρέσβεις προβάλλομεν.

Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί ὁ Κανών, οὐ ἡ Ἀκροστιχίς·
«Φυλακῶν Ρουμανίας Νεοάθλων αἴτησις. Χ»

Ὠδή ἀ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Φωτίσατε πάντων ὑμῶν φωτί ὀδούς, Ρουμανίας οἱ ἀθλήσει τάς φυλακάς λαμπροῖς ἁγιάσαντες ἀγῶσι διά Χριστοῦ τό ὑπέρτιμον ὄνομα.

Ὑμνοῦντες παλαίσματα τά ὑμῶν ἐν δεσμωτηρίοις Ρουμανίας πανευλαβώς αἰτούμεθα, Μάρτυρες, πρεσβείας ὑμῶν θερμάς πρός τόν εὔσπλαγχνον Κύριον.

Λαμπάδες, Νεόαθλοι, ἀρετῆς, φωτίσατε πάντας, Ρουμανίας τῶν φυλακῶν φωστῆρες, αὐγαῖς ὑμῶν ἀνδρείας μαρτυρικῆς τούς ὑμᾶς μακαρίζοντας.

Θεοτοκίον.
Ἀνάδειξον δόμων τῶν οὐρανῶν ὑμᾶς κληρονόμους, Μῆτερ πάντων Χριστιανῶν, τούς ὕμνοις τιμῶντας σε, Παρθένε, καί τόν Υἱόν σου ἐκθύμως δοξάζοντας.

Ὠδή γ’. Οὐρανίας ἁψῖδος.
Καθαρότης καρδίας, Μάρτυς Χριστοῦ ἄμεμπτε, καί ὁ πλοῦτος τῆς πίστεως σου εἰς δεσμωτήρια ὡδήγησαν σε φρικτά καί εἰς ἀθλήσεως σκάμμα,πρεσβευτά πρός Κύριον πάντων, Βαλέριε.

Ὡς λαμπρόν, Ἰωάννη, σε εὐλαβῶς μέλποντες, ὁμολογητήν Ρουμανίας ἄρτι ἐκλάμψαντα ἐν φυλακαῖς ταπεινῶς ἀπεκδεχόμεθα χάριν, ἤν θεόθεν εἴληφας στῦλος ὡς πίστεως.

Νεαυγές Ἱλαρίων, καθηγητά ἔνθεε, ὁ ἀναψυκτήρια θεία τῆς ἀθεότητος τάς σκοτεινάς φυλακάς τῆς Ρουμανίας ἀρτίως δείξας φέγγει λόγων σου, ζόφον μου σκέδασον.

Θεοτοκίον.
Ῥυπτικαῖς σου πρεσβείαις, Μῆτερ Θεοῦ, κάθαρον τόν ρερυπωμένον σου δοῦλον τοῖς κακουργήμασιν, ἡ τήν πηγήν τῆς ζωῆς καί τοῦ ἀπείρου ἐλέους τέξασα, τόν βόρβορον κόσμου καθαιροῦσα.

Ἰσχύσατε ἡμᾶς πατήσαι τό φρύαγμα τῶν ἀθέων, Ρουμανίας ἐν φυλακαῖς οἱ ἄρτι, Νεόαθλοι, κρατύναντες πίστιν Χριστοῦ Ἀγίαν.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Ἀθέων πληθύν αἰσχύναντες ἠθλήσατε ἐν ταῖς φυλακαῖς τῆς Ρουμανίας, Μάρτυρες εὐσεβείας ἄμεμπτοι, καί Χριστόν λαμπρῶς ἐδοξάσατε ὁμολογία κλήσεως Αὑτοῦ, πιστοῖς δωρουμένου μέγα ἔλεος.

Ὠδή δ’. Εἰσακήκοα, Κύριε.
Ὁδηγέ  ἀπλανέστατε τῶν  συνδεσμωτῶν  σου πρός τό μαρτύριον, πάντας ἴθυνον, Βαλέριε, πρός τήν μαρτυρίαν θείας πίστεως.

