Παρακλητικός Κανών εις τις Αγίες Μάρτυρες Δομνίνα και τας θυγατέρας αυτής Βερίνα και Προσδόκη

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

† Εορτάζονται στις 4 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς θυγατέρας τῆς Δομνίνης τιμῶμεν, τῆς παρθενίας ἐρασθείσας τοῦ κάλλους, καὶ τῆς ἁγνείας Μάρτυρας Χριστοῦ τοῦ Θεοῦ· ἔργῳ γὰρ λαμπρῷ ἀπέδειξαν, τὴν θερμὴν αὐτῶν πίστιν, θάνατον ἑλόμεναι, ἀτιμώσεως βίου, ἀποπνιγεῖσαι σύντρεις ἐν χαρᾷ, χάριτι θείᾳ, στεφθεῖσαι ὡς Μάρτυρες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχίς·
Δομνίναν, σὺν θυγατράσιν, ὕμνοις τιμῶ. Ν(ικοδήμου).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δομνίναν ὑμνῆσαι ἐπιθυμῶ, καὶ τὰς θυγατέρας, τὰς πνιγείσας ὑπὲρ Χριστοῦ· διὸ ἱκετεύω Θεὸν Λόγον, τοῦ ἀποστεῖλαί μοι Πνεῦμα Παράκλητον.

Ὁδὸν ἀληθείας καὶ ἀρετῆς, Δομνίνα διδάσκεις, θυγατέρας σου εὐκλεεῖς· ἐτήρησαν δὲ τὴν παρθενίαν, διὰ θυσίας τοῦ βίου ἀλώβητον.

Μεγάλη Δομνίνα ἡ σὴ φροντίς, περὶ παρθενίας, καὶ ζωῆς τῆς ἐν οὐρανοῖς· στηρίζεις γὰρ κόρας σου ἁγίας, μεθ’ ὧν ἐπνίγης ὡς Μάρτυς πανένδοξε.

Θεοτοκίον.
Ναὸν τῆς ἁγνείας περικαλλής, σὺ πέλεις Παρθένε, καὶ παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυραὶ ἐν τῇ πίστει αἱ εὐκλεεῖς Μάρτυρες, σπεύδουσιν εἰς δώματα θεῖα, πρὸς γάμον ἔνθεον, μετὰ Νυμφίου Χριστοῦ, ἐν οὐρανίᾳ παστάδι, ἐν ᾗ φῶς ἀνέσπερον, Λόγος Θεάνθρωπος.

Νικηφόρους ὁρῶμεν τὰς τοῦ Χριστοῦ Μάρτυρας, μετὰ πρωτοτόκων Μαρτύρων, ἐν Παραδείσῳ νῦν, εὐφραινομένας λαμπρῶς, καὶ ὑμνῳδούσας ἀπαύστως, Κύριον φιλάνθρωπον, τὸν Τρισυπόστατον.

Ἀληθῶς ὦ Δομνίνα νυμφαγωγὸς γέγονας, πρὸς τὸν ἐραστὴν καὶ Νυμφίον, τῶν θυγατέρων σου, καὶ συνεργεῖς θαυμαστῶς, τοῦ νυμφευθῆναι σὰ τέκνα, τὸν Χριστὸν ὡς Μάρτυρες, καὶ καλλιπάρθενοι.

Θεοτοκίον.
Νεανίδων ἡ Πρώτη Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, πρὸς τὸν Θεάνθρωπον, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

Φρουρήσατε, ταῖς πρὸς Θεὸν ὑμῶν Μάρτυρες ἱκεσίαις, ἐκ παντοίων πειρασμικῶν δεινῶν ἐπιθέσεων, τοὺς πόθῳ ὑμῶν τὴν μνήμην τελοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τοῦ κόσμου τερπνά, πανένδοξοι ἠρνήθητε, Τριάδα σεπτήν, ἐνθέως ἀγαπήσασαι, καὶ ζωὴν ἐθύσατε, ὦ Δομνίνα μάρτυς σὺν τέκνοις σου, τοῦ φυλάξαι τὴν πίστιν Χριστοῦ, καὶ ἁγνείαν τελείαν, καὶ παρθένων τιμήν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺ Χριστὸν τὸν Θεάνθρωπον, διὰ τῆς θυσίας σου διεκήρυξας, ὦ Δομνίνα ὡς Νυμφίον σου, ὃν σὺν θυγατράσι σου ἠγάπησας.

Ὑπακούσασα Κτίστῃ σου, τῶν σῶν θυγατέρων ὄντως ἐφύλαξας, ὦ Δομνίνα τὴν ἁγνότητα, ἀποπνίξασα αὐτὰς ἐν ὕδατι.

Νεανίδων αἱ πάναγνοι, ἡ κλεινὴ Βερίνα καὶ ἡ Προσδόκη ὁμοῦ, παρθενίαν διεφύλαξαν, ὑπὲρ Λόγου σεπτῶς μαρτυρήσασαι.

Θεοτοκίον.
Θεοτόκε πρεσβείαις σου, ἐκ παντὸς κινδύνου ἡμᾶς διάσωσον, ὡς γεννήσασα τὸν Κύριον, τὸν λυτρώσαντα τὸν ἄνθρωπον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, ἡ Δομνίνα ἀγαπήσασα, τῆς γῆς φθαρτὰ καὶ μάταια ἐν χαρᾷ, σὺν θυγατράσιν, ἠρνήθη τε καὶ κατέθυσεν.

Γόνους σου ἁγνούς, σῷ Νυμφίῳ Μάρτυς δέδωκας, καὶ σὺν αὐτοῖς ἐν πίστει ἀκλινεῖ, τοῦ μαρτυρίου, τὴν τελευτὴν ἐπεδίωξας.

Ἅπαντας ἡμᾶς, ἐν ἁγνείᾳ διαφύλαξον, ὦ Δομνίνα ταῖς λιταῖς σου πρὸς Χριστόν, καὶ μοναζόντων, τὰ τάγματα περιφρούρησον.

Θεοτοκίον.
Τέξασα Χριστόν, ἐν ἀγκάλαις Σου ἐβάστασας, καὶ ἐγαλούχησας Αὐτὸν ὑπερυφῶς, τὸν τροφοδότην, τοῦ κόσμου Θεοχαρίτωτε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τοῦ Θεανθρώπου ἤκουσαν, ἡ Βερίνα σὺν τῇ θείᾳ Προσδόκῃ, ἐκ τῆς μητρός, καὶ Ἁγίας Δομνίνης, καὶ ἑαυτὰς ἑκουσίως προσήνεγκαν, ὡς θύματα τοῦ Ἰησοῦ, ὃς ἐνδόξως αὐτὰς ἐστεφάνωσεν.

Ἀλλοίωσον, τοῦ νοός μου φρόνημα, σαῖς πρεσβείαις ὦ Δομνίνα πρὸς Λόγον· ὅτι κακοῖς, ἡ ψυχὴ διεστράφη, ἐπιποθοῦσα ἀεὶ ματαιότητας, καὶ ἔρεβος ἀντὶ φωτός, ἐν ψυχῇ μου ὑπάρχεις πανένδοξε.

Στερέωσον, ὦ Δομνίνα δοῦλόν σου, ἐν ἀγῶνι σαῖς πρεσβείαις πρὸς Κτίστην· ὅτι πολλοί, τῶν ἐχθρῶν μου συλοῦσι, τοὺς θησαυροὺς τῆς καρδίας πανένδοξε, ἐπίσταμαι ὁ ταπεινός, τῆς ψυχῆς οὐχ ὁ κόσμος ἰσάξιος.

Θεοτοκίον.
Ἱκέτευσον, σὸν Υἱὸν πανάχραντε, ὑπὲρ γένους σου ἁγνὴ Θεοτόκε· ὅτι πολλοί, λυμεῶνες εἰσῆλθον, ἐν τῇ ζωῇ τῶν πιστῶν θεοδόξαστε· καὶ λύκοι καὶ διαστροφεῖς, ἐν δορᾷ τῶν προβάτων ἐν ποίμνῃ σου.

Φρουρήσατε, ταῖς πρὸς Θεὸν ὑμῶν Μάρτυρες ἱκεσίαις, ἐκ παντοίων πειρασμικῶν δεινῶν ἐπιθέσεων, τοὺς πόθῳ ὑμῶν τὴν μνήμην τελοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὦ Δομνίνα σὺν τέκνοις ἡμῶν φῶς ὑπάρχετε, ἀρνηθεῖσαι ζωὴν ἀτιμώσεως ἔνδοξοι, ἀποπνιγεῖσαι περιχαρῶς ὑπὲρ τοῦ Ἰησοῦ· καὶ νῦν ἵστασθε, ἐν οὐρανῷ, πρὸ τοῦ Κυρίου εὐλαβῶς, καθορῶσαι τὴν δόξαν Αὐτοῦ· σπεύσατε εἰς πρεσβείαν, ὑπὲρ δοκιμαζομένων, πρὸς τὸν Φιλάνθρωπον Χριστόν, ὅπως τύχωμεν ἀφέσεως.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα’, 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθληφόρων πρεσβείαις, Ἐλεῆμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄ . Ὅλην ἀποθέμενοι.
Πάντες ἀνυμνήσωμεν, τὰς θυγατέρας Δομνίνης, ἐν ψαλμοῖς καὶ ᾄσμασιν, τῆς Προσδόκης ἅπαντες καὶ Βερίναν τε· ἀρετῆς πρότυπα, χάριτος δοχεῖα, παρθενίας ἀγάλματα, ζωῆς ἐγένοντο, εὐαγγελικῆς τὰ ἀντίτυπα· ἀνθρώποις καὶ Ἀγγέλοις τε, πρόξενοι χαρᾶς καὶ ἐκστάσεως· ὄντως θεοφρόνως, Χριστῷ ἀφομοιώθησαν πιστῶς, καὶ ὑπ’ Αὐτοῦ ἐδοξάσθησαν, ὡς θύματα ἔνθεα.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸν τοῦ Παρακλήτου, αἱ παρθένοι τὸ σῶμα, τῷ Θεανθρώπῳ Χριστῷ, προσήνεγκαν θυσίαν, ἐν ὕδασι πνιγεῖσαι, σὺν μητρὶ καὶ συμψάλλουσαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑμᾶς οἱ ἐν τῷ κόσμῳ, θυγατέρας Δομνίνης, ἐπευφημοῦμεν λαμπρῶς, τιμῶντες τὴν ἁγνείαν, καὶ ἄμετρον θυσίαν, δι’ ἣν χαίρουσαι ᾄδετε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μητέρα θεοφόρον, προστάτιν θυγατέρων, καὶ παρθενίας αὐτῶν, τιμήσωμεν σὺν τέκνοις, Βερίνῃ καὶ Προσδόκῃ, καὶ Χριστῷ πάντες ᾄσωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ναὸς τοῦ Θεοῦ Λόγου, γέγονας Παρθένε, καὶ φωτοφόρος σκηνή· ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ ψαλλόντων σὺν σοὶ ἐν χαρᾷ· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁδηγηθεῖσαι, ὑπὸ μητρὸς αἱ παρθένοι, καταθύουσι βίον Κυρίῳ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἰσχὺν λαβοῦσαι, παρὰ Κυρίου αἱ σύντρεις, ἐπεπόθησαν δώματα θεῖα, ἐν οἷς ἀνυμνοῦσιν, ἀπαύστως τὸν Σωτῆρα.

Σὺν τῇ Δομνίνῃ, ἐν οὐρανοῖς ἀνυμνοῦσι, θυγατέρες αὐτῆς θεοφόροι, τὴν σεπτὴν Τριάδα, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τεθεωμένη, ἐν οὐρανοῖς ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύι σου Χριστέ μου, σὲ ὁμολογοῦσιν, μήτηρ Δομνίνα σὺν κόραις αὐτῆς εὐθαρσῶς, καὶ ἐν πνιγμῷ ἑκουσίῳ, σὲ μεγαλύνουσιν.

Μετάδος μοι σὴν χάριν, τῆς αὐτοθυσίας, καὶ μαρτυρίου τὸν πόθον πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Δομνίνα ἔνδοξε.

Ὦ μῆτερ τῶν Μαρτύρων, σὲ ὁμολογοῦμεν, τῆς Ἐκκλησίας τὸ κλέος, Δομνίνα σεμνή, καὶ Ἀθλοφόρων Ἁγίων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.
Νικήσασα Παρθένε, διὰ τοῦ Υἱοῦ σου, τοῦ διαβόλου τὸ κράτος δεικνύεις βροτοῖς, τῆς σωτηρίας τὴν πύλην, Χριστὸν τὸν Κύριον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε ὦ Μάρτυρες τοῦ Θεοῦ, Δομνίνα Βερίνα, σὺν Προσδόκῃ τῇ θαυμαστῇ, ἐν ζήλῳ ποθοῦσαι, Χριστῷ εὐαρεστῆσαι· δι’ ὃν αὐτεξουσίως, αὐτὰς ἐθύσατε.

Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς, Δομνίναν καὶ τέκνα, τὰς παρθένους τοῦ Ἰησοῦ, τὰς ἀξιωθείσας, στεφάνων μαρτυρίου, καὶ δόξης αἰωνίου, ἐν θείοις δώμασιν.

Πάντες ἀνυμνήσωμεν εὐλαβῶς, Βερίναν Προσδόκην, καὶ Δομνίναν τὴν θαυμαστήν, Χριστοῦ θείας νύμφας, ἁγνότητος τὰς βάσεις, παρθένων καὶ Μαρτύρων, πάνσεπτα πρότυπα.

Δομνίνα Βερίνα σὺν ἀδελφῇ, Προσδόκῃ τυθεῖσαι, ἑκουσίως ὑπὲρ Χριστοῦ, πρεσβεύσατε Κυρίῳ, ὑπὲρ παρθενευόντων, καὶ ἀγωνιζομένων, ὑπὲρ ἁγνότητος.

Ὕμνοις εὐφημήσωμεν τὰς κλεινάς, Δομνίνης θυγατέρας, ἀθλησάσας ὑπὲρ Χριστοῦ, τιμώσας ἐν ἔργοις, θεσμὸν τῆς παρθενίας· διὸ σὺν ταῖς παρθένοις, ἀεὶ εὐφραίνονται.

Μῆτερ ἠξιώθης ἐν οὐρανοῖς, ἀεὶ σαββατίζειν, καὶ Νυμφίον σου καθορᾶν, δυσὶ σὺν θυγατράσι, Βερίνῃ καὶ Προσδόκῃ, καὶ Τούτῳ μεσιτεύειν, σωθῆναι ἅπαντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὴν Δομνίναν εὐλαβῶς, σὺν ταῖς θυγατράσι ταῖς θείαις, ἀνευφημήσωμεν νῦν· πάντα γὰρ κατέλιπον, τὰ ἐν τῷ βίῳ τερπνά, καὶ Χριστῷ ἠκολούθησαν, τιμῶσαι ἐν πόθῳ, σώματος ἁγνότητα, ψυχῆς τὰ τίμια· ὅθεν, ὡς ἀρνία τυθεῖσαι, ὄντως σαββατίζουσιν αὗται, σὺν τοῖς πρωτοτόκοις καὶ συμμάρτυσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

*Η εικόνα δεν αντιπροσωπεύει τις Αγίες.