Παρακλητικός Κανών εις την Αγία Μάρτυρα Απολλωνία
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Εορτάζεται στις 30 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀπολλωνία καλλιμάρτυς χαρίτων, πολλῶν τῇ σῇ κατηξιώθης ἀθλήσει, ἐκ τοῦ Θεοῦ ὡς πάμφωτος σοφίας λαμπτήρ, καὶ σταδίου πρώταθλος· ὅθεν πρέσβευε βλάβης, ῥύεσθαι τοὺς σπεύδοντας σῇ θερμῇ ἀντιλήψει, καὶ ζοφερῶν λυτροῦσθαι πειρασμῶν, τοὺς ἐκτελοῦντας τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Ἄλγη ὀδόντων ἡμῶν, Ἀπολλωνία, πράυνον. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀθλήσασα μάρτυς πανευσθενῶς, καὶ στέφος λαβοῦσα, ἀφθαρσίας παρὰ Θεοῦ, μὴ παύσῃ Αὐτὸν ἐκδυσωποῦσα, Ἀπολλωνία ὑπὲρ τῶν τιμώντων σε.
Λαμπὰς ἀριστείας καὶ ἀρετῆς, ἐν Ἀλεξανδρείᾳ, ἀναφθεῖσα μαρτυρικῇ, ἐνστάσει σεμνὴ Ἀπολλωνία, ἡμῶν παθῶν σκοτομήνην ἐκδίωξον.
Γαυρίαμα πλάνου ἡμᾶς τῇ σῇ, δυνάμει πατῆσαι, καταξίωσον ἡ λατρῶν, εἰδώλων ὀφρῦν τὴν ἐπηρμένην, ἀθλητικῇ σου ἐνστάσει πατήσασα.
Θεοτοκίον.
Ἡ μόνη ἁπάντων τῶν γυναικῶν, Χριστὸν συλλαβοῦσα, ἀπειράνδρως ἐν σῇ γαστρί, Υἱὸν τοῦ Θεοῦ μὴ διαλλίπῃς, Αὐτῷ ὑπὲρ τῶν σῶν δούλων πρεσβεύουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οἱ ἐξ ἄλγους ὀδόντων, δεινῶς ἀεὶ πάσχοντες, σῇ μαρτυρικῇ παῤῥησίᾳ, πίστει προσφεύγουσι, καὶ ἐκλυτροῦνται αὐτῶν, Ἀπολλωνία ταχέως, τῇ δοθείσῃ ἄνωθεν, σοὶ μῆτερ χάριτι.
Δεῦτε, ὕμνοις εὐτάκτοις, τὴν τοῦ Χριστοῦ μάρτυρα, ἐν Ἀλεξανδρείας σταδίῳ, τὴν ἀριστεύσασαν, πανευλαβῶς οἱ πιστοί, ἐγκωμιάσωμεν χαῖρε κράζοντες· πρὸς Κύριον, πάντων μεσίτρια.
Ὄλβον ὡς ἀθληφόρον, καὶ θησαυρὸν ἄσυλον, σὲ Ἀπολλωνία τιμῶντες, πόθῳ κραυγάζομεν· ἴσθι θερμὴ ἀρωγός, ἡμῶν προστάτις ἀκέστωρ, ταχινὴ καὶ πρέσβειρα, θεία πρὸς Κύριον.
Θεοτοκίον.
Νεῦσον ταῖς ἱκεσίαις, τοῦ ταπεινοῦ δούλου σου, Κεχαριτωμένη Μαρία, Θεογεννήτρια, σαρκὸς ἀτάκτους ὁρμάς, καὶ τοῦ νοὸς τὰς κινήσεις, παύουσα ὡς εὔσπλαγχνος,ῥάβδῳ σῆς χάριτος.