Ὑπερεύχου τῶν ὕμνοις σε, Δανιήλ, τιμώντων ὡς νέον Μάρτυρα, ὑπομείναντα κατάψυξιν τήν θανατηφόρον ὡς ἀσώματος.

Μαρτυρίου ἠνύσατε τρίβον, Ρουμανίας σεπτοί Νεόαθλοι, ἐν ταῖς φυλακαῖς καί ἄγρυπνοι ἐν δεινοῖς πιστῶν φρουροί γεγόνατε.

Θεοτοκίον.
Ἁγιάζουσα πάντοτε μή ἐλλίπῃς δούλους σου, Μητροπάρθενε, τούς ἐν φυλακαῖς γεραίροντας Μάρτυρας Ρουμάνους θείας πίστεως.

Ὠδή ἕ’. Φώτισον ἡμᾶς.
Νέοι ἀθληταί Ρουμανίας, ἁγιάσαντες φύλακας ὑμῶν αἱμάτων ταῖς ῥοαῖς, ἐποπτεύετε ὑμᾶς τούς μεγαλύνοντας.

Ἴσχυσον ἡμᾶς θριαμβεύσαι τόν ἀλάστορα, ὁ ἀκμήν σής ἡλικίας παριδών διά πίστιν ἄρτι, ἔνδοξε Βαλέριε.

Ἅπαντες πιστοί τά ὑμῶν τιμῶντες σκάμματα, Νεομάρτυρες Ρουμάνοι θαυμαστοῖ, καταφεύγομεν ὑμῶν ταῖς παρακλήσεσι.

Θεοτοκίον.
Σῶσον ἐκ φθοράς καί θανάτου τούς ὑμνοῦντας σε,Θεοτόκε, ἡ Χριστόν ὑπερφυῶς τοῦ θανάτου τόν ὀλέτην κόσμῳ τέξασα.

Ὠδή στ’. Τήν δέησιν.
Νεόδρεπτα κρίνα Θείας Χάριτος, φυλακάς εὐωδιάσατε ἄρτι τῆς Ρουμανίας ὀσμαῖς μαρτυρίας Χριστοῦ, τοῦ Λόγου Ὑψίστου, ὀνόματος καί μαρτυρίου εὐκλεοῦς εὐωδία, ἡμῶν ἀντιλήπτορες.

Ἐν ἔτεσι τοῖς ἐσχάτοις, Μάρτυρες φυλακῶν τῆς Ρουμανίας φωσφόροι, Σταύρου δυνάμει αἰσχύναντες στῖφος ἀθέων πίστιν Χριστοῦ ἐκρατύνατε, παρ’ Οὐ τήν χάριν δαψιλῶς ἐποπτεύειν πιστούς ἀπειλήφατε.

Ὀμβρίσατε ὑετόν τῆς Χάριτος τοῖς ὑμᾶς πανευλαβῶς εὐφημοῦσι, θεολογίας βαλβίς, Ἱλαρίων, πανευσταλές Δανιήλ, καθηγούμενε, σύν Βαλερίω τῷ στερρῷ καί σεπτῷ Ἰωάννη, θεόφρονες.

Θεοτοκίον.
Ἀπέλασον λογισμούς ἀτάκτους μου, ἀπρεπεῖς καί μιαρούς σή δυνάμει καί καταπράϋνον τάχος κινήσεις σαρκός τοῦ πίστει τιμῶντος σε, Δέσποινα, Θεογεννήτορ Μαριάμ, θυμηδία ἀχρείου οἰκέτου σου.

Ἰσχύσατε ἡμᾶς πατήσαι τό φρύαγμα τῶν ἀθέων, Ρουμανίας ἐν φυλακαῖς οἱ ἄρτι, Νεόαθλοι, κρατύναντες πίστιν Χριστοῦ Ἀγίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῶν φυλακῶν τούς στερρόφρονας Μάρτυρας τῆς Ρουμανίας ἀθέους αἰσχύναντας καί μεγαλύναντας Ἅγιον ὄνομα τοῦ Ἰησοῦ εὐσχημόνως τιμήσωμεν αὑτῶν θερμάς ἱκεσίας αἰτούμενοι.

Προκείμενον. Ἦχος δ’.
Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὑτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ Αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Τὸ Εὑαγγέλιον, εκ τοῦ κατᾶ Ιωάννην  (Κέφ. ιε`. 17-27, ιστ`. 1-2 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τῶν Νεοάθλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου …
Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Μάρτυρες Νεόαθλοι, οἱ τοῦ Σταύρου τῆ δυνάμει θραύσαντες τό φρύαγμα ἐν ἐσχάτοις ἔτεσιν ἀθεότητος καί λαμπρά τρόπαια ἐν δεσμωτηρίοις Ρουμανίας ἀνεγείραντες, φανοί νεότητος, οἱ αὐγαῖς ὑμῶν γενναιότητος καί πίστεως φωτίσαντες οἰκουμένης πέρατα, δείξατε στύλους εὐσεβείας τούς μέλποντας ὡς ὁμολογητάς ὑμᾶς καί πίστεως μέλαθρα τοῦ Χριστοῦ νεότευκτα.

Σῶσον, ὁ Θεός, τόν λαόν Σου…

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θριαμβεύσαι τόν πλάνον ἀξιώσατε πάντας τούς ἀναμέλποντας ὑμῶν τάς ἀριστείας ἐν τοῖς δεσμωτηρίοις Ρουμανίας, Νεόαθλοι, θριαμβευταί ἱεροί τοῦ κράτους τῶν ἀθέων.

Λυπηρῶν μου ὀμίχλην διασκέδασον τάχος, σεμνέ Βαλέριε, ὁ ἔχων ἐν καρδία χαράν πεπληρωμένην ἐκ σεπτῆς ενοικήσεω τοῦ Λυτρωτοῦ ἐν αὑτῇ, Ρουμάνε Νεομάρτυς.

Ὡς πυξία χαρίτων καί προβόλους ἀνδρείας ὑμᾶς  γεραίροντες, στερρόφρον Ἱλαρίων, τρισμάκαρ Ἰωάννη Δανιήλ ἀξιάγαστε σύν Βαλερίω, λιτάς ὑμῶν ἐπιζητοῦμεν.

Θεοτοκίον.
Νῦν ὡς νέων Μαρτύρων γλυκασμόν Ρουμανίας σε μεγαλύνομεν καί χαρμονήν μερόπων, ὑπερευλογημένη, θλιβομένων, Μητρόθεε, ἡ ῥυσαμένη φθορᾶς ἡμᾶς θανατηφόρου.

Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἀνδρείας λύχνοι καί εὐσεβείας φωστῆρες, φυλακῶν Ἀθληταί Ρουμανίας, πλήσατε ἀγάπης καρδίας νεολαίας.

Ἰδεῖν τήν δόξαν Χριστοῦ, Βαλέριε Μάρτυς, καταξίωσον σούς υμνηπόλους, φυλακῶν ἀλεῖπτα Μαρτύρων Ρουμανίας.

Τάς ἱκεσίας ὑμῶν αἰτούμεθα πάντες πρός Θεόν, Ἱλαρίων στερρόφρον, Δανιήλ γενναῖε καί Ἰωάννη θεῖε.

Θεοτοκίον.
Ἡ θεία σκέπη καί ἀρωγός τῶν σῶν δούλων, σκέπε πάντας τούς σπεύδοντας πίστει, Κεχαριτωμένῃ, τῆ σή ἐπιστασία.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Σαρκός ἐπαναστάσεις, Μάρτυρες Ρουμάνοι, τῶν φυλακῶν, τάχος καταπραΰνατε πιστῶν ὑμνούντων ἐκθύμως ὑμῶν τά σκάμματα.

Ἰθύνατε τάς τρίβους πρός σκηνώσεις πόλου τῆς νεολαίας, Ρουμάνοι Νεόαθλοι οἱ τήν ἀκμήν παριδόντες ὑμῶν νεότητος.

Στηρίξατε ἐν πίστει Μάρτυρες γενναῖοι τήν νεολαίαν ὑμᾶς μακαρίζουσαν ὡς φυλακῶν Ρουμανίας εὐώδη λείρια.

Θεοτοκίον.
Χρηστότητος ταμεῖον Κεχαριτωμένη, Θεογεννήτορ, ἠθῶν δεῖξον ἔκτυπα τούς εἰς αἰῶνας αἰώνων σε μακαρίζοντας.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις, τῶν Ρουμάνων ἐν φυλακαῖς ὁρμαθός Μαρτύρων καί σεπτῶν Ὁμολογητῶν, τῶν βασανισθέντων ἐν τοῖς ἐσχάτοις χρόνοις διά Χριστοῦ τήν κλῆσιν τήν μεγαλώνυμον.

Χαίροις, ἀδελφότητος τοῦ Σταυροῦ ἐν τῆς Ρουμανίας, ὦ Βαλέριε, φυλακαῖς θεαυγής ἡγέτης, ὁ ἔμπλεως ἀγάπης πρός τούς βασανιστάς σου, Μάρτυς νεόαθλε.

Χαίροις, Νεοάθλων ἡ κορυφή, τῶν δεσμωτηρίων Ρουμανίας ἡ λαμπηδών, χαίροις, ὁ ἀλείπτης δεσμίου νεολαίας πρός ἄθλησιν γενναίαν, Μάρτυς Βαλέριε.

Χαίροις, Ἱλαρίων θεοειδές, θεολόγων κλέος διδασκάλων καί Δανιήλ, ἡγουμένων γέρας, ὁ ὑπομείνας ψῦξιν διά Χριστοῦ ἀγάπην πάντας θερμαίνουσαν.

Χαίροις, Ἰωάννη, ὁ εὐλαβῶς καταγράψας πόνους τῶν Μαρτύρων ἐν φυλακαῖς Ρουμανίας ἄρτι καί καθομολογήσας ἐνώπιον ἀθέων πίστιν τήν σῴζουσαν.

Πλήσατε φρονήματος ταπεινοῦ τούς ὑμᾶς τιμῶντας, Νεομάρτυρες εὐκλεεῖς τῶν δεσμωτηρίων τῆς Ρουμανίας, ὕμνοις, τυράννους ἀθεΐας οἱ καταισχύναντες.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον.Ἦχος πλ. ἀ’. Τόν συνάναρχον Λόγον.
Φυλακῶν Ρουμανίας ἐγκλείστους μέλψωμεν διά Χριστοῦ τήν ἀγάπην ἐν τοῖς ἐσχάτοις καιροῖς, Ἰωάννην, Ἱλαρίωνα, Βαλέριον σύν σμήνει Ὁμολογητῶν καί Μαρτύρων, Δανιήλ, ἀθέων τούς καθαιρέτας, στερρᾷ ἀθλήσει τό κράτος τῆς εὐσεβείας μεγαλύναντας.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἐξῇς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ Ξύλου.
Νέοι Ρουμανίας Ἀθληταί, οἱ ἐν φυλακαῖς θείαν κλῆσιν ὁμολογήσαντες τοῦ Χριστοῦ τήν πάνσεπτον καί ὑπομείναντες ζοφερά κολαστήρια, δεινός κακουχίας καί στερρόν μαρτύριον, μή διαλίπητε* πᾶσιν ιλεούμενοι Κτίστην τοῖς ὑμῶν τιμῶσι τήν μνήμην ὕμνοις τήν φωσφόρον καί πανέορτον.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,
Ἀμήν.

Δίστιχον.
Φυλακῶν Μάρτυρες Ρουμανίας, ἔστε φρουροί Βαρθολομαίου καί Χαραλάμπους.

Πηγή