Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Αρχαγγελιώτισσα

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ ἀρχαγγέλου δεξαμένη τὸ Χαῖρε, μήτηρ ἐγένου τοῦ Θεοῦ Λόγου Κόρη, ἁπάντων ὑπεράρασα ἀγγέλων τοὺς χορούς, ὅθεν καὶ ἐπλούτησας, παῤῥησίαν μεγίστην, Ἀρχαγγελιώτισσα, καὶ ἐκτείνεις τὰς χεῖρας, ὑπὲρ ἡμῶν πρεσβεύουσα θερμῶς, τῶν προσκυνούντων, εἰκόνα σου πάντιμον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

῾Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Ἀρχαγγελιώτισσα, δέχου ἡμῶν δεήσεις. Ἀ(θανάσιος).

ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Αρματηλάτην Φαραώ.
Ἀγγελικὴν τὴν πολιτείαν ἔσχηκας, ζῶσα ἐν σώματι, Ἂχραντε Παρθένε, διὸ καὶ ἐφείλκυσας, τὸ Πνεῦμα τὸ πανάγιον, καὶ ἐγένου δοχεῖον, τοῦ Θεοῦ Λόγου ἀμώμητον, Ἀρχαγγελιώτισσα πάναγνε.

Ῥερυπωμένοι τοῖς τοῦ βίου πάθεσι, σοὶ καταφεύγομεν, καὶ παρακαλοῦμεν, Ἀρχαγγελιώτισσα, πρεσβείαις σου καθάρισον, τὰς ψυχὰς καὶ τοὺς νόας, ὅπως ὑμνῶμεν τὴν δόξαν σου, ἣν δοξολογοῦσιν ἀρχάγγελοι.

Χρωματικῶς σὲ προσκυνοῦμεν Δέσποινα, κατασπαζόμενοι, θείαν σου εἰκόνα, Ἀρχαγγελιώτισσα, τὴν χάριν ἐξαιτούμενοι, ἣν παρέχεις τοῖς ὅσοι, ταύτῃ προστρέχουσι Πάναγνε, μετὰ καθαρᾶς συνειδήσεως.

Ἂνευ ὠδίνων τὸν Δεσπότην τέτοκας, ἀλλ᾿ ὑπεράλγησας, τοῦτον κατιδοῦσα, Ἀρχαγγελιώτισσα, ἐπὶ σταυροῦ κρεμάμενον, ὅθεν ἄλγη παντοῖα, τῶν ἱκετῶν σου διάλυσον, καὶ χαρὰν ἡμῖν ἐπιβράβευσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γῆν ἐκαίνισας Μῆτερ, τῷ ὑπὲρ νοῦν τόκῳ σου, καὶ τὴν ἐκπεσοῦσαν ἀνθρώπων, φύσιν ἠνώρθωσας, ὅθεν ἀνόρθωσον, καὶ τὰς ἰγνύας αἰτούντων, Ἀρχαγγελιώτισσα, τὴν προστασίαν σου.

Γρηγοροῦσάν μοι δίδου, τὴν προσοχὴν πάντοτε, ἵνα προσβολὰς ἀποκρούω, τοῦ πολεμήτορος, καὶ νοῦν νηφάλιον, ἐν προσευχῇ ἠσκημένον, Ἀρχαγγελιώτισσα, σοῦ μιμνησκόμενον.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ, τοῦ σοῦ λαοῦ πρόστηθι, πάντας ὁδηγοῦσα πρὸς τρίβους, θείαις πρεσβείαις σου, καὶ καταξίωσον, τῆς οὐρανῶν Βασιλείας, Ἀρχαγγελιώτισσα, παντοβασίλισσα.

Λῦσον πόνους καὶ θλίψεις, καὶ συμφορὰς δίωκε, πόῤῥω ἱκετῶν σου Παρθένε καὶ νόσους ἴασαι, ἡ κόσμῳ τέξασα, τὸν ἰατρεύοντα πάθη, Ἀρχαγγελιώτισσα, ψυχῆς καὶ σώματος.

Διάσωσον, Ἀρχαγγελιώτισσα τοὺς σοὺς δούλους, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, Ἀρχαγγελιώτισσα Μῆτερ, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τοῦ βίου πολλαῖς, βαρούμενοι ταῖς θλίψεσι, πρὸς σὲ τὴν χαρᾶς, γεννήτριαν προστρέχομεν, καὶ θερμῶς αἰτούμεθα, τὴν σὴν σκέπην Ἀρχαγγελιώτισσα, δι᾿ ἧς παντοίων συμφορῶν, καὶ παθῶν ἀπολυτρούμεθα.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
῎Ιθι γοργῶς Πάναγνε, φάρμακα φέρουσα, ἰατρεῦσαι, ἁμαρτίας τραύματα, ἅπερ ψυχήν, θλίβουσιν ἐμήν, ὅθεν ἄλγει κράζω· πρόφθασον Μῆτερ ἀνύμφευτε, λύτρωσαι φάρυγγός με, τοῦ ἐχθροῦ τοῦ ἀρχαίου, καθὼς οἶδας Ἀγγέλων τὸ ἥδυσμα.

Ὡς ἀμελῶν εἴληφα, μισθὸν πικρότατον, σωτηρίας, μακρυσμὸν Θεόνυμφε, καὶ δυσωπῶ, σὲ τὴν ἀγαθήν, δοῦναι τὴν ἐλπίδα, ἐπιστροφῆς πρὸς τὸν Κύριον, ἵνα θερμῶς σου τύπον, Ἀρχαγγελιωτίσσης, προσκυνῶ ὡς εὐγνώμων ἱκέτης σου.

Τεῖχος σκληρὸν ὤρθωνται, αἱ ἀνομίαι μου, καὶ Κυρίου, δυστυχῶς χωρίζουσι, διὸ βοῶ, ὅλῃ μου ψυχῇ· Ἂχραντε Παρθένε, ῥῆξον αὐτὰς καὶ ἀνθύψωσον, τῆς μετανοίας οἶκον, ὡς πηλὸν δάκρυά μου, συμμειγνύουσα θείαις πρεσβείαις σου.

Ἰλὺς πολλὴ Δέσποινα, ψυχῇ μου ἤθροισται, καὶ στενάζω, ὅλως ἀπορούμενος, πῶς δυνηθῶ, ταύτης ἐκφυγεῖν, καὶ κεκαθαρμένος, ὀφθῶ ὡς πρέπει Κυρίῳ μου· ὦ ᾿Αρχαγγέλων ᾆσμα, μὴ στερήσῃς ἀνοῖξαι, μητρικῆς βοηθείας τὰ σπλάγχνα μοι.

ᾨδὴ ε΄. ῞Ινα τί με ἀπώσω.
Στῆσον νόσων τὰ ἄλγη, Ἀρχαγγελιώτισσα διδοῦσα ἄνεσιν, τοῖς ἐξαιτουμένοις, τὴν πρεσβείαν εὐχῶν σου πρὸς Κύριον, καὶ τοῖς ἐν ὀδύναις, κατακειμένοις ἀσθενείας, τὴν ὑγείαν ὡς τάχιστα πάρεχε.

Σώματός μου οἱ πόνοι, τὴν ἀπόγνωσιν τίκτουσιν τὴν ὀλέθριον, καὶ ἡ ἀθυμία, κυριεύει καρδίαν μου Πάναγνε, ὅθεν δυσωπῶ σε, δίωκε ταύτας καὶ τὴν χάριν, τῆς ἰάσεως δίδου τῷ δούλῳ σου.

Ἂνοιξόν μοι τὴν πύλην, Ἀρχαγγελιώτισσα ταῖς ἱκεσίαις σου, θείας μετανοίας, καὶ ὀνύχων ἐχθροῦ με ἐξάρπασον, ὅτι ὡς στρουθίον, αὐτοῦ δικτύοις συνελήφθην, κινδυνεύων αἰώνιον θάνατον.

Δάκρυά μοι παράσχου, Ἀρχαγγελιώτισσα τὰ θεαγάπητα, ἵνα ἀποπλύνω, τῆς ψυχῆς μου στολὴν ἣν ἐμόλυνα, καὶ ἀξίωσόν με, μὴ ἁμαρτάνειν ἀφοβίᾳ, καὶ Δεσπότην λυπεῖν τὸν φιλάνθρωπον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπλήθυναν, αἱ ὀδύναι σώματος, καὶ ψυχῆς μου τὰ δυσβάστακτα ἄχθη, διὸ πρὸς σέ, καταφεύγω Κυρία, ἐπιζητῶν μητρικήν σου βοήθειαν, ἐὰν γὰρ σύ μὴ παραστῇς, τίνα ἄλλην εὑρήσω ἀντίληψιν;

Χαρίτωσον, τὴν ζωήν μου Πάναγνε, χορηγοῦσα παρακλήσεις τὰς θείας, καὶ τὴν πικράν, γλύκανόν μου πορείαν, τῇ χαρμονῇ μητρικῆς παρουσίας σου, ὥσπερ ἀγγέλων τοὺς χορούς, κατευφραίνεις τῇ θέᾳ σου Ἂχραντε.

Οὐ δύναμαι, Ἀρχαγγελιώτισσα, ὑποφέρειν πειρασμῶν τὰς ἐφόδους, καὶ τῶν βελῶν, ἀσθενείας τοὺς πόνους, ὑφ᾿ ὧν ὁ τάλας δεινῶς νῦν συνέχομαι, διὸ προστρέχῳ σῇ μορφῇ, ἐπαφεὶς τὴν ἐλπίδα μου ἅπασαν.

Ὑψώθησαν, τῶν παθῶν τὰ κύματα, καὶ ἐκάλυψαν ψυχήν μου ἀθλίαν, τὴν πνιγμονήν, ἀπειλοῦντα ἐν τάχει, ὅθεν σοὶ κράζω ἐλέησον Δέσποινα, καὶ σῶσόν με βυθοῦ δεινῶν, Κυβερνήτην τοῦ κόσμου ἡ τέξασα.

Διάσωσον, Ἀρχαγγελιώτισσα τοὺς σοὺς δούλους, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀρχαγγέλων χοροὶ ἐπευφραίνονται, θεωροῦντες τὴν δόξαν σου Πάναγνε· οἱ πιστοὶ δέ, τὴν ἱεράν σου βλέποντες μορφήν, πολλήν, ἔχομεν ἐν τοῖς δεινοῖς, καὶ τοῖς τοῦ βίου λυπηροῖς, τὴν ἐλπίδα Θεόνυμφε. Ὂθεν σοὶ ἐκβοῶμεν, πρέσβευε τῷ Δεσπότῃ, δοῦναι αἰτήσεων ἡμῶν, τὴν συμφέρουσαν ἐκπλήρωσιν.

Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος· Ἂκουσον, θύγατερ, καὶ ἴδε…

Ευαγγέλιον, ᾿Εκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σουπ Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὂτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ῞Οτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ Ὂνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς.

Δόξα.
Τῆς τῶν Ἀρχαγγέλων, Κυρίας ταῖς πρεσβείαις, ἐξάλειψον Σωτήρ μου, τῶν παθῶν μου τὰ πλήθη.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀρχαγγελιώτισσα, κατασπαζόμενοι πόθῳ, τὴν σεπτὴν εἰκόνα σου, ἄνεσιν εὑρίσκομεν, ἐν ταῖς θλίψεσι· καὶ παρακαλοῦμέν σε, πρέσβευε Υἱῷ σου, ὅπως ῥύσηται τοὺς δούλους σου, ἐκ βίου κλύδωνος, καὶ τῶν λυπηρῶν περιστάσεων. Ἒχεις γὰρ τὸ εὐπάρεδρον, ὡς τεκοῦσα Τοῦτον Θεόνυμφε. Τὴν Μονὴν δὲ ταύτην, καὶ πάντας Ξανθιώτας Ἀγαθή, ἐν εἰρηναίᾳ συντήρησον, καταστάσει πάντοτε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
῏Ηλθον ὠδῖνες τοῦ θανάτου καὶ ταράσσουσι, τὸν οἶκον τῆς ψυχῆς μου, διὸ Μῆτερ τῇ σῇ, εἰκόνι καταφεύγω, εἰρήνην ἐξαιτούμενος, καὶ ζωὴν τὴν αἰωνίαν.

Μνήμην ἐγκαίνισον Δεσπότου, τῇ καρδίᾳ μου, Παρθένε Θεοτόκε, τὴν ὁρμὴν λογισμῶν, συγκόπτουσαν καὶ πάσης, αἰτίας θείας πρόξενον, καὶ γεννήτριαν εἰρήνης.

Ὢρα ἐγγίζει ἡ ἐσχάτη, καὶ οὐ παύομαι, ὁ τάλας ἁμαρτάνειν, καὶ Κριτῇ πῶς ὀφθῶ, τὸ ἔνδυμα μὴ ἔχων, τῆς Βασιλείας Δέσποινα, ὅθεν σῶσόν με ὡς οἶδας.

Νὺξ ἀφεγγὴς περικυκλοῖ με, καὶ ἀπέγνωσμαι, ἐκ πλήθους πειραζόντων, διὸ φῶς τὸ γλυκύ, παράσχου τοῦ Υἱοῦ σου, Παρθένε τῇ καρδίᾳ μου, καὶ φθορᾶς διάσωσόν με.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δέχου δακρύων, τοὺς σταλαγμοὺς Θεοτόκε, ὥσπερ μύρον καθαῖρον ἀνομίας, καὶ τῆς βασιλείας, τὰς πύλας ἄνοιξόν μοι.

Εὗρον εἰκόνα, τὴν ἱεράν σου Παρθένε, καταφύγιον ἐν θλίψεσι ποικίλαις, διαλύουσάν μου, τὰ νέφη τὰ σκοτώδη.

῾Η θαλπωρή σου, θερμανάτω καρδίας, Θεομῆτορ ἐκ θλίψεων ψυγείσας, φέρουσα γαλήνην, Υἱοῦ σου παμφιλτάτου.

Σὺ Ἀρχαγγέλων, τὸ ἡδύτατον ἆσμα, πέλεις Κόρη ὁρώντων σου τὴν δόξαν, καὶ παραμυθία, πιστῶν σὲ προσκυνούντων.

ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Εἰκών σου ἡ ἁγία ὤφθη ἡμῖν, δῶρον θεῖον καὶ μάννα οὐράνιον, ἐν πειρασμοῖς, τῶν ἐχθρῶν πραΰνουσα τὰς ὁρμάς, ὦ Ἀρχαγγελιώτισσα, καὶ κειμένοις κλίνῃ ἀσθενειῶν, ἰάσεων αἰτία, τοῖς δὲ ἀλγοῦσι πᾶσι, χαρὰν πηγάζουσα Θεόνυμφε.

Ἰθύνουσα μὴ παύσῃ τέκνα τὰ σά, πρὸς Χριστοῦ βασιλείαν ἀσάλευτον, εὐχαῖς σεπταῖς, Ἀρχαγγελιώτισσα θαυμαστή, ὑψώσεις ὁμαλύνουσα, τοῦ ἀντικειμένου καὶ τὰς ψυχάς, θέλοντος ἐξαρπάσαι, παγίσι πολυτρόποις, ἃς ἀδρανεῖς ποίησον Δέσποινα.

Συῤῥέουσι τὰ πλήθη Ξανθιωτῶν, προσκυνῆσαι εἰκόνα τὴν πάντιμον, ἐν σῇ Μονῇ, Ἀρχαγγελιώτισσα καὶ λαβεῖν, αἰτήσεων ἐκπλήρωσιν, οὓς μὴ ἀποστρέψῃς ποτὲ κενούς, ἀλλὰ πρὸς τὸ συμφέρον, ἑκάστου Παναγία, ἄνοιξον σπλάγχνα σου φιλάνθρωπα.

Ἀρχάγγελοι αἰνοῦσιν ἐν οὐρανοῖς, σὴν ὑπέρθεον δόξαν Πανάμωμε, ἐν δὲ τῇ γῇ, πίστει προσκυνοῦμεν σοῦ τὴν μορφήν, χορεῖαι αἱ χριστώνυμοι, Ἀρχαγγελιώτισσα καὶ φωνάς, ὑψοῦμεν ἱκεσίους· φύλαττε τὴν Μονήν σου, καὶ Ξάνθης πᾶσαν τὴν περίχωρον.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἀρχαγγελιώτισσα ἀγαθή, σκέπε τὴν Μονήν σου, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ ἐχθροῦ μανίας, εὐχαῖς σου παναγίαις, ὅπως σεπτὴν μορφήν σου, κατασπαζώμεθα.

Χαῖρε ἐνωτίσθης ἐκ Γαβριήλ, Μῆτερ Θεοτόκε, καὶ τὸ χαῖρε δέχου ἡμῶν, τῶν καταφιλούντων, εἰκόνα σου ἁγίαν, καὶ χάριν λαμβανόντων, ψυχοσωτήριον.

῎Εχουσα Παρθένε τὸ συμπαθές, καὶ τὴν παῤῥησίαν, πρὸς Υἱόν σου Μονογενῆ, πάντων αἰτουμένων, ἐκπλήρου τὰς αἰτήσεις, τῶν καταπροσκυνούντων, θείαν εἰκόνα σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαΐ, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἄπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξής·

Ἦχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου.
Σοὶ τῶν Ἀρχαγγέλων τῇ χαρᾷ, Ἀρχαγγελιώτισσα Μῆτερ, θερμῶς προστρέχομεν, καὶ ψυχῶν αἰτήματα, προσαναθέμενοι, ἐξαιτούμεθα τάχιστα, τὴν σὴν προστασίαν, καὶ τὴν πρὸς τὸν Κύριον, θερμὴν πρεσβείαν σου, ὅπως ἀταράχως τὸν βίον, πάντες διεξέλθωμεν Κόρη, καὶ τῆς Βασιλείας ἐπιτύχωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Στίχοι·
Ὡς ὕμνους δέχῃ ἐκ χοροῦ Ἀρχαγγέλων,
οὕτως ἡμῶν δέχου, Μῆτερ, δεήσεις.