Διάσωσον, Ἀπολλωνία πανένδοξε σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν δολίου ἀλάστορος, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων Χριστοῦ Ἀπολλωνία κλέισμα, Νυμφίον τὸν σὸν ἀπαύστως καθικέτευε, τῶν πταισμάτων ἄφεσιν, τοῖς σεμνοῖς διδόναι ἱκέταις σου, καὶ ἐκλυτροῦσθαι πάσης συμφορᾶς, ἡμᾶς τοὺς πιστῶς σε μακαρίζοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῶν ὀδόντων ἐπώδυνα, ἄλγη καταπράυνον τῶν σπευδόντων σοι, ἀθληφόρων τοῦ Παντάνακτος ὡς Ἀπολλωνία ἐγκαλλώπισμα.
Ὤφθης μάρτυς ἀήττητος, καὶ Χριστοῦ ἀμνάδων πανσέμνων κόσμημα· ὅθεν χάριν θείαν εἴληφας, φυγαδεύειν νόσους τῶν προσφύγων σου.
Νοῦν ἡμῶν τῶν τιμώντων σε, ἅγνισον καὶ κάθαρον τὴν διάνοιαν, τῶν ζητούντων τὴν σὴν εὔνοιαν, ὦ Ἀπολλωνία καλλιπάρθενε.
Θεοτοκίον.
Ἡ ἑτοίμη ἀντίληψις, τῶν καταφευγόντων σοι Μητροπάρθενε, θραῦσον βέλη τοῦ ἀλάστορος, καθ’ ἡμῶν δολίως τὰ κινούμενα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυς κραταιά, ἡ Χριστὸν ὁμολογήσασα, πρὸ τοῦ βήματος τῶν εἰδωλολατρῶν, τοῦ ἐχθροῦ Ἀπολλωνία βλάβης ῥῦσαί με.
Ὡς ἀθλητριῶν, σὲ τιμῶντες ἀγαλλίαμα, εὐκλεὲς Ἀπολλωνία σὰς λιτάς, πρὸς Χριστὸν τὸν σὸν Νυμφίον ἐξαιτούμεθα.
Νύκτα τῶν παθῶν, τῶν ἡμῶν ταχὺ ἐκδίωξον, ἀστραπαῖς Ἀπολλωνία σῶν εὐχῶν, πρὸς Χριστὸν τὸν Φωτοδότην πάσης κτίσεως.
Θεοτοκίον.
Ἄνοιξον ἡμῖν, οὐρανίους πύλας Δέσποινα, ἵνα ἴδωμεν τὸ φῶς τοῦ σοῦ Υἱοῦ, καὶ Αὐτοῦ τῆς θείας δόξης ἀπολαύσωμεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Πανένδοξε τοῦ Χριστοῦ ἀθλήτρια, καὶ παρθένων κοσμιότης φρονίμων, ἡ ἀνδρικῷ ὑπομείνασα σθένει, Ἀπολλωνία ὀδόντων ἐκρίζωσιν, θεόθεν χάριν δαψιλῆ, παύειν ἄλγη ὀδόντων ἀπείληφας.
Ὁδήγει με πρὸς ὁδὸν ἰθύνουσαν, οὐρανῶν εἰς τὰς παμφώτους ἐπάλξεις, Ἀπολλωνία στεῤῥόψυχε μάρτυς, ἡ οὐρανίου χαρᾶς ἀπολαύουσα, σὺν τῷ Νυμφίῳ σου Χριστῷ, ἐν παστάδι τῇ θείᾳ, πανεύφημε.
Λαμπρότητος ἐν Ἐδὲμ σκηνώσεσι, νῦν χορεύουσα Χριστὸν ἐκδυσώπει, Ἀπολλωνία, εὑρεῖν ἡμᾶς χάριν, τοὺς σὲ τιμῶντας ἐκθύμως καὶ ἔλεος· σὺ γὰρ φρονήματι στεῤῥῷ, ἀπεκρούσω τοὺς εἴδωλα σέβοντας.
Θεοτοκίον.
