Παρακλητικός Κανών εις πάντας τους αθλήσαντες εν Χριστώ Στρατιωτικούς Αγίους
Ποιήμα Αρχιμ. Νικοδήμου Αεράκη

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῇς Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἀθληφόρων βιοτὴν εὐφημοῦντες, τὸν χαριτώσαντα αὐτοὺς Θεὸν Λόγον, λατρευτικῶς τιμήσωμεν βοῶντες θερμῶς· σκέπασον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς ὑμνητὰς αὐτῶν, πᾶσί δε χορήγησον τῶν ἁγίων τὴν χάριν, καὶ μιμητὰς ἀξίωσον ἡμᾶς, ἀναδειχθῆναι, τῶν ἐναθλησάντων σοι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἵ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις, τῇ μητρικῇ σοῦ σκέπασον ἀγάπη ἡμᾶς, δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν, σὺ γὰρ ὑπάρχεις Δέσποινα ἁγνή, Μήτηρ καὶ σκέπη καὶ θεία ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χριστοφόροις ὁπλίταις ῶδή, Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτωσον Λόγε τὸν ὑμνῳδόν, ὕμνήσαι ἀξίως, στρατιώτας καὶ ἀθλητάς, τοὺς τῆς ἀληθείας στεφανίτας, καὶ εὐφημήσαι αὐτῶν τὸ μαρτύριον.
Ῥητόρων τὴν δύναμιν οἱ κλεινοί, ἐνίκησαν ὄντως, οἱ τῆς χάριτος κοἰνωνοί· ἐν θαυματουργίαις τοῦ Δεσπότου, τῶν ἀσεβούντων πολλοὺς ἐσαγήνευσαν.
Ἰσχύι τοῦ Πνεύματος δυσσεβεῖς, κατήσχυναν ἔργοις, οἱ καλλίνικοι ἀθληταί, κηρύττοντες πᾶσι ὡς Σωτῆρα, τὸν Ἰησοῦν σἀρκωθέντα ἐκ Πνεύματος.
Θεοτοκίον.
Σῦ πέλεις προπύργιον τῶν πιστῶν, ἁγνή Θεοτόκε καὶ μεσίτρια πρὸς Θεόν, δυσώπει σωθῆναι τοὺς τιμῶντας, τῶν ἀθλητῶν τὴν ζωὴν τὴν πανθαύμαστον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὴν πατρίδα τὴν ἄνω, οἱ εὐκλεεῖς μάρτυρες, καὶ τὴν βιοτὴν τῶν Ἁγίων ἐπιποθήσαντες, τοὺς ἐπιγείους στρατοὺς καταλιπόντες ἐμφρόνως, οὐρανοῦ κατέλαβον θεία σκηνώματα.
Οὐρανίων ταγμάτων, στρατιωτῶν πρόκριτοι, μέτοχοι γεγόνασι πάντες, οἱ ἐναθλήσαντες ὁμολογοῦντες Χριστοῦ, τὴν σωτηρίαν καὶ χάριν, τῶν φθαρτῶν ἀπόλαυσιν ἀπαρνησάμενοι.
Φρυκτωρὸς τῶν ἐν ὅπλοις, στρατηλατῶν σύλλογος, πέλει καὶ στηρίζει ἐν πίστει, τοὺς μεγαλύναντας, τῶν ἀθλητῶν τὴν ζωὴν καὶ αἰκισμοὺς μαρτυρίων, τὴν ὁμολογία τε καὶ θείαν εὔκλειαν.
Θεοτοκίον.
Οὐρανῶν Πλατυτέρα τῶν μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ τῇ σῇ, τοὺς εὐσεβεῖς στρατιώτας, σαῖς λιταῖς πρὸς Κύριον, φύλαττε ἄσπιλε.
Στερέωσον ἡμᾶς ἐν πίστει ὁμήγυρις ἀθληφόρε, ὅτι πέλετε πρὸς Θεὸν ἱκέται θερμότατοι, ὡς ἄριστοι Μάρτυρες τοῦ Κυρίου.
Στερέωσον τοὺς Ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τοῖς ἄθλοις ὑμῶν, Χριστὸν ἐκηρύξατε, Θεὸν ἀληθῆ καὶ Κύριον τῆς κτίσεως, στρατιῶται ἔνδοξοι, καὶ Κυρίου στράτευμα ἔνθεον, διὸ πρεσβεύετε ἀεὶ πρὸς Ἐλεήμονα ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥητορείας ἀθέων τε καὶ τὰ τῶν ἀνάκτων ἄθεσμα δόγματα, κατεπάτησαν οἱ ἔνδοξοι ἀθληταί Χριστοῦ ἐν θείω Πνεύματι.
Ὁδηγὸν τὸν Θεάνθρωπον, ἐν ταῖς ἐκστρατείαις σχόντες οἱ ἔνθεοι, τοὺς τυράννους κατενίκησαν καὶ τὰ θεία δώματα κατέλαβον.
Ἰσχυροὶ ἐν τῷ σώματι, τὰ τῶν πολεμίων στίφη κατέλαβον καὶ ἀνάκτων πίστιν ἄθεον οἱ ὁπλῖται τοῦ Χριστοῦ κατῄσχυναν.
Θεοτοκίον.
Σωτηρίας ἡ πρόξενος, γέγονας Παρθένε τῷ θείῳ τόκῳ σοῦ, διὸ πάντες εὐφημοῦμέν σε, ὡς μητέρα τοῦ Σωτῆρος ἄχραντε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμματα ψυχῆς, ἐστραμμένα πρὸς τὰ κρείττονα οἱ Ἀθλοφόροι ἔχοντες ἐσαεί, τῶν ἐπιγείων ἐν χάριτι κατεφρόνησαν.
Πίστει ἀληθεῖ, πειρασμῶν νυγμοὺς κατέβαλον καὶ διαβόλου πᾶσαν ἐπιβουλὴν οἱ Ἀθλοφόροι τηροῦντες θεία προστάγματα.
Λάμπουσιν ἀεί, ἐν Σιὼν οἱ τρισμακάριοι ἀπαρνηθέντες σκότος τὸ νοητὸν καὶ τῶν ἀνάκτων διδάγματα ἀθεότητος.
Θεοτοκίον.
Ἴασαι ψυχῶν καὶ σωμάτων τὰ νοσήματα τῶν προστρεχόντων μητέρα θεοσεβῶς, τῇ σῇ ἀγάπῃ καὶ σκέπῃ Ἁγνῇ μητρόθεε.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Τιμήσωμεν βασιλεῖς θεόφρονας στρατηλάτας εὐσεβείας τοὺς στύλους καὶ τοὺς ἁπλοὺς στρατιώτας ἐν ζήλῳ ὁμολογήσαντας Λόγον τὸν ἄναρχον πρὸ βήματος τῶν ἀσεβῶν παῤῥησίᾳ δυνάμει τοῦ Πνεύματος.
Ἀνύψωσαν πρὸς Χριστὸν διάνοιαν καὶ τοῦ κόσμου ἀπαρήθησαν δόξαν καὶ τὴν ψυχὴν αὐτῶν ἔθυσαν πάντες οἱ στρατηλάται καὶ τάγματα γήινα, εἰσῆλθον δὲ εἰς οὐρανὸν καθορῶντες Θεὸν τὸν Τρισάγιον.
Ἰδέτωσαν πολεμίων φάλαγγες τῶν Ἁγίων τὴν οὐράνιον δόξαν, καὶ οἱ πιστοὶ ταῖς μαρτύρων πρεσβείαις τῆς ἀρετῆς τὸν σταυρὸν νῦν ὁράτωσαν, βοῶντες πρὸς τὸν Ἰησοῦν σῇ δυνάμει ἡμᾶς καθαγίασον.
Θεοτοκίον.
Σὺ Ἄχραντε τοὺς βροτοὺς ἠλέησας, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου, ὅτι Θεὸς ἐν βροτοῖς ἐπεφάνη καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχῆς ἀναφαίρετον.
Στερέωσον, ἡμᾶς ἐν πίστει ὁμήγυρις Ἀθληφόροι, ὅτι πέλετε πρὸς Θεὸν ἱκέται θερμότατοι, ὡς ἄριστοι Μάρτυρες τοῦ Κυρίου.
Στερέωσον, τοὺς Ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσαν μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ τοῦ Χριστοῦ θείαν χάριν ἐδέξασθε ἔνδοξοι, καὶ κρουνοῖς τῶν αἱμάτων τὴν γῆν ἡγιάσατε, τῆς ἀθλήσει ὑπὲρ Αὐτοῦ ὡς Μάρτυρες κλεινοί· διὸ ἐνισχύσατε ἡμᾶς, ἐν ἀγωνίσμασι δεινοῖς, καὶ ποικίλαις, ἐτάσεσι, σώσατε ἐκ κινδύνων, καὶ πάντων τῶν πολεμούντων, τοὺς μακαρίζοντας ὑμᾶς, ὡς στεφθέντες ἐν τῇ ἄνῳ Σιών.
Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε εὐφημήσωμεν στρατιωτῶν κορωνίδα, ἀθλητῶν τόν σύλλογον, καί μαρτύρων ἄφθιτον ἐγκαλλώπισμα, Τοῦ στρατοῦ ἔνδοξοι, ἀθληταί τοῦ Λόγου, καί τῆς πίστεως οἵ κήρυκες δυνάμει Πνεύματος εὐαγγελικώς ἀνεδείχθησαν, ὅθεν εἴς στρατείαν οὐράνιον εἰσήγαγε Χριστός, τούς ἀθλητάς πρός ἀπόλαυσιν, ἀρρήτου αἰνέσεως.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀπλισμένοι δυνάμει, στρατιῶται Κυρίου, χάριτος θείας κλεινοί, ἠθλήσατε γενναίως, Θεὸν ὁμολογοῦντες, καὶ βοῶντες ἐν ἄσμασιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δεσποτείαν καὶ χάριν, ἀνεκήρυξαν πᾶσι, στρατιωτῶν ἀριστεῖς, Χριστοῦ τοῦ σαρκωθέντος, λυτρώσαντος τὸν κόσμον, πρὸ ὃν πίστει βοήσωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ πλειὰς τῶν Μαρτύρων, κατετάγη ἐμφρόνως, ἐν τῇ στρατείᾳ Χριστοῦ, Θεὸν τὸν ἐν Τριάδι, κηρῦτουσσα ἀθέοις, καὶ ὑμνοῦσα ἐν Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νυσταγμοῦ τῆς καρδίας, ἐλευθέρωσον πάντας, Θεοκυήτορ ἁγνή, καὶ πύλην μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰχνηλατοῦντες, στρατηλατῶν τὴν πορείαν, μιμησώμεθα τούτων τὴν πίστην, τὸν Χριστὸν ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Κατατρυφῶντες, τῶν ἀρετῶν τῶν Μαρτύρων, στρατιῶται πιστοὶ ἀνυμνοῦσι καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁμολογοῦμεν, Τριαδικὴν μοναρχίαν καὶ σὺν τοῖς στρατηλάταις ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ Παρθένος, δευτερεία Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ χάρις τῶν Μαρτύρων, στρατὸν διασῴζει, ἐξ ἐπηρείας δαιμόνων καὶ νόσων δεινῶν, ἐπιστηρίζουσα πάντας ζωὴ τῇ κρείττονι.
Μακάριοι προστάται, πιστοὺς στρατιώτας, τὰς ἀληθείας δογμάτων καὶ ἤθη χρηστά, καὶ Ἐκκλησίαις λατρείας σοφῶς διδάσκετε.
Ὁρῶμεν ἐν ἁγίοις, θείους στεφανίτας, κατατρυφῶντας τῆς θείας χαρὰς καὶ ζωῆς, σὺν πρωτοτόκοις καὶ πᾶσι, τοῖς ἐναθλήσασιν.
Θεοτοκίον.
Ὑμνοῦντες τὸν Υἱόν σου, σὲ ὁμολογοῦμεν, ὡς Παναγία μητέρα Χριστοῦ τοῦ Θεοῦ καὶ Ὀρθοδόξων προστάτιν καὶ καταφύγιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δημήτριον, Νέστορα καὶ Μῆναν, Λογγῖνον, Ἀνδρέαν, Θεοδώρους τοὺς εὐκλεεῖς, Γεώργιον μέγαν, Μερκοῦριον καὶ Σάββαν, Εὐστάθιον τὸν θεῖον, ἀνευφημήσωμεν.
Ἰσίδωρον, Δόμνον, Βιβιανόν, Ἀρέθαν καὶ Βάκχον, Πρωτολέοντα θαυμαστούς, Καλλίστρατον, Βάπτον, Ἰάκωβον, Ὀρέστην, Πορφύριον, Ἑρμείαν, ὕμνοις τιμήσωμεν.
Νικήταν, Ουάλην, Εὐνοϊκόν, Ευστράτιον, Πρίσκον καὶ Προκόπιον Εὐτυχῆ, Ἀρτέμιον, Σάββαν, Θεόδουλον, Ἠλίαν, Ἀκάκιον, Αγγίαν, ἐγκωμιάσωμεν.
Λόγοις εὐφημήσωμεν καὶ ᾠδαῖς, τοὺς ἐν Σεβαστείᾳ Τεσσαράκοντα ἀθλητάς, τοὺς σὺν τοῖς συνάθλοις, ἁπάντων τῶν αἰώνων, στεφθέντας ὑπὸ Λόγου, ἐν θείοις στέμμασιν.
Τοὺς στρατευομένους θεοφιλῶς, φρουροὶ καὶ προστάται, τοὺς στρατεύματος εὐκλεεῖς, ἐκ παντὸς κινδύνου, φυλλάξατε γενναῖοι, τῆς πίστεως ὁπλῖται, Χριστοῦ δὲ κήρυκες.
Εἰδώλων τὴν πλάνην καὶ ἀσεβῶν, δυσσέβειαν πᾶσαν, ἀπηρνήθητε εὐσεβῶς, Χριστοῦ ἀθλοφόροι, τοῦ Πνεύματος συνάμει, ἡμῶν δὲ χριστοφόροι, φύλακες ἄμαχοι.
Χριστὸν μεγαλύναντες ἐν τῇ γῇ, τῇ ὁμολογίᾳ καὶ θυσίᾳ μαρτυρικῇ, ἐν τῷ Παραδείσῳ, Χριστὸς ὁ στεφοδότης, κατέστεψεν ἀξίως, ὑμᾶς θεόφρονες.
Χριστὸν ἀγαπήσαντες ἐμμανῶς, στρατείαν γηίνην, ἀπηρνήθητε εὐθαρσῶς, γενναῖοι ὁπλῖται, καὶ μάρτυρες Κυρίου, τοὺς ὄντας ἐν στρατεία, περιφρουρήσατε.
Χριστοῦ στρατιῶται θεοσεβεῖς, τοὺς στρατευομένους, ἁγιάζετε σαῖς λιταῖς, φυλάσσοντες τούτους, ἀπτώτους ἐν ἀγῶσιν, κατὰ τοῦ ἀντιδίκου, καὶ τῶν ἐχθρῶν ἡμῶν.
Πρεσβείαν ποιήσατε τῷ Χριστῷ, θείοι στρατιῶται, ὑπὲρ πάντων Χριστιανῶν, τῶν στρατευομένων, τὴν ἐπὶ τῆς στρατείαν, ἵνα ἀεὶ ἐν πίστει, Χριστῷ λατρεύωσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Οὐρανῶν βασιλείαν, ἐπιποθήσαντες, τῆς ματαιότητος κόσμου ἀπολαβών τε φθαρτῶν, μετὰ λόγου καὶ χαράς, κατεφρονήσατε· ὅθεν ἐν χάριτι Χριστὸν τὸν Δεσπότην καὶ Θεόν, πρὸ βήματος ἀσεβείας, ἐκηρύξατε θεοφόροι, ὁμολογία καὶ θυσία ζωῆς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε στρατιώτας τοῦ Χριστοῦ, καὶ πανευκλεείς ἀριστέας, ἀγαλλιώσῃ ψυχή, ὕμνοις εὐφημήσωμεν καὶ μεγαλύνωμεν, τοῦ Χριστοῦ γὰρ ἐκήρυξαν, ἐν μέσῳ ἀθέων, πίστιν τὴν σωτήριον, ἐν κόσμῳ ἅπαντι, ὅθεν ἐπαξίως στεφάνους, ἔλαβον ἐνδόξως ἐκ Λόγου, καὶ μακαριότητος ἀπόλαυσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

