Δύο Παρακλητικοί Κανόνες εις την Αγία Αναστασία την Ρωμαία
Παρακλητικός Κανών εις την Αγία Oσιομάρτυρα Αναστασία την Ρωμαίαν
†Εορτάζεται στις 29 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὑπ’ ἀμετρήτων ἀναγκῶν καὶ κακώσεων, καὶ ἀφορήτων πειρασμῶν οἱ στενούμενοι, ἐν μετανοία σπεύσωμεν, βοῶντες θερμῶς· Μάρτυς ἀξιάγαστε, ἀθληφόρε Κυρίου, σπεῦσον ἐξανάστησον, ἐκ παθῶν ἡμᾶς πάντας, ἑξαιτουμένους τὴν σὴν ἀρωγήν, Ἀναστασία, τῆς Ρώμης τὸ βλάστημα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὐ ἡ ἀκροστιχίς·
ΔΙΑΣΩΣΟΝ ΜΕ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Δειναῖς χειμαζόμενος προσβολαῖς, πρὸς σὲ ἀνατρέχω, ἐκζητῶν τὴν ἀναψυχὴν ὦ μάρτυς Χριστοῦ Ἀναστασία, ἐξ ὀμιχλώδους θυέλλης με λύτρωσαι.
Ἰάσεων χάριν παντοδαπῶν, καὶ δύναμιν πάσαν, διασώζειν ἐκ συμφορῶν, λαβοῦσα σεμνὴ παρὰ Κυρίου, ἐκ τῆς διττῆς ἀσθενείας με ἴασαι.
Ἀῤῥήτων χαρίτων καὶ δωρεῶν, τυχεῖν ἠξιώθης, ἐκ χειρὸς παγκρατορικῆς· διὸ ἐκ τῆς πλάνης καὶ τοῦ δόλου, τοῦ ἀρχεκάκου ταχὺ με ἑξάρπασον.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ ποιητήν, Ἀνύμφευτε Νύμφη, ὑπερήρθης τῶν οὐρανῶν διό δυσωπῶ σὲ τῶν παγίδων, καὶ τῶν τοῦ κόσμου κακῶν με ἁπάλλαξον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὡς θερμὴν προστασίαν, καὶ ἀκλινῆ πρόμαχον, ὡς καταφυγὴν τῶν νοσούντων καὶ ἐπανόρθωσιν, ἀεὶ τιμῶντες σε, Ἀναστασία παρθένε, νῦν ἐπικαλούμεθα τὴν σὴν ἀντίληψιν.
Σὺ ἐδέξω Ἁγία, πρὸ τοῦ σεπτοῦ τέλους σου, ἄνωθεν φωνὴν βεβαιοῦσαν, σοὶ τὸ αἰτούμενον, τὸ θεραπεύειν δή, παντοίας νόσους πασχόντων, ὅθεν νῦν ἐνέργησον τὸ ἐν σοί χάρισμα.
Ὁμηγύρεις ἀζύγων, ἀθωνικὸν σύστημα, καὶ πληθὺς πιστῶν ἐκ περάτων, πάντες προστρέχουσιν, ὡς ἀνυμνήσοντες ἐν τῇ Μονῇ Γρηγορίου, τὰ λαμπρά σου θαύματα καὶ ἀγωνίσματα.
Θεοτοκίον.
Νοσημάτων ποικίλων, καὶ πειρασμῶν ἔφοδος, καὶ ἀλλεπαλλήλων κυμάτων, μέγα κλυδώνιον, ἀναχαιτίζεται, ταῖς κραταιαῖς μεσιτείαις, καὶ ταῖς παρακλήσεσι τῆς θεομήτορος.
Διάσωσον, ὁσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοὺς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν ἱαμάτων.
Ἐπίβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πηγὴ δωρεῶν, ὑγείαν ἀναβρύουσα, αἰτία καλῶν, ψυχῶν θεραπευτήριος, συμπαθῶς ἐπίβλεψον Ἀναστασία τοῖς ἰκέταις σου, σαῖς μεσιτείαις ἄγουσα ἡμᾶς, εἰς θεῖον νυμφώνα καθαρότητας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μεγαλύνω τὰ πάθη σου, ἄπερ καθυπέστης διὰ τὸν Κύριον ἑξανάστησόν με δέομαι, Μάρτυς Ἀναστάσεως ἐπώνυμε.
Ἐπανέγειρον Πάνσεμνε, κλίνης ὀδυνῶν μου πίκρας τε θλίψεως, κατευθύνουσα τὸν βίον μου, ἐκ τῆς ἀκηδίας πρὸς τὰ κρείττονα.
Οἰδημάτων νοσήματα, ψύξεις, αἱματώσεις, κῆλαι, ἐγκαύματα, ἀσθενούντων δεομένων σου, τῇ σῇ ἐπικλήσει θεραπεύονται.
Θεοτοκίον.
Συμμαχία ὑπέρμαχος, συμπόνος καὶ συμπλοῦς τῶδε τῷ βίω μου, συνεργὸς καὶ συνεπίκουρος, στήθι μοὶ Μαρία Ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴλιγγος δεινός, πυρετός, καρδιοπάθεια, νοσώδεις καὶ λοιμώδεις ἐπιφοραί, τῇ σῇ προνοία, Ἀθληφόρε ἀπελαύνονται.
Ὄγκοι φοβεροί, λευχαιμία, νεφροπάθεια, αἱμορραγίαι, ἀρθρίτις καὶ πληγαί, τῇ σῇ φροντίδι καὶ ἀγάπη θεραπεύονται.
Μόλυνσις ψυχῆς, τῇ μολύνσει νοῦ καὶ σώματος, συνῆλθε ἐν ἐμοὶ τῷ ῥυπαρῶ Ἀναστασία, σαῖς λιταῖς ὅλον με κάθαρον.
Θεοτοκίον.
Ἄγνισον Ἁγνή, λεπρωθείσαν τὴν καρδίαν μου, τῷ πλήθει τῶν ἀμέτρων μου κακιῶν, ὀδοποιοῦσα, πρὸς τὸ φῶς τῆς Ἀναστάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωννύμενος, ἐκ πολλῶν κακώσεων, καὶ ἁλλόμενος ὡς ἔλαφος ψάλλω, ἀνευφήμων ποσαπλὼς σοῦς ἀγῶνας, καὶ ἀνύμνων σὰ λαμπρὰ κατορθώματα, προσπίπτω δὲ καὶ προσκυνῶ, τὴν παμπόθητον θείαν εἰκόνα σου.
Τὸ σῶμά σου, ἠξιώθης Πάνσεμνε, τῷ Νυμφίῳ παραστήσαι θυσίαν, καὶ δι’ ἐλαίου φρονίμων παρθένων, συνεισελθεῖν εἰς νυμφῶνα οὐράνιον, κακεῖθεν οἵα συμπαθής, καταπέμπειν ἀφθόνως δωρήματα.
Ὑπήκοος, ἕως τέλους γέγονας, τῇ σεμνῇ σοῦ διδασκάλῳ Σοφίᾳ οὐκ ἐδειλίασας γὰρ τοὺς τυράννους, καὶ τὸ δριμὺ τῶν βασάνων ὑπήνεγκας· διὸ ἀπείληφας τρανώς, τὸν τῆς δόξῃς ἀμάραντον στέφανον.
Θεοτοκίον.
Συνέλαβες, ἀποῤῥήτως Δέσποινα, τὸν τοῦ κόσμου συνοχέα καὶ Κτίστην, ἀποκυήσασα τοῦτον ἀφράστως, καὶ μετὰ τόκον ὡς πρὶν διαμείνασα, διὸ τιμῶμεν εὐλαβῶς, σὲ τὴν μόνην Ἁγνὴν ἀειπάρθενον.
Διάσωσον, ὀσιομάρτυς παρθένε Ἀναστασία, τοὺς σοῦς δούλους ἐκ συμφορῶν, παθῶν τε καὶ θλίψεων, ὡς ἄληκτος κρήνη τῶν ἰαμάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν χειμαζόμενων ἀκράδαντε, ἱκεσία πρὸς τὸν Πλαστουργὸν ἀμετάσειστε, μὴ βραδύνης ἀνενεγκεὶν θεῷ λιτὰς ἡμῶν, ἀλλὰ, πλήρωσον ὡς συμπαθής, τὸ δεδομένον ἐξ Αὐτοῦ, τοῖς πιστῶς εὐφημούσι σὲ τάχυνον ἐν ἀνάγκῃ, καὶ σπεῦσον πρὸς θεραπείαν, ἡ ἰατρεύουσα ἡμᾶς, Ἀναστάσεως φερώνυμε.
Καὶ εὐθὺς Τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγελίον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1-13.)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ἡ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλη εἰ πλησίον μου, περικαλλὴς καὶ ὡραία, μῶμός σοι οὐκ ἐνεστί, λέγει σοὶ ὁ Κύριος Ὀσιόαθλε, ἄσπιλον κόσμον γάρ, περιβεβλημένη, παρεὶ νῦν ἐκ δεξιῶν αὐτοῦ, πεποικιλμένη δέ, τὰ τροπαιοφόρα μαρτύρια, ταῦτα δὴ ταῦτα πρότεινον, ἅπερ δι’ Αὐτὸν καθυπέμεινας, ὅπως ἐξιλάση, Αὐτὸν κινοῦσα σπλάγχνα οἰκτιρμῶν, τοῦ συγχωρήσαι καὶ σῶσαί με, ὅταν μέλλω κρίνεσθαι.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου …
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεγείρεις πεσόντας, νουθετεῖς τοὺς πιστούς, καὶ νεύροις τοὺς κάμνοντας, ὑψοῖς ἡμῶν τὸ κέρας, εὐφραίνεις τοὺς ὑμνούντας, ἐκ καρδίας καὶ μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἷ.
Νοεραῖς ταῖς ἀκτῖσιν, ἐλαμπρύνθης Παμμάκαρ ψυχὴ καὶ σώματι· διὸ ἡ μυροθήκη, τῶν θείων σοῦ λειψάνων, θεραπεύει τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἷ.
Ἀγαπῶσα τὸν Κτίστην, τὴν διττὴν ἐντολὴν Μάρτυς ἐξεπλήρωσας, ἐπεὶ καὶ τὸν πλησίον, ἠγάπησας ὡς ἔδει, ἐν τῇ πράξει διδάσκουσα ὁ τῶν Πατέρων Θεός, ὄντως ἐστὶν Ἀγάπη.
Θεοτοκίον.
Στάμνος ὄντως ἐφάνης, συλλαβοῦσα Χριστὸν μάννα τὸ οὐράνιον, καὶ τοῦτον ἐκτεκοῦσα, τροφὴν ἀθανασίας, καὶ τρυφὴν ἠμῶν ἄῤῥητον, τὸν τῶν Πατέρων ἠμῶν, θεὸν εὐλογημένον.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Τὶς μὲ χωρίσει, ἀπὸ ἀγάπης Κυρίου; οὐ λιμός, οὐ γυμνότης, οὐ θλῖψις· Αὐτῶ ποθῶ συνεῖναι, ἔφης εἰς τοὺς αἰῶνας.
Ἀνακουφίζεις, παραμυθεῖς ἀσθενοῦντας, ἀναψύχεις καταπονουμένους· πάντα δρᾶς εἰς δόξαν, Χριστοῦ τοῦ Ἀναστάντος.
Συμπαθέστατη καὶ φιλανθρώπῳ προνοίᾳ, συμπαρίστασαι τοῖς ἐνδεέσι, καὶ εὐγνωμονούσι, σὲ Κόρη εἰς αἰῶνας.
Θεοτοκίον.
Ἰλαρωτάτη, καὶ ἀγαθὴ διαθέσει, ἀσφαλίζεις παντοίων ἐκ κινδύνων, τοὺς ὑπερυψούντας, σε μόνη Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως θεοτόκον.
Αἱμάτων σου ἐκχύσεις, κάλλος παρθενίας, καὶ ἀκλινεῖς μεσιτείαί σου Πάνσεμνε, ἀποκαθαίρουσι πάθη, πληγὰς καὶ τραύματα.
Ἀμόλυντον νυμφῶνα, Κόρη ἐκληρώσω, εἰς οὐρανίους θαλάμους χορεύουσα, τοὺς εὐσεβῶς σὲ τιμῶντας ἐπιβραβεύουσα.
Ῥοαῖς τῶν σῶν αἱμάτων, μύροις δὲ λειψάνων, ἐν ἐπικλήσει σεπτού σου ὀνόματος, Ἀναστασία πηγάζεις, ἄφθιτα νάματα.
Θεοτοκίον.
Τρυφὴ πιστῶν Παρθένε, δόξα σὺ Μαρτύρων, Ἱεραρχῶν τὸ σεπτὸν ἐγκαλλώπισμα, Ἀθωνιτὼν δὲ Πατέρων στεῤῥὸν προτείχισμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὄνυχας, ὀδόντας τε καὶ μαστούς, χεῖρας τὲ καὶ πόδας, ἐκκοπεῖσα ἀνηλεῶς, ὄνυξιν ἐξέσθης, πυρὶ καταφλεχθεῖσα, Ἀναστασία μάρτυς ὀσιοπάρθενε.
Δόξῃς ἀκηράτου κατατρυφάν, κατηξιωμένη, ἐν ταῖς ἄνῳ διαμοναῖς, πρόσδεξαι δεήσεις, λαοῦ ἡμαρτηκότος, καὶ σαῖς πρεσβείαις ῥῦσαι, πάντας κολάσεως.
Τρεῖς λαμπροὺς στεφάνους ἀπολαβεῖν, Μάκαρ ἠξιώθης, ἐκ χειρὸς τοῦ Δημιουργοῦ, τὸν τῆς παρθενίας, καὶ τὸν τοῦ μαρτυρίου, τὸν τῆς ὑπακοῆς δέ, ἐν τῇ ἀσκήσει σου.
Ἄφθονα ἱάματα παρασχεῖν, νῦν μὴ κατοκνήσῃς, μηδὲ πέμψῃς ἡμᾶς κενούς, ὧ Ἀναστασία, τὸ δύνασθαι γὰρ ἔχεις, ὡς φέρουσα τὴν χάριν τοῦ Παντοκράτορας.
Ζῇ ἡ σῇ ψυχὴ ἐν χειρὶ θεοῦ, ἄνευθεν βασάνων, ἐν εἰρήνῃ διηνεκεῖ χαίρει δὲ πλουτοῦσα, Μονὴ τοῦ Γρηγορίου, τὰ θεία λείψανά σου, κόσμον ὡς ἄφθαρτον.
Ἔλαιον ἀγάπης παρθενικῆς, νήψεως ἐν πᾶσι, ἐγρηγόρσεως μυστικῆς, ἔσχες ἐν λαμπάδι, τῇ σῇ Ἀναστασία, διὸ νῦν ἐμβατεύεις εἰς τὰ οὐράνια.
Ἔλαιον ἐπίσταξον ἐπ’ ἐμέ, τὸν κεναῖς ἀπάταις, δουλωθέντα καὶ ἡδοναῖς, φώτισον τὸν νοῦν μου, ψυχήν τε καὶ καρδίαν, χριόμενα ἐλαίῳ ἀγαλλιάσεως.
Δίδαξον μὲ Μάρτυς ἐπιτελεῖν, τὴν ἁγιωσύνην, ἐν τῷ φόβῳ τῷ πρὸς θέον, καὶ τῇ σῇ πρεσβείᾳ καθήλωσον τὰς σάρκας, καὶ πρὸς τὸν Ἰησοῦν μου, στρέψον τὴν ἔφεσιν.
Ὡς ἀπολαβοῦσα δόξῃς τρισσώς, τὸ λογιστικόν μου, σὺν τῷ ἐπιθυμητικῷ, καὶ θυμοειδεῖ μου καταύγασαν φωτί σου, καὶ τῆς θεώσεώς με ποίησον ἄξιον.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὀσιόαθλον καὶ καλλιπάρθενον, Ῥώμης τὸ βλάστημα, καὶ μέγα καύχημα, τῆς ἀναστάσεως Χριστοῦ, ἀξίως τὴν ἐπώνυμον, δεῦτε εὐφημήσωμεν, Ἀναστασίαν τὴν πάνσεμνον, βρύει γὰρ ἰάσεων, ἀκεσώδυνα φάρμακα, τοῖς τῶν λειψάνων αὐτῆς τὴν θήκην, προσπτυσσομένοις μετὰ πίστεως.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες οἱ ἐν νόσοις χαλεπαῖς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, ἐκταρασσόμενοι νῦν, δεῦτε δὴ προσδράμωμεν καὶ προσκυνήσωμεν, τὴν εἰκόνα τὴν πάντιμον, τῆς Ἀναστασίας, ταύτην ἱκετεύοντες ἐν κατανύξει πολλῇ· σπεῦσον ἐξεγέρθητι ὅπως, πάντας ἐκ παθὼν ἀναστήσῃς, Μάρτυς Ἀναστάσεως φερώνυμε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Εγκώμια εις την Αγία Οσιομάρτυρα Αναστασία την Ρωμαία
Παρακλητικός Κανών εις την Αγία Oσιομάρτυρα Αναστασία την Ρωμαίαν
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀκολουθήσασα πιστῶς τῷ Κυρίῳ, ἀσκητικῶν σου ἀρετῶν τοῖς ἀγῶσι, πρὸς τὸν νυμφῶνα ἔδραμες, Αὐτοῦ μαρτυρικῶς, ἔνθα ἀπολαύουσα, τῆς ἀτέρμονος δόξης, σὺν Μαρτύρων τάγμασι, καὶ Ὁσίων χορείαις, Ἀναστασία πρέσβευε ἀεί, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις τιμώντων σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχὶς·
κατ᾿ Ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις·
Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων συνοῦσα ἐν οὐρανοῖς, τῇ θείᾳ χορείᾳ, Ἀθληφόρος ὡς εὐκλεής, πρέσβευε Χριστῷ Ἀναστασία, τοῦ δωρηθῆναι ἡμῖν χάριν ἄφθονον.
Βιώσασα βίον ἀσκητικόν, τῷ Κτίστῃ συνήφθης, δι᾿ ἀγώνων μαρτυρικῶν· διὸ θαυμαστὴ Ἀναστασία, ἁμαρτιῶν ἡμῖν αἴτει τὴν ἄφεσιν.
Γαλήνης τῆς ἄνω τὸν μυστικὸν, λιμένα εὑροῦσα, Ἀθληφόρος ὡς εὐκλεής, παθῶν ἡμᾶς πάντας τρικυμίας, Ἀναστασία ἐν τάχει διάσωσον.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός Σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεὰς ἰαμάτων, παρὰ Θεοῦ ἔχουσα, ὡς ἡγιασμένη Ὁσία, καὶ Μάρτυς ἔνδοξος, ψυχῆς καὶ σώματος, Ἀναστασία θεόφρον, ἴασαι τὴν κάκωσιν, τῶν προστρεχόντων σοι.
Εὐμενείας πλουτοῦσα, θεοειδὲς χάρισμα, τοὺς ἐν ψυχικῇ ἀθυμίᾳ, ἡμᾶς ὑπάρχοντας, τῇ ἀντιλήψει σου, πνευματικῆς θυμηδίας, καὶ χαρᾶς ἀξίωσον, Μάρτυς πανεύφημε.
Ζήλου θείου πλησθεῖσα, ἀσκητικῶς ἔζησας, καὶ μαρτυρικῶς πρὸς νυμφῶνα, τῆς δόξης ἔδραμες, ἔνθα χορεύουσα, Ἀναστασία θεόφρον, καὶ ἡμῶν μνημόνευε, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων Σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές Σε, τὴν Θεομήτορα.
Διάσωσον, Ἀναστασία Κυρίου Ὁσιομάρτυς, τοὺς τῇ πρεσβείᾳ Σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φλεχθεῖσα Χριστοῦ, τῷ πόθῳ ἐκ νεότητος, ὁσίαν ζωήν, ταῖς ἀρεταῖς ἐξήσκησας, καὶ ἀνδρείως ἤθλησας· διὰ τοῦτο πάντες τιμῶμέν σε, Ἀναστασία Μάρτυς θαυμαστή, τὴν χάριν αἰτοῦντες τῆς πρεσβείας σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ σεπτή σου ἀντίληψις, γένοιτό μοι ἔπαλξις ἀπροσμάχητος, πᾶσαν ἔφοδον ἀπείργουσα, ὦ Ἀναστασία τοῦ ἀλάστορος.
Θαυμαστῶς ἐπιφάνηθι, τοῖς πιστοῖς ἱκέταις σου διασῴζουσα, τὴν ζωὴν αὐτῶν ἐκ θλίψεων, ὦ Ἀναστασία καὶ κακώσεων.
Ἰατρείας ἀξίωσον, ὡς θαυμάτων ἔχουσα χάριν ἄφθονον, τοὺς ἐν νόσοις κινδυνεύοντας, ὦ Ἀναστασία καλλιπάρθενε.
Θεοτοκίον.
Ῥύπον πάντα Πανάχραντε, ἐκ ἀπροσεξίας μου προστριβέντά μοι, ἱκετεύω Σε ἀπόπλυνον, ὕδατι θερμῆς Σου ἀντιλήψεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόσμου τῶν τερπνῶν, ἡ προφρόνως ἀλογήσασα, τὴν ζωὴν ἡμῶν πρὸς κτῆσιν ἀρετῶν, ἀσφαλῶς Ἀναστασία καθοδήγησον.
Λάμπρυνον φωτί, τῆς πλουσίας σου χρηστότητος, τὴν διάνοιαν ἡμῶν τῶν εὐσεβῶς, ἐν ᾠδαῖς Ἀναστασία εὐφημούντων σε.
Μύρισον ἡμῶν, τῶν ψυχῶν τὰ αἰσθητήρια, μυρισμῷ Ἀναστασία νοητῷ, τῆς ὑψόθεν σοι δοθείσης θείας χάριτος.
Θεοτοκίον.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νικήσασα, τὸν δεινὸν πολέμιον, δι᾿ ἀσκήσεως συντόνων ἀγώνων, Ἀναστασία Μαρτύρων ἐν ἄθλοις, τοῦτον εἰς τέλος οἰκτρῶς ἐταπείνωσας· ὅθεν ἀπήμονα ἡμᾶς, τῆς αὐτοῦ κακουργίας συντήρησον.
Ξενίας σε, οὐρανῶν ἠξίωσεν, ὁ Χριστὸς Ἀναστασία θεόφρον· σὺ γὰρ οὐράνιον ζήσασα βίον, τῷ μαρτυρίῳ αὐτὸν ἐπεσφράγισας· διὸ οὐράνωσον ἡμῶν, τὰς ψυχὰς τῇ δοθείσῃ σοι χάριτι.
Ὀμβρίζουσα, τῇ θερμῇ πρεσβείᾳ σου, εὐσπλαγχνίας τοῦ Κυρίου τὰ ῥεῖθρα, Ἀναστασία θεόφρον μὴ παύσῃ, τοῖς ταπεινοῖς σου ἱκέταις δεόμεθα· τὴν παῤῥησίαν γὰρ πολλήν, ὡς Ὁσία καὶ Μάρτυς ἀπέλαβες.
Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν καταύγασον ἡμῶν, τὰς καρδίας φωτὶ τῶν χαρίτων Σου.
Διάσωσον, Ἀναστασία Κυρίου Ὁσιομάρτυς, τοὺς τῇ πρεσβείᾳ σου πίστει προστρέχοντας, ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν αἱμάτων σου, λύθροις φοινίξασα, Ἀναστασία ἁγνείας τὸ ἔνδυμα, Νυμφίον ἐκτήσω τὸν Κύριον· διὸ Αὐτὸν ἐκτενῶς καθικέτευε, σωθῆναι τοὺς πόθῳ τιμῶντάς σε.
Προκείμενον.
Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δόξαν τὴν φερώνυμον, τῆς Ἀναστάσεως Μάρτυς, ὡς κληρονομήσασα, τῶν διττῶν ἀγώνων σου, κατορθώμασιν, εἰς τὸν ὑπέρλαμπρον, τῆς ζωῆς νυμφῶνα, κατ᾿ ἀξίαν ἐσαββάτισας, ἔνθα μετέχουσα, τῆς τῶν ἐκλεκτῶν πανηγύρεως, καὶ δόξης ἀπολαύουσα, τοῦ ὡραιοτάτου Νυμφίου σου, προστάτευε πάντων, τῶν ἐπικαλουμένων εὐσεβῶς, Ἀναστασία τὴν χάριν σου, καὶ ὑμνολογούντων σε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀδοκήτων, ἀνωτέρους συντήρει, Ἀναστασία σεμνή, ἡμᾶς τοὺς ἐκ καρδίας, τιμώντων σου τὰ ἄθλα, δι᾿ ὧν τέλεον ᾔσχυνας, ἐν καρτερίᾳ πολλῇ, ἐχθροῦ τὰς μεθοδείας.
Ῥαθυμίας ἀτόπου, ψυχικῆς ἀκηδίας, καὶ πονηρῶν συστροφῶν, σεμνὴ Ἀναστασία, ἀπήμονας συντήρει, τοὺς ὑμνοῦντας τὴν δόξαν σου, δι᾿ ἧς ὡς μέγας φωστήρ, τοῖς πέρασιν ἐκλάμπεις.
Σὺ ἡ Νύμφη Κυρίου, ἡ καλὴ καὶ ὡραία, Ἀναστασία σεμνή, παράκλησις γλυκεῖα, γενοῦ τοῖς ἐκ καρδίας, ὑμνῳδίαν προσφέρουσι, τοῖς θαυμασίοις τοῖς σοῖς, δι᾿ ὧν Χριστὸς αἰνεῖται.
Θεοτοκίον.
Λυτρωτὴν τοῖς ἀνθρώποις, ὑπὲρ φύσιν Παρθένε, ἀπογεννήσασα, παθῶν τῆς τυραννίδος, εὐσπλάγχνως λύτρωσαί με, ἵνα πίστει κραυγάζω Σοι· χαῖρε Μαρία Ἁγνή, ἡ δόξα τῶν Ἀγγέλων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς βοηθείας, τῆς σῆς ἡμᾶς μὴ στερήσῃς, τοὺς προστάτιν σε καλὴν Ἀναστασία, ἐπικαλουμένους, ἐν θλίψεσι τοῦ βίου.
Ὕμνοις σε πόθῳ, Ἀναστασία τιμῶντες, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Χριστὸν ἐκδυσώπει, εἰρήνην κόσμῳ δοῦναι.
Φῶς ἡμῖν αἴτει, Ἀναστασία θεόφρον, τοῖς ὑπάρχουσιν ἐν σκότει ἀκηδίας, ὡς φωτὸς οἰκοῦσα, σκηνὰς τὰς αἰωνίους.
Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας Σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν Σε, ὡς μόνην Θεοτόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χριστῷ Ἀναστασία, ὡς παρισταμένη, ἐν τῆς ζωῆς τοῖς ἀφθάρτοις σκηνώμασι, πάντας βοήθει καὶ σκέπε, τοὺς εὐφημοῦντάς σε.
Ψυχῶν τε καὶ σωμάτων, δίδου εὐρωστίαν, Ἀναστασία Χριστοῦ καλλιπάρθενε, τοῖς προσιοῦσιν ἐκ πόθου, τῇ ἀντιλήψει σου.
Ὤ Μάρτυς ἐν Ὁσίαις, νύμφη τοῦ Δεσπότου, Ἀναστασία τῆς Ῥώμης ἀγλάϊσμα, εὐεργετοῦσα μὴ παύσῃ, τοὺς προσιόντας σοι.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους Σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων κλέος σεπτόν, καὶ τῶν Ἀθληφόρων, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν θαυμάτων, κρουνὸς ὁ πολυχεύμων, σεμνὴ Ἀναστασία, Ῥώμης τὸ βλάστημα.
Βίον μετελθοῦσα ἀσκητικόν, ἤρθης πρὸς τὴν δόξαν, τοῦ Δεσπότου μαρτυρικῶς, Αὐτὸν δυσωποῦσα, ἀεὶ Ἀναστασία, σωθῆναι τοὺς τιμῶντας, τὴν θείαν μνήμην σου.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν τῷ Ναῷ σου, προστρεχόντων πίστει θερμῇ, ἵνα λυτρωθῶμεν, Ἀναστασία Μάρτυς, ἐκ πάσης δυσχερείας, καὶ περιστάσεως.
Τοὺς ἀνακειμένους πανευλαβῶς, Μάρτυς τῇ δυνάμει, τῆς πρεσβείας σου πρὸς Θεόν, μὴ ἀποστερήσῃς, σεμνὴ Ἀναστασία, ἐκφάνσεων τῶν θείων, τῆς προστασίας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Φρόνημα γεῶδες τῆς σαρκός, ἐγκρατείας κτείνασα πόνοις, Ἀναστασία σεμνή, χάριτος τὴν ἄμαχον, ἰσχὺν ἐνδέδυσαι, δι᾿ ἧς ὤφθης ἀήττητος, ἐν τῷ μαρτυρίῳ, καὶ ἐχθρὸν ἐπάτησας, τὸν παναλάστορα. Ὅθεν τοὺς στεφάνους λαβοῦσα, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε πολύαθλε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πρόσδεξαι τήνδε φωνὴν Ἀναστασία,
Κύριλλος Ῥόδου ἣν σοὶ ἀναπέμπει.