Λευκάνθεμον μυριστὸν σεμνότητος, Παναγία Θεοτόκε Παρθένε, τὴν δυσωδίαν παθῶν μου ποικίλων, τῇ εὐωδίᾳ λιτῶν σου ἀπέλασον, πρὸς ὃν ἐκύησας σαρκί, ὑπὲρ φύσιν Θεάνθρωπον Κύριον.
Διάσωσον, Ἀπολλωνία πανένδοξε σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν δολίου ἀλάστορος, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀπολλωνία μαρτύρων εὐπρέπεια, Ἀλεξανδρείας τὸ θεῖον ἀγλάισμα, Χριστῷ τῷ Νυμφίῳ σου πρέσβευε, καταπραΰναι ἡμῶν τῶν τιμώντων σε, τὰ δυσαχθῆ τῶν ὀδόντων ἀλγήματα.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κέφ. ε´ 24-35).
Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυς καλλιπάρθενε, Ἀπολλωνία γενναία, ἡ στεῤῥῶς ὀδόντων σου, πάντων τὴν ἐκρίζωσιν, ὑπομείνασα, καὶ πυρὶ φρύγανον, ἡ παραδοθεῖσα, ὡς ξηρὸν ἀπαύστως πρέσβευε, τῷ Παντοκράτορι, καὶ σεπτῷ Νυμφίῳ σου ῥύεσθαι, ἁπάσης περιστάσεως, θλίψεων δεινῶν καὶ κακώσεων, ἡμᾶς καλουμένους, σὸν ὄνομα τὸ θεῖον εὐλαβῶς, καὶ τὴν θερμήν σου ἀντίληψιν, ἐκζητοῦντας πάντοτε.
Σῶσον ὁ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεκρωθεὶς τῇ κακίᾳ, τοῦ δολίου βελίαρ θερμῶς προσπίπτω σοι, Ἀπολλωνία μάρτυς, κραυγάζων· ἔγειρόν με, ἐκ βορβόρου κακότητος, πρὸς ἀνιδιοτελοῦς, ἀγάπης θεῖον ὕψος.
Ὡραιότης μαρτύρων, καὶ φρονίμη παρθένε, ἡ ἐναθλήσασα, ἐν τῇ Ἀλεξανδρείᾳ, Ἀπολλωνία σῶφρον, ἐκτενῶς καθικέτευε, Χριστὸν διδόναι ἡμῖν, ὑγίειαν κατ’ ἄμφω.
Ἰσχυρῶς ἀντετάξω, Βασιλεῖ παρανόμῳ, τῷ λίθους σέβοντι· διὸ καὶ χάριν εὗρες, Ἀπολλωνία πάντας, ἐκλυτροῦσθαι ἱκέτας σου, τῆς κακουργίας ἐχθροῦ, τοῦ πονηροῦ καὶ πλάνου.
Θεοτοκίον.
Ἀνηρότως τὸν Λόγον, τοῦ Θεοῦ ἡ τεκοῦσα τὸν σοὶ προσφεύγοντα, παθῶν τῆς ἀλογίας, ἐκλύτρωσαι καὶ σῶσον, τὸν πιστῶς ἐκβοῶντά σοι· Χαῖρε Παρθένε ἁγνή, χριστιανῶν προστάτις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πυρὸς γεέννης, ταῖς σαῖς πρεσβείαις με ῥῦσαι, ἡ πυρὸς γευσαμένη τὴν φλόγα, διὰ τὴν ἀγάπην, Χριστοῦ Ἀπολλωνία.
Ῥώννυς στεῤῥόφρον, τοὺς εὐλαβεῖς σου ἱκέτας, ἐκδιώκουσα πόνους ὀδόντων, χάριτί σου θείᾳ, σεμνὴ Ἀπολλωνία.
Ἀπολλωνία, καταφυγὴ ἐν ἀνάγκαις, καὶ ἀκέστωρ γενοῦ ταχυτάτη, τῶν μεγαλυνόντων, τοὺς σοὺς τιμίους ἄθλους.
Θεοτοκίον.
Ὑδάτων ῥῦσαι, τῆς ἀπωλείας Παρθένε, καὶ πρὸς ὕδωρ ζωῆς αἰωνίου, ἴθυνον σοὺς δούλους, ἁγνὴ Θεοκυῆτορ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νῦν πόθῳ ἐκβοῶ σοι· δίδου ἡμῖν σθένος, ἐν δυσχερείαις τοῦ βίου καὶ δύναμιν, Ἀπολλωνία, θερμαῖς σου εὐχαῖς πρὸς Κύριον.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, καὶ ἀθληφόρων χοροῖς συχγορεύουσα, μὴ ἐπιλάθῃ, ἀνδρεία, τῶν εὐφημούντων σε.
Νοός μου τὰς κινήσεις, ἴθυνον, κραυγάζω, Ἀπολλωνία, πρὸς ὕψος θεώσεως, καὶ πονηρῶν λογισμῶν με δεῖξον ὑπέρτερον.
Θεοτοκίον.
Χαρίτων εὐωδίας, ἡ πεπληρωμένη, Θεοκυῆτορ, χαρίτων με ἔμπλησον τοῦ σοῦ Υἱοῦ, ἵνα πόθῳ ἀεὶ γεραίρω σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἀθληφόρον νύμφην τοῦ Ἰησοῦ, μέλψωμεν ἐν ὕμνοις ὁλοθύμως, χοροὶ πιστῶν, ὡς καταβαλοῦσαν, ὀφρῦν εἰδωλοφρόνων, Ἀπολλωνίαν θείαν, τὴν καλλιπάρθενον.
Τὴν καθυπομείνασαν ἀνδρικῶς, συντριβὴν τῶν γνάθων, καὶ ἐκρίζωσιν ἀλγεινήν, τῶν αὐτῆς ὀδόντων, σεμνὴν Ἀπολλωνίαν, ἐν ὕμνοις μελιῤῥύτοις ἐγκωμιάσωμεν.
Πράυνον τὰ ἄλγη τὰ ἐπαχθῆ, τῶν ἡμῶν ὀδόντων, τῇ σῇ χάριτι εὐσταλές, νύμφη τοῦ Κυρίου, κλεινὴ Ἀπολλωνία, ἐκρίζωσιν ἡ τούτων, καθυπομείνασα.
Κάλλος θεωμένη τὸ θαυμαστόν, νῦν τοῦ σοῦ Νυμφίου, ἐν σκηνώμασι θεϊκοῖς, πρέσβευε διδόναι, ἡμῖν Ἀπολλωνία, δεινῶν παραπτωμάτων, τὴν ἀπολύτρωσιν.
Χαίροις ἀθληφόρων ὑπογραμμέ, τῆς Ἀλεξανδρείας, γόνε τίμιε καὶ σεπτέ· χαίροις ἡ δεχθεῖσα, πυρὸς Ἀπολλωνία, ἀνάλωμα γενέσθαι, μάρτυς ἀήττητε.
Παρθενομαρτύρων τὴν καλλονήν, ἐν Ἀλεξανδρείᾳ, ἐνεγκοῦσαν τὴν ἀλγεινήν, τῶν αὐτῆς ὀδόντων, ἐκρίζωσιν ἐκθύμως, σεμνὴν Ἀπολλωνίαν, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς ἀκατάβλητε Χριστοῦ, γόνε θεῖε Ἀλεξανδρείας, Ἀπολλωνία σεμνή, λύτρωσαι ἱκέτας σου, φθορᾶς καὶ θλίψεων, καὶ τὰ ἄλγη κατάπαυσον, ὀδόντων τῶν πίστει, προστρεχόντων πάντοτε, τῇ ἀντιλήψει σου· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς τὸν σὸν ὡραῖον Νυμφίον, δι’ ὃν καὶ τὸ αἷμά σου ἐξέχεας